×

ΑΚΟΛΟΥΘΙΑ ΓΑΜΟΥ

Holy Matrimony

Prayers by Holy Cross Press.

Hymns by Seraphim Dedes.



ΑΚΟΛΟΥΘΙΑ ΕΠΙ ΜΝΗΣΤΡΟΙΣ ἤτοι ΤΟΥ ΑΡΡΑΒΩΝΟΣ

The Service of Betrothal

ΙΕΡΕΥΣ

PRIEST

Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Blessed is our God always, now and ever, and to the ages of ages.

(Ἀμήν.)

(Amen.)

Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

In peace, let us pray to the Lord.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Ὑπὲρ τῆς ἄνωθεν εἰρήνης καὶ τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.

For the peace from above and for the salvation of our souls, let us pray to the Lord.

Ὑπὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν καὶ τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν.

For the peace of the whole world, for the stability of the holy churches of God, and for the unity of all, let us pray to the Lord.

Ὑπὲρ τοῦ ἁγίου οἴκου τούτου, καὶ τῶν μετὰ πίστεως, εὐλαβείας καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.

For this holy house and for those who enter it with faith, reverence, and the fear of God, let us pray to the Lord.

Ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος), τοῦ τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας, παντὸς τοῦ κλήρου καὶ τοῦ λαοῦ, τοῦ Κυρίου δεηθῶμεν.

For our Archbishop (Name), for the honorable presbyterate, for the diaconate in Christ, and for all the clergy and the people, let us pray to the Lord.

Ὑπὲρ τοῦ δούλου τοῦ Θεοῦ (τοῦδε), καὶ τῆς δούλης τοῦ Θεοῦ (τῆσδε) τῶν νῦν μνηστευομένων ἀλλήλοις, καὶ τῆς σωτηρίας αὐτῶν, τοῦ Κυρίου δεηθῶμεν.

For the servant of God (Name) and the servant of God (Name) who now pledge themselves to one another, and for their salvation; let us pray to the Lord.

Ὑπὲρ τοῦ καταπεμφθῆναι αὐτοῖς ἀγάπην τελείαν, εἰρηνικήν, καὶ βοήθειαν, τοῦ Κυρίου δεηθῶμεν.

That He send down upon them love perfect and peaceful, and give them His protection; let us pray to the Lord.

Ὑπὲρ τοῦ φυλαχθῆναι αὐτοὺς ἐν ὁμονοίᾳ καὶ βεβαίᾳ πίστει, τοῦ Κυρίου δεηθῶμεν.

That He may keep them in oneness of mind, and in steadfastness of the Faith; let us pray to the Lord.

Ὑπὲρ τοῦ διαφυλαχθῆναι αὐτοὺς ἐν ἀμέμπτῳ βιοτῇ καὶ πολιτείᾳ, τοῦ Κυρίου δεηθῶμεν.

That He may keep the course and manner of their life blameless; let us pray to the Lord..

Ὅπως Κύριος ὁ Θεὸς ἡμῶν χαρίσηται αὐτοῖς τίμιον τὸν γάμον, καὶ τὴν κοίτην ἀμίαντον, τοῦ Κυρίου δεηθῶμεν.

That the Lord God may grant unto them an honorable marriage and a bed undefiled; let us pray to the Lord.

Ὑπὲρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.

For our deliverance from all affliction, wrath, danger, and necessity, let us pray to the Lord.

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς ὁ Θεὸς τῇ σῇ χάριτι.

Help us, save us, have mercy on us, and protect us, O God, by Your grace.

Τῆς Παναγίας ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Commemorating our most holy, pure, blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God.

(Σοί, Κύριε.)

(To You, O Lord.)

Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For to You belong all glory, honor, and worship, to the Father and to the Son and to the Holy Spirit, now and forever and to the ages of ages.

(Ἀμήν.)

(Amen.)

ΙΕΡΕΥΣ

PRIEST

Τοῦ Κυρίου δεηθῶμεν.

Let us pray to the Lord.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Ὁ Θεὸς ὁ αἰώνιος, ὁ τὰ διῃρημένα συναγαγὼν εἰς ἑνότητα καὶ σύνδεσμον διαθέσεως τιθεὶς ἄῤῥηκτον· ὁ εὐλογήσας Ἰσαὰκ καὶ Ῥεβέκκαν, καὶ κληρονόμους αὐτοὺς τῆς σῆς ἐπαγγελίας ἀναδείξας· αὐτὸς εὐλόγησον καὶ τοὺς δούλους σου τούτους, ὁδηγῶν αὐτοὺς ἐν παντὶ ἔργῳ ἀγαθῷ.

O God eternal, Who has brought together into unity the things which before had been separate, and in so doing impose on them an indissoluble bond of love, Who did bless Isaac and Rebecca, declaring them to be the inheritors of Your promise: do You Yourself (+) bless these Your servants (Name) and (Name), directing them into every good work.

Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For You are a merciful and loving God, and to You do we send up all Glory: to the Father, and to the Son, and to the Holy Spirit, both now and ever, and to the ages of ages.

(Ἀμήν.)

(Amen.)

Εἰρήνη πᾶσι.

Peace be with all.

(Καὶ τῷ πνεύματί σου.)

(And with your spirit.)

Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.

Let us bow our heads to the Lord.

(Σοί, Κύριε.)

(To You, O Lord.)

Κύριε ὁ Θεὸς ἡμῶν, ὁ τὴν ἐξ ἐθνῶν προμνηστευσάμενος Ἐκκλησίαν παρθένον ἁγνήν, εὐλόγησον τὰ μνῆστρα ταῦτα, καὶ ἕνωσον, καὶ διαφύλαξον τοὺς δούλους σου τούτους ἐν εἰρήνῃ καὶ ὁμονοίᾳ.

O Lord our God, Who espoused the Church as a pure virgin called from out of the Gentiles, bless this Betrothal (+), uniting these Your servants, keeping them in peace and oneness of mind.

Σοὶ γὰρ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For to You are due all glory, honor, and worship: to the Father, and to the Son, and to the Holy Spirit, both now and ever, and to the ages of ages.

(Ἀμήν.)

(Amen.)

Ἀῤῥαβωνίζεται ὁ δοῦλος τοῦ Θεοῦ (ὁ δεῖνα) τὴν δούλην τοῦ Θεοῦ (τὴν δεῖνα), εἰς τὸ ὄνομα τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος. (Ἀμήν.) (ἐκ γʹ)

The servant of God (Name) is betrothed to the servant of God (Name), in the Name of the Father, and of the Son, and of the Holy Spirit. (Amen.) (3)

Ἀῤῥαβωνίζεται ἡ δούλη τοῦ Θεοῦ (ἡ δεῖνα) τὸν δοῦλον τοῦ Θεοῦ (τὸν δεῖνα), εἰς τὸ ὄνομα τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος. (Ἀμήν.) (ἐκ γʹ)

The servant of God (Name) is betrothed to the servant of God (Name), in the Name of the Father, and of the Son, and of the Holy Spirit. (Amen.) (3)

Τοῦ Κυρίου δεηθῶμεν.

Let us pray to the Lord.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Κύριε ὁ Θεὸς ἡμῶν, ὁ τῷ παιδὶ τοῦ Πατριάρχου Ἀβραὰμ συμπορευθεὶς ἐν τῇ Μεσοποταμίᾳ, στελλομένῳ νυμφεύσασθαι τῷ κυρίῳ αὐτοῦ Ἰσαὰκ γυναῖκα, καὶ διὰ μεσιτείας ὑδρεύσεως ἀῤῥαβωνίσασθαι τὴν Ῥεβέκκαν ἀποκαλύψας· Αὐτός, εὐλόγησον τὸν ἀῤῥαβῶνα τῶν δούλων σου (τοῦδε) καὶ (τῆσδε) καὶ στήριξον τὸν παρ'' αὐτοῖς λαληθέντα λόγον. Βεβαίωσον αὐτοὺς τῇ παρὰ σοῦ ἁγίᾳ ἑνότητι· σὺ γὰρ ἀπ'' ἀρχῆς ἐδημιούργησας ἄρσεν καὶ θῆλυ, καὶ παρὰ σοῦ ἁρμόζεται ἀνδρὶ γυνὴ εἰς βοήθειαν καὶ διαδοχὴν τοῦ γένους τῶν ἀνθρώπων. Αὐτὸς οὖν, Κύριε ὁ Θεὸς ἡμῶν, ὁ ἐξαποστείλας τὴν ἀλήθειαν ἐπὶ τὴν κληρονομίαν σου, καὶ τὴν ἐπαγγελίαν σου ἐπὶ τοὺς δούλους σου, τοὺς πατέρας ἡμῶν, εἰς καθ'' ἑκάστην γενεὰν καὶ γενεὰν τοὺς ἐκλεκτούς σου, ἐπίβλεψον ἐπὶ τὸν δοῦλόν σου (τόνδε), καὶ τὴν δούλην σου (τήνδε), καὶ στήριξον τὸν ἀῤῥαβῶνα αὐτῶν ἐν πίστει καὶ ὁμονοίᾳ καὶ ἀληθείᾳ καὶ ἀγάπῃ· σὺ γάρ, Κύριε, ὑπέδειξας δίδοσθαι τὸν ἀῤῥαβῶνα καὶ στηρίζεσθαι ἐν παντί. Διὰ δακτυλιδίου ἐδόθη ἡ ἐξουσία τῷ Ἰωσὴφ ἐν Αἰγύπτῳ· διὰ δακτυλιδίου ἐδοξάσθη Δανιὴλ ἐν χώρᾳ Βαβυλῶνος· διὰ δακτυλιδίου ἐφανερώθη ἡ ἀλήθεια τῆς Θάμαρ· διὰ δακτυλιδίου ὁ Πατὴρ ἡμῶν ὁ οὐράνιος οἰκτίρμων γέγονεν ἐπὶ τὸν ἄσωτον υἱόν· "Δότε γάρ, φησι, δακτύλιον εἰς τὴν χεῖρα αὐτοῦ καὶ ἐνέγκαντες τὸν μόσχον τὸν σιτευτὸν θύσατε, καὶ φαγόντες εὐφρανθῶμεν". Αὕτη ἡ δεξιά σου, Κύριε, τὸν Μωϋσῆν ἐστρατοπέδευσεν ἐν Ἐρυθρᾷ θαλάσσῃ· διὰ γὰρ τοῦ λόγου σου τοῦ ἀληθινοῦ οἱ οὐρανοὶ ἐστερεώθησαν καὶ ἡ γῆ ἐθεμελιώθη· καὶ ἡ δεξιὰ τῶν δούλων σου εὐλογηθήσεται τῷ λόγῳ σου τῷ κραταιῷ καὶ τῷ βραχίονί σου τῷ ὑψηλῷ. Αὐτὸς οὖν καὶ νῦν, Δέσποτα, εὐλόγησον τὸ δακτυλοθέσιον τοῦτο εὐλογίαν οὐράνιον· καὶ Ἄγγελος Κυρίου προπορευέσθω ἔμπροσθεν αὐτῶν πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτῶν.

O Lord our God, Who accompanied the servant of the patriarch Abraham to Mesopotamia, when he was sent to espouse a wife for his lord Isaac, and did reveal to him a sign by the drawing of water to betroth Rebecca; do You Yourself bless the betrothal of these Your servants (Name) and (Name) and confirm the word that has been spoken by them; for You, O Lord, from the beginning have created male and female, and by You is a woman joined to a man for assistance and for the continuation of the human race. Therefore, O Lord God, Who have sent forth Your truth to Your inheritance and Your promise to Your servants, our fathers, who were Your elect, do You give regard unto this Your servant (Name) and Your servant (Name), and seal their betrothal in faith, in oneness of mind, in truth and in love. For You, O Lord, have declared that a pledge is to be given and held inviolate in all things. By a ring Joseph was given might in Egypt; by a ring Daniel was exalted in Babylon; by a ring the truth of Thamar was made manifest; by a ring our heavenly Father showed compassion upon His prodigal son, for He said, "Put a ring upon his right hand, kill the fatted calf, and let us eat and rejoice." Your own right hand, O Lord, armed Moses in the Red Sea. Yea, by the word of Your truth were the Heavens established and the earth set upon her sure foundations; and the right hands of Your servants shall be blessed by Your mighty word, and by Your uplifted arm. Wherefore, O Sovereign Lord, do You Yourself bless this putting on of rings with Your heavenly benediction; and may Your Angel go before them all the days of their life.

Ὅτι σὺ εἶ ὁ εὐλογῶν καὶ ἁγιάζων τὰ σύμπαντα, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For You are He that blesses and sanctifies all things, and to You do we send up Glory: to the Father, and to the Son, and to the Holy Spirit, both now and ever, and to the ages of ages.

(Ἀμήν.)

(Amen.)



ΑΚΟΛΟΥΘΙΑ ΣΤΕΦΑΝΩΜΑΤΟΣ

The Service of the Crowning - The Service of Marriage

Ψαλμὸς ΡΚΖʹ (127).

Psalm 127 (128).

ΙΕΡΕΥΣ

PRIEST

Μακάριοι πάντες οἱ φοβούμενοι τὸν Κύριον, οἱ πορευόμενοι ἐν ταῖς ὁδοῖς αὐτοῦ.

Blessed are all who fear the Lord, who walk in His ways.

ΧΟΡΟΣ

CHOIR

Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Glory to You, our God. Glory to You.

ΙΕΡΕΥΣ

PRIEST

Τοὺς πόνους τῶν καρπῶν σου φάγεσαι· μακάριος εἶ, καὶ καλῶς σοι ἔσται.

You shall eat the fruits of your labor; you are blessed, and it shall be well with you.

ΧΟΡΟΣ

CHOIR

Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Glory to You, our God. Glory to You.

ΙΕΡΕΥΣ

PRIEST

Ἡ γυνή σου ὡς ἄμπελος εὐθηνοῦσα ἐν τοῖς κλίτεσι τῆς οἰκίας σου· οἱ υἱοί σου ὡς νεόφυτα ἐλαιῶν κύκλῳ τῆς τραπέζης σου.

Your wife shall be like a vine, prospering on the sides of your house; your children like newly planted olive trees around your table.

ΧΟΡΟΣ

CHOIR

Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Glory to You, our God. Glory to You.

ΙΕΡΕΥΣ

PRIEST

Ἰδοὺ οὕτως εὐλογηθήσεται ἄνθρωπος ὁ φοβούμενος τὸν Κύριον.

Behold, so shall the man be blessed who fears the Lord.

ΧΟΡΟΣ

CHOIR

Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Glory to You, our God. Glory to You.

ΙΕΡΕΥΣ

PRIEST

Εὐλογήσαι σε Κύριος ἐκ Σιών, καὶ ἴδοις τὰ ἀγαθὰ Ἰερουσαλὴμ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου.

May the Lord bless you from Zion, and may you see the good things of Jerusalem all the days of your life.

ΧΟΡΟΣ

CHOIR

Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Glory to You, our God. Glory to You.

ΙΕΡΕΥΣ

PRIEST

Καὶ ἴδοις υἱοὺς τῶν υἱῶν σου. Εἰρήνη ἐπὶ τὸν Ἰσραήλ.

May you see your children''s children. Peace be upon Israel.

ΧΟΡΟΣ

CHOIR

Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Glory to You, our God. Glory to You.

ΙΕΡΕΥΣ

PRIEST

Εὐλογημένη ἡ Βασιλεία τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Blessed is the Kingdom of the Father and of the Son and of the Holy Spirit, now and forever and to the ages of ages.

(Ἀμήν.)

(Amen.)

Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

In peace, let us pray to the Lord.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Ὑπὲρ τῆς ἄνωθεν εἰρήνης καὶ τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.

For the peace from above and for the salvation of our souls, let us pray to the Lord.

Ὑπὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν καὶ τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν.

For the peace of the whole world, for the stability of the holy churches of God, and for the unity of all, let us pray to the Lord.

Ὑπὲρ τοῦ ἁγίου οἴκου τούτου, καὶ τῶν μετὰ πίστεως, εὐλαβείας καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.

For this holy house and for those who enter it with faith, reverence, and the fear of God, let us pray to the Lord.

Ὑπὲρ τοῦ (ἀρχιερατικοῦ βαθμοῦ) ἡμῶν (τοῦ δεῖνος), τοῦ τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας, παντὸς τοῦ κλήρου καὶ τοῦ λαοῦ, τοῦ Κυρίου δεηθῶμεν.

For (episcopal rank) (name), for the honorable presbyterate, for the diaconate in Christ, and for all the clergy and the people, let us pray to the Lord.

Ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ (τοῦ δε) καὶ (τῆς δε), τῶν νῦν συναπτομένων ἀλλήλοις εἰς γάμου κοινωνίαν, καὶ τῆς σωτηρίας αὐτῶν, τοῦ Κυρίου δεηθῶμεν.

For the servants of God (Name) and (Name), who are now being joined to one another in the community of Marriage, and for their salvation; let us pray to the Lord.

Ὑπὲρ τοῦ εὐλογηθῆναι τὸν γάμον τοῦτον, ὡς τὸν ἐν Κανᾷ τῆς Γαλιλαίας, τοῦ Κυρίου δεηθῶμεν.

That this marriage may be blessed as was that of Cana of Galilee; let us pray to the Lord.

Ὑπὲρ τοῦ παρασχεθῆναι αὐτοῖς σωφροσύνην, καὶ καρπὸν κοιλίας πρὸς τὸ συμφέρον, τοῦ Κυρίου δεηθῶμεν.

That there may be given unto them soberness of life, and fruit of the womb as may be most expedient for them; let us pray to the Lord.

Ὑπὲρ τοῦ εὐφρανθῆναι αὐτοὺς ἐν ὁράσει υἱῶν καὶ θυγατέρων, τοῦ Κυρίου δεηθῶμεν.

That they may rejoice in the beholding of sons and daughters; let us pray to the Lord.

Ὑπὲρ τοῦ δωρηθῆναι αὐτοῖς εὐτεκνίας ἀπόλαυσιν, καὶ ἀκατάγνωστον διαγωγήν, τοῦ Κυρίου δεηθῶμεν.

That there may be granted unto them the happiness of abundant fertility, and a course of life blameless and unashamed; let us pray to the Lord.

Ὑπὲρ τοῦ δωρηθῆναι αὐτοῖς τε καὶ ἡμῖν πάντα τὰ πρὸς σωτηρίαν αἰτήματα, τοῦ Κυρίου δεηθῶμεν.

That there may be granted unto them and unto us all prayers that tend unto salvation; let us pray to the Lord

Ὑπὲρ τοῦ ῥυσθῆναι αὐτούς τε καὶ ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.

That both they and we may be delivered from tribulation, wrath, danger, and necessity; let us pray to the Lord.

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς ὁ Θεὸς τῇ σῇ χάριτι.

Help us, save us, have mercy on us, and protect us, O God, by Your grace.

Τῆς Παναγίας ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Commemorating our most holy, pure, blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God.

(Σοί, Κύριε.)

(To You, O Lord.)

Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For to You belong all glory, honor, and worship, to the Father and to the Son and to the Holy Spirit, now and forever and to the ages of ages.

(Ἀμήν.)

(Amen.)

ΙΕΡΕΥΣ

PRIEST

Τοῦ Κυρίου δεηθῶμεν.

Let us pray to the Lord.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Ὁ Θεὸς ὁ ἄχραντος, καὶ πάσης κτίσεως δημιουργός, ὁ τὴν πλευρὰν τοῦ προπάτορος Ἀδὰμ διὰ τὴν σὴν φιλανθρωπίαν εἰς γυναῖκα μεταμορφώσας, καὶ εὐλογήσας αὐτούς, καὶ εἰπών· "Αὐξάνεσθε καὶ πληθύνεσθε, καὶ κατακυριεύσατε τῆς γῆς", καὶ ἀμφοτέρους αὐτοὺς ἓν μέλος ἀναδείξας διὰ τῆς συζυγίας· ἕνεκεν γὰρ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα, καὶ προσκολληθήσεται τῇ ἰδίᾳ γυναικί, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν· καί, οὓς ὁ Θεὸς συνέζευξεν, ἄνθρωπος μή χωριζέτω· ὁ τὸν θεράποντά σου Ἀβραὰμ εὐλογήσας, καὶ διανοίξας τὴν μήτραν Σάῤῥας, καὶ πατέρα πλήθους ἐθνῶν ποιήσας· ὁ τὸν Ἰσαὰκ τῇ Ῥεβέκκᾳ χαρισάμενος, καὶ τὸν τόκον αὐτῆς εὐλογήσας· ὁ τὸν Ἰακὼβ τῇ Ῥαχὴλ συνάψας, καὶ ἐξ αὐτοῦ τοὺς δώδεκα Πατριάρχας, ἀναδείξας· ὁ τὸν Ἰωσὴφ καὶ τὴν Ἀσυνὲθ συζεύξας, καρπὸν παιδοποιΐας αὐτοῖς τὸν Ἐφραίμ, καὶ τὸν Μανασσῆν χαρισάμενος· ὁ τὸν Ζαχαρίαν καὶ τὴν Ἐλισάβετ προσδεξάμενος, καὶ Πρόδρομον τὸν τόκον αὐτῶν ἀναδείξας· ὁ ἐκ τῆς ῥίζης Ἰεσσαὶ τὸ κατὰ σάρκα βλαστήσας τὴν ἀειπάρθενον, καὶ ἐξ αὐτῆς σαρκωθεὶς καὶ τεχθεὶς εἰς σωτηρίαν τοῦ γένους τῶν ἀνθρώπων· ὁ διὰ τὴν ἄφραστόν σου δωρεὰν καὶ πολλὴν ἀγαθότητα παραγενόμενος ἐν Κανᾷ τῆς Γαλιλαίας καὶ τὸν ἐκεῖσε γάμον εὐλογήσας, ἵνα φανερώσῃς ὅτι σὸν θέλημά ἐστιν ἡ ἔννομος συζυγία καὶ ἡ ἐξ αὐτῆς παιδοποιΐα. Αὐτός, Δέσποτα Πανάγιε, πρόσδεξαι τὴν δέησιν ἡμῶν τῶν ἱκετῶν σου, ὡς ἐκεῖσε καὶ ἐνταῦθα παραγενόμενος τῇ ἀοράτῳ σου ἐπιστασίᾳ· εὐλόγησον τὸν γάμον τοῦτον, καὶ παράσχου τοῖς δούλοις σου τούτοις (τῷ δεῖνι) καὶ (τῇ δεῖνι) ζωὴν εἰρηνικήν, μακροημέρευσιν, σωφροσύνην, τὴν εἰς ἀλλήλους ἀγάπην ἐν τῷ συνδέσμῳ τῆς εἰρήνης, σπέρμα μακρόβιον, τὴν ἐπὶ τέκνοις χάριν, τὸν ἀμαράντινον τῆς δόξης στέφανον. Ἀξίωσον αὐτοὺς ἰδεῖν τέκνα τέκνων· τὴν κοίτην αὐτῶν ἀνεπιβούλευτον διατήρησον· καὶ δὸς αὐτοῖς ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ ἄνωθεν, καὶ ἀπὸ τῆς πιότητος τῆς γῆς· ἔμπλησον τοὺς οἴκους αὐτῶν σίτου, οἴνου καὶ ἐλέου καὶ πάσης ἀγαθωσύνης, ἵνα μεταδιδῶσι καὶ τοῖς χρείαν ἔχουσι, δωρούμενος ἅμα καὶ τοῖς συμπαροῦσι πάντα τὰ πρὸς σωτηρίαν αἰτήματα.

O God most pure, Author of all creation, Who through Your manbefriending love transformed a rib of Adam the forefather into a woman, and blessed them and said, "Increase and multiply, and have dominion over the earth," and, by the conjoining, declared them both to be one member, for because of this a man shall forsake his father and his mother, and shall cleave unto his wife, and the two shall be one flesh-and whom God has joined together let not man put asunder; Who did also bless Your servant Abraham, and opened the womb of Sara, and made him the father of many nations; Who bestowed Isaac upon Rebecca, and blessed her offspring; Who joined Jacob and Rachel, and from them made manifest the twelve patriarchs; Who yoked Joseph and Asenath together, and as the fruit of generation did bestow upon them Ephrem and Manasse; Who accepted Zacharias and Elizabeth, and declared their offspring the Forerunner; Who out of the root of Jesse, according to the flesh, produced the Ever-Virgin Mary, and from her were Incarnate-born for the salvation of the human race; Who through Your unspeakable Grace and plentiful goodness were present in Cana of Galilee, and blessed the marriage there, that You might show a lawful union, and a generation there from, is according to Your Will; do You Yourself, O Most Holy Master, accept the prayer of us, Your servants; and as You were present there, be present also here with Your invisible protection. Bless (+) this marriage and grant unto these Your servants (Name) and (Name) a peaceful life, length of days, chastity, love for one another in a bond of peace, offspring long-lived, fair fame by reason of their children, and a crown of glory that does not fade away. Account them worthy to see their children''s children. Keep their wedlock safe against every hostile scheme; give them of the dew from the Heavens above, and of the fatness of the earth. Fill their houses with bountiful food, and with every good thing, that they may have to give to them that are in need, bestowing also on them that are here assembled with us all their supplications that are unto salvation.

Ὅτι Θεὸς ἐλέους, οἰκτιρμῶν καὶ φιλανθρωπίας ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For a God of mercy and of compassion, and of manbefriending love are You, and to You do we send up Glory: as to Your eternal Father and Your All-Holy, Good, and Life-creating Spirit, both now and ever, and to the ages of ages.

(Ἀμήν.)

(Amen.)

ΙΕΡΕΥΣ

PRIEST

Τοῦ Κυρίου δεηθῶμεν.

Let us pray to the Lord.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Εὐλογητὸς εἶ, Κύριε ὁ Θεὸς ἡμῶν, ὁ τοῦ μυστικοῦ καὶ ἀχράντου γάμου ἱερουργὸς καὶ τοῦ σωματικοῦ νομοθέτης, ὁ τῆς ἀφθαρσίας φύλαξ, καὶ τῶν βιοτικῶν ἀγαθὸς οἰκονόμος· αὐτὸς καὶ νῦν, Δέσποτα, ὁ ἐν ἀρχῇ πλάσας τὸν ἄνθρωπον, καὶ θέμενος αὐτὸν ὡς βασιλέα τῆς κτίσεως, καὶ εἰπών· "Οὐ καλὸν εἶναι τὸν ἄνθρωπον μόνον ἐπὶ τῆς γῆς· ποιήσωμεν αὐτῷ βοηθὸν κατ''· αὐτόν"· καὶ λαβὼν μίαν τῶν πλευρῶν αὐτοῦ, ἔπλασας γυναῖκα, ἣν ἰδὼν Ἀδὰμ εἶπε· "Τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστῶν μου καὶ σάρξ ἐκ τῆς σαρκός μου· αὕτη κληθήσεται γυνή, ὅτι ἐκ τοῦ ἀνδρὸς αὐτῆς ἐλήφθη αὕτη· ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα, καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν"· καὶ "οὓς ὁ Θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω"· Αὐτὸς καὶ νῦν, Δέσποτα Κύριε, ὁ Θεὸς ἡμῶν, κατάπεμψον τὴν χάριν σου τὴν ἐπουράνιον ἐπί τοὺς δούλους σου τούτους (τὸν δεῖνα) καὶ (τὴν δεῖνα)· καὶ δὸς τῇ παιδίσκῃ ταύτῃ ἐν πᾶσιν ὑποταγῆναι τῷ ἀνδρί, καὶ τὸν δοῦλόν σου τοῦτον εἶναι εἰς κεφαλὴν τῆς γυναικός, ὅπως βιώσωσι κατὰ τὸ θέλημά σου. Εὐλόγησον αὐτούς, Κύριε, ὁ Θεὸς ἡμῶν, ὡς εὐλόγησας τὸν Ἀβραὰμ καὶ τὴν Σάῤῥαν. Εὐλόγησον αὐτούς, Κύριε ὁ Θεὸς ἡμῶν, ὡς εὐλόγησας τὸν Ἰσαὰκ καὶ τὴν Ῥεβέκκαν. Εὐλόγησον αὐτοὺς Κύριε ὁ Θεὸς ἡμῶν, ὡς εὐλόγησας τὸν Ἰακὼβ καὶ πάντας τοὺς πατριάρχας. Εὐλόγησον αὐτούς, Κύριε ὁ Θεὸς ἡμῶν, ὡς εὐλόγησας τὸν Ἰωσὴφ καὶ τὴν Ἀσυνέθ. Εὐλόγησον αὐτούς, Κύριε ὁ Θεὸς ἡμῶν, ὡς εὐλόγησας Μωσέα καὶ Σεπφόραν. Εὐλόγησον αὐτούς, Κύριε ὁ Θεὸς ἡμῶν, ὡς εὐλόγησας Ἰωακεὶμ καὶ τὴν Ἄνναν. Εὐλόγησον αὐτούς, Κύριε ὁ Θεὸς ἡμῶν, ὡς εὐλόγησας Ζαχαρίαν καὶ τὴν Ἐλισάβετ. Διαφύλαξον αὐτούς, Κύριε ὁ Θεὸς ἡμῶν, ὡς διεφύλαξας τὸν Νῶε ἐν τῇ Κιβωτῷ. Διαφύλαξον αὐτούς, Κύριε ὁ Θεὸς ἡμῶν, ὡς διεφύλαξας τὸν Ἰωνᾶν ἐν τῇ κοιλίᾳ τοῦ κήτους. Διαφύλαξον αὐτούς, Κύριε ὁ Θεὸς ἡμῶν, ὡς διεφύλαξας τοὺς ἁγίους τρεῖς Παῖδας ἐκ τοῦ πυρός, καταπέμψας αὐτοῖς δρόσον οὐρανόθεν· καὶ ἔλθοι ἐπ'' αὐτοὺς ἡ χαρὰ ἐκείνη, ἣν ἔσχεν ἡ μακαρία Ἑλένη, ὅτε εὗρε τὸν τίμιον Σταυρόν. Μνημόνευσον αὐτῶν, Κύριε ὁ Θεὸς ἡμῶν, ὡς ἐμνημόνευσας τοῦ Ἐνώχ, τοῦ Σήμ, τοῦ Ἠλία. Μνημόνευσον αὐτῶν, Κύριε ὁ Θεὸς ἡμῶν, ὡς ἐμνημόνευσας τῶν ἁγίων σου Τεσσαράκοντα Μαρτύρων, καταπέμψας αὐτοῖς οὐρανόθεν τοὺς στεφάνους. Μνημόνευσον, Κύριε ὁ Θεὸς ἡμῶν, καὶ τῶν ἀναθρεψάντων αὐτοὺς γονέων· ὅτι εὐχαὶ γονέων στηρίζουσι θεμέλια οἴκων. Μνημόνευσον, Κύριε ὁ Θεὸς ἡμῶν, τῶν δούλων σου τῶν Παρανύμφων, τῶν συνελθόντων εἰς τὴν χαρὰν ταύτην. Μνημόνευσον, Κύριε ὁ Θεὸς ἡμῶν, τοῦ δούλου σου (τοῦ δε) καὶ τῆς δούλης σου (τῆς δε), καὶ εὐλόγησον αὐτούς. Δὸς αὐτοῖς καρπὸν κοιλίας, καλλιτεκνίαν, ὁμόνοιαν ψυχῶν καὶ σωμάτων, Ὕψωσον αὐτοὺς ὡς τὰς κέδρους τοῦ Λιβάνου, ὡς ἄμπελον εὐκληματοῦσαν. Δώρησαι αὐτοῖς σπέρμα στάχυος, ἵνα, πᾶσαν αὐτάρκειαν ἔχοντες, περισσεύσωσιν εἰς πᾶν ἔργον ἀγαθὸν καὶ σοὶ εὐάρεστον, καὶ ἴδωσιν υἱοὺς τῶν υἱῶν αὐτῶν, ὡς νεόφυτα ἐλαιῶν κύκλῳ τῆς τραπέζης αὐτῶν· καὶ, εὐαρεστήσαντες ἐνώπιόν σου, λάμψωσιν ὡς φωστῆρες ἐν οὐρανῷ, ἐν σοὶ τῷ Κυρίῳ ἡμῶν· ᾧ πρέπει πᾶσα δόξα, κράτος, τιμή, καὶ προσκύνησις, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Blessed are You, O Lord our God, Holy Celebrant of mystical and pure marriage, Maker of the laws that govern earthly bodies, Guardian of incorruption, Kindly protector of the means of life: do You Yourself now, O Master, Who in the beginning created man, and appointed him as the king of creation, and said, "It is not good for man to be alone upon the earth; let us make a helpmate for him"; then, taking one of his ribs, made woman, whom when Adam saw, he said, "This is now bone of my bones, and flesh of my flesh, for she was taken out of her man. For this cause shall a man forsake his father and his mother, and cleave unto his wife, and two shall be one flesh," and "whom God has joined together, let no man put asunder." And now, O Master, Lord our God, send down Your heavenly Grace upon these Your servants, (Name) and (Name), and grant unto this woman to be in all things subject unto the man, and to this Your servant to be at the head of the woman that they live according to Your Will. (+) Bless them. O Lord our God, as you blessed Abraham and Sarah. (+) Bless them, O Lord our God, as You blessed Isaac and Rebecca. (+) Bless them, O Lord our God, as you blessed Jacob and all the Prophets. (+) Bless them, O Lord our God, as You blessed Joseph and Asenath. (+) Bless them O Lord our God, as You blessed Moses and Zipporah. (+) Bless them, O Lord our God, as You blessed Joakim and Anna. (+) Bless them, O Lord our God, as You blessed Zacharias and Elizabeth. Preserve them, O Lord our God, as You preserved Noah in the Ark. Preserve them, O Lord our God, as You preserved Jonah in the jaw of the sea beast. Preserve them, O Lord our God, as You preserved the holy Three Children from the fire, when You sent down upon them the dew of the Heavens. And may that joy come upon them which the blessed Helen had when she found the Precious Cross. Remember them, O Lord our God, as You remembered Enoch, Shem, and Elias. Remember them, O Lord our God, as You remembered Your holy Forty Martyrs, sending down upon them the crowns from the Heavens. Remember them, O Lord our God, and the parents who have reared them, for the prayers of parents confirm the foundation of houses. Remember, O Lord our God, the wedding company that here have come together, to be present at this rejoicing. Remember, O Lord our God, Your servant (Name) and Your servant (Name), and bless them. Give to them fruit of the womb, fair children, concord of soul and body. Exalt them as the cedars of Lebanon, and as well-cultured vine; bestow on them a rich store of sustenance, so that having a sufficiency of all things for themselves, they may abound in every good work that is good and acceptable before You. Let them behold their children''s children as newly planted olive trees round about their table; and, being accepted before You, let them shine as stars in the Heavens, in You, our Lord, to Whom are due all Glory, honor, and worship as to Your eternal Father, and Your All-Holy, Good, and Life-creating Spirit, both now and ever, and to the ages of ages.

(Ἀμήν.)

(Amen.)

ΙΕΡΕΥΣ

PRIEST

Τοῦ Κυρίου δεηθῶμεν.

Let us pray to the Lord.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Ὁ Θεὸς ὁ ἅγιος, ὁ πλάσας ἐκ χοὸς τὸν ἀνθρωπον, καὶ ἐκ τῆς πλευρᾶς αὐτοῦ ἀνοικοδομήσας γυναῖκα, καὶ συζεύξας αὐτῷ βοηθὸν κατ'' αὐτόν, διὰ τὸ οὕτως ἀρέσαι τῇ σῇ μεγαλειότητι, μὴ μόνον εἶναι τὸν ἄνθρωπον ἐπὶ τῆς γῆς· αὐτὸς καὶ νῦν, Δέσποτα, ἐξαπόστειλον τὴν χεῖρά σου ἐξ ἁγίου κατοικητηρίου σου, καὶ ἅρμοσον τὸν δοῦλον σου (τόν δε) καὶ τὴν δούλην σου (τήν δε), ὅτι παρὰ σοῦ ἁρμόζεται ἀνδρὶ γυνή. Σύζευξον αὐτοὺς ἐν ὁμοφροσύνῃ· στεφάνωσον αὐτοὺς εἰς σάρκα μίαν· χάρισαι αὐτοῖς καρπὸν κοιλίας, εὐτεκνίας ἀπόλαυσιν.

Holy God, Who fashioned man from the dust, and from his rib fashioned woman, and joined her to him as a helpmate for him, for it was seemly unto Your Majesty for man not to be alone upon the earth, do You Yourself, O Sovereign Lord, stretch forth Your hand from Your holy dwelling place, and join together this Your servant (Name) and Your servant (Name), for by You is a wife joined to her husband. Join them together in oneness of mind; crown them with wedlock into one flesh; grant to them the fruit of the womb, and the gain of well favored children.

Ὅτι σὸν τὸ κράτος καὶ σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For Yours is the dominion, and Yours is the Kingdom, and the Power, and the Glory: of the Father, and of the Son, and of the Holy Spirit, both now and ever, and to the ages of ages.

(Ἀμήν.)

(Amen.)

ΙΕΡΕΥΣ

PRIEST

Στέφεται ὁ δοῦλος τοῦ Θεοῦ (ὁ δεῖνα), τὴν δούλην τοῦ Θεοῦ (τήν δε), εἰς τὸ ὄνομα τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος. (Ἀμήν.) (ἐκ γʹ)

The servant of God (Name) is crowned for the servant of God, (Name), in the Name of the Father, and of the Son, and of the Holy Spirit. (Amen.) (3)

Στέφεται ἡ δούλη τοῦ Θεοῦ (ἡ δεῖνα), τὸν δοῦλον τοῦ Θεοῦ (τόν δε), εἰς τὸ ὄνομα τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος. (Ἀμήν.) (ἐκ γʹ)

The servant of God (Name) is crowned for the servant of God (Name), in the Name of the Father, and of the Son, and of the Holy Spirit. (Amen.) (3)

ΧΟΡΟΣ

CHOIR

Κύριε ὁ Θεὸς ἡμῶν, δόξῃ καὶ τιμῇ στεφάνωσον αὐτούς.

Lord our God, crown them glory and honor. [SD]

Τὰ Ἀναγνώσματα

The Readings

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Προκείμενον. Ἦχος πλ. δʹ. Ψαλμὸς 20.

Prokeimenon. Mode pl. 4. Psalm 20.

ΙΕΡΕΥΣ

PRIEST

Πρόσχωμεν.

Let us be attentive.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Ἔθηκας ἐπὶ τὴν κεφαλὴν αὐτῶν στεφάνους ἐκ λίθων τιμίων.

You placed a crown of precious stones on their heads.

Στίχ. Ζωὴν ᾐτήσαντό σε, καὶ ἔδωκας αὐτοῖς μακρότητα ἡμερῶν.

Verse: They asked You for life, and You gave it to them, length of days.

ΙΕΡΕΥΣ

PRIEST

Σοφία.

Wisdom.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Πρὸς Ἐφεσίους Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα.

The reading is from Paul''s Letter to the Ephesians.

ΙΕΡΕΥΣ

PRIEST

Πρόσχωμεν.

Let us be attentive.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

5:20-33

5:20-33

Ἀδελφοί, εὐχαριστεῖτε πάντοτε ὑπὲρ πάντων, ἐν ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῷ Θεῷ καὶ Πατρί, ὑποτασσόμενοι ἀλλήλοις ἐν φόβῳ Χριστοῦ. Αἱ γυναῖκες τοῖς ἰδίοις ἀνδράσιν ὑποτάσσεσθε ὡς τῷ Κυρίῳ, ὅτι ὁ ἀνήρ ἐστι κεφαλὴ τῆς γυναικός, ὡς καὶ ὁ Χριστὸς κεφαλὴ τῆς Ἐκκλησίας, καὶ αὐτός ἐστι σωτὴρ τοῦ σώματος. Ἀλλ᾿ ὥσπερ ἡ Ἐκκλησία ὑποτάσσεται τῷ Χριστῷ, οὕτω καὶ αἱ γυναῖκες τοῖς ἰδίοις ἀνδράσιν ἐν παντί. Οἱ ἄνδρες ἀγαπᾶτε τὰς γυναῖκας ἑαυτῶν, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησε τὴν Ἐκκλησίαν καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ αὐτῆς, ἵνα αὐτὴν ἁγιάσῃ, καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος ἐν ῥήματι, ἵνα παραστήσῃ αὐτὴν ἑαυτῷ ἔνδοξον τὴν Ἐκκλησίαν, μὴ ἔχουσαν σπίλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων, ἀλλ᾿ ἵνᾳ ᾗ ἁγία καὶ ἄμωμος. Οὕτως ὀφείλουσιν οἱ ἄνδρες ἀγαπᾶν τὰς ἑαυτῶν γυναῖκας, ὡς τὰ ἑαυτῶν σώματα· ὁ ἀγαπῶν τὴν ἑαυτοῦ γυναῖκα ἑαυτὸν ἀγαπᾷ· οὐδεὶς γάρ ποτε τὴν ἑαυτοῦ σάρκα ἐμίσησεν, ἀλλ᾿ ἐκτρέφει καὶ θάλπει αὐτήν, καθὼς καὶ ὁ Κύριος τὴν Ἐκκλησίαν· ὅτι μέλη ἐσμὲν τοῦ σώματος αὐτοῦ, ἐκ τῆς σαρκὸς αὐτοῦ καὶ ἐκ τῶν ὀστέων αὐτοῦ· ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δὺο εἰς σάρκα μίαν. Τό μυστήριον τοῦτο μέγα ἐστίν, ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν Ἐκκλησίαν. Πλὴν καὶ ὑμεῖς οἱ καθ᾿ ἕνα, ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα οὕτως ἀγαπάτω ὡς ἑαυτόν, ἡ δὲ γυνὴ ἵνα φοβῆται τὸν ἄνδρα.

Brethren, always for everything give thanks in the name of our Lord Jesus Christ to God the Father. Be subject to one another out of reverence for Christ. Wives, be subject to your husbands, as to the Lord. For the husband is the head of the wife as Christ is the head of the church, his body, and is himself its Savior. As the church is subject to Christ, so let wives be also subject in everything to their husbands. Husbands, love your wives, as Christ loved the church and gave himself up for her, that he might sanctify her, having cleansed her by the washing of water with the word, that he might present the church to himself in splendor, without spot or wrinkle or any such thing, that she might be holy and without blemish. Even so husbands should love their wives as their own bodies. He who loves his wife loves himself For no man ever hates his own flesh, but nourishes and cherishes it, as Christ does the church, because we are members of his body. "For this reason a man shall leave his father and his mother and shall be joined to his wife, and the two shall become one." This is a great mystery, and I take it to mean Christ and the church; however, let each one of you love his wife as himself, and let the wife see that she respects her husband. [RSV]

ΙΕΡΕΥΣ

PRIEST

Εἰρήνη σοι τῷ ἀναγινώσκοντι.

Peace be with you.

ΧΟΡΟΣ

CHOIR

Ἀλληλούϊα. Ἦχος πλ. δʹ. Ψαλμὸς 11.

Alleluia. Mode pl. 4. Psalm 11.

Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.

Alleluia. Alleluia. Alleluia. [HC]

Στίχ. αʹ. Σύ, Κύριε, φυλάξαις ἡμᾶς καὶ διατηρήσαις ἡμᾶς ἀπὸ τῆς γενεᾶς ταύτης καὶ εἰς τὸν αἰῶνα.

Verse 1: You shall guard us, O Lord; You shall preserve us from this generation forever.

Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.

Alleluia. Alleluia. Alleluia. [HC]

Στίχ. αʹ. Σύ, Κύριε, φυλάξαις ἡμᾶς καὶ διατηρήσαις ἡμᾶς ἀπὸ τῆς γενεᾶς ταύτης καὶ εἰς τὸν αἰῶνα.

Verse 1: You shall guard us, O Lord; You shall preserve us from this generation forever.

Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.

Alleluia. Alleluia. Alleluia. [HC]

ΙΕΡΕΥΣ

PRIEST

Σοφία. Ὀρθοί. Ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου. Εἰρήνη πᾶσι.

Wisdom. Arise. Let us hear the Holy Gospel. Peace be with all.

(Καὶ τῷ πνεύματί σου.)

(And with your spirit.)

Ἐκ τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. Πρόσχωμεν.

The reading is from the Holy Gospel according to John. Let us be attentive.

(Δόξα σοι, Κύριε, δόξα σοι.)

(Glory to You, O Lord, glory to You.)

Κεφ. βʹ 1-11

2:1-11

Τῷ καιρῷ ἐκείνῳ, γάμος ἐγένετο ἐν Κανᾷ τῆς Γαλιλαίας, καὶ ἦν ἡ μήτηρ τοῦ Ἰησοῦ ἐκεῖ· ἐκλήθη δὲ καὶ ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὸν γάμον. Καί ὑστερήσαντος οἴνου, λέγει ἡ μήτηρ τοῦ Ἰησοῦ πρὸς αὐτόν· Οἶνον οὐκ ἔχουσι. Λέγει αὐτῇ ὁ Ἰησοῦς· Τί ἐμοὶ καὶ σοί, γύναι; οὕπω ἥκει ἡ ὥρα μου. Λέγει ἡ μήτηρ αὐτοῦ τοῖς διακόνοις· Ὅ,τι ἂν λέγῃ ὑμῖν, ποιήσατε. Ἦσαν δὲ ἐκεῖ ὑδρίαι λίθιναι ἓξ κείμεναι κατὰ τὸν καθαρισμὸν τῶν Ἰουδαίων, χωροῦσαι ἀνὰ μετρητὰς δύο ἢ τρεῖς. Λέγει αὐτοῖς ὁ Ἰησοῦς· Γεμίσατε τὰς ὑδρίας ὕδατος. Καὶ ἐγέμισαν αὐτὰς ἕως ἄνω. Καὶ λέγει αὐτοῖς· Ἀντλήσατε νῦν καὶ φέρετε τῷ ἀρχιτρικλίνῳ. Καί ἤνεγκαν. Ὡς δὲ ἐγεύσατο ὁ ἀρχιτρίκλινος τὸ ὕδωρ οἶνον γεγενημένον (καὶ οὐκ ᾔδει πόθεν ἐστίν· οἱ δὲ διάκονοι ᾔδεισαν οἱ ἠντληκότες τὸ ὕδωρ) φωνεῖ τὸν νυμφίον ὁ ἀρχιτρίκλινος καὶ λέγει αὐτῷ· Πᾶς ἄνθρωπος πρῶτον τὸν καλὸν οἶνον τίθησι, καὶ ὅταν μεθυσθῶσι, τότε τὸν ἐλάσσω· σὺ δὲ τετήρηκας τὸν καλὸν οἶνον ἕως ἄρτι. Ταύτην ἐποίησε τὴν ἀρχὴν τῶν σημείων ὁ Ἰησοῦς ἐν Κανᾷ τῆς Γαλιλαίας καὶ ἐφανέρωσε τὴν δόξαν αὐτοῦ, καὶ ἐπίστευσαν εἰς αὐτὸν οἱ Μαθηταὶ αὐτοῦ.

At that time there was a marriage at Cana in Galilee, and the mother of Jesus was there; Jesus also was invited to the marriage, with his disciples. When the wine failed, the mother of Jesus said to him, "They have no wine." And Jesus said to her, "O woman, what have you to do with me? My hour has not yet come." His mother said to the servants, "Do whatever he tells you." Now six stone jars were standing there, for the Jewish rites of purification, each holding twenty or thirty gallons. Jesus said to them, "Fill the jars with water." And they filled them up to the brim. He said to them, "Now draw some out, and take it to the steward of the feast." So they took it. When the steward of the feast tasted the water now become wine, and did not know where it came from (though the servants who had drawn the water knew), the steward of the feast called the bridegroom and said to him, "Every man serves the good wine first; and when men have drunk freely, then the poor wine; but you have kept the good wine until now." This, the first of his signs, Jesus did at Cana in Galilee, and manifested his glory; and his disciples believed in him.

(Δόξα σοι, Κύριε, δόξα σοι.)

(Glory to You, O Lord, glory to You.)

ΙΕΡΕΥΣ

PRIEST

Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἒλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.

Have mercy on us, O God, according to Your great mercy, we pray You, hear us and have mercy.

(Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.)

(Lord, have mercy. Lord, have mercy. Lord, have mercy.)

Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγίειας καὶ σωτηρίας τῶν δούλων σου (τοῦ δεῖνος) καὶ (τῆς δεῖνος) καὶ ὑπὲρ τοῦ περιεστῶτος λαοῦ, τῶν ἀπεκδεχομένων τὸ παρὰ σοῦ πλούσιον ἔλεος.

Again let us pray for the servants of God, (Name) and (Name), that they may have mercy, life, health, peace, safety, salvation, pardon and remission of their sins.

(Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.)

(Lord, have mercy. Lord, have mercy. Lord, have mercy.)

Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For You are a merciful God Who loves mankind, and to You we offer up glory, to the Father and to the Son and to the Holy Spirit, now and forever and to the ages of ages.

(Ἀμήν.)

(Amen.)

ΙΕΡΕΥΣ

PRIEST

Τοῦ Κυρίου δεηθῶμεν.

Let us pray to the Lord.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Κύριε ὁ Θεὸς ἡμῶν, ὁ ἐν τῇ σωτηριώδει σου οἰκονομίᾳ καταξιώσας ἐν Κανᾷ τῆς Γαλιλαίας τίμιον ἀναδεῖξαι τὸν γάμον, διὰ τῆς σῆς παρουσίας, αὐτὸς καὶ νῦν τοὺς δούλους σου (τὸν δεῖνα) καὶ (τὴν δεῖνα), οὕς ηὐδόκησας συναφθῆναι ἀλλήλοις, ἐν εἰρήνῃ καὶ ὁμονοίᾳ διαφύλαξον. Τίμιον αὐτοῖς τὸν γάμον ἀνάδειξον· ἀμίαντον αὐτῶν τὴν κοίτην διατήρησον· ἀκηλίδωτον αὐτῶν τὴν συμβίωσιν διαμεῖναι εὐδόκησον· καὶ καταξίωσον αὐτοὺς ἐν γήρει πίονι καταντῆσαι, ἐν καθαρᾷ τῇ καρδίᾳ ἐργαζομένους τὰς ἐντολάς σου.

O Lord our God, Who in Your saving Providence did promise in Cana of Galilee to declare marriage honorable by Your presence, do You Yourself preserve in peace and oneness of mind these Your servants (Name) and (Name), whom You are well pleased should be joined to one another. Declare their marriage honorable. Preserve their bed undefiled. Grant that their life together be with be without spot of sin. And assure that they may be worthy to attain unto a ripe old age, keeping Your commandments in a pure heart.

Σὺ γὰρ εἶ ὁ Θεὸς ἡμῶν, Θεὸς τοῦ ἐλεεῖν καὶ σῴζειν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For You are our God, the God to have mercy and save, and to You do we send up all Glory, as to Your Eternal Father, and Your All-Holy, Good, and Life-creating Spirit, both now and ever, and to the ages of ages.

(Ἀμήν.)

(Amen.)

ΙΕΡΕΥΣ

PRIEST

Καὶ καταξίωσον ἡμᾶς, Δέσποτα, μετὰ παῤῥησίας, ἀκατακρίτως, τολμᾶν ἐπικαλεῖσθαι σὲ τὸν ἐπουράνιον Θεὸν Πατέρα, καὶ λέγειν·

And grant us, Master, with boldness and without condemnation, to dare call You, the heavenly God, Father, and to say:

ΛΑΟΣ

PEOPLE

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ βασιλεία σου. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ρῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Our Father, who art in heaven, hallowed be Thy name. Thy kingdom come, Thy will be done, on earth as it is in heaven. Give us this day our daily bread; and forgive us our trespasses, as we forgive those who trespass against us. And lead us not into temptation, but deliver us from evil.

ΙΕΡΕΥΣ

PRIEST

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For Thine is the Kingdom and the power and the glory, of the Father and of the Son and of the Holy Spirit, now and forever and to the ages of ages.

(Ἀμήν.)

(Amen.)

ΙΕΡΕΥΣ

PRIEST

Τοῦ Κυρίου δεηθῶμεν.

Let us pray to the Lord.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Ὁ Θεός, ὁ πάντα ποιήσας τῇ ἰσχύϊ σου, καὶ στερεώσας τὴν οἰκουμένην, καὶ κοσμήσας τὸν στέφανον πάντων τῶν πεποιημένων ὑπὸ σοῦ, καὶ τὸ ποτήριον τὸ κοινὸν τοῦτο παρεχόμενος τοῖς συναφθεῖσι πρὸς γάμου κοινωνίαν, εὐλόγησον εὐλογίᾳ πνευματικῇ.

O God, Who by Your might create all things, and confirm the universe, and adorn the crown of all things created by You, do You, with Your spiritual blessing (+), bless also this common cup given to them that are joined in the community of marriage.

Ὅτι ηὐλόγηταί σου τὸ ὄνομα, καὶ δεδόξασταί σου ἡ βασιλεία, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For blessed is Your Holy Name, and glorified is the Kingdom of the Father, and of the Son, and of the Holy Spirit, both now and ever, and to the ages of ages.

(Ἀμήν.)

(Amen.)

ΧΟΡΟΣ

CHOIR

Κοινωνικόν. Ψαλμὸς 115.

Communion Hymn. Psalm 115.

Ποτήριον σωτηρίου λήψομαι καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι. Ἀλληλούϊα.

I will take up the cup of salvation, and call upon the name of the Lord. [SAAS] Alleluia.

Ἦχος πλ. αʹ.

Mode pl. 1.

Ἡσαΐα χόρευε, ἡ Παρθένος ἔσχεν ἐν γαστρί, καὶ ἔτεκεν υἱὸν τὸν Ἐμμανουήλ, Θεόν τε καὶ ἄνθρωπον· Ἀνατολὴ ὄνομα αὐτῷ· ὂν μεγαλύνοντες, τὴν Παρθένον μακαρίζομεν.

O Isaiah, dance with joy, * for the Virgin conceived in the womb; * and she brought forth a son, who is God and man. * His name is Emmanuel, Dayspring and dawn, Orient, The Branch. * We magnify the Lord, and we also call the Virgin blest. [SD]

Ἦχος βαρύς.

Grave Mode.

Ἅγιοι Μάρτυρες, οἱ καλῶς ἀθλήσαντες, καὶ στεφανωθέντες, πρεσβεύσατε πρὸς Κύριον, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

O holy Martyr Saints, who competed well and received the crowns of laurel, intercede with the Lord for us, that His mercy come upon our souls. [SD]

Ἦχος βαρύς.

Grave Mode.

Δόξα σοι Χριστὲ ὁ Θεός, Ἀποστόλων καύχημα, Μαρτύρων ἀγαλλίαμα, ὧν τὸ κήρυγμα, Τριὰς ἡ ὁμοούσιος.

Glory be to You, Christ our God, the Apostles'' pride and joy, exultation of the Martyr Saints, whose proclamation was the consubstantial Trinity. [SD]

ΙΕΡΕΥΣ

PRIEST

Μεγαλύνθητι, Νυμφίε, ὡς ὁ Ἀβραάμ, καὶ εὐλογήθητι ὡς ὁ Ἰσαάκ, καὶ πληθύνθητι ὡς ὁ Ἰακώβ, πορευόμενος ἐν εἰρήνῃ καὶ ἐργαζόμενος ἐν δικαιοσύνῃ τὰς ἐντολὰς τοῦ Θεοῦ.

Be magnified, O Bridegroom, as Abraham, and blessed as Isaac, and increased as was Jacob. Go your way in peace, performing in righteousness the commandments of God.

Καὶ σύ, Νύμφη, μεγαλύνθητι ὡς ἡ Σάῤῥα, καὶ εὐφράνθητι ὡς ἡ Ῥεβέκκα, καὶ πληθύνθητι ὡς ἡ Ῥαχήλ, εὐφραινομένη τῷ ἰδίῳ ἀνδρί, φυλάττουσα τοὺς ὅρους τοῦ νόμου, ὅτι οὕτως ηὐδόκησεν ὁ Θεός.

And you, O Bride, be magnified as was Sarah, and rejoiced as was Rebecca, and increased as Rachel, being glad in your husband, keeping the paths of the Law, for so God is well pleased.

ΙΕΡΕΥΣ

PRIEST

Τοῦ Κυρίου δεηθῶμεν.

Let us pray to the Lord.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Ὁ Θεός, ὁ Θεὸς ἡμῶν, ὁ παραγενόμενος ἐν Κανᾷ τῆς Γαλιλαίας, καὶ τὸν ἐκεῖσε γάμον εὐλογήσας, εὐλόγησον καὶ τοὺς δούλους σου τούτους, τοὺς τῇ σῇ προνοίᾳ πρὸς γάμου κοινωνίαν συναφθέντας. Εὐλόγησον αὐτῶν εἰσόδους καὶ ἐξόδους· πλήθυνον ἐν ἀγαθοῖς τὴν ζωὴν αὐτῶν· ἀνάλαβε τοὺς στεφάνους αὐτῶν ἐν τῇ Βασιλείᾳ σου, ἀσπίλους καὶ ἀμώμους καὶ ἀνεπιβουλεύτους διατηρῶν εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

O God our God, Who was present in Cana of Galilee and blessed the marriage there, do You (+) also bless these'' Your servants, who, by Your Providence, are joined in the community of marriage. Bless their comings-in and their goings-out. Replenish their life with all good things. (Here the priest lifts the crowns from the heads of the bride and groom and places them on the table.) Accept their crowns in Your Kingdom unsoiled and undefiled; and preserve them without offense to the ages of ages.

(Ἀμήν.)

(Amen.)

ΙΕΡΕΥΣ

PRIEST

Εἰρήνη πᾶσι.

Peace be with all.

(Καὶ τῷ πνεύματί σου.)

(And with your spirit.)

Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.

Let us bow our heads to the Lord.

(Σοί, Κύριε.)

(To You, O Lord.)

ΙΕΡΕΥΣ

PRIEST

Ὁ Πατήρ, ὁ Υἱὸς καὶ τὸ Ἅγιον Πνεῦμα, ἡ παναγία καὶ ὁμοούσιος καὶ ζωαρχικὴ Τριάς, ἡ μία Θεότης καὶ Βασιλεία, εὐλογήσαι ὑμᾶς, καὶ παράσχοι ὑμῖν μακροζωΐαν, εὐτεκνίαν, προκοπὴν βίου καὶ πίστεως, καὶ ἐμπλήσαι ὑμᾶς πάντων τῶν ἐπὶ γῆς ἀγαθῶν, ἀξιώσαι δὲ ὑμᾶς καὶ τῶν ἐπηγγελμένων ἀγαθῶν τῆς ἀπολαύσεως, πρεσβείαις τῆς ἁγίας Θεοτόκου, καὶ πάντων τῶν Ἁγίων.

The Father, the Son, and the Holy Spirit; the All-Holy, Consubstantial and Life-creating Trinity; One Godhead and Kingdom; bless (+) you; grant to you long life, well-favored children, progress in life and in Faith; replenish you with all the good things of the earth, and count you worthy of the promised blessings, through the intercessions of the holy Theotokos, and of all the Saints.

(Ἀμήν.)

(Amen.)

ΑΠΟΛΥΣΙΣ

DISMISSAL

ΙΕΡΕΥΣ

PRIEST

Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Glory to You, our God. Glory to You.

Ὁ διὰ τῆς ἐν Κανᾷ ἐπιδημίας τίμιον ἀναδείξας τὸν γάμον, Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου αὐτοῦ Μητρός, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων θεοστέπτων βασιλέων καὶ ἰσαποστόλων Κωνσταντίνου καὶ Ἑλένης, τοῦ ἁγίου μεγαλομάρτυρος Προκοπίου, καὶ πάντων τῶν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.

May He, who by His presence in Cana of Galilee declared marriage to be honorable, Christ our true God, through the intercessions of His all-pure Mother, of the holy, glorious, and all-praiseworthy Apostles, of the holy, God-crowned and Equal-to-the-Apostles Constantine and Helen, of the Holy, great Martyr Procopios, and of all the holy Saints, have mercy on us and save us, as our good and loving Lord.

Δι'' εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

Through the prayers of our holy fathers, Lord Jesus Christ, our God, have mercy on us [and save us].

(Ἀμήν.)

(Amen.)