ΑΚΟΛΟΥΘΙΑ ΜΙΚΡΟΥ ΤΟΥ ΑΓΙΑΣΜΟΥ |
|
|
Τελουμένου Ἁγιασμοῦ εὐτρεπίζεται μικρὰ τράπεζα καὶ τίθεται ἐπʼ αὐτῆς τὸ ἱερὸν Εὐαγγέλιον, ξύλινος ἀργυρόδετος Σταυρός, θυμιατήριον (κατζίον), δοχεῖον μεθʼ ὕδατος καθαροῦ, δύο κηροπήγια, ἐν οἷς ἀνάπτονται κηρία καθαρά, μικρὰ δέσμη βασιλικοῦ ξηροῦ καὶ λευκὸν καθαρὸν μάκτρον. Συνηγμένων δὲ πάντων ἄρχεται ἡ Ἀκολουθία, τοῦ ἱερέως, ὡς καὶ ἐν πάσῃ ἱεροπραξίᾳ, φέροντος ἐπιτραχήλιον, τοῦ δὲ διακόνου στιχάριον σὺν ὀραρίῳ. |
ΙΕΡΕΥΣ |
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
ΑΝΑΓΝΩΣΤΗΣ |
Ἀμήν. |
Ψαλμὸς ΡΜΒʹ (142). |
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ᾽ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου· ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾽ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν, ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε· πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ· ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι. |
ΧΟΡΟΣ |
Ἦχος δʹ. |
|
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. |
Στίχ. αʹ. Ἐξομολογεῖσθε τῷ Κυρίῳ καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. |
ἤ· Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. |
Στίχ. βʹ. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. |
Στίχ. γʹ. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. |
Ἦχος δʹ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. |
Τῇ Θεοτόκῳ ἐκτενῶς, νῦν προσδράμωμεν, ἁμαρτωλοὶ καὶ ταπεινοί, καὶ προσπέσωμεν ἐν μετανοίᾳ, κράζοντες ἐκ βάθους ψυχῆς· Δέσποινα βοήθησον, ἐφ ἡμῖν σπλαγχνισθεῖσα, σπεῦσον ἀπολλύμεθα, ὑπὸ πλήθους πταισμάτων, μὴ ἀποστρέψῃς σοὺς δούλους κενούς· σὲ γὰρ καὶ μόνην ἐλπίδα κεκτήμεθα. |
Δόξα. Καὶ νῦν. Ὅμοιον. |
Οὐ σιωπήσωμέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν. |
ΑΝΑΓΝΩΣΤΗΣ |
Ψαλμὸς Nʹ (50). |
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου, καὶ απὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι, πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου, καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾽ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἰερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους. |
Εἶτα ψάλλομεν τὰ ἑπόμενα Τροπάρια τῆς Θεοτόκου κατʼ ἀλφάβητον μετὰ στίχου· "Ὑπεραγία Θεοτόκε, σῶσον ἡμάς." |
ΧΟΡΟΣ |
Ἦχος πλ. βʹ. Ὁ Εἱρμός. |
|
Ἡ τὸ Χαῖρε διʼ Ἀγγέλου δεξαμένη, καὶ τεκοῦσα τὸν Κτίστην τὸν ἴδιον, Παρθένε σῷζε τοὺς σὲ μεγαλύνοντας. (δίς) |
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. |
Ἀνυμνοῦμεν τὸν Υἱόν σου, Θεοτόκε, καὶ βοῶμεν, πανάχραντε Δέσποινα, παντὸς κινδύνου ῥῦσαι τοὺς οἰκέτας σου. |
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. |
Βασιλέων, Προφητῶν καὶ Ἀποστόλων καὶ Μαρτύρων ὑπάρχεις τὸ καύχημα, καὶ προστασία τοῦ κόσμου, Πανάμωμε. |
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. |
Γλῶσσα πᾶσα εὐφημεῖ καὶ μακαρίζει, καὶ δοξάζει τὸν ἄχραντον τόκον σου, τῶν Ὀρθοδόξων Μαρία Θεόνυμφε. |
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. |
Δός, Χριστέ μου, καὶ ἐμοὶ τῷ ἀναξίῳ ὀφλημάτων τὴν ἄφεσιν δέομαι, τῆς σὲ τεκούσης πρεσβείαις, ὡς εὔσπλαγχνος. |
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. |
Ἐπὶ σὲ μου τὰς ἐλπίδας ἀνέθεμην, Θεοτόκε· σῶσον ταῖς πρεσβείαις σου, καὶ δώρησαί μοι πταισμάτων τὴν ἄφεσιν. |
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. |
Ζώωσόν με, ἡ τεκοῦσα Ζωοδότην καὶ Σωτῆρα· σῶσον ταῖς πρεσβείαις σου, εὐλογημένη, ἐλπὶς τῶν ψυχῶν ἡμῶν. |
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. |
Ἡ τὸν Κτίστην τῶν ἁπάντων ἐν γαστρί σου συλλαβοῦσα, Παρθένε πανάμωμε, ταῖς σαῖς πρεσβείαις, σῶσον τὰς ψυχὰς ἡμῶν. |
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. |
Θεοτόκε, ἡ τεκοῦσα διὰ λόγου, ὑπὲρ λόγον, τὸν Λόγον, Πανύμνητε, αὐτὸν δυσώπει, σῶσαι τὰς ψυχὰς ἡμῶν. |
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. |
Ἵλεών μοι τὸν Κριτήν τε καὶ Υἱόν σου, ἑπταικότι ὑπὲρ πάντα ἄνθρωπον, ταῖς σαῖς πρεσβείαις ἀπέργασαι, Δέσποινα. |
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. |
Κατὰ χρέος ἐκβοῶμέν σοι τό, Χαῖρε, Θεοτόκε, ἁγνὴ ἀειπάρθενε, ἐκδυσωποῦντες πρεσβείαις σου σῴζεσθαι. |
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. |
Λύτρωσαί με τοῦ πυρὸς τοῦ αἰωνίου, καὶ βασάνων τῶν ἀποκειμένων μοι, θεογεννῆτορ, ὅπως μακαρίζω σε. |
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. |
Μὴ παρίδῃς τὰς δεήσεις τῶν σῶν δούλων, δυσωποῦμεν, Πανύμνητε Δέσποινα, ἵνα ῥυσθῶμεν πάσης περιστάσεως. |
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. |
Νοσημάτων καὶ παντοίων ἀλγηδόνων, καὶ κινδύνων ἡμᾶς ἐλευθέρωσον, τῇ ἱερᾷ σου σκέπῃ καταφεύγοντας. |
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. |
Ξένον θαῦμα τὸ ἐν σοί, Θεοκυῆτορ· διʼ ἡμᾶς γὰρ καθʼ ἡμᾶς γεγέννηται ὁ πάντων Κτίστης ἐκ σοῦ καὶ Θεὸς ἡμῶν. |
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. |
Ὁ ναός σου, Θεοτόκε, ἀνεδείχθη ἰατρεῖον νοσημάτων ἄμισθον, καὶ θλιβομένων ψυχῶν παραμύθιον. |
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. |
Παναγία Θεοτόκε, ἡ τεκούσα τὸν Σωτῆρα, κινδύνων διάσωσον, καὶ πάσης ἄλλης ἀνάγκης τοὺς δούλους σου. |
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. |
Ῥῦσαι πάσης ἀπειλῆς ἐπερχομένης τοὺς σοὺς δούλους, Πανάχραντε Δέσποινα, καὶ πάσης βλάβης ψυχῆς τε καὶ σώματος. |
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. |
Σῶσον πάντας ταῖς πρεσβείαις σου, Παρθένε, τοὺς εἰς σέ, Θεοτόκε, προστρέχοντας, καὶ ῥῦσαὶ πάσης ἀνάγκης καὶ θλίψεως. |
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. |
Τίς προστρέχων τῷ Ναῷ σου, Θεοτόκε, οὐ λαμβάνει ταχέως τὴν ἴασιν, ψυχῆς ὁμοῦ τε καὶ σώματος, Ἄχραντε; |
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. |
Ὑπὸ πάντων δυσωπούμενος, Οἰκτίρμον, τῶν Ἁγίων καὶ τῶν ἄνω Τάξεων, ἰλάσθητί μοι διὰ τῆς Τεκούσης σε. |
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. |
Φεῖσαι, Σῶτερ, τῶν ψυχῶν τῶν τεθνεώντων, ἐπʼ ἐλπίδι ζωῆς ἀδελφῶν ἡμῶν, καὶ ἄνες, ἄφες αὐτοῖς τὰ ἐγκλήματα. |
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. |
Χαῖρε κόσμου ἱλαστήριον, Παρθένε, χαῖρε στάμνε καὶ λυχνία πάγχρυσε, τοῦ θείου μάννα καὶ φωτός, Θεόνυμφε. |
Τριαδικόν. |
Ἁγία Τριάς, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. |
Ψάλλομέν σοι τῷ Θεῷ τῷ ἐν Τριάδι, ἐκβοῶντες φωνὴν τὴν τρισάγιον, ἐκδυσωποῦντες σωτηρίας τεύξασθαι. |
Θεοτοκίον. |
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. |
Ὦ Παρθένε, ἡ τεκοῦσα τὸν Σωτῆρα καὶ Δεσπότην τοῦ κόσμου καὶ Κύριον, αὐτὸν δυσώπει, σῶσαι τὰς ψυχὰς ἡμῶν. |
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. |
Χαῖρε ὄρος, χαῖρε βάτε, χαῖρε πύλη, χαῖρε κλῖμαξ, χαῖρε θεία τράπεζα, ἡ πάντων χαῖρε βοήθεια, Δέσποινα. |
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. |
Ταῖς πρεσβείαις, Ἐλεῆμον, τῆς Μητρός σου τῆς Ἀχράντου, καὶ πάντων τῶν Ἁγίων σου, τὰ σὰ ἐλέη τῷ λαῷ σου δώρησαι. |
Σταυρὲ [πανάγιε] τοῦ Χριστοῦ, σκέπε ἡμᾶς τῇ δυνάμει σου. |
Τῇ δυνάμει τοῦ σταυροῦ σου, Ζωοδότα, φώτισόν με τὸν δοῦλόν σου δέομαι, ἵνα ὑμνῶ σε διʼ αὐτοῦ σῳζόμενος. |
Ἅγιοι Ἄγγελοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. |
Τῇ πρεσβείᾳ τῶν ἐνδόξων Ἀρχαγγέλων καὶ Ἀγγέλων, καὶ τῶν ἄνω Τάξεων, σοὺς δούλους, Σῶτερ, καλῶς διαφύλαξον. |
Βαπτιστὰ τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. |
Τῇ πρεσβείᾳ τοῦ τιμίου καὶ ἐνδόξου Βαπτιστοῦ σου Προφήτου Προδρόμου τε, Χριστέ μου Σῶτερ, τοὺς δούλους σου φύλαξον. |
Ἀπόστολοι καὶ Μάρτυρες τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. |
Τῇ πρεσβείᾳ τῶν ἐνδόξων Ἀποστόλων, καὶ Μαρτύρων, καὶ πάντων τῶν Ἁγίων σου, τὰ σὰ ἐλέη τῷ λαῷ σου δώρησαι. |
Ἅγιοι ἱεράρχαι καὶ διδάσκαλοι τῆς οἰκουμένης, πρεσβεύσατε ὑπὲρ ἡμῶν. |
Τῇ πρεσβείᾳ τῶν μεγάλων διδασκάλων, Βασιλείου σοφοῦ, Γρηγορίου τε καὶ Ἰωάννου, τοὺς δούλους σου φύλαττε. |
Ἅγιε ἱεράρχα τοῦ Χριστοῦ Νικόλαε, πρέσβευε ὑπὲρ ἡμῶν. |
Τὴν ὀξεῖαν καὶ θερμήν σου προστασίαν καὶ τὴν σκέπην, παμμάκαρ Νικόλαε, τοῖς ὑμνηταῖς σου πλουσίως κατάπεμψον. |
Ἅγιοι μεγαλομάρτυρες τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. |
Τῇ πρεσβείᾳ τῶν ἐνδόξων ἀθλοφόρων, Δημητρίου, Γεωργίου, Θεοδώρων τε, καὶ Ἀρτεμίου ἡμᾶς διαφύλαξον. |
Ἅγιοι Ἀνάργυροι καὶ θαυματουργοί, πρεσβεύσατε ὑπὲρ ἡμῶν. |
Τῇ πρεσβείᾳ τῶν ἐνδόξων Ἀναργύρων, Θεοτόκε, τοὺς δούλους σου φύλαττε, ὡς προστασία τοῦ κόσμου καὶ στήριγμα. |
Ἅγιε ἔνδοξε μεγαλομάρτυς τοῦ Χριστοῦ καὶ ἰαματικὲ Παντελεῆμον, πρέσβευε ὑπὲρ ἡμῶν. |
Ἀθλοφόρε τοῦ Χριστοῦ Παντελεῆμον, τοὺς τῇ σκέπῃ τῇ σῇ καταφεύγοντας, ταῖς σαῖς πρεσβείαις νόσων ἐλευθέρωσον. |
Ἅγιοι προπάτορες τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. |
Τῶν ἁγίων καὶ δικαίων προπατόρων, ταῖς πρεσβείαις, ἁπάντων δικαίων τε, καὶ τῶν ὁσίων, Χριστέ, ἡμᾶς φύλαττε. |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. |
Τὸν Πατέρα καὶ Υἱόν δοξολογοῦμεν, καὶ τὸ Πνεῦμα τὸ Ἅγιον, λέγοντες· Τριὰς Ἁγία, σῶσον τὰς ψυχὰς ἡμῶν. |
Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Θεοτοκίον. |
Ἡ ἀῤῥήτως ἐπʼ ἐσχάτων συλλαβοῦσα, καὶ τεκοῦσα τὸν Κτίστην τὸν ἴδιον, Παρθένε, σῷζε τοὺς σὲ μεγαλύνοντας. |
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε· ἐλπίζοντες εἰς σέ, μὴ ἀστοχήσωμεν· ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων· σὺ γὰρ εἶ ἡ σωτηρία, τοῦ γένους τῶν Χριστιανῶν. |
ΙΕΡΕΥΣ |
Τοῦ Κυρίου δεηθῶμεν. |
Κύριε, ἐλέησον. |
Ὅτι ἅγιος εἶ, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
Ἀμήν. |
Εἶτα τὰ παρόντα Τροπάρια |
Ἦχος πλ. δʹ. |
Νῦν ἐπέστη ὁ καιρός, ὁ πάντας ἁγιάζων, καὶ ὁ δίκαιος ἡμᾶς ἀναμένει Κριτής· ἀλλʼ ἐπίστρεψον, ψυχή, πρὸς μετάνοιαν, ὡς ἡ Πόρνη κράζουσα σὺν δάκρυσι· Κύριε, ἐλέησόν με. |
Νάμασιν ἐπομβρήσας, Χριστέ, πηγὴν τῶν ἰάσεων, ἐν τῷ πανσέπτῳ ναῷ τῆς Παρθένου σήμερον, τῷ τῆς σῆς εὐλογίας ῥαντισμῷ, φυγαδεύεις τὰς νόσους τῶν ἀσθενούντων, ἰατρὲ τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν. |
Παρθένος ἔτεκες ἀπειρόγαμε, καὶ Παρθένος ἔμεινας, Μήτηρ ἀνύμφευτε, Θεοτόκε, Μαρία· Χριστὸν τὸν Θεὸν ἡμῶν ἱκέτευε, σωθῆναι ἡμᾶς. |
Παναγία Θεοτόκε Παρθένε, τῶν χειρῶν ἡμῶν τὰ ἔργα κατεύθυνον, καὶ συγχώρησιν τῶν πταισμάτων ἡμῶν αἴτησαι, ἐν τῷ ψάλλειν ἡμᾶς τῶν Ἀγγέλων τὸν ὕμνον. |
Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (ἐκ γʹ) |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. |
Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. |
ΔΙΑΚΟΝΟΣ |
Δύναμις. |
ΧΟΡΟΣ |
Δύναμις. Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. |
Τὰ Ἀναγνώσματα |
Ὁ Ἀπόστολος |
ΙΕΡΕΥΣ |
Πρόσχωμεν. |
ΑΝΑΓΝΩΣΤΗΣ |
Προκείμενον. Ἦχος δʹ. Ψαλμὸς 26. |
Κύριος φωτισμός μου καὶ σωτήρ μου· τίνα φοβηθήσομαι; |
Στίχ. Κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου· ἀπὸ τίνος δειλιάσω; |
ΙΕΡΕΥΣ |
Σοφία. |
ΑΝΑΓΝΩΣΤΗΣ |
Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα. |
ΙΕΡΕΥΣ |
Πρόσχωμεν. |
ΑΝΑΓΝΩΣΤΗΣ |
2:11-18 |
Ἀδελφοί, ὁ ἁγιάζων καὶ οἱ ἁγιαζόμενοι ἐξ ἑνὸς πάντες· διʼ ἣν αἰτίαν οὐκ ἐπαισχύνεται ἀδελφοὺς αὐτοὺς καλεῖν, λέγων· "Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε"· καὶ πάλιν· "Ἐγὼ ἔσομαι πεποιθὼς ἐπʼ αὐτῷ"· καὶ πάλιν· "Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ Θεός". Ἐπεὶ οὖν "τὰ παιδία" κεκοινώνηκε σαρκὸς καὶ αἵματος, καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν, ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τοῦτ᾿ ἔστι τὸν διάβολον, καὶ ἀπαλλάξῃ τούτους, ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῆν ἔνοχοι ἦσαν δουλείας. Οὐ γὰρ δήπου ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ "σπέρματος Ἀβραὰμ" ἐπιλαμβάνεται. Ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι, ἵνα ἐλεήμων γένηται καὶ πιστὸς ἀρχιερεὺς τὰ πρὸς τὸν Θεόν, εἰς τὸ ἱλάσκεσθαι τὰς ἁμαρτίας τοῦ λαοῦ. Ἐν ᾧ γὰρ πέπονθεν αὐτὸς πειρασθείς, δύναται τοῖς πειραζομένοις βοηθῆσαι. |
ΙΕΡΕΥΣ |
Εἰρήνη σοι τῷ ἀναγνόντι. |
Ἀλληλούϊα. Ἦχος πλ. βʹ. Ψαλμὸς 44. |
|
ΧΟΡΟΣ |
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. |
Στίχ. αʹ. Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν· λέγω ἐγὼ τὰ ἔργα μου τῷ βασιλεῖ. |
Στίχ. βʹ. Ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου. |
Τὸ Εὐαγγέλιον |
ΙΕΡΕΥΣ |
Σοφία. Ὀρθοί. Ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου. |
Εἰρήνη πᾶσι. |
(Καὶ τῷ πνεύματί σου.) |
ΙΕΡΕΥΣ |
Ἐκ τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. |
Πρόσχωμεν. |
(Δόξα σοι, Κύριε, δόξα σοι.) |
ΙΕΡΕΥΣ |
εʹ 1-4 |
Τῷ καιρῷ ἐκείνῳ ἀνέβη ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα. ἔστι δὲ ἐν τοῖς Ἱεροσολύμοις ἐπὶ τῇ προβατικῇ κολυμβήθρα, ἡ ἐπιλεγομένη Ἑβραϊστὶ Βηθεσδά, πέντε στοὰς ἔχουσα. Ἐν ταύταις κατέκειτο πλῆθος τῶν ἀσθενούντων, τυφλῶν, χωλῶν, ξηρῶν, ἐκδεχομένων τὴν τοῦ ὕδατος κίνησιν. Ἄγγελος γὰρ κατὰ καιρὸν κατέβαινεν ἐν τῇ κολυμβήθρᾳ, καὶ ἐταράσσετο τὸ ὕδωρ· ὁ οὖν πρῶτος ἐμβὰς μετὰ τὴν ταραχὴν τοῦ ὕδατος ὑγιὴς ἐγίνετο ᾧ δήποτε κατείχετο νοσήματι. |
(Δόξα σοι, Κύριε, δόξα σοι.) |
ΙΕΡΕΥΣ |
Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. |
(Κύριε, ἐλέησον.) |
Ὑπὲρ τῆς ἄνωθεν εἰρήνης καὶ τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν. |
(Κύριε, ἐλέησον.) |
Ὑπὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν καὶ τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν. |
(Κύριε, ἐλέησον.) |
Ὑπὲρ τοῦ ἁγίου οἴκου τούτου, καὶ τῶν μετὰ πίστεως, εὐλαβείας καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν. |
Ἐν οἴκῳ |
Ὑπὲρ τοῦ οἴκου τούτου καὶ τῶν κατοικούντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν. |
Ἐν πλοίῳ |
Ὑπὲρ τοῦ πλοίου τούτου καὶ τῶν συμπλεόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν. |
(Κύριε, ἐλέησον.) |
Ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (τοῦ δεῖνος), τοῦ τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας, παντὸς τοῦ κλήρου καὶ τοῦ λαοῦ, τοῦ Κυρίου δεηθῶμεν. |
(Κύριε, ἐλέησον.) |
Ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν ἔθνους, πάσης ἀρχῆς καὶ ἐξουσίας ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν. |
(Κύριε, ἐλέησον.) |
Ὑπὲρ τῆς πόλεως ταύτης, πάσης πόλεως, χώρας καὶ τῶν πίστει οἰκούντων ἐν αὐταῖς, τοῦ Κυρίου δεηθῶμεν. |
(Κύριε, ἐλέησον.) |
Ὑπὲρ εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρπῶν τῆς γῆς καὶ καιρῶν εἰρηνικῶν, τοῦ Κυρίου δεηθῶμεν. |
(Κύριε, ἐλέησον.) |
Ὑπὲρ πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων καὶ τῆς σωτηρίας αὐτῶν, τοῦ Κυρίου δεηθῶμεν. |
(Κύριε, ἐλέησον.) |
Ὑπὲρ τοῦ ἁγιασθῆναι τὸ ὕδωρ τοῦτο, τῇ δυνάμει καὶ ἐνεργείᾳ καὶ ἐπιφοιτήσει τοῦ Ἁγίου Πνεύματος, τοῦ Κυρίου δεηθῶμεν. |
(Κύριε, ἐλέησον.) |
Ὑπὲρ τοῦ καταφοιτῆσαι τοῖς ὕδασι τούτοις τὴν καθαρτικὴν τῆς ὑπερουσίου Τριάδος ἐνέργειαν, τοῦ Κυρίου δεηθῶμεν. |
(Κύριε, ἐλέησον.) |
Ὑπὲρ τοῦ γενέσθαι τὸ ὕδωρ τοῦτο ἰαματικὸν ψυχῶν καὶ σωμάτων, καὶ πάσης ἀντικειμένης δυνάμεως ἀποτρεπτικόν, τοῦ Κυρίου δεηθῶμεν. |
(Κύριε, ἐλέησον.) |
Ὑπὲρ τοῦ καταπεμφθῆναι αὐτῷ τὴν χάριν τῆς ἀπολυτρώσεως, τὴν εὐλογίαν τοῦ Ἰορδάνου, τοῦ Κυρίου δεηθῶμεν. |
(Κύριε, ἐλέησον.) |
Ὑπὲρ πάντων τῶν χρηζόντων τῆς παρὰ τοῦ Θεοῦ βοηθείας καὶ ἀντιλήψεως, τοῦ Κυρίου δεηθῶμεν. |
(Κύριε, ἐλέησον.) |
Ὑπὲρ τοῦ φωτισθῆναι ἡμᾶς φωτισμὸν γνώσεως, διὰ τῆς ὁμοουσίου Τριάδος, τοῦ Κυρίου δεηθῶμεν. |
(Κύριε, ἐλέησον.) |
Ὅπως Κύριος ὁ Θεὸς ἡμῶν ἀναδείξῃ ἡμᾶς υἱοὺς καὶ κληρονόμους τῆς βασιλείας αὐτοῦ, διὰ τῆς του ὕδατος τούτου μεταλήψεώς τε καὶ ῥαντισμοῦ, τοῦ Κυρίου δεηθῶμεν. |
(Κύριε, ἐλέησον.) |
Ὑπὲρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν. |
(Κύριε, ἐλέησον.) |
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. |
(Κύριε, ἐλέησον.) |
Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα. |
(Σοί, Κύριε.) |
Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
(Ἀμήν.) |
ΙΕΡΕΥΣ |
Τοῦ Κυρίου δεηθῶμεν. |
(Κύριε, ἐλέησον.) |
Ὁ Ἱερεὺς λέγει τὴν Εὐχὴν ταύτην· |
Κύριε ὁ Θεὸς ἡμῶν, ὁ μέγας τῇ βουλῇ καὶ θαυμαστὸς τοῖς ἔργοις, ὁ πάσης ὀρατής τε καὶ ἀοράτου κτίσεως δημιουργός· ὁ φυλάσσων τὴν διαθήκην σου καὶ τὸ ἔλεός σου τοῖς ἀγαπῶσί σε καὶ τηροῦσι τὰ σὰ προστάγματα· ὁ πάντων τῶν ἐν ἀνάγκαις ἐλεεινὰ προσδεχόμενος δάκρυα· διὰ γὰρ τοῦτο παραγέγονας ἐν δούλου μορφῇ, οὐ φάσμασιν ἡμᾶς ἐκδειματούμενος, ἀλλʼ ὑγείαν τῷ σώματι ἀληθῆ ὀρέγων καὶ λέγων· ἰδὲ ὑγιὴς γεγονός, μηκέτι ἁμάρτανε. Ἀλλὰ καὶ ἐκ πηλοῦ ζῶντας ὀφθαλμοὺς εἰργάσω καί, νίψασθαι κελεύσας, τὸ φῶς οἰκῆσαι παρεσκεύασας λόγῳ· ὁ τὰς τῶν ἐναντίων παθῶν σπιλάδας ταράττων, καὶ τὴν του βίου τούτου ἁλμυρὰν θάλασσαν καταστείλας, καὶ τὰ ἀχθηφόρα τῶν ἡδονῶν κατευνάσας κύματα· Αὐτὸς οὖν, φιλάνθρωπε Βασιλεῦ, ὁ δοὺς ἡμῖν χιονοφεγγόφωτον φορέσαι στολὴν ἐξ ὕδατός τε καὶ πνεύματος, καὶ διὰ τῆς του ὕδατος τούτου μεταλήψεώς τε καὶ ῥαντισμοῦ τὴν σὴν εὐλογίαν ἡμῖν κατάπεμψον. τὸν ῥύπον τῶν παθῶν ἀποσμήχουσαν. |
Ναί, Δέσποτα, δεόμεθα· ἐπίσκεψαι ἡμῶν, Ἀγαθέ, τὴν ἀσθένειαν καὶ ἴασαι ἡμῶν τὰς νόσους ψυχῆς τε καὶ σώματος, τῷ ἐλέει σου· πρεσβείαις τῆς παναχράντου δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας· δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων· τοῦ τιμίου ἐνδόξου προφήτου προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου· τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων· τῶν ἐν ἁγίοις Πατέρων ἡμῶν. μεγάλων Ἱεραρχῶν καὶ οἰκουμενικῶν Διδασκάλων. Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου· τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν Ἀθανασίου καὶ Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος, πατριαρχῶν Ἀλεξανδρείας· Νικολάου ἐπισκόπου Μύρων τῆς Λυκίας καὶ Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, τῶν θαυματουργῶν τῶν ἁγίων καὶ ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλύτου, Θεοδώρου τοῦ Τήρωνος καὶ Θεοδώρου τοῦ Στρατηλάτου· τῶν ἁγίων ἐνδόξων ἱερομαρτύρων Χαραλάμπους καὶ Ἐλευθερίου, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης· τῶν ἁγίων ἐνδόξων καὶ θαυματουργῶν Ἀναργύρων Κοσμᾶ καὶ Δαμιανοῦ, Κύρου καὶ Ἰωάννου, Παντελεήμονος καὶ Ἑρμολάου, Σαμψὼν καὶ Διομήδους. Μωκίου καὶ Ἀνικήτου, Θαλλελαίου καὶ Τρύφωνος· (τοῦ Ἁγίου τῆς ἡμέρας), οὗ καὶ τὴν μνήμην ἐπιτελοῦμεν, καὶ πάντων σου τῶν Ἁγίων. |
[Καὶ φύλαττε, Κύριε, τοὺς δούλους σου τοὺς πιστοὺς Βασιλεῖς ἡμῶν, χάρισαι αὐτοῖς ψυχῆς καὶ σώματος τὴν ὑγείαν, καὶ τῇ δουλικῇ σου τοῦτο τῶν χριστιανῶν πολιτείᾳ ποίησον κατὰ πάντα ἐπιεικεῖς.] |
Μνήσθητι, Κύριε, πάσης ἐπισκοπῆς Ὀρθοδόξων, τῶν ὀρθοτομούντων τὸν λόγον τῆς σῆς Ἀληθείας καὶ παντὸς ἱερατικοῦ καὶ μοναχικοῦ τάγματος καὶ τῆς σωτηρίας αὐτῶν. Μνήσθητι, Κύριε, τῶν μισούντων καὶ ἀγαπώντων ἡμάς, τῶν διακονούνταν ἀδελφῶν ἡμῶν, τῶν περιεστώτων καὶ τῶν διʼ εὐλόγους αἰτίας ἀπολειφθέντων καὶ τῶν ἐντειλαμένων ἡμῖν τοῖς ἀναξίοις εὔχεσθαι ὑπὲρ αὐτῶν. Μνήσθητι, Κύριε, καὶ τῶν ἐν αἰχμαλωσίᾳ καὶ βλέψεσιν ἀδελφῶν ἡμῶν, καὶ ἐλέησον αὐτοὺς καὶ ἡμᾶς κατὰ τὸ μέγα σου ἔλεος, πάσης ἀνάγκης ῥυόμενος. Ὅτι σὺ εἶ ἡ πηγὴ τῶν ἰαμάτων, Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
(Ἀμήν.) |
Εἰρήνη πᾶσι. |
(Καὶ τῷ πνεύματί σου.) |
Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν. |
(Σοί, Κύριε.) |
Ὁ Ἱερεύς, κλινόμενος, λέγει μυστικῶς τὴν Εὐχὴν ταύτην· |
ΙΕΡΕΥΣ (μυστικῶς) |
Κλῖνον, Κύριε, τὸ οὖς σου καὶ ἐπάκουσον ἡμῶν, ὁ ἐν Ἰορδάνῃ βαπτισθῆναι καταδεξάμενος καὶ ἁγιάσας τὰ ὕδατα· καὶ εὐλόγησον πάντας ἡμᾶς, τοὺς διὰ τῆς κλίσεως τοῦ ἑαυτῶν αὐχένος σημαίνοντας τὸ τῆς δουλείας πρόσχημα· καὶ καταξίωσαν ἡμᾶς ἐμπλησθῆναι τοῦ ἁγιασμοῦ σου, διὰ τῆς του ὕδατος τούτου μεταλήψεώς τε καὶ ῥαντισμοῦ καὶ γενέσθω ἡμῖν, Κύριε, εἰς ὑγείαν ψυχῆς τε καὶ σώματος. |
(ἐκφώνως) |
Σὺ γὰρ εἶ ὁ ἁγιασμὸς τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, καὶ σοὶ τὴν δόξαν καὶ εὐχαριστίαν καὶ προσκύνησιν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
(Ἀμήν.) |
Εἶτα, λαβὼν τὸν τίμιον Σταυρόν, εὐλογεῖ τὰ ὕδατα ἐκ τρίτου, κατάγων καὶ ἀνάγων αὐτὸν ὄρθιον, καὶ ψάλλων. |
Ἦχος αʹ. |
Σῶσον, Κύριε, τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων διὰ τοῦ Σταυροῦ σου πολίτευμα. |
ΧΟΡΟΣ |
Ἦχος αʹ. |
Σῶσον, Κύριε, τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων διὰ τοῦ Σταυροῦ σου πολίτευμα. (δίς) |
Εἶτα, ῥαντίζων σταυροειδῶς, ψάλλει τὸ παρὸν Τροπάριον. |
ΙΕΡΕΥΣ |
Ἦχος βʹ. |
Τῶν σῶν δωρεῶν, ἀξίους ἡμᾶς ποίησον, Θεοτόκε Παρθένε, παρορῶσα τὰ πλημμελήματα ἡμῶν, καὶ παρέχουσα ἰάματα, τοῖς ἐν πίστει λαμβάνουσι τὴν εὐλογίαν σου, Ἄχραντε. |
Εἶτα ἀσπάζεται ὁ Ἱερεὺς τὸν τίμιον Σταυρὸν ὠσαύτως καὶ πᾶς ὁ λαός. Εἶθʼ οὕτω ῥαντίζει πάντα τὸν λαόν, τὸν Ναὸν (ἢ τὸν Οἶκον) διὰ τοῦ ἁγιάσματος. |
Ο Ἱερεὺς [ἢ ὁ Χορὸς] ψάλλει τὸ παρὸν Τροπάριον, ὅπερ καὶ πολλάκις λέγεται, μέχρι τῆς ἀποῤῥαντίσεως δηλονότι. |
Ἦχος δʹ. |
Πηγὴν ἰαμάτων ἔχοντες, Ἅγιοι Ἀνάργυροι, τὰς ἰάσεις παρέχετε πᾶσι τοῖς δεομένοις, ὡς μεγίστων δωρεῶν ἀξιωθέντες, παρὰ τῆς ἀενάου πηγῆς τοῦ Σωτῆρος Χριστοῦ· Φησὶ γὰρ πρὸς ὑμᾶς ὁ Κύριος, ὡς ὁμοζήλους τῶν Ἀποστόλων. Ἰδοὺ δέδωκα ὑμῖν τὴν ἐξουσίαν, κατὰ πνευμάτων ἀκαθάρτων, ὥστε αὐτὰ ἐκβάλλειν, καὶ θεραπεύειν πᾶσαν νόσον, καὶ πᾶσαν μαλακίαν. Διὸ τοῖς προστάγμασιν αὐτοῦ καλῶς πολιτευσάμενοι, δωρεὰν ἐλάβετε, δωρεὰν παρέχετε, ἰατρεύοντες τὰ πάθη τῶν ψυχῶν, καὶ τῶν σωμάτων ἡμῶν. |
Δόξα. Καὶ νῦν. Θεοτοκίον. |
Νεῦσον παρακλήσει σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν. |
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως. |
ΙΕΡΕΥΣ |
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον. |
(Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.) |
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (τοῦ δεῖνος). |
(Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.) |
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πόλει ταύτῃ, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου, καὶ τῶν δούλων τοῦ Θεοῦ […] τῶν ἐπιτελούντων τὴν πανήγυριν ταύτην. |
(Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.) |
Ἔτι δεόμεθα καὶ ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν πόλιν ταύτην, καὶ πᾶσαν πόλιν καὶ χώραν, ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου καὶ αἰφνιδίου θανάτου· ὑπὲρ τοῦ ἵλεων, εὐμενῆ καὶ εὐδιάλλακτον γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καὶ διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον τὴν καθʼ ἡμῶν κινουμένην, καὶ ρύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καὶ ἐλεῆσαι ἡμᾶς. |
(Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.) |
Ἔτι δεόμεθα καὶ ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν ἡμῶν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν, καὶ ἐλεῆσαι ἡμᾶς. |
(Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.) |
ΙΕΡΕΥΣ |
Ἐπάκουσον ἡμῶν, ὁ Θεός, ὁ Σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακράν· καὶ ἵλεως, ἵλεως γενοῦ ἡμῖν, Δέσποτα, ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν, καὶ ἐλέησον ἡμᾶς. Ἐλεήμων γὰρ καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
(Ἀμήν.) |
ΑΠΟΛΥΣΙΣ |
ΙΕΡΕΥΣ |
Δόξα σοι, Χριστὲ ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι. |
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου, προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν· (τοῦ Ἁγίου τοῦ Ναοῦ)· τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (τοῦ ἁγίου τῆς ἡμέρας·) καὶ πάντων τῶν ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος. |
Διʼ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. |
(Ἀμήν.) |