×

ΠΑΡΑΚΛΗΤΙΚΗ



ΠΕΡΙΟΔΟΣ ΤΟΥ Αʹ ΗΧΟΥ


Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ

ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

Εἰς τό, Κύριε, ἐκέκραξα, ἱστῶμεν Στίχους δʹ, καὶ ψάλλομεν Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου γʹ, δευτεροῦντες τὸ αʹ.

Δόξα. Καὶ νῦν. Θεοτοκίον, τὸ Δογματικόν.

Ἦχος αʹ.

Παρθενικὴ πανήγυρις σήμερον, ἀδελφοί· σκιρτάτω ἡ κτίσις, χορευέτω ἡ ἀνθρωπότης· συνεκάλεσε γὰρ ἡμᾶς ἡ ἁγία Θεοτόκος, τὸ ἀμόλυντον κειμήλιον τῆς παρθενίας, ὁ λογικὸς τοῦ δευτέρου Ἀδὰμ Παράδεισος, τὸ ἐργαστήριον τῆς ἑνώσεως τῶν δύο φύσεων, ἡ πανήγυρις τοῦ σωτηρίου συναλλάγματος, ἡ παστάς, ἐν ᾗ ὁ Λόγος ἐνυμφεύσατο τὴν σάρκα, ἡ ὄντως κούφη νεφέλη, ἡ τὸν ἐπὶ τῶν Χερουβεὶμ μετὰ σώματος βαστάσασα. Ταῖς αὐτῆς ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.

Μετὰ τό, Καταξίωσον κ.λ.π., ψάλλομεν τὸ Ἀναστάσιμον Στιχηρόν, Τῷ πάθει σου Χριστέ… καὶ εἶτα τὰ παρόντα Προσόμοια.

Στιχηρὰ τῆς Θεοτόκου.

Ἦχος αʹ. Τῶν οὐρανίων ταγμάτων.

Στίχ. Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.

Δεδοξασμένη ὑπάρχεις ἐν γενεαῖς γενεῶν, Παρθενομῆτορ Κόρη, Θεοτόκε Μαρία, τοῦ κόσμου προστασία, τεκοῦσα σαρκί, τὸν Υἱὸν τοῦ ἀνάρχου Πατρός, συναϊδίῳ τε Πνεύματι ἀληθῶς· ὃν ἱκέτευε σωθῆναι ἡμᾶς

Στίχ. Ἄκουσον, θύγατερ, καὶ ἴδε καὶ κλῖνον τὸ οὖς σου καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου· καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου.

Οἱ συνεχόμενοι θλίψεσιν ἀδοκήτοις ἁγνή, σὲ προστασίαν μόνην, κεκτημένοι Παρθένε, βοῶμεν εὐχαρίστως· Σῶσον ἡμᾶς, Παναγία θεόνυμφε· σὺ γὰρ ὑπάρχεις τοῦ κόσμου καταφυγή, καὶ ἀντίληψις τοῦ γένους ἡμῶν.

Στίχ. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.

Ἀνεκαινίσθη ὁ κόσμος ἐν τῇ κυήσει σου, θεοκυῆτορ Κόρη, τῶν πιστῶν σωτηρία, καὶ ἄγρυπνος προστάτις τῶν εὐσεβῶς, αἰτουμένων σε Ἄχραντε· μὴ διαλείπῃς πρεσβεύουσα ἐκτενῶς, ὑπὲρ πάντων τῶν ὑμνούντων σε.

Δόξα. Καὶ νῦν. Θεοτοκίον Δογματικόν.

Νεφέλην σε φωτὸς ἀϊδίου, Παρθένε, ὁ Προφήτης ὠνόμασεν· ἐν σοὶ γὰρ ὡς ὑετὸς ἐπὶ πόκον, καταβὰς ὁ Λόγος τοῦ Πατρός, καὶ ἐκ σοῦ ἀνατείλας, τὸν κόσμον ἐφώτισε, τὴν πλάνην κατήργησε, Χριστὸς ὁ Θεὸς ἡμῶν, αὐτὸν ἱκετεύουσα ἐκτενῶς, Παναγία δεόμεθα, μὴ παύσῃ ὑπὲρ ἡμῶν, τῶν ἀληθῆ Θεοτόκον ὁμολογούντων σε.

__________

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

Μετὰ τὸν Προοιμιακὸν Ψαλμόν, καἰ τὸ πρῶτον Κάθισμα τοῦ Ψαλτηρίου, εἰς τό, Κύριε, ἐκέκραξα, ἱστῶμεν Στίχους ιʹ, καὶ ψάλλομεν Στιχηρὰ Ἀναστάσιμα ζʹ ἢ Ϛʹ ἢ δʹ, καὶ τοῦ Ἁγίου τῆς ἡμέρας γʹ ἢ δʹ καὶ Ϛʹ, εἴπερ ἑορτάζεται ὁ Ἅγιος.

Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου. Ἦχος αʹ.

Τὰς ἑσπερινὰς ἡμῶν εὐχάς, πρόσδεξαι ἅγιε Κύριε, καὶ παράσχου ἡμῖν, ἄφεσιν ἁμαρτιῶν, ὅτι μόνος εἶ ὁ δείξας, ἐν κόσμῳ τὴν ἀνάστασιν.

Κυκλώσατε λαοὶ Σιών, καὶ περιλάβετε αὐτήν, καὶ δότε δόξαν ἐν αὐτῇ, τῷ ἀναστάντι ἐκ νεκρῶν· ὅτι αὐτός ἐστιν ὁ Θεὸς ἡμῶν, ὁ λυτρωσάμενος ἡμᾶς, ἐκ τῶν ἀνομιῶν ἡμῶν.

Δεῦτε λαοὶ ὑμνήσωμεν, καὶ προσκυνήσωμεν Χριστόν, δοξάζοντες αὐτοῦ τὴν ἐκ νεκρῶν ἀνάστασιν· ὅτι αὐτός ἐστιν ὁ Θεὸς ἡμῶν, ὁ ἐκ τῆς πλάνης τοῦ ἐχθροῦ, τὸν κόσμον λυτρωσάμενος.

Ἕτερα Στιχηρὰ Ἀνατολικά.

Εὐφράνθητε οὐρανοί, σαλπίσατε τὰ θεμέλια τῆς γῆς, βοήσατε τὰ ὄρη εὐφροσύνην· ἰδοὺ γὰρ ὁ Ἐμμανουὴλ τὰς ἁμαρτίας ἡμῶν, τῷ Σταυρῷ προσήλωσε, καὶ ζωὴν ὁ διδούς, θάνατον ἐνέκρωσε, τὸν Ἀδὰμ ἀναστήσας, ὡς φιλάνθρωπος.

Τὸν σαρκὶ ἑκουσίως, σταυρωθέντα διʼ ἡμᾶς, παθόντα καὶ ταφέντα, καὶ ἀναστάντα ἐκ νεκρῶν, ὑμνήσωμεν λέγοντες· Στήριξον ὀρθοδοξίᾳ τὴν Ἐκκλησίαν σου Χριστέ, καὶ εἰρήνευσον τὴν ζωὴν ἡμῶν, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.

Τῷ ζωοδόχῳ σου τάφῳ, παρεστῶτες οἱ ἀνάξιοι, δοξολογίαν προσφέρομεν τῇ ἀφάτῳ σου εὐσπλαγχνίᾳ, Χριστὲ ὁ Θεὸς ἡμῶν· ὅτι Σταυρὸν κατεδέξω, καὶ θάνατον Ἀναμάρτητε, ἵνα τῷ κόσμῳ δωρήσῃ τὴν ἀνάστασιν, ὡς φιλάνθρωπος.

Τὸν τῷ Πατρὶ συνάναρχον, καὶ συναΐδιον Λόγον, τὸν ἐκ παρθενικῆς νηδύος προελθόντα ἀφράστως, καὶ Σταυρὸν καὶ θάνατον διʼ ἡμᾶς ἑκουσίως καταδεξάμενον, καὶ ἀναστάντα ἐν δόξῃ, ὑμνήσωμεν λέγοντες· Ζωοδότα Κύριε, δόξα σοι, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

Δόξα, τοῦ Ἁγίου, εἴ ἐστιν ἑορταζόμενος. Καὶ νῦν, τὸ ἑπόμενον Θεοτοκίον· εἰδὲ μή,

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Τὴν παγκόσμιον δόξαν, τὴν ἐξ ἀνθρώπων σπαρεῖσαν, καὶ τὸν Δεσπότην τεκοῦσαν, τὴν ἐπουράνιον πύλην, ὑμνήσωμεν Μαρίαν τὴν Παρθένον, τῶν Ἀσωμάτων τὸ ᾆσμα, καὶ τῶν πιστῶν τὸ ἐγκαλλώπισμα· αὕτη γὰρ ἀνεδείχθη οὐρανός, καὶ ναὸς τῆς Θεότητος· αὕτη τὸ μεσότοιχον τῆς ἔχθρας καθελοῦσα, εἰρήνην ἀντεισῆξε, καὶ τὸ Βασίλειον ἠνέῳξε. Ταύτην οὖν κατέχοντες, τῆς πίστεως τὴν ἄγκυραν, ὑπέρμαχον ἔχομεν, τὸν ἐξ αὐτῆς τεχθέντα Κύριον. Θαρσείτω τοίνυν, θαρσείτω λαὸς τοῦ Θεοῦ· καὶ γὰρ αὐτὸς πολεμήσει τοὺς ἐχθρούς, ὡς παντοδύναμος.

Μετὰ δὲ τὴν Εἴσοδον καὶ τό, Φῶς ἱλαρόν, βαλὼν ὁ ταχθεὶς Μοναχὸς τὴν συνήθη μετάνοιαν τῷ Προεστῶτι, ψάλλει τὸ τῆς ἡμέρας

Προκείμενον. Ἦχος πλ. βʹ.

Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.

Στίχ. Ἐνεδύσατο ὁ Κύριος δύναμιν, καὶ περιεζώσατο.

Στίχ. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.

Εἶτα ἡ συνήθης Ἐκτενής, τό, Καταξίωσον κ.λ.π., καὶ μετὰ τὴν Ἐκφώνησιν, ψάλλομεν τὸ ἰδιόμελον Στιχηρὸν τοῦ Ἁγίου τῆς Μονῆς, λιτανεύοντες ἐν τῷ Νάρθηκι. Μετὰ δὲ τὰς συνήθεις εὐχὰς εἰσερχόμεθα ὲν τῷ Ναῷ, καὶ ψάλλομεν τὸ Ὰναστάσιμον Στιχηρὸν τῶν Ἀποστίχων.

Ἦχος αʹ.

Τῷ πάθει σου Χριστέ, παθῶν ἠλευθερώθημεν, καὶ τῇ ἀναστάσει σου, ἐκ φθορᾶς ἐλυτρώθημεν· Κύριε δόξα σοι.

Ἕτερα Στιχηρὰ τοῦ Δαμασκηνοῦ, ὧν ἡ ἀκροστιχὶς ἀλφάβητον, ἐν δὲ τοῖς Θεοτοκίοις, Ἰωάννου Ἀμήν, τὸ δὲ Ἀμήν ἐστι μέσον τοῦ Ἀνύμφευτε Παρθένε.

Στίχ. Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο Κύριος δύναμιν καὶ περιεζώσατο.

Ἀγαλλιάσθω ἡ κτίσις, οὐρανοὶ εὐφραινέσθωσαν, χεῖρας κροτείτω τὰ ἔθνη μετʼ εὐφροσύνης· Χριστὸς γὰρ ὁ Σωτὴρ ἡμῶν, τῷ Σταυρῷ προσήλωσε τὰς ἁμαρτίας ἡμῶν, καὶ τὸν θάνατον νεκρώσας, ζωὴν ἡμῖν ἐδωρήσατο, πεπτωκότα τὸν Ἀδὰμ παγγενῆ ἀναστήσας, ὡς φιλάνθρωπος.

Στίχ. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.

Βασιλεὺς ὑπάρχων οὐρανοῦ καὶ γῆς, Ἀκατάληπτε, ἑκὼν ἐσταύρωσαι διὰ φιλανθρωπίαν· Ὃν ὁ ᾅδης συναντήσας κάτωθεν ἐπικράνθη, καὶ δικαίων ψυχαὶ δεξάμεναι, ἠγαλλιάσαντο· Ἀδὰμ δὲ ἰδών σε τὸν Κτίστην ἐν τοῖς καταχθονίοις ἀνέστη. Ὢ τοῦ θαύματος! πῶς θανάτου ἐγεύσατο ἡ τῶν ἁπάντων ζωή; ἀλλʼ ἢ ὡς ἠβουλήθη κόσμον φωτίσαι, κραυγάζοντα καὶ λέγοντα· Ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε δόξα σοι.

Στίχ. Τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμερῶν.

Γυναῖκες Μυροφόροι μύρα φέρουσαι, μετὰ σπουδῆς καὶ ὀδυρμοῦ τὸν τάφον σου κατέλαβον· καὶ μὴ εὑροῦσαι τὸ ἄχραντον σῶμά σου, παρὰ δὲ τοῦ Ἀγγέλου μαθοῦσαι τὸ καινόν, καὶ παράδοξον θαῦμα, τοῖς Ἀποστόλοις ἔλεγον· Ἀνέστη ὁ Κύριος, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Δόξα, τοῦ Ἁγίου, εἴ ἐστιν· εἰδὲ μή,

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Ἰδοὺ πεπλήρωται ἡ τοῦ Ἠσαΐου πρόῤῥησις· Παρθένος γὰρ ἐγέννησας, καὶ μετὰ τόκον, ὡς πρὸ τόκου διέμεινας· Θεὸς γὰρ ἦν ὁ τεχθείς, διὸ καὶ φύσις ἐκαινοτόμησεν. Ἀλλʼ ὦ Θεομῆτορ, ἱκεσίας σῶν δούλων, σῷ τεμένει προσφερομένας σοι, μὴ παρίδῃς· ἀλλʼ ὡς τὸν Εὔσπλαγχνον σαῖς ἀγκάλαις φέρουσα, σοῖς οἰκέταις σπλαγχνίσθητι, καὶ πρέσβευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἀπολυτίκιον Ἀναστάσιμον.

Τοῦ λίθου σφραγισθέντος ὑπὸ τῶν Ἰουδαίων, καὶ στρατιωτῶν φυλασσόντων τὸ ἄχραντόν σου σῶμα, ἀνέστης τριήμερος Σωτήρ, δωρούμενος τῷ κόσμῳ τὴν ζωήν. Διὰ τοῦτο αἱ Δυνάμεις τῶν οὐρανῶν ἐβόων σοι Ζωοδότα· Δόξα τῇ ἀναστάσει σου Χριστέ, δόξα τῇ βασιλείᾳ σου, δόξα τῇ οἰκονομίᾳ σου, μόνε Φιλάνθρωπε.

Θεοτοκίον.

Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

Καὶ ἡ λοιπὴ Ἀκολουθία τῆς ἀγρυπνίας.

__________

Τῌ ΚΥΡΙΑΚῌ ΕΝ Τῼ ΜΕΣΟΝΥΚΤΙΚῼ

Κανὼν Τριαδικός, οὗ ἡ ἀκροστιχίς·

Μίαν σε μέλπω τὴν τρισήλιον Φύσιν.

Ποίημα Μητροφάνους Σμύρνης.

Ἦχος αʹ. ᾨδὴ αʹ. Σοῦ ἡ τροπαιοῦχος.

Μίαν τρισυπόστατον ἀρχήν, τὰ Σεραφεὶμ ἀσιγήτως δοξάζουσιν, ἄναρχον ἀΐδιον, ποιητικὴν ἁπάντων ἀκατάληπτον· ἣν καὶ πᾶσα γλῶσσα, πιστῶς γεραίρει τοῖς ᾄσμασιν.

Ἵνα τοῖς ἀνθρώποις ἑνικήν, τὴν τριλαμπῆ σου δηλώσῃς Θεότητα, πλάσας πρὶν τὸν ἄνθρωπον, κατὰ τὴν σὴν εἰκόνα διεμόρφωσας, νοῦν αὐτῷ καὶ λόγον, καὶ πνεῦμα δούς, ὡς φιλάνθρωπος.

Ἄνωθεν δεικνὺς μοναδικόν, θεαρχικαῖς ἐν τρισὶν ὑποστάσεσι, κράτος, Πάτερ ἔφησας, τῷ ἰσουργῷ Υἱῷ σου, καὶ τῷ Πνεύματι· Δεῦτε καταβάντες, αὐτῶν τὰς γλώσσας συγχέωμεν.

Θεοτοκίον.

Νοῦς μὲν ὁ ἀγέννητος Πατήρ, εἰκονικῶς τοῖς σοφοῖς προηγόρευται· Λόγος δὲ συνάναρχος, ὁ συμφυὴς Υἱός, καὶ Πνεῦμα ἅγιον, τὸ ἐν τῇ Παρθένῳ, τοῦ Λόγου κτίσαν τὴν σάρκωσιν.

ᾨδὴ γʹ. Ὁ μόνος εἰδώς.

Σὺ πάλαι σαφῶς τῷ Ἀβραάμ, ὡς ὤφθης τρισυπόστατος, μοναδικός τε φύσει Θεότητος, θεολογίας τὸ ἀκραιφνέστατον, τυπικῶς ἐνέφηνας· καὶ πιστῶς ὑμνοῦμέν σε, τὸν μονάρχην Θεόν, καὶ τρισήλιον.

Ἐκ σοῦ γεννηθεὶς θεοπρεπῶς, ἀῤῥεύστως Πάτερ ἔλαμψε, φῶς ἐκ φωτός, Υἱὸς ἀπαράλλακτος, καὶ Πνεῦμα θεῖον, φῶς ἐκπεπόρευται· καὶ μιᾶς Θεότητος, αἴγλην τρισυπόστατον, προσκυνοῦμεν πιστῶς καὶ δοξάζομεν.

Μονὰς ἡ Τριὰς ὑπερφυῶς, ἀῤῥήτως ὑπὲρ ἔννοιαν, ταῖς νοεραῖς οὐσίαις δοξάζεται, ταῖς τρισαγίαις φωναῖς, ἀσίγητον, ἐκβοώσαις αἴνεσιν· αἷς συμφώνως ὑμνεῖται, καὶ ἡμῖν τρισυπόστατος Κύριος.

Θεοτοκίον.

Ἐκ σοῦ χρονικῶς ἄνευ σπορᾶς, προῆλθεν ὁ ὑπέρχρονος, ὁμοιωθεὶς ἡμῖν ὁ ἀνείδεος, καὶ μίαν φύσιν καὶ κυριότητα, τοῦ Πατρὸς ἐδίδαξε, καὶ Υἱοῦ καὶ Πνεύματος, Θεοτόκε· διό σε δοξάζομεν.

Κάθισμα. Ἦχος αʹ. Τὸν τάφον σου Σωτήρ.

Πατέρα καὶ Υἱόν, προσκυνήσωμεν πάντες, καὶ Πνεῦμα τὸ εὐθές, καὶ ἰσότιμον δόξῃ, Τριάδα τὴν ἄκτιστον, καὶ ὑπέρθεον δύναμιν, ἣν δοξάζουσι, τῶν Ἀσωμάτων αἱ τάξεις· ταύτην σήμερον, καὶ γηγενεῖς μετὰ φόβου, πιστῶς εὐφημήσωμεν.

Δόξα· καὶ νῦν. Θεοτοκίον.

Ὁδήγησον ἡμᾶς, ἐν ὁδῷ μετανοίας, ἐκκλίνοντας ἀεί, πρὸς κακῶν ἀνοδίας, καὶ τὸν ὑπεράγαθον, παροργίζοντας Κύριον, ἀπειρόγαμε, εὐλογημένη Μαρία, καταφύγιον ἀπεγνωσμένων ἀνθρώπων, Θεοῦ ἐνδιαίτημα.

ᾨδὴ δʹ. Ὄρος σε τῇ χάριτι.

Λάμψον μοι Θεαρχία τρισήλιε λάμψεσι, σῶν θεουργῶν μαρμαρυγῶν, τοῖς τῆς καρδίας ὀφθαλμοῖς, τὸ κάλλος φαντάζεσθαι, τῆς ὑπὲρ νοῦν θεαρχικῆς σου λαμπρότητος, καὶ φωτουργοῦ, καὶ γλυκείας μεθέξεως.

Πρότερον οὐρανοὺς ἐστερέωσας Κύριε, καὶ πᾶσαν δύναμιν αὐτῶν, τῷ Λόγῳ σου τῷ παντουργῷ, καὶ Πνεύματι στόματος τῷ συμφυεῖ, μεθʼ ὧν δεσπόζεις τοῦ σύμπαντος, ἐν τριλαμπεῖ μοναρχίᾳ Θεότητος.

Ὡς ἔπλασας κατʼ εἰκόνα με σὴν καὶ ὁμοίωσιν, θεαρχικὴ παντουργική, Τριὰς ἀσύγχυτε μονάς, συνέτισον φώτισον, πρὸς τὸ ποιεῖν τὸ θέλημά σου τὸ ἅγιον, τὸ ἀγαθόν ἐν ἰσχύϊ καὶ τέλειον.

Θεοτοκίον.

Τέτοκας τῆς Τριάδος τὸν ἕνα Πανάχραντε, θεαρχικώτατον Υἱόν, σωματωθέντα διʼ ἡμᾶς, ἐκ σοῦ, καὶ αὐγάζοντα τοὺς γηγενεῖς, τῆς τρισηλίου Θεότητος, τῷ ἀνεσπέρῳ φωτὶ καὶ ταῖς λάμψεσιν.

ᾨδὴ εʹ. Ὁ φωτίσας τῇ ἐλλάμψει.

Ἡ τὸν πρῶτον τῶν Ἀγγέλων ἀμέσως διάκοσμον, ἀπροσίτοις τοῦ σοῦ κάλλους ἀκτῖσιν ἐλλάμπουσα, ταῖς σαῖς αἴγλαις φώτισον, Τριὰς ἡ μοναρχικωτάτη, τοὺς ὀρθοδόξως σε μέλποντας.

Νῦν ἡ φύσις, ἑνικὴ Θεαρχία τρισήλιε, ἀνυμνεῖ σε, ἣν οὐσίωσας διʼ ἀγαθότητα, τῶν πταισμάτων λύτρωσιν, καὶ πειρασμῶν ἐξαιτουμένη, καὶ τῶν δεινῶν καὶ τῶν θλίψεων.

Τὸν Πατέρα καὶ Υἱόν, καὶ τὸ Πνεῦμα τὸ ἅγιον, μίαν φύσιν, καὶ Θεότητα, πίστει δοξάζομεν, μεριστὴν ἀμέριστον, ἕνα Θεὸν τῆς ἀοράτου, καὶ ὁρωμένης τε κτίσεως.

Θεοτοκίον.

Ῥήσεις πᾶσαι Προφητῶν, προδιέγραψαν Ἄχραντε, τὸν σὸν τόκον, τὸν ἀπόῤῥητον καὶ ἀνερμήνευτον· ὃν ἡμεῖς ἐγνώκαμεν, μυσταγωγὸν τῆς ἑνιαίας, καὶ τρισηλίου Θεότητος.

ᾨδὴ Ϛʹ. Ἐκύκλωσεν ἡμᾶς.

Ἰσόῤῥοπον τὴν δύναμιν ὡς ἔχουσα, Τριὰς ἡ ὑπερούσιος, ἐν ταυτότητι βουλήσεως, Μονὰς πέφυκας, ἁπλῆ καὶ ἀδιαίρετος. Σὺ οὖν ἡμᾶς, ἐν τῇ δυνάμει σου περιφρούρησον. (δίς)

Σὺ πάντας τοὺς αἰῶνας τῇ βουλήσει σου, ὡς ἀγαθὴ ὑπέστησας, ἐξ οὐκ ὄντων, ἀκατάληπτε Τριάς· εἶτα καὶ τὸν ἄνθρωπον διέπλασας. Ἀλλὰ καὶ νῦν, ἐκ πάσης ῥῦσαί με περιστάσεως.

Θεοτοκίον.

Ἡλίου τοῦ ἀδύτου οἶκος γέγονας, τοῦ κτίσαντος καὶ τάξαντος, τοὺς φωστῆρας τοὺς μεγάλους πανσθενῶς, ἄρχαντε Παρθένε Θεονύμφευτε. Ἀλλὰ καὶ νῦν, τῆς τῶν παθῶν με ῥῦσαι ζοφώσεως.

Κάθισμα. Ἦχος αʹ. Τὸν τάφον σου Σωτήρ.

Τριάδα τὴν σεπτήν, καὶ ἀμέριστον φύσιν, προσώποις ἐν τρισί, τεμνομένην ἀτμήτως, καὶ μένουσαν ἀμέριστον, κατʼ οὐσίαν Θεότητος, προσκυνήσωμεν, οἱ γηγενεῖς μετὰ φόβου, καὶ δοξάσωμεν, ὡς Ποιητὴν καὶ Δεσπότην, Θεὸν ὑπεράγαθον.

Δόξα· καὶ νῦν. Θεοτοκίον.

Κυβέρνησον Ἁγνή, τὴν ἀθλίαν ψυχήν μου, καὶ οἴκτειρον αὐτήν, ὑπὸ πλήθους πταισμάτων, βυθῷ ὀλισθαίνουσαν, ἀπωλείας Πανάμωμε, καὶ ἐν ὥρᾳ με, τῇ φοβερᾷ τοῦ θανάτου, σὺ ἐξάρπασον, κατηγορούντων δαιμόνων, καὶ πάσης κολάσεως.

ᾨδὴ ζʹ. Σὲ νοητήν.

Λόγε Θεοῦ, συμφυὲς ἀπαύγασμα, τοῦ παντοκράτορος Θεοῦ, ὡς ὑπέσχου τὴν παρὰ σοῦ θεουργὸν ἐνοίκησιν, ποίησον ὡς εὔσπλαγχνος, σὺν τῷ Πατρί σου καὶ τῷ Πνεύματι, καὶ φοβερόν, τοῖς δαίμοσί με δεῖξον καὶ πάθεσιν. (δίς)

Ἵνα τῆς σῆς, εὐσπλαγχνίας Δέσποτα, δείξῃς τὸ πέλαγος ἡμῖν, τὸν Υιόν σου πρὸς τὴν ἡμῶν, πέμψας ταπεινότητα αὖθις ἀνεμόρφωσας πρὸς τὴν ἀρχαίαν λαμπρότητα. Ἀλλὰ καὶ νῦν, τῷ θείῳ με συνέτισον Πνεύματι.

Θεοτοκίον.

Ὁ Χερουβείμ, θρόνῳ ἐποχούμενος καὶ τῶν ἁπάντων Βασιλεύς, ἐν γαστρί σου παρθενικῇ, ᾤκησε Πανάχραντε, πάντας ἐκλυτρούμενος, ἐκ τῆς φθορᾶς ὡς φιλάνθρωπος. Ἀλλὰ καὶ νῦν, ταῖς σαῖς πρεσβείαις με περιφρούρησον.

ᾨδὴ ηʹ. Θαύματος ὑπερφυοῦς.

Νεύματι θεουργικῷ Κύριε πάντων, τρισυπόστατε καὶ παντοκράτορ, οὐρανοὺς ἐξέτεινας ὡσεὶ δέῤῥιν· εἶτα καὶ γῆς, ἀπῃώρησας τὸ βάθος, πανσθενεῖ σου δρακί. Διὸ καὶ τοὺς δούλους σου κραταίωσον, τῇ ἀγάπῃ καὶ πίστει τῇ σῇ φιλάνθρωπε, ἵνα σε δοξάζωμεν πόθῳ εἰς αἰῶνας. (δίς)

Φώτισον θεαρχικὸν φῶς τοὺς ὑμνοῦντας, τὸ Τρισήλιον φῶς τοῖς προσώποις, ἑνιαῖον αὖθις δὲ τῇ οὐσίᾳ καὶ πρὸς τὰς σάς, φωτοδότιδας ἀκτῖνας ἐπιβλέπειν ἀεί· διʼ ὧν χορτασθήσομαι τὴν δόξαν σου, τὴν γλυκεῖαν καὶ φωτουργὸν καὶ πανόλβιον, καὶ ὑπερυψῶ σε πιστῶς εἰς τοὺς αἰῶνας.

Θεοτοκίον.

Ὕψωσεν εἰς οὐρανοὺς τὴν τῶν ἀνθρώπων, προσλαβόμενος φύσιν ἀτρέπτως, ὁ Υἱός σου πάναγνε Θεοτόκε, ὑπερβολῇ ἀγαθότητος, ῥυσάμενος τῆς πάλαι φθορᾶς· ᾧ καὶ εὐχαρίστως ἀναμέλπωμεν· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θʹ. Τύπον τῆς ἁγνῆς.

Σῶσον ὁ Σωτὴρ τῆς κτίσεως, τῆς αἰσθητῆς καὶ νοουμένης τοὺς δούλους σου, τῆς τῶν δυσμενῶν ἐπιβουλῆς καὶ κακώσεως, παναγία Τριὰς ὁμοούσιε, καὶ φρούρει τὴν σὴν ποίμνην, διαπαντὸς ἀνεπιβούλευτον. (δίς)

Ἵνα τὸν βυθὸν τὸν ἄπειρον, τῆς οὐσιώδους δείξῃς σου ἀγαθότητος, δέδωκας ἡμῖν ἐπαγγελίας τρισήλιε, καὶ μονάρχα Θεὲ παντοδύναμε, σωστικὰς τοῖς σοῖς δούλοις, ἃς ἐκπληρῶσαι καταξίωσον.

Θεοτοκίον.

Νεῦσον ταῖς ἡμῶν δεήσεσιν ὁ ἐν τρισὶ θεαρχικαῖς ὑποστάσεσι, μόνος εἷς Θεὸς ἀληθινός, πιστευόμενος, καὶ παράσχου σοῖς δούλοις παράκλησιν, πρεσβείαις τῆς ἀχράντου, καὶ πανυμνήτου Θεομήτορος.

Τὸ Ἄξιόν ἐστιν… καὶ τὰ λοιπὰ τοῦ Μεσονυκτικοῦ καὶ Ἀπόλυσις.

__________

ΕΝ Τῼ ΟΡΘΡῼ

Μετὰ τὸν Ἑξάψαλμον καὶ τὴν Μεγάλην Συναπτήν, ψάλλομεν τὸ Θεὸς Κύριος, τετράκις, εἰς Ἦχον αʹ, καὶ τὸ Ἀναστάσιμον Ἀπολυτίκιον δίς, τὸ δὲ Θεοτοκίον ἅπαξ.

Μετὰ τὴν αʹ Στιχολογίαν. Καθίσματα Ἀναστάσιμα.

Ἦχος αʹ. Αὐτόμελον.

Τὸν τάφον σου Σωτήρ, στρατιῶται τηροῦντες, νεκροὶ τῇ ἀστραπῇ, τοῦ ὀφθέντος Ἀγγέλου, ἐγένοντο κηρύττοντος, Γυναιξὶ τὴν Ἀνάστασιν. Σὲ δοξάζομεν, τὸν τῆς φθορᾶς καθαιρέτην, σοὶ προσπίπτομεν, τῷ ἀναστάντι ἐκ τάφου, καὶ μόνῳ Θεῷ ἡμῶν.

Δόξα. Ὅμοιον.

Σταυρῷ προσηλωθείς, ἑκουσίως Οἰκτίρμον, ἐν μνήματι τεθείς, ὡς θνητὸς Ζωοδότα, τὸ κράτος συνέτριψας, Δυνατὲ τῷ θανάτῳ σου. Σὲ γὰρ ἔφριξαν, οἱ πυλωροὶ οἱ τοῦ ᾅδου· σὺ συνήγειρας, τοὺς ἀπʼ αἰῶνος θανόντας, ὡς μόνος φιλάνθρωπος.

Καὶ νῦν. Θεοτοκίον. Ὅμοιον.

Μητέρα σε Θεοῦ, ἐπιστάμεθα πάντες, Παρθένον ἀληθῶς, καὶ μετὰ τόκον φανεῖσαν, οἱ πόθῳ καταφεύγοντες, πρὸς τὴν σὴν ἀγαθότητα· σὲ γὰρ ἔχομεν, ἁμαρτωλοὶ προστασίαν· σὲ κεκτήμεθα, ἐν πειρασμοῖς σωτηρίαν τὴν μόνην πανάμωμον.

Μετὰ τὴν βʹ Στιχολογίαν. ἕτερα Καθίσματα Ἀναστάσιμα.

Τοῦ λίθου σφραγισθέντος.

Γυναῖκες πρὸς τὸ μνῆμα παρεγένοντο ὄρθριαι, καὶ ἀγγελικὴν ὀπτασίαν θεασάμεναι ἔτρεμον· ὁ τάφος ἐξήστραπτε ζωήν, τὸ θαῦμα κατέπληττεν αὐτάς· διὰ τοῦτο ἀπελθοῦσαι, τοῖς μαθηταῖς ἐκήρυττον τὴν ἔγερσιν. Τὸν ᾅδην ἐσκύλευσε Χριστός, ὡς μόνος κραταιὸς καὶ δυνατός, καὶ φθαρέντας συνήγειρε πάντας, τὸν τῆς κατακρίσεως φόβον, λύσας δυνάμει Σταυροῦ.

Δόξα. Ὅμοιον.

Ἐν τῷ Σταυρῷ προσηλωθεὶς ἡ ζωὴ τῶν ἁπάντων, καὶ ἐν νεκροῖς λογισθεὶς ὁ ἀθάνατος Κύριος, ἀνέστης τριήμερος Σωτήρ, καὶ ἢγειρας Ἀδὰμ ἐκ τῆς φθορᾶς· διὰ τοῦτο αἱ Δυνάμεις τῶν οὐρανῶν ἐβόων σοι Ζωοδότα· Δόξα τοῖς σοῖς παθήμασι Χριστέ· δόξα τῇ ἀναστάσει σου· δόξα τῇ συγκαταβάσει σου, μόνε Φιλάνθρωπε.

Καὶ νῦν. Θεοτοκίον. Τὸν τάφον σου Σωτήρ.

Μαρία τὸ σεπτόν, τοῦ Δεσπότου δοχεῖον, ἀνάστησον ἡμᾶς, πεπτωκότας εἰς χάος, δεινῆς ἀπογνώσεως, καὶ πταισμάτων καὶ θλίψεων. Σὺ γὰρ πέφυκας, ἁμαρτωλῶν σωτηρία, καὶ βοήθεια, καὶ κραταιὰ προστασία, καὶ σῴζεις τοὺς δούλους σου.

Μετὰ τὸν Ἄμωμον καὶ τὰ Εὐλογητάρια, ἡ

Ὑπακοή.

Ἡ τοῦ λῃστοῦ μετάνοια, τὸν Παράδεισον ἐσύλησεν, ὁ δὲ θρῆνος τῶν Μυροφόρων τὴν χαρὰν ἐμήνυσεν· ὅτι ἀνέστης Χριστὲ ὁ Θεός, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Οἱ Ἀναβαθμοί. Ἀντίφωνον Αʹ.

Ἐν τῷ θλίβεσθαί με, εἰσάκουσόν μου τῶν ὀδυνῶν, Κύριε σοὶ κράζω.

Τοῖς ἐρημικοῖς, ἄπαυστος ὁ θεῖος πόθος ἐγγίνεται, κόσμου οὖσι τοῦ ματαίου ἐκτός.

Δόξα. Καὶ νῦν.

Ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα, ὥσπερ Πατρί, πρέπει ἅμα καὶ Υἱῷ· διὰ τοῦτο ᾂσωμεν τῇ Τριαδικῇ Μονοκρατορίᾳ.

Ἀντίφωνον Βʹ.

Εἰς τὰ ὄρη τῶν σῶν, ὕψωσάς με νόμων, ἀρεταῖς ἐκλάμπρυνον, ὁ Θεός, ἵνα ὑμνῶ σε.

Δεξιᾷ σου χειρὶ λαβὼν σὺ Λόγε, φύλαξόν με, φρούρησον, μὴ πῦρ με φλέξῃ τῆς ἁμαρτίας.

Δόξα. Καὶ νῦν.

Ἁγίῳ Πνεύματι, πᾶσα ἡ κτίσις καινουργεῖται, παλινδρομοῦσα εἰς τὸ πρῶτον· ἰσοσθενὲς γάρ ἐστι Πατρὶ καὶ Λόγῳ.

Ἀντίφωνον Γʹ.

Ἐπὶ τοῖς εἰρηκόσι μοι· Ὁδεύσωμεν εἰς τὰς αὐλὰς τοῦ Κυρίου· εὐφράνθη μου τὸ πνεῦμα, συγχαίρει ἡ καρδία.

Ἐπὶ οἶκον Δαυΐδ, φόβος μέγας· ἐκεῖ γὰρ θρόνων ἐκτεθέντων, κριθήσονται, ἅπασαι αἱ φυλαὶ τῆς γῆς καὶ γλῶσσαι.

Δόξα. Καὶ νῦν.

Ἁγίῳ Πνεύματι, τιμὴν προσκύνησιν, δόξαν καὶ κράτος, ὡς Πατρί τε ἄξιον, καὶ τῷ Υἱῷ δεῖ προσφέρειν· Μονὰς γάρ ἐστιν ἡ Τριὰς τῇ φύσει, ἀλλʼ οὐ προσώποις.

Προκείμενον.

Νῦν ἀναστήσομαι, λέγει Κύριος· Θήσομαι ἐν σωτηρίῳ, παῤῥησιάσομαι ἐν αὐτῷ.

Στίχ. Τὰ λόγια Κυρίου λόγια ἁγνά, ἀργύριον πεπυρωμένον, δοκίμιον τῇ γῇ κεκαθαρισμένον ἑπταπλασίως.

Πᾶσα πνοή. Εὐαγγέλιον Ἑωθινόν, τὸ ἐνδιάτακτον. Εἶτα· Ἀνάστασιν Χριστοῦ θεασάμενοι· καὶ μετὰ τὸν Νʹ Ψαλμόν, ψάλλομεν εἰς Ἦχον βʹ.

Δόξα.

Ταῖς τῶν Ἀποστόλων πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.

Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Ἦχος βʹ.

Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου, καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωήν, καὶ μέγα ἔλεος.

Μετὰ δὲ τό, Σῶσον, ὁ Θεός, τὸν λαόν σου…, καὶ τὴν Ἐκφώνησιν, ἀρχόμεθα τῶν Κανόνων, ποιοῦντες τὸν μὲν Ἀναστάσιμον εἰς δʹ, τὸν Σταυροαναστάσιμον εἰς γʹ, τὸν τῆς Θεοτόκου εἰς γʹ καὶ τὸν τοῦ Ἁγίου τῆς ἡμέρας εἰς δʹ. Εἰ δὲ ἑορτάζεται ὁ Ἅγιος εἰς Ϛʹ, καταλιμπάνοντες τὸν Σταυροαναστάσιμον, ποιοῦμεν τῆς Θεοτόκου εἰς δʹ, εἰ δὲ ἑορτάζεται εἰς ηʹ, ποιοῦμεν τῆς Θεοτόκου εἰς βʹ.

Κανὼν ὁ Ἀναστάσιμος.

Ποίημα Ἰωάννου τοῦ Δαμασκηνοῦ.

Ἦχος αʹ. ᾨδὴ αʹ. Ὁ Εἱρμός.

Σοῦ ἡ τροπαιοῦχος δεξιά, θεοπρεπῶς ἐν ἰσχύϊ δεδόξασται. Αὔτη γὰρ ἀθάνατε, ὡς πανσθενὴς ὑπεναντίους ἔθραυσε, τοῖς Ἰσραηλίταις, ὀδὸν βυθοῦ καινουργήσασα.

Τροπάρια.

Ὁ χερσὶν ἀχράντοις ἐκ χοός, θεουργικῶς κατʼ ἀρχὰς διαπλάσας με, χεῖρας διεπέτασας ἐν τῷ Σταυρῷ, ἐκ γῆς ἀνακαλούμενος, τὸ φθαρέν μου σῶμα, ὃ ἐκ Παρθένου προσείληφας.

Νέκρωσιν ὑπέστη διʼ ἐμέ, καὶ τὴν ψυχὴν τῷ θανάτῳ προδίδωσιν, ὁ ἐμπνεύσει θείᾳ ψυχήν μοι ἐνθείς· καὶ λύσας αἰωνίων δεσμῶν, καὶ συναναστήσας, τῇ ἀφθαρσίᾳ ἐδόξασε.

Θεοτοκίον.

Χαῖρε ἡ τῆς χάριτος Πηγή· χαῖρε ἡ κλῖμαξ καὶ πύλη οὐράνιος· χαῖρε ἡ λυχνία καὶ στάμνος χρυσῆ, καὶ ὄρος ἀλατόμητον, ἡ τὸν Ζωοδότην, Χριστὸν τῷ κόσμῳ κυήσασα.

Κανὼν Σταυροαναστάσιμος.

Ποίημα Κοσμᾶ.

ᾨδὴ αʹ. Χριστὸς γεννᾶται.

Χριστὸς θεοῖ με σαρκούμενος, Χριστός με ἀνυψοῖ ταπεινούμενος, Χριστὸς ἀπαθῆ ἐργάζεται, πάσχων ὁ Ζωοδότης φύσει σαρκός· ὅθεν ἀναμέλπω, χαριστήριον ᾠδήν· ὅτι δεδόξασται.

Χριστὸς ὑψοῖ με σταυρούμενος, Χριστὸς συνανιστᾷ με νεκρούμενος, Χριστός μοι ζωὴν χαρίζεται· ὅθεν ἐν εὐφροσύνῃ χεῖρας κροτῶν, ᾄδω τῷ Σωτῆρι, ἐπινίκιον ᾠδήν· ὅτι δεδόξασται.

Θεοτοκίον.

Θεὸν Παρθένε συνέλαβες, Χριστὸν ἐν παρθενίᾳ δὲ τέτοκας, ἐκ σοῦ σαρκωθέντα Πάναγνε, ἕνα τῇ ὑποστάσει μονογενῆ, ἐν δυσὶν οὐσίαις, γνωριζόμενον Υἱόν· ὅτι δεδόξασται.

Κανὼν τῆς Θεοτόκου.

Ποίημα Ἰωάννου τοῦ Δαμασκηνοῦ.

Σοῦ ἡ τροπαιοῦχος.

Ποίαν σοι ἐπάξιον ᾠδήν, ἡ ἡμετέρα προσοίσει ἀσθένεια; εἰ μὴ τὴν χαρμόσυνον, ἣν Γαβριὴλ ἡμᾶς ἐμυσταγώγησε! Χαῖρε Θεοτόκε, Παρθένε Μῆτερ ἀνύμφευτε.

Τῇ Ἀειπαρθένῳ καὶ Μητρί, τοῦ Βασιλέως τῶν ἄνω Δυνάμεων, ἐκ καθαρωτάτης καρδίας πιστοί, πνευματικῶς βοήσωμεν· Χαῖρε Θεοτόκε, Παρθένε Μῆτερ ἀνύμφευτε.

Ἄπειρος ἡ ἄβυσσος τῆς σῆς, ἀκαταλήπτου κυήσεως Πάναγνε, πίστει ἀδιστάκτῳ οὖν, εἰλικρινῶς προσφέρομέν σοι λέγοντες· Χαῖρε Θεοτόκε Παρθένε Μῆτερ ἀνύμφευτε.

ᾨδὴ γʹ. Ὁ Εἱρμός.

Ὁ μόνος εἰδὼς τῆς τῶν βροτῶν, οὐσίας τὴν ἀσθένειαν, καὶ συμπαθῶς αὐτὴν μορφωσάμενος, περίζωσόν με ἐξ ὕψους δύναμιν, τοῦ βοᾷν σοι, Ἅγιος, ὁ ναὸς ὁ ἔμψυχος, τῆς ἀφράστου σου δόξης Φιλάνθρωπε.

Τροπάρια.

Θεός μου ὑπάρχων Ἀγαθέ, πεσόντα κατῳκτείρησας, καὶ καταβῆναι πρός με ηὐδόκησας, ἀνύψωσάς με διὰ σταυρώσεως, τοῦ βοᾶν σοι· Ἅγιος, ὁ τῆς δόξης Κύριος, ὁ ἀνείκαστος ἐν ἀγαθότητι.

Ζωὴ ἐνυπόστατος Χριστέ, ὑπάρχων καὶ φθαρέντα με, ὡς συμπαθὴς Θεὸς ἐνδυσάμενος, εἰς χοῦν θανάτου καταβὰς Δέσποτα, τὸ θνητὸν διέῤῥηξας, καὶ νεκροὺς τριήμερος, ἀναστὰς ἀφθαρσίαν ἠμφίεσας.

Θεοτοκίον.

Θεὸν συλλαβοῦσα ἐν γαστρί, Παρθένε διὰ Πνεύματος, τοῦ παναγίου ἔμεινας ἄφλεκτος· ἐπεί σε βάτος τῷ νομοθέτῃ Μωσῇ, φλεγομένη ἄκαυστα, σαφῶς προεμήνυσε, τὴν τὸ πῦρ δεξαμένην τὸ ἄστεκτον.

Κανὼν Σταυροαναστάσιμος.

Τῷ πρὸ τῶν αἰώνων.

Τῷ ἐπὶ τῶν ὤμων, τὸ πλανώμενον πρόβατον ἄραντι, καὶ καθελόντι διὰ ξύλου, τὴν αὐτοῦ ἁμαρτίαν, Χριστῷ τῷ Θεῷ βοήσωμεν· Ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν, Ἅγιος εἶ Κύριε.

Τῷ ἀναγαγόντι, τὸν Ποιμένα τὸν μέγαν ἐξ ᾅδου Χριστόν, καὶ τῇ αὐτοῦ ἱεραρχίᾳ, διὰ τῶν Ἀποστόλων, σοφῶς τὰ ἔθνη ποιμάναντι, ἐν ἀληθείᾳ, τῷ θείῳ πιστοί, Πνεύματι λατρεύσωμεν.

Θεοτοκίον.

Τῷ ἐκ τῆς Παρθένου, σαρκωθέντι ἀσπόρως βουλήσει Υἱῷ, καὶ τὴν τεκοῦσαν μετὰ τόκον, θεϊκῇ δυναστείᾳ, ἁγνὴν παρθένον φυλάξαντι, τῷ ἐπὶ πάντων βοῶμεν Θεῷ· Ἅγιος εἶ Κύριε.

Κανὼν τῆς Θεοτόκου.

Ὁ μόνος εἰδώς.

Νεφέλην σε κούφην ἀψευδῶς, Παρθένε, ὀνομάζομεν, προφητικαῖς ἑπόμενοι ῥήσεσιν· ἐλήλυθε γὰρ ἐπὶ σοὶ Κύριος, καθελεῖν αἰγύπτια, πλάνης χειροποίητα, καὶ φωτίσαι τοὺς ταῦτα λατρεύοντας.

Σὲ ἐσφραγισμένην ἀληθῶς, χορὸς Προφητικός, πηγήν, καὶ κεκλεισμένην πύλην ὠνόμασε, τῆς παρθενίας τῆς σῆς Πανύμνητε, τηλαυγῶς τὰ σύμβολα, ἡμῖν διαγράφοντα, ἣν ἐφύλαξας καὶ μετὰ γέννησιν.

Νοῦν τὸν ὑπερούσιον ἰδεῖν, ὡς θέμις ἀξιούμενος, ὁ Γαβριὴλ Παρθένε πανάμωμε, περιχαρῆ σοι φωνὴν ἐκόμισε, τὴν τοῦ Λόγου σύλληψιν, ἐμφανῶς μηνύουσαν, καὶ τὸν ἄφραστον τόκον κηρύττουσαν.

ᾨδὴ δʹ. Ὁ Εἱρμός.

Ὄρος σε τῇ χάριτι, τῇ θείᾳ κατάσκιον, προβλεπτικοῖς ὁ Ἀββακούμ, κατανοήσας ὀφθαλμοῖς, ἐκ σοῦ ἐξελεύσεσθαι, τοῦ Ἰσραὴλ προανεφώνει τὸν Ἅγιον, εἰς σωτηρίαν ἡμῶν καὶ ἀνάπλασιν.

Τροπάρια.

Τίς οὗτος, Σωτήρ, ὁ ἐξ Ἐδὼμ ἀφικόμενος, στεφηφορῶν ἐξ ἀκανθῶν, πεφοινιγμένος τὴν στολήν, ἐν ξύλῳ κρεμάμενος; Τοῦ Ἰσραὴλ ὑπάρχει οὗτος ὁ Ἅγιος, εἰς σωτηρίαν ἡμῶν καὶ ἀνάπλασιν.

Ἴδετε λαὸς τῶν ἀπειθῶν, καὶ αἰσχύνθητε· ὃν ὡς κακοῦργον γὰρ ὑμεῖς, ἀναρτηθῆναι ἐν Σταυρῷ, Πιλάτῳ ᾐτήσασθε φρενοβλαβῶς, θανάτου λύσας τὴν δύναμιν, θεοπρεπῶς ἐξανέστη τοῦ μνήματος.

Θεοτοκίον.

Ξύλον σε Παρθένε τῆς ζωῆς ἐπιστάμεθα· οὐ γὰρ τῆς βρώσεως καρπός, θανατηφόρος τοῖς βροτοῖς, ἐκ σοῦ ἀνεβλάστησεν, ἀλλὰ ζωῆς τῆς ἀϊδίου ἀπόλαυσις, εἰς σωτηρίαν ἡμῶν τῶν ὑμνούντων σε.

Κανὼν Σταυροαναστάσιμος.

Ῥάβδος ἐκ τῆς ῥίζης.

Τίς οὗτος ὡραῖος ἐξ Ἐδώμ, καὶ τούτου τὸ ἐρύθημα, τῶν ἱματίων ἐξ ἀμπέλου Βοσόρ; ὡραῖος ὅτι Θεός, ὡς βροτὸς δὲ αἵματι, σαρκός, τὴν στολὴν πεφοινιγμένος, ᾧ μελῳδοῦμεν πιστοί· Δόξα τῇ δυνάμει σου Κύριε.

Χριστὸς τῶν μελλόντων ἀγαθῶν, φανεὶς ἀρχιερεὺς ἡμῶν, τὴν ἁμαρτίαν διεσκέδασε, καὶ δείξας ξένην ὁδόν, τῷ ἰδίω αἵματι, εἰς κρείττονα καὶ τελειοτέραν, εἰσέδραμε δὲ σκηνήν, πρόδρομος ἡμῶν εἰς τὰ Ἅγια.

Θεοτοκίον.

Τῆς Εὔας τὴν πάλαι ὀφειλήν, ἀπέτισας Πανύμνητε, τῷ διʼ ἡμᾶς φανέντι νέῳ Ἀδάμ· ἑνώσας γὰρ ἑαυτῷ, ἐξ ἁγνῆς συλλήψεως, σάρκα νοερὰν ἐμψυχωμένην, ἐκ σοῦ προῆλθε Χριστός, εἰς τὸ συναμφότερον Κύριος.

Κανὼν τῆς Θεοτόκου.

Ὄρος σε τῇ χάριτι.

Ἄκουε θαυμάτων οὐρανέ, ἐνωτίζου δὲ ἡ γῆ, ὅτι θυγάτηρ χοϊκοῦ, τοῦ πεπτωκότος μὲν Ἀδάμ, Θεοῦ ἐχρημάτισε, τοῦ ἑαυτῆς Δημιουργοῦ τε λοχεύτρια, εἰς σωτηρίαν ἡμῶν καὶ ἀνάπλασιν.

Ὑμνοῦμεν τὸ μέγα καὶ φρικτόν σου μυστήριον· ὑπερκοσμίους γὰρ λαθών, Ταξιαρχίας ἐπὶ σέ, ὁ Ὢν καταβέβηκεν, ὡς ὑετός, ὁ ἐπὶ πόκον, Πανύμνητε, εἰς σωτηρίαν ἡμῶν καὶ ἀνάπλασιν.

Ἁγίων ἁγία Θεοτόκε Πανύμνητε, ἡ προσδοκία τῶν ἐθνῶν, καὶ σωτηρία τῶν πιστῶν, ἐκ σοῦ ἀνατέταλκεν, ὁ λυτρωτὴς καὶ ζωοδότης καὶ Κύριος, ὃν ἐκδυσώπει σωθῆναι τοὺς δούλους σου.

ᾨδὴ εʹ. Ὁ Εἱρμός.

Ὁ φωτίσας τῇ ἐλλάμψει, τῆς σῆς παρουσίας Χριστέ, καὶ φαιδρύνας τῷ Σταυρῷ σου, τοῦ κόσμου τὰ πέρατα, τὰς καρδίας φώτισον, φωτὶ τῆς σῆς θεογνωσίας, τῶν ὀρθοδόξως ὑμνούντων σε.

Τροπάρια.

Τὸν ποιμένα τῶν προβάτων, τὸν μέγαν καὶ Κύριον, Ἰουδαῖοι διὰ ξύλου σταυροῦ ἐθανάτωσαν· ἀλλʼ αὐτὸς ὡς πρόβατα νεκρούς, ἐν ᾅδῃ τεθαμμένους, κράτους θανάτου ἐῤῥύσατο.

Τῷ Σταυρῷ σου τὴν εἰρήνην, εὐαγγελισάμενος, καὶ κηρύξας αἰχμαλώτοις Σωτήρ μου τὴν ἄφεσιν, τὸν κρατοῦντα ᾔσχυνας, Χριστέ, γυμνὸν ἠπορημένον, δείξας τῇ θείᾳ ἐγέρσει σου.

Θεοτοκίον.

Τὰς αἰτήσεις τῶν πιστῶς αἰτουμένων, Πανύμνητε, μὴ παρίδῃς, ἀλλὰ δέχου, καὶ ταύτας προσάγαγε, τῷ Υἱῷ σου Ἄχραντε Θεῷ, τῷ μόνῳ εὐεργέτῃ· σὲ γὰρ προστάτιν κεκτήμεθα.

Κανὼν Σταυροαναστάσιμος.

Θεὸς ὢν εἰρήνης.

Ὢ πλοῦτος καὶ βάθος, σοφίας Θεοῦ! τοὺς σοφοὺς ὁ δρασσόμενος Κύριος, τῆς τούτων πανουργίας ἐλυτρώσατο ἡμᾶς· παθὼν γὰρ ἑκουσίως, σαρκὸς ἐξ ἀσθενείας, ἐξ ἰδίας ἰσχύος, ζωοποιὸς νεκρὸς ἐγήγερται.

Θεὸς ὢν ἑνοῦται, σαρκὶ διʼ ἡμᾶς, καὶ σταυροῦται καὶ θνῄσκει καὶ θάπτεται, καὶ αὖθις ἐξανίσταται, καὶ ἄνεισι φαιδρῶς, σαρκὶ σὺν τῇ ἰδίᾳ, Χριστὸς πρὸς τὸν Πατέρα, μεθʼ ἧς ἤξει καὶ σώσει, τοὺς εὐσεβῶς αὐτῷ λατρεύοντας.

Θεοτοκίον.

Ἁγίων ἁγία, Παρθένε ἁγνή, τῶν Ἁγίων τὸν Ἅγιον τέτοκας, τὸν πάντας ἁγιάζοντα, Χριστὸν τὸν Λυτρωτήν· διό σε βασιλίδα, καὶ Δέσποιναν ἁπάντων, ὡς Μητέρα τοῦ Κτίστου, τῶν ποιημάτων καταγγέλλομεν.

Κανὼν τῆς Θεοτόκου.

Ὁ φωτίσας τῇ ἐλλάμψει.

Εὐφραίνονται, οὐρανῶν αἱ Δυνάμεις, ὁρῶσαί σε, ἀγάλλονται σὺν αὐταῖς, τῶν βροτῶν τὰ συστήματα· τῷ γὰρ τόκῳ ἥνωνται τῷ σῷ, Παρθένε Θεοτόκε· ὃν ἐπαξίως δοξάζομεν.

Κινείσθωσαν, πᾶσαι γλῶσσαι βροτεῖαι καὶ ἔννοιαι, πρὸς ἔπαινον τοῦ βροτῶν, ἀληθῶς καλλωπίσματος· ἡ Παρθένος πάρεστι σαφῶς, δοξάζουσα τοὺς πίστει, ταύτης ὑμνοῦντας τὰ θαύματα.

Δοξάζεται, ὕμνος ἅπας σοφῶν καὶ ἐγκώμιον, τῇ Παρθένῳ καὶ Μητρί, τοῦ Θεοῦ προσφερόμενος· τῆς γὰρ δόξης γέγονεν, αὕτη ναὸς τῆς ὑπερθέου· ἣν ἐπαξίως δοξάζομεν.

ᾨδὴ Ϛʹ. Ὁ Εἱρμός.

Ἐκύκλωσεν ἡμᾶς ἐσχάτη ἄβυσσος, οὔκ ἐστιν ὁ ῥυόμενος, ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς, σῶσον τὸν λαόν σου ὁ Θεὸς ἡμῶν· σὺ γὰρ ἰσχύς, τῶν ἀσθενούντων καὶ ἐπανόρθωσις.

Τροπάρια.

Τῷ πταίσματι τοῦ πρωτοπλάστου Κύριε, δεινῶς ἐτραυματίσθημεν· τῷ δὲ μώλωπι ἰάθημεν τῷ σῷ, ᾧ ὑπὲρ ἡμῶν ἐτραυματίσθης Χριστέ· σὺ γὰρ ἰσχὺς τῶν ἀσθενούντων, καὶ ἐπανόρθωσις.

Ἀνήγαγες ἡμᾶς ἐξ ᾅδου Κύριε, τὸ κῆτος χειρωσάμενος, τὸ παμφάγον Παντοδύναμε, τῷ σῷ κράτει καθελὼν αὐτοῦ τὴν δύναμιν· σὺ γὰρ ζωὴ καὶ φῶς ὑπάρχεις, καὶ ἡ ἀνάστασις.

Θεοτοκίον.

Εὐφραίνονται ἐν σοί, Παρθένε ἄχραντε, τοῦ γένους οἱ προπάτορες, τὴν Ἐδὲμ ἀπολαβόντες διὰ σοῦ, ἣν ἐκ παραβάσεως ἀπώλεσαν· σὺ γὰρ ἁγνή, καὶ πρὸ τοῦ τόκου, καὶ μετὰ γέννησιν.

Κανὼν Σταυροαναστάσιμος.

Σπλάγχνων Ἰωνᾶν.

Νοῦς ὢν ἀπαθής, καὶ ἄϋλος μίγνυται, Χριστὸς ὁ Θεός, τῷ ἀνθρωπίνῳ νοϊ, μεσιτεύοντι, θείᾳ φύσει σαρκός τε παχύτητι, καὶ ὅλῳ μοι, ἀτρέπτως ὅλος ἥνωται, ἵνα σωτηρίαν ὅλῳ μοι, τῷ πεσόντι ὀρέξῃ σταυρούμενος.

Πίπτει πτερνισθείς, Ἀδὰμ καὶ συντρίβεται, ἐλπίδι ψευσθεὶς πάλαι θεώσεως, ἀλλʼ ἀνίσταται, τῇ ἑνώσει τοῦ Λόγου θεούμενος, καὶ πάθει τὴν ἀπάθειαν κομίζεται, θρόνῳ ὡς Υἱὸς δοξάζεται, συνεδρεύων Πατρί τε, καὶ Πνεύματι.

Θεοτοκίον.

Κόλπων οὐκ ἐκστάς, ἀνάρχου Γεννήτορος, ἐν κόλποις ἁγνῆς Κόρης αὐλίζεται, καὶ καθίσταται, ὁ ἀμήτωρ ἀπάτωρ σαρκούμενος, ὁ τῆς δικαιοσύνης βασιλεύων Θεός· τούτου ἀγενεαλόγητος, ἡ φρικτὴ γενεὰ καὶ ἀπόῤῥητος.

Κανὼν τῆς Θεοτόκου.

Ἐκύκλωσεν ἡμᾶς.

Παρίστανται δουλοπρεπῶς τῷ τόκῳ σου, αἱ τάξεις αἱ οὐράνιαι, ἐκπληττόμεναι ἀξίως τὸ τῆς σῆς ἀσπόρου λοχείας Ἀειπάρθενε· σὺ γὰρ ἁγνὴ καὶ πρὸ τοῦ τόκου, καὶ μετὰ γέννησιν.

Σεσάρκωται ὁ πρὶν ὑπάρχων ἄσαρκος, ὁ Λόγος ἐκ σοῦ Πάναγνε, ὁ τὰ σύμπαντα βουλήματι ποιῶν, ὁ τῶν Ἀσωμάτων τὰ στρατεύματα, παραγαγὼν ἐκ τοῦ μὴ ὄντος, ὡς παντοδύναμος.

Νενέκρωται ἐχθρὸς τῷ ζωηφόρῳ σου, καρπῷ θεοχαρίτωτε, καὶ πεπάτηται ὁ ᾅδης προφανῶς, καὶ οἱ ἐν δεσμοῖς ἠλευθερώθημεν· διὸ βοῶ· Τὰ πάθη λῦσον, τὰ τῆς καρδίας μου.

Κοντάκιον. Ὅταν ἔλθῃς ὁ Θεός.

Ἐξανέστης ὡς Θεός, ἐκ τοῦ τάφου ἐν δόξῃ, καὶ κόσμον συνανέστησας, καὶ ἡ φύσις τῶν βροτῶν ὡς Θεόν σε ἀνύμνησε, καὶ θάνατος ἠφάνισται, καὶ ὁ Ἀδὰμ χορεύει, Δέσποτα, καὶ ἡ Εὔα νῦν ἐκ τῶν δεσμῶν λυτρουμένη, χαίρει κράζουσα· Σὺ εἶ ὁ πᾶσι παρέχων, Χριστὲ τὴν ἀνάστασιν.

Ὁ Οἶκος.

Τὸν ἀναστάντα τριήμερον ἀνυμνήσωμεν, ὡς Θεὸν παντοδύναμον, καὶ πύλας τοῦ ᾅδου συντρίψαντα, καὶ τοὺς ἀπʼ αἰῶνος ἐκ τάφου ἐγείραντα, Μυροφόροις ὀφθέντα καθὼς ηὐδόκησε, πρώταις ταύταις τό, Χαίρετε, φήσας· καὶ Ἀποστόλοις χαρὰν μηνύων, ὡς μόνος ζωοδότης. Ὅθεν πίστει αἱ γυναῖκες, Μαθηταῖς σύμβολα νίκης εὐαγγελίζονται, καὶ ᾅδης στενάζει, καὶ θάνατος ὀδύρεται, καὶ κόσμος ἀγάλλεται, καὶ πάντες συγχαίρουσι· Σὺ γὰρ παρέσχες πᾶσι, Χριστὲ τὴν ἀνάστασιν.

ᾨδὴ ζʹ. Ὁ Εἱρμός.

Σὲ νοητήν, Θεοτόκε κάμινον, κατανοοῦμεν οἱ πιστοί· ὡς γὰρ παῖδας ἔσωσε τρεῖς, ὁ ὑπερυψούμενος, ὅλον με τὸν ἄνθρωπον, ἐν τῇ γαστρί σου ἀνέπλασεν, ὁ αἰνετὸς τῶν πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

Τροπάρια.

Ἔφριξε γῆ, ἀπεστράφη ἥλιος, καὶ συνεσκότασε τὸ φῶς, διεῤῥάγη τὸ τοῦ Ναοῦ θεῖον καταπέτασμα, πέτραι δὲ ἐσχίσθησαν· διὰ Σταυροῦ γὰρ ᾖρται ὁ δίκαιος, ὁ αἰνετός τῶν πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

Σὺ γεγονώς, ὡσεὶ ἀβοήθητος, καὶ τραυματίας ἐν νεκροῖς, ἑκουσίως τὸ καθʼ ἡμᾶς, ὁ ὑπερυψούμενος, πάντας ἠλευθέρωσας, καὶ κραταιᾷ χειρὶ συνανέστησας, ὁ αἰνετός τῶν πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

Θεοτοκίον.

Χαῖρε πηγή, ἀειζώου νάματος· Χαῖρε Παράδεισε τρυφῆς· Χαῖρε τεῖχος τὸ τῶν πιστῶν· Χαῖρε Ἀπειρόγαμε· Χαῖρε ἡ παγκόσμιος χαρά, διʼ ἧς ἡμῖν ἐξανέτειλεν, ὁ αἰνετός τῶν πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

Κανὼν Σταυροαναστάσιμος.

Οἱ Παῖδες εὐσεβείᾳ.

Πάλαι μὲν κατηράθη, τῷ τοῦ Ἄβελ, φοινιχθεῖσα αἵματι, ἀδελφοκτόνῳ γῆ χειρί, θεοῤῥύτῳ δέ σου αἵματι, εὐλογεῖται ῥαντισθεῖσα, καὶ σκιρτῶσα βοᾷ· Ὁ τῶν πατέρων Θεὸς εὐλογητὸς εἶ.

Θρηνείτω Ἰουδαίων, ὁ ἀντίθεος λαός, τὸ τόλμημα τῆς ἀναιρέσεως Χριστοῦ· τὰ δὲ ἔθνη εὐφραινέσθωσαν, καὶ κροτείτωσαν τὰς χεῖρας, καὶ βοάτωσαν· Ὁ τῶν πατέρων Θεὸς εὐλογητὸς εἶ.

Ἰδοὺ ταῖς Μυροφόροις, ἐξαστράπτων, ἀνεβόα Ἄγγελος· Τῆς ἀναστάσεως Χριστοῦ, δεῦτε ἴδετε τὰ σύμβολα, τὰς σινδόνας, καὶ τὸν τάφον, καὶ βοήσατε· Ὁ τῶν πατέρων Θεὸς εὐλογητὸς εἶ.

Κανὼν τῆς Θεοτόκου.

Σὲ νοητήν.

Σὲ Ἰακώβ, Θεοτόκε κλίμακα, προφητικῶς κατανοεῖ· διὰ σοῦ γὰρ ἐπὶ τῆς γῆς, ὁ ὑπερυψούμενος, ὤφθη τοῖς ἀνθρώποις τε, συνανεστράφη ὡς ηὐδόκησεν, ὁ αἰνετὸς τῶν πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

Χαῖρε Σεμνή, τοῦ Ἀδὰμ τὸ κώδιον, ἐκ σοῦ προῆλθεν ὁ Ποιμήν, ἐνδυσάμενος ἀληθῶς, ὁ ὑπερυψούμενος ὅλον με τὸν ἄνθρωπον, διʼ εὐσπλαγχνίαν ἀκατάληπτον, ὁ αἰνετὸς τῶν πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

Νέος Ἀδάμ, ἐξ ἁγνῶν αἱμάτων σου, ὁ προαιώνιος Θεός, ἐχρημάτισεν ἀληθῶς, ὅν περ νῦν ἱκέτευε, τὸν παλαιωθέντα με, ἀνακαινίσαι κραυγάζοντα· Ὁ αἰνετὸς τῶν πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

ᾨδὴ ηʹ. Ὁ Εἱρμός.

Ἐν καμίνῳ Παῖδες Ἰσραήλ, ὡς ἐν χωνευτηρίῳ, τῷ κάλλει τῆς εὐσεβείας, καθαρώτερον χρυσοῦ, ἀπέστιλβον λέγοντες· Εὐλογεῖτε πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Τροπάρια.

Ὁ βουλήσει ἅπαντα ποιῶν, ὁ καὶ μετασκευάζων, ἐκτρέπων σκιὰν θανάτου, εἰς αἰώνιον ζωήν, τῷ πάθει σου Λόγε Θεοῦ, σὲ ἀπαύστως πάντα τὰ ἔργα, ὡς Κύριον ὑμνοῦμεν, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Σὺ καθεῖλες σύντριμμα Χριστέ, καὶ τὴν ταλαιπωρίαν, ἐν πύλαις καὶ ὀχυρώμασι τοῦ ᾅδου, ἀναστὰς ἐκ τάφου τριήμερος. Σὲ ἀπαύστως πάντα τὰ ἔργα, ὡς Κύριον ὑμνοῦσι, καὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.

Τὴν ἀσπόρως καὶ ὑπερφυῶς, ἐξ ἀστραπῆς τῆς θείας, τεκοῦσαν τὸν μαργαρίτην, τὸν πολύτιμον Χριστόν, ὑμνήσωμεν λέγοντες· Εὐλογεῖτε πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Κανὼν Σταυροαναστάσιμος.

Θαύματος ὑπερφυοῦς.

Δεῦτε λαοὶ προσκυνήσωμεν τὸν τόπον, ἐν ᾧ ἔστησαν ἄχραντοι πόδες, καὶ ἐν ξύλῳ θεῖαι Χριστοῦ παλάμαι ζωοποιαί, ἐξετάθησαν εἰς πάντων σωτηρίαν βροτῶν, καὶ τάφον ζωῆς κυκλοῦντες μέλψωμεν· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας.

Ἤλεγκται τῶν θεοκτόνων Ἰουδαίων, ἡ παράνομος συκοφαντία· ὃν γὰρ πλάνον ἔφησαν, ἐξηγέρθη ὡς δυνατός, μυκτηρίσας τῶν ἀνόμων τὰ σφραγίσματα. Διὸ γεγηθότες ἀναμέλψωμεν· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας.

Τρισὶν ἐν ἁγιασμοῖς θεολογοῦντες, τῆς μιᾶς κυριότητος δόξαν, Σεραφεὶμ τὰ ἄχραντα, μετὰ δέους δουλοπρεπῶς, τρισυπόστατον δοξάζουσι Θεότητα· μεθʼ ὧν καὶ ἡμεῖς εὐσεβοῦντες ἀναμέλψωμεν· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας.

Κανὼν τῆς Θεοτόκου.

Ἐν καμίνῳ Παῖδες.

Τὴν παστάδα τὴν φωτοειδῆ, ἐξ ἧς ὁ τῶν ἁπάντων Δεσπότης, ὥσπερ νυμφίος προελήλυθε Χριστός, ὑμνήσωμεν ἅπαντες, ἐκβοῶντες· Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Χαῖρε θρόνε ἔνδοξε Θεοῦ· πιστῶν χαῖρε τὸ τεῖχος, διʼ ἧς φῶς τοῖς ἐν σκότει, ἐξανέτειλε Χριστός, τοῖς σὲ μακαρίζουσι, καὶ βοῶσι· Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Σωτηρίας αἴτιον ἡμῖν, τὸν Κύριον τεκοῦσα, ἱκέτευε ὑπὲρ πάντων, τῶν βοώντων ἐκτενῶς, Παρθένε πανύμνητε· Εὐλογεῖτε πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θʹ. Ὁ Εἱρμός.

Τύπον τῆς ἁγνῆς λοχείας σου, πυρπολουμένη βάτος ἔδειξεν ἄφλεκτος· καὶ νῦν καθʼ ἡμῶν, τῶν πειρασμῶν ἀγριαίνουσαν, κατασβέσαι αἰτοῦμεν τὴν κάμινον, ἵνα σε Θεοτόκε, ἀκαταπαύστως μεγαλύνωμεν.

Τροπάρια.

Ὢ πῶς ὁ λαὸς ὁ ἄνομος, ὁ ἀπειθὴς καὶ πονηρὰ βουλευσάμενος, τὸν ἀλάστορα καὶ ἀσεβῆ ἐδικαίωσε, τὸν δὲ δίκαιον ξύλῳ κατέκρινε, τὸν Κύριον τῆς δόξης! Ὃν ἐπαξίως μεγαλύνομεν.

Σῶτερ, ὁ ἀμνὸς ὁ ἄμωμος, ὁ τὴν τοῦ κόσμου ἁμαρτίαν ἀράμενος, σὲ δοξάζομεν τὸν ἀναστάντα τριήμερον, σὺν Πατρὶ καὶ τῷ θείῳ σου Πνεύματι, καὶ Κύριον τῆς δόξης, θεολογοῦντες μεγαλύνομεν.

Θεοτοκίον.

Σῶσον τὸν λαόν σου Κύριε, ὅν περ ἐκτήσω τῷ τιμίῳ σου αἵματι, κατʼ ἐχθρῶν ἰσχὺν τῷ βασιλεῖ χαριζόμενος, καὶ ταῖς σαῖς Ἐκκλησίαις Φιλάνθρωπε, βραβεύων τὴν εἰρήνην, τῆς Θεοτόκου ταῖς ἐντεύξεσιν.

Κανὼν Σταυροαναστάσιμος.

Μυστήριον ξένον.

Δεδόξασται τῇ ἀποῤῥήτῳ δυνάμει σου, ὁ Σταυρός σου Κύριε· σοῦ γὰρ τὸ ἀσθενές, ὑπὲρ δύναμιν πᾶσιν ἐδείχθη, διʼ οὗ δυνατοὶ μέν, καταβέβληνται εἰς γῆν, καὶ πτωχοὶ πρὸς οὐρανὸν ἀνακομίζονται.

Νενέκρωται ὁ ἀμειδὴς ἡμῶν θάνατος· ἐκ νεκρῶν ἀνάστασιν, σὺ γὰρ ἐπιφανείς, τοῖς ἐν ᾅδῃ Χριστὲ ἐδωρήσω. Διὸ ὡς ζωήν σε καὶ ἀνάστασιν, καὶ φῶς τὸ ἐνυπόστατον, ὑμνοῦντες μεγαλύνομεν.

Ἡ ἄναρχος φύσις καὶ ἀπεριόριστος, ἐν τρισὶ γνωρίζεται, μόναις θεαρχικαῖς ὑποστάσεσι· μία Θεότης Πατρί, Υἱῷ τε καὶ Πνεύματι, ἐφʼ ᾗ ὁ θεόφρων βασιλεὺς πεποιθὼς σῴζεται.

Κανὼν τῆς Θεοτόκου.

Τύπον τῆς ἁγνῆς.

Ῥίζης ἐκ Δαυῒδ ἐβλάστησας, προφητικῶς Παρθένε τοῦ θεοπάτορος, ἀλλὰ καὶ Δαυΐδ, ὡς ἀληθῶς σὺ ἐδόξασας, ὡς τεκοῦσα τὸν προφητευόμενον, τὸν Κύριον τῆς δόξης, ὃν ἐπαξίως μεγαλύνομεν.

Ἅπας ἐγκωμίων Πάναγνε, νόμος ἡττᾶται τῷ μεγέθει τῆς δόξης σου, ἀλλὰ Δέσποινα παρʼ ἱκετῶν ἀναξίων μέν, ἐξ εὐνοίας δὲ σοὶ προσφερόμενον, προσδέχου Θεοτόκε, μετʼ εὐμενείας τὸ ἐφύμνιον.

Ὢ τῶν ὑπὲρ νοῦν θαυμάτων σου! σὺ γὰρ Παρθένε μόνη ὑπὲρ τὸν ἥλιον, πᾶσι δέδωκας κατανοεῖν τὸ καινότατον, θαῦμα Πάναγνε τῆς σῆς γεννήσεως, τὸ τῆς ἀκαταλήπτου. Διό σε πάντες μεγαλύνομεν.

Ἐξαποστειλάριον λέγομεν τὸ ἐνδιάτακτον Ἑωθινὸν καὶ τὸ Θεοτοκίον αὐτοῦ.

Εἰς τοὺς Αἴνους.

Τό, Πᾶσα πνοή. Ἱστῶμεν δὲ στίχους ηʹ, ψάλλοντες τα δʹ Στιχηρὰ Αναστάσιμα καὶ τὰ ἑξῆς δʹ Ἀνατολικά. Ἐὰν ὅμως τύχῃ ἑορτὴ τῆς Θεοτόκου ἢ δοξολογουμένου Ἁγίου, τότε, μετὰ τὰ δʹ Στιχηρὰ Ἀναστάσιμα, ψάλλομεν δʹ τῆς ἑορτῆς ἢ τοῦ Ἁγίου, καταλιμπάνοντες τὰ δʹ Ἀνατολικά.

Στιχηρὰ Ἀναστάσιμα. Ἦχος αʹ.

Ὑμνοῦμέν σου Χριστέ, τὸ σωτήριον πάθος, καὶ δοξάζομέν σου τὴν ἀνάστασιν.

Ὁ Σταυρὸν ὑπομείνας, καὶ τὸν θάνατον καταργήσας, καὶ ἀναστὰς ἐκ τῶν νεκρῶν, εἰρήνευσον ἡμῶν τὴν ζωὴν Κύριε, ὡς μόνος παντοδύναμος.

Ὁ τὸν ᾅδην σκυλεύσας, καὶ τὸν ἄνθρωπον ἀναστήσας, τῇ ἀναστάσει σου Χριστέ, ἀξίωσον ἡμᾶς ἐν καθαρᾷ καρδίᾳ, ὑμνεῖν καὶ δοξάζειν σε.

Τὴν θεοπρεπῆ σου συγκατάβασιν δοξάζοντες, ὑμνοῦμέν σε Χριστέ· ἐτέχθης ἐκ Παρθένου, καὶ ἀχώριστος ὑπῆρχες τῷ Πατρί· ἔπαθες ὡς ἄνθρωπος, καὶ ἑκουσίως ὑπέμεινας Σταυρόν· ἀνέστης ἐκ τοῦ τάφου, ὡς ἐκ παστάδος προελθών, ἵνα σώσῃς τὸν κόσμον· Κύριε δόξα σοι.

Ἕτερα Στιχηρὰ Ἀνατολικά.

Ὅτε προσηλώθης τῷ ξύλῳ τοῦ Σταυροῦ, τότε ἐνεκρώθη τὸ κράτος του ἐχθροῦ· ἡ κτίσις ἐσαλεύθη τῷ φόβῳ σου, καὶ ὁ ᾅδης ἐσκυλεύθη τῷ κράτει σου· τοὺς νεκρούς ἐκ τῶν τάφων ἀνέστησας, καὶ τῷ λῃστῇ τὸν Παράδεισον ἤνοιξας· Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Ὀδυρόμεναι μετὰ σπουδῆς, τὸ μνῆμά σου κατέλαβον αἱ τίμιαι γυναῖκες· εὑροῦσαι δὲ τὸν τάφον ἀνεῳγμένον, καὶ μαθοῦσαι παρὰ τοῦ Ἀγγέλου, τὸ καινὸν καὶ παράδοξον θαῦμα, ἀπήγγειλαν τοῖς Ἀποστόλοις, ὅτι ἀνέστη ὁ Κύριος, δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Τὴν τῶν παθῶν θείαν μωλώπωσιν, σοῦ προσκυνοῦμεν, Χριστὲ ὁ Θεός, καὶ τὴν ἐν τῇ Σιὼν δεσποτικὴν ἱερουργίαν, τὴν ἐν τέλει τῶν αἰώνων θεοφανῶς γεγενημένην· τοὺς γὰρ ἐν σκότει καθεύδοντας, ὁ Ἥλιος ἐφώτισας τῆς δικαιοσύνης, πρὸς ἀνέσπερον χειραγωγῶν ἔλλαμψιν· Κύριε δόξα σοι.

Τὸ φιλοτάραχον γένος τῶν Ἰουδαίων, ἐνωτίσασθε· Ποῦ εἰσιν οἱ Πιλάτῳ προσελθόντες; εἴπωσιν οἱ φυλάσσοντες στρατιῶται· ποῦ εἰσιν αἱ σφραγῖδες τοῦ μνήματος; ποῦ μετετέθη ὁ ταφείς; ποῦ ἐπράθη ὁ ἄπρατος; πῶς ἐσυλήθη ὁ θησαυρός; τί συκοφαντεῖτε τὴν ἔγερσιν τοῦ σταυρωθέντος, παράνομοι Ἰουδαῖοι; Ἀνέστη ὁ ἐν νεκροῖς ἐλεύθερος, καὶ παρέχει τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Δόξα. Τὸ Ἑωθινὸν τῆς Κυριακῆς.

Καὶ νῦν. Θεοτοκίον.

Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε· διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾅδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεις ἐζωοποιήθημεν· διὸ ἀνυμνοῦντες βοῶμεν· Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας δόξα σοι.

Εἶτα, Δοξολογία μεγάλη, καὶ μετʼ αὐτὴν τὸ ἑπόμενον τροπάριον.

Ἦχος δʹ.

Σήμερον σωτηρία τῷ κόσμῳ γέγονεν. ᾌσωμεν τῷ ἀναστάντι ἐκ τάφου καὶ ἀρχηγῷ τῆς ζωῆς ἡμῶν· καθελὼν γὰρ τῷ θανάτῳ τὸν θάνατον, τὸ νῖκος ἔδωκεν ἡμῖν, καὶ τὸ μέγα ἔλεος.

__________

ΕΝ Τῌ ΛΕΙΤΟΥΡΓΙᾼ

Τὰ Τυπικά, καὶ οἱ Μακαρισμοί.

Ἦχος αʹ.

Διὰ βρώσεως ἐξήγαγε, τοῦ Παραδείσου ὁ ἐχθρὸς τὸν Ἀδάμ, διὰ Σταυροῦ δὲ τὸν λῃστήν, ἀντεισήγαγε Χριστὸς ἐν αὐτῷ. Μνήσθητί μου κράζοντα, ὅταν ἔλθῃς ἐν τῇ Βασιλείᾳ σου.

Προσκυνῶ σου τὰ παθήματα, δοξολογῶ καὶ τὴν ἀνάστασιν, σὺν τῷ Ἀδὰμ καὶ τῷ λῃστῇ, μετὰ φωνῆς ἀναβοῶ σοι λαμπρᾶς· Μνήσθητί μου Κύριε, ὅταν ἔλθῃς ἐν τῇ Βασιλείᾳ σου.

Ἐσταυρώθης ἀναμάρτητε, καὶ ἐν μνημείῳ κατετέθης ἑκών, ἀλλʼ ἐξανέστης ὡς Θεός, συνεγείρας ἑαυτῷ τὸν Ἀδάμ. Μνήσθητί μου κράζοντα, ὅταν ἔλθῃς ἐν τῇ Βασιλεία σου.

Τὸν ναόν σου τὸν τοῦ σώματος, τῇ τριημέρῳ ἀναστήσας ταφῇ, σὺν τῷ Ἀδὰμ καὶ τοὺς ἐξ Ἀδάμ, ἐξανέστησας Χριστὲ ὁ Θεός. Μνήσθητί μου κράζοντας, ὅταν ἔλθῃς ἐν τῇ Βασιλείᾳ σου.

Μυροφόροι ἦλθον κλαίουσαι, ἐπὶ τὸ μνῆμά σου Χριστὲ ὁ Θεός, λίαν πρωΐ, καὶ ἐν λευκοῖς, εὗρον Ἄγγελον καθήμενον, Τί ζητεῖτε; κράζοντα, ἐξανέστη Χριστός, μὴ θρηνεῖτε λοιπόν.

Οἱ Ἀπόστολοί σου Κύριε, ἐπὶ τὸ ὄρος, οὗ ἐτάξω αὐτοῖς, παραγενόμενοι Σωτήρ, σὲ ἰδόντες προσεκύνησαν, οὓς καὶ ἐξαπέστειλας, εἰς τὰ ἔθνη διδάσκειν, καὶ βαπτίζειν αὐτούς.

Δόξα.

Τὸν Πατέρα προσκυνήσωμεν, καὶ τὸν Υἱὸν δοξολογήσωμεν, καὶ τὸ Πανάγιον ὁμοῦ, πάντες Πνεῦμα ἀνυμνήσωμεν, κράζοντες καὶ λέγοντες· Παναγία Τριάς, σῶσον πάντας ἡμᾶς.

Καὶ νῦν. Θεοτοκίον.

Τὴν Μητέρα σου προσάγει σοι, εἰς ἱκεσίαν ὁ λαός σου Χριστέ· ταῖς παρακλήσεσιν αὐτῆς, τοὺς οἰκτιρμούς σου δὸς ἡμῖν Ἀγαθέ, ἵνα σε δοξάζωμεν, τὸν ἐκ τάφου ἡμῖν ἀνατείλαντα.