×

Τῌ ΠΕΜΠΤῌ ΕΣΠΕΡΑΣ

Εἰς τό, Κύριε, ἐκέκραξα, Προσόμοια.

Στιχηρὰ Σταυρώσιμα.

Ἦχος αʹ. Τῶν οὐρανίων ταγμάτων.

Ξύλῳ τὸ πρὶν ὁ Προπάτωρ, θανάτου γεύεται, ξύλῳ δὲ νῦν τιμίῳ, πᾶς πιστὸς ἐκλυτροῦται, θανάτου καταδίκης, πᾶσα πνοή, ἀνυμνοῦντες δοξάσωμεν, τὸν σταυρωθέντα βουλήσει ὑπὲρ ἡμῶν, καὶ φωτίσαντα τὰ πέρατα.

Πεπωρωμένος καρδίαν, καὶ λογισμοῖς πονηροῖς, ἀπεγνωσμένος ὅλος, καὶ κατακεκριμένος, ὑπάρχων ἐκβοῶ σοι· Λόγε Θεοῦ, τὰ κρυφῆ μοι ἐγκλήματα, καὶ τὰς ἀτάκτους κινήσεις τῶν λογισμῶν, καταπράϋνον ὡς εὔσπλαγχνος.

Ἐν τῷ Σταυρῷ σου Οἰκτίρμον, Χριστὲ καυχώμεθα, καὶ ἐν αὐτῷ τὴν πλάνην, τοῦ ἐχθροῦ ἐκπορθοῦντες, ὑμνοῦμέν σε ἀπαύστως, ὅτι ἡμῶν, τὸ σωτήριον Εὔσπλαγχνε, τῆς γῆς ἐν μέσῳ εἰργάσω ὡς ἀγαθός, ἑκουσίως ὑψωθεὶς ἐν αὐτῷ.

Ἕτερα Στιχηρά. Τῆς Θεοτόκου. Ὅμοια.

Σὲ σωτηρίαν μου πάντοτε, ἐπιγράφομαι, ἐν σοὶ θαῤῥῶ σωθῆναι, παναγία Παρθένε, ἐκ πάσης οὖν με βλάβης, φθορᾶς καὶ παθῶν, ἀνελπίστου κακίας τε, καὶ ἐξαιρέτως ἐκ γνώμης ἀνηλεοῦς, φιλαργύρου τε ἐξάρπασον.

Ἐπικαλοῦμαί σε πάλιν, Παρθένε Δέσποινα, κατὰ τοῦ πάθους τούτου, τῆς φιλοχρηματίας· καὶ γὰρ θηρὸς ἀγρίου αὐτῆς τὰς ὁρμάς, ἀληθῶς πλέον δέδοικα· φιλαργυρίᾳ γὰρ πράγμασι καὶ μικροῖς, φειδομένοις τούτων κρίνεται.

Ἱλαρωτάτῃ προθέσει, καὶ διαθέσει χρηστῇ, πρὸς τοὺς πτωχοὺς καὶ ξένους, καὶ πενήτων τὰ πλήθη, ὁρᾷν με καθʼ ἑκάστην, ἰσχὺν κραταιάν, Θεοτόκε χορήγησον, ἀκτημοσύνην ἀσπάσασθαι τῷ Θεῷ, οἰκειῶσαι δυναμένην με.

Δόξα· καὶ νῦν. Σταυροθεοτοκίον. Ὅμοιον.

Ἀναρτηθέντα ὡς εἶδεν, ἐπὶ Σταυροῦ τὸν Ἀμνόν, ἡ ἄμωμος Παρθένος, θρηνῳδοῦσα ἐβόα· Γλυκύτατον μου Τέκνον, τί τὸ καινόν, καὶ παράδοξον θέαμα; πῶς ὁ κατέχων τὰ πάντα ἐν τῇ δρακί, ἐπὶ ξύλου προσηλώθης σαρκί;

Προκείμενον. Ἦχος πλ. βʹ.

Ἡ βοήθειά μου παρὰ Κυρίου, τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν.

Στίχ. Ἦρα τοὺς ὀφθαλμούς μου εἰς τὰ ὄρη, ὅθεν ἥξει ἡ βοήθειά μου.

Εἰς τὸν Στίχον.

Ἀπόστιχα Στιχηρά. Ἦχος αʹ. Σταυρώσιμα.

Σταυρὸς κατεπάγη ἐν Κρανίῳ, καὶ ἤνθησεν ἡμῖν ἀθανασίαν, ἐκ πηγῆς ἀενάου, τῆς πλευρᾶς τοῦ Σωτῆρος.

Στίχ. Πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς μου τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Ἰδοὺ ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν Κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς Κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς.

Ἄῤῥηκτον τεῖχος ἡμῖν ἐστιν, ὁ τίμιος Σταυρὸς ὁ τοῦ Σωτῆρος· ἐν αὐτῷ γὰρ πεποιθότες, σῳζόμεθα πάντες.

Στίχ. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως, ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν. Τὸ ὄνειδος τοῖς εὐθηνοῦσι, καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις.

Μαρτυρικόν.

Τῇ πρεσβείᾳ Κύριε, πάντων τῶν Ἁγίων, καὶ τῆς Θεοτόκου, τὴν σὴν εἰρήνην δὸς ἡμῖν, καὶ ἐλέησον ἡμᾶς, ὡς μόνος οἰκτίρμων.

Δόξα· καὶ νῦν. Σταυροθεοτοκίον. Πανεύφημοι μάρτυρες.

Τὴν γεῦσιν τὴν πάλαι τοῦ Ἀδάμ, τὴν πικρὰν ἐγλύκανας, χολὴν καὶ ὄξος γευσάμενος, τέκνον γλυκύτατον, ὑψωθεὶς ἐν ξύλῳ, ὡς κριτὸς ὁ δίκαιος· διό με φαρμαχθεῖσαν τῷ πάθει σου, γλύκανον Δέσποτα, ἀναστὰς ὡς παντοδύναμος, ἡ Παρθένος ἔλεγε δακρύουσα.

__________

Τῌ ΠΑΡΑΣΚΕΥῌ ΠΡΩΪ

ΕΝ Τῼ ΟΡΘΡῼ

Μετὰ τὴν αʹ Στιχολογίαν, Καθίσματα. Σταυρώσιμα.

Ἦχος αʹ.

Σῶσον, Κύριε, τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων διὰ τοῦ Σταυροῦ σου πολίτευμα.

Σταυρωθέντος σου Χριστέ, ἀνῃρέθη ἡ τυραννίς, ἐπατήθη ἡ δύναμις τοῦ ἐχθροῦ· οὔτε γὰρ Ἄγγελος, οὐκ ἄνθρωπος, ἀλλʼ αὐτὸς ὁ Κύριος ἔσωσας ἡμᾶς. Δόξα σοι.

Δόξα· καὶ νῦν. Σταυροθεοτοκίον. Τὸν τάφον σου Σωτήρ.

Σταυρῷ σου τοὺς ἐχθρούς, τροπωσάμενος Σῶτερ, διάλυσον αὐτῶν, τὰς αἱρέσεις ὡς κόνιν, τὸ κέρας δὲ ἀνύψωσον, τῆς σεπτῆς Ἐκκλησίας σου, στῆσον, Κύριε, τὴν καθʼ ἡμῶν τούτων ζάλην, καὶ εἰρήνευσον, τῶν Ὀρθοδόξων τὰ πλήθη, εὐχαῖς τῆς Τεκούσης σε.

Μετὰ τὴν βʹ Στιχολογίαν, ἕτερα Καθίσματα. Σταυρώσιμα.

Τοῦ λίθου σφραγισθέντος.

Τοῦ Σταυροῦ σου τὸ ξύλον προσκυνοῦμεν Φιλάνθρωπε, ὅτι ἐν αὐτῷ προσηλώθης ἡ ζωὴ τῶν ἁπάντων· Παράδεισον ἠνέῳξας Σωτήρ, τῷ πίστει προσελθόντι σοι Ληστῇ· καὶ τρυφῆς κατηξιώθη, ὁμολογῶν σοι, Μνήσθητί μου Κύριε. Δέξαι ὥσπερ ἐκεῖνον καὶ ἡμᾶς, κραυγάζοντας· Ἡμάρτομεν, πάντες τῇ εὐσπλαγχνίᾳ σου, μὴ ὑπερίδῃς ἡμᾶς.

Τὸν τάφον σου Σωτήρ.

Τὸ ὅπλον τοῦ Σταυροῦ, ἐν πολέμοις ἐδείχθη, ποτὲ τῷ εὐσεβεῖ, Βασιλεῖ Κωνσταντίνῳ, ἀήττητον τρόπαιον, κατʼ ἐχθρῶν διὰ πίστεως. Τοῦτο τρέμουσιν, αἱ ἐναντίαι δυνάμεις. Τοῦτο γέγονε, καὶ τῶν πιστῶν σωτηρία, καὶ Παύλου τὸ καύχημα.

Δόξα· καὶ νῦν. Σταυροθεοτοκίον. Ὅμοιον.

Ὁρῶσά σε νεκρόν, καὶ γυμνὸν ἐπὶ ξύλου, τιτρώσκομαι δεινῶς, καὶ δονοῦμαι τὰ σπλάγχνα, Υἱέ μου ὑπεράγαθε, καὶ Θεὲ παντοδύναμε, ἡ πανάμωμος, ἐν στεναγμοῖς ἀνεβόα· ἣν ὑμνήσωμεν, ὡς τοῦ Κυρίου Μητέρα, καὶ πίστει δοξάσωμεν.

Μετὰ τὴν γʹ Στιχολογίαν, ἕτερα Καθίσματα.

Σταυρώσιμον. Τὸν τάφον σου Σωτήρ.

Σταυρῷ προσηλωθείς, ἑκουσίως Οἰκτίρμον, ἐθέωσας ἡμῶν, τὴν φθαρεῖσαν οὐσίαν, καὶ τὸν ἀνθρωπόλεθρον, ἐθανάτωσας δράκοντα, ἀλλὰ στήριξον, ὀρθοδοξίᾳ τὸν κόσμον καὶ κατάβαλε, αἱρετικῶν τὰς ἐπάρσεις, Σταυρῷ τῷ τιμίῳ σου.

Μαρτυρικόν.

Ἀθλήσεως καύχημα, καὶ στεφάνων ἀξίωμα, οἱ ἔνδοξοι Ἀθλοφόροι, περιβέβληνταί σε Κύριε· καρτερίᾳ γὰρ αἰκισμῶν, τοὺς ἀνόμους ἐτροπώσαντο, καὶ δυνάμει θεϊκῇ, ἐξ οὐρανοῦ τὴν νίκην ἐδέξαντο. Αὐτῶν ταῖς ἱκεσίαις, ἐλευθέρωσον τοῦ ἀοράτου ἐχθροῦ Σωτήρ, καὶ σῶσόν με.

Δόξα· καὶ νῦν. Σταυροθεοτοκίον. Τὸν τάφον σου Σωτήρ.

Ἡ ἄσπιλος Ἀμνάς, τὸν Ἀμνὸν καὶ Ποιμένα, κρεμάμενον νεκρόν, ἐπὶ ξύλου ὁρῶσα, ἐν δάκρυσιν ἐκραύγαζε, μητρικῶς ἀλαλάζουσα. Πῶς ὑμνήσω σου, τὴν ὑπὲρ λόγον, Υἱέ μου, συγκατάβασιν, καὶ τὰ ἑκούσια πάθη, Θεὲ ὑπεράγαθε;

Κανὼν Σταυρώσιμος, οὗ ἡ ἀκροστιχις, ἄνευ τῶν Θεοτοκίων·

Πάθο(ς τὸ σ)επτὸν αἰνέσω τοῦ Δεσπότου. Ὁ Ἰωσήφ.

Ποίημα τοῦ κυρίου Ἰωσήφ.

Ἦχος αʹ. ᾨδὴ αʹ. Ὁ Εἱρμός.

Τῷ βοηθήσαντι Θεῷ, ἐν Αἰγύπτῳ τῷ Μωσῇ, καὶ διʼ αὐτοῦ τὸν Φαραώ, πανστρατιᾷ βυθίσαντι, ἐπινίκιον ᾠδὴν ᾄσωμεν. Ὅτι δεδόξασται.

Τροπάρια.

Παθεῖν ἠνέσχου διʼ ἡμᾶς, ὁ τῇ φύσει ἀπαθής, καὶ σταυρωθεὶς μετὰ λῃστῶν, τὸν ἀρχέκακον ἐχθρόν, ἐθανάτωσας Λόγε καὶ ἔσωσας, τοὺς ἀνυμνοῦντάς σε.

Ἀνατολὴ ἀνατολῶν, χρηματίζων πρὸς δυσμάς, τῆς ἀπωσμένης Ἰησοῦ, ἦλθες φύσεως ἡμῶν, ὃν ὁ ἥλιος βλέπων κρεμάμενον, τὸ φῶς συνέστειλεν.

Μαρτυρικά.

Θάνατον πρόξενον ζωῆς, αἰωνίου Ἀθληταί, ἀνταλλαξάμενοι καλῶς, βασιλείας οὐρανῶν ἠξιώθητε· ὅθεν δοξάζεσθε, καὶ μακαρίζεσθε.

Οἱ τὰ παθήματα Χριστοῦ, μιμησάμενοι καλῶς, πάθη ἰᾶσθε τῶν βροτῶν, χειρουργίᾳ μυστικῇ, καὶ διώκετε λόγῳ τὰ πνεύματα, ἅγιοι Μάρτυρες.

Σταυροθεοτοκίον.

Ὥσπερ ἀμνὸν ἐπὶ Σταυροῦ, καθορῶσα ἡ Ἀμνάς, ἀναρτηθέντα τὸν Χριστόν, ἀλαλάζει καὶ βοᾷ· Ποῦ σου ἔδυ τὸ κάλλος μακρόθυμε, Υἱὲ προάναρχε;

Κανὼν τῆς Θεοτόκου.

Ποίημα Ἰωάννου τοῦ Δαμασκηνοῦ.

Εἱρμὸς ὁ αὐτός.

Ἐν τῷ πελάγει τῶν δεινῶν, καὶ τῇ ζάλῃ τῶν παθῶν, κλυδωνιζόμενος ἐγώ, τὴν σὴν ἄχραντε Σεμνή, ἐπικαλοῦμαι γαλήνην, διάσωσόν με· λιμὴν γὰρ εἶ τῶν πιστῶν.

Προκαθαρθεῖσα τὴν ψυχήν, θείου Πνεύματος φωτί, ὅλον ἐδέξω ἐν γαστρί, τὸ ἀπαύγασμα Πατρός, διὸ τὸν ζόφον μου λῦσον τοῦ πταίσματος, Παρθένε ἄχραντε.

Σὲ τὴν οὐράνιον σκηνήν, καὶ ἁγίαν κιβωτόν, ἐν ᾗ τὸν οἶκον ἑαυτοῦ, ᾠκοδόμησε Χριστός, καὶ ἱλαστήριον ἔδειξεν εἰς σωτηρίαν, ἡμῶν μεγαλύνομεν.

Σὺ εἶ τοῦ γένους τῶν βροτῶν, ἀσφαλὴς καταφυγή, τεῖχος καὶ σκέπη καὶ λιμήν, καὶ προστάτις κραταιά, ἐν μοχθηροῖς τοῦ βίου πανύμνητε, Θεογεννήτρια.

ᾨδὴ γʹ. Ὁ Εἱρμός.

Στερεωθήτω ἡ καρδία μου, εἰς τὸ θέλημά σου Χριστὲ ὁ Θεός, ὁ ἐφʼ ὑδάτων οὐρανόν, στερέωσας τὸν δεύτερον, καὶ ἑδράσας ἐν τοῖς ὕδασι, τὴν γῆν Παντοδύναμε.

Τροπάρια.

Ἐπὶ Σταυροῦ παλάμας ἥπλωσας, καὶ δακτύλους θείους ᾑμάτωσας, ἔργον χειρῶν σου τὸν Ἀδάμ, φονικῆς χειρὸς Δέσποτα, ἐκλυτρούμενος, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος.

Πλευρὰν ἐνύγης λόγχῃ Δέσποτα, ἀνορθῶν πλευρᾶς τὸ ὀλίσθημα, ξύλῳ ὑψώθης τὸν ποτέ, ναυαγήσαντα ξύλου καρπῷ, πρὸς Παράδεισον εἰσάγων, σὺν Λῃστῇ τῷ εὐγνώμονι.

Μαρτυρικά.

Τῆς Ἐκκλησίας τὰ στηρίγματα, τὰ τῆς εὐσεβείας προπύργια, τοὺς καθαιρέτας τοῦ ἐχθροῦ, τοῦ Κυρίου τοὺς Μάρτυρας, διανοίᾳ καθαρᾷ, μελῳδικῶς ἀνυμνήσωμεν.

Οἷά περ θεῖα ὄντες κλήματα, νοητῆς ἀμπέλου οἱ Μάρτυρες, βότρυας ἤνεγκαν σαφῶς, καρτερίας προχέοντες οἶνον, πάντων τὰς καρδίας, τῶν πιστῶν κατευφραίνοντα.

Σταυροθεοτοκίον.

Εὐλογημένος τῆς κοιλίας σου, ὁ καρπὸς Παρθένε πανύμνητε, ὁ τοὺς φθαρέντας τῷ καρπῷ, διὰ ξύλου Σταυροῦ αὐτοῦ, ἀφθαρσίας καταστήσας, κοινωνοὺς θείᾳ χάριτι.

Κανὼν τῆς Θεοτόκου. Στερέωσον Κύριε.

Ἐν τῷ φωτὶ Δέσποινα, τῷ τοῦ Υἱοῦ σου, τὸ ζοφῶδες τῶν ἐμῶν ἀγνοημάτων, μετὰ δακρύων σοῦ δέομαι, διασκέδασον τῇ σῇ πρεσβείᾳ.

Ὡς ἔχουσα Πανάχραντε, θαυμάτων ἄβυσσον, καὶ πηγὴν ἰαμάτων, ταῖς πρεσβείαις σου ἀπόσμηξον, πάντα ῥύπον τῆς ἐμῆς ψυχῆς, τὸν ἐξ ἁμαρτίας.

Τὸν ἄῤῥητον τόκον σου, εὐλογημένη προσκυνοῦμεν, εἰς πρεσβείαν σε καλοῦντες, δυσώπησον Ἁγνὴ πάσης ἀνάγκης λυτρωθῆναι, τοὺς σὲ ἀνυμνοῦντας.

Ἐλπίδων σε πλήρωμα, καὶ θείαν σκέπην, προστασίαν, καὶ ἡμέραν σωτηρίας, κεκτήμεθα, Μήτηρ τοῦ Λόγου, λάμψον ἡμῖν φῶς τῆς μετανοίας.

ᾨδὴ δʹ. Ὁ Εἱρμός.

Εἰσακήκοα Κύριε, τὴν ἀκοὴν τῆς σῆς οἰκονομίας, καὶ ἐδόξασά σε μόνε φιλάνθρωπε.

Τροπάρια.

Νομοθέτης ὢν δίκαιος, μετὰ ἀνόμων κατελογίσθης, ἐπὶ ξύλου ἀναρτώμενος, εὐεργέτα Κύριε, πάντας δικαιῶσαι βουλόμενος.

Αἱ δυνάμεις ἐξέστησαν, αἱ τῶν Ἀγγέλων, ἐπὶ Σταυροῦ σε, θεασάμεναι ὑψούμενον, καὶ τοῦ σκότους Ἥλιε, τὰς ἀρχὰς δυνάμει τροπούμενον.

Μαρτυρικά.

Ἰαμάτων χαρίσματα, ἐκ τῶν τοῦ Πνεύματος χαρισμάτων, ἀπαντλήσαντες οἱ μάρτυρες, πάντων ἀναπαύουσι, πάθη ψυχοφθόρα ἐν χάριτι.

Νυσταγμὸν ἀπωσάμενοι, τῆς ἀμελείας οἱ ἀθλοφόροι, ἐγρηγόρσει θείας πίστεως, τῶν θηρῶν ἐκοίμισαν τὰς ὁρμάς, καὶ χαίροντες ἤθλησαν.

Σταυροθεοτοκίον.

Οἴμοι τέκνον! Πῶς βλέψω σε, ἐπὶ τοῦ ξύλου ἀνηρτημένον, καὶ ἀδίκως θανατούμενον, τὸν ζωὴν παρέχοντα; Ἡ Παρθένος κλαίουσα ἔλεγεν.

Κανὼν τῆς Θεοτόκου. Κατενόησα Παντοδύναμε.

Ἱλαστήριον ἀκαταίσχυντον, τὴν πρεσβείαν σου πάντες, ἁγνὴ Παρθένε, οἱ πιστοὶ κεκτήμεθα.

Θεὸν Ἁγνὴ Λόγον ἐν μήτρᾳ σου, ἀφράστως συλλαβοῦσα, Θεὸν σωτῆρα, τίκτεις τοῦ γένους ἡμῶν.

Ἀπροσμάχητον τεῖχος ἔχοντες, τὴν σὴν σκέπην Παρθένε, τῶν ἀοράτων, ἐχθρῶν λυτρούμεθα.

Πεπτωκότας ἁμαρτήμασι, διανάστησον Κόρη, εὐλογημένη· ἐλπὶς γὰρ εἶ τῶν πιστῶν.

ᾨδὴ εʹ. Ὁ Εἱρμός.

Τὸ φαεινὸν ἡμῖν ἑξανάτειλον, φῶς τὸ ἀπρόσιτον, τοῖς ὀρθρίζουσιν ἐπὶ τὰ κρίματα, τῶν ἐντολῶν σου, Δέσποτα φιλάνθρωπε, Χριστὲ ὁ Θεὸς ἡμῶν.

Τροπάρια.

Ἐπὶ Σταυροῦ σαρκὶ ἀνυψούμενος, ἔθνη ἐκάλεσας, μὴ εἰδότα σε, πρὸς σὴν ἐπίγνωσιν, Κριτὰ τῶν ὅλων, μόνε εὐσυμπάθητε, Χριστὲ ὁ Θεὸς ἡμῶν.

Σοῦ πρὸς κριτήριον στάντος ἄδικον, δίκαιε Κύριε, δεδικαίωται ὁ πρὶν κατάκριτος Ἀδάμ, καὶ κράζει· Δόξα τῇ Σταυρώσει σου, μακρόθυμε Κύριε.

Μαρτυρικά.

Ὥσπερ Παράδεισος θεοφύτευτος, ὤφθητε μάρτυρες, πάθη τίμια, ὡς ἄνθη εὔοσμα προσκεκτημένοι, οἷς εὐωδιάζεται, πιστῶν ψυχὴ ἅπασα.

Τὰ εὐθαλέστατα καὶ κατάκαρπα, δένδρα τῆς πίστεως, τὸν ἀθάνατον καρπὸν ἀνθήσαντα, τὰ τῆς κακίας ῥίζας ἀνασπάσαντα, ὑμνοῦμεν τοὺς μάρτυρας.

Σταυροθεοτοκίον.

Ῥάβδος ἡ ἔντιμος ἡ βλαστήσασα, κλάδον ἀμάραντον, ἀνυψούμενον αὐτὸν ὡς ἔβλεπεν ἐπὶ τοῦ ξύλου, Δέσποτα, ἐκραύγαζε· μὴ ἄτεκνον δείξῃς με.

Κανὼν τῆς Θεοτόκου. Ἐκ νυκτὸς ὀρθρίζοντες.

Κραταιάν σε ἀντίληψιν, Ἀειπάρθενε ὑπάρχουσαν, ἐν πειρασμοῖς καὶ θλίψεσι, καὶ δειναῖς ἁμαρτίαις, εὕροιμεν εὔκαιρον βοήθειαν.

Τὰ τῶν Ἀγγέλων στρατεύματα, ὡς τὸν Κτίστην τῶν ἁπάντων, ὑπερφυῶς κυήσασαν, καὶ Παρθένον μείνασαν, Θεοτόκε ἀνυμνοῦσί σε ἀεί.

Ἐν τῇ πηγῇ τῶν ἰαμάτων σου, καὶ τοῖς ῥείθροις τῶν θαυμάτων σου, τὸν μολυσμὸν ἀπόπλυνον, τὸν ἐκ τῆς ἁμαρτίας, προστριβέντα μοι πανάμωμε.

Τὸν ἱλασμὸν τῶν ψυχῶν ἡμῶν, ἐν νηδύϊ συλλαβοῦσα Ἁγνή, σωτηρίαν τέτοκας, τοῖς ἐν πίστει ἀπλέτῳ, Θεοτόκον σὲ δοξάζουσιν.

ᾨδὴ Ϛʹ. Ὁ Εἱρμός.

Τὸν Προφήτην διέσωσας, ἐκ τοῦ κήτους Φιλάνθρωπε· κἀμὲ τοῦ βυθοῦ τῶν πταισμάτων, ἀνάγαγε δέομαι.

Τροπάρια.

Ὁ τιμῆς πάσης ὕπερθεν, ἀτιμίαν ὑπήνεγκας, Σταυρῷ προσπαγεὶς τοὺς ἀνθρώπους, τιμῆσαι βουλόμενος.

Ὑπογράφεις μοι ἄφεσιν, τῷ καλάμῳ τυπτόμενος, καταδουλωθέντι τῷ πλάνῳ, Χριστὲ ὁ Θεὸς ἡμῶν.

Μαρτυρικά.

Διὰ πόνων ἀθλήσεως, πρὸς τὴν ἄπονον ἅγιοι, μετέβητε λῆξιν ἀῤῥήτου, χαρᾶς ἀξιούμενοι.

Ἐπυρώθητε ἄνθραξι, τῆς Χριστοῦ ἀγαπήσεως· ὅθεν τῷ πυρὶ ὁμιλοῦντες, ἐμείνατε ἄφλεκτοι.

Σταυροθεοτοκίον.

Μετὰ τόκον Πανάμωμε, ὡς πρὸ τόκου διέμεινας· Θεὸν γὰρ ἐκύησας ξύλῳ, τὸν ἄνθρωπον σώσαντα.

Κανὼν τῆς Θεοτόκου. Σὺν τῷ Ἰωνᾷ βοῶμεν.

Τῶν ἀλγεινῶν παθῶν μου τὰ συντρίμματα, ἐν τῷ συνδέσμῳ Δέσποινα, τῆς πρεσβείας σου θεράπευσον, καὶ τὴν ῥῶσίν μοι δώρησαι.

Ὅλος συλληφθεὶς πολλοῖς ἀτοπήμασι, καὶ συληθεὶς τὸν νοῦν, ἁμαρτίαις πολλαῖς, τῇ σκέπῃ σου καταφεύγω, διάσωσόν με.

Πάντες ἀδιστάκτῳ πίστει σε Πάναγνε, ἐκδυσωποῦμεν Παρθένε, τῶν ἐπταισμένων ἡμῖν δώρησαι λύσιν, ὡς Μήτηρ Θεοῦ.

Ὡς του νοητοῦ Ἡλίου πανάμωμε, ἀναδειχθεῖσα ὄχημα, φωταγώγησον, τοὺς ἐν νυκτί, ἀγνωσίας καθεύδοντας.

ᾨδὴ ζʹ. Ὁ Εἱρμός.

Ἡ κάμινος Σωτὴρ ἐδροσίζετο, οἱ Παῖδες δὲ χορεύοντες ἔψαλλον, Εὐλογητὸς εἶ Κύριε ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Τροπάρια.

Σταυρούμενος τὴν κτίσιν ἐσάλευσας, νεκρούμενος τὸν ὄφιν ἐνέκρωσας. Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Ποτίζεται χολὴ ὁ Μακρόθυμος, πηγάζων μοι γλυκασμὸν σωτήριον, τῇ ἐνηδόνῳ βρώσει στερηθέντι, Παραδείσου τῆς τρυφῆς.

Μαρτυρικά.

Οἱ Μάρτυρες ξεόμενοι ὄνυξι, νεκρώσεως τὸ πάθος ἀπέθεντο, καταστολὴν δὲ θείαν, ἐκ Θεοῦ ἐκομίσαντο.

Τοῖς πάθεσι τὸ πάθος τὸ ἄχραντον, μιμούμενοι καλλίνικοι Μάρτυρες, τοὺς αἰκισμοὺς ῥαδίως, τῶν ἐχθρῶν ὑπεμείνατε.

Σταυροθεοτοκίον.

Σταυρούμενον ὁρῶσα τὸν Κύριον, ἡ ἄμεμπτος Θεοτόκος ἔλεγεν· Οἴμοι! Υἱὲ πῶς θνῄσκεις, ἡ ζωὴ καὶ ἐλπὶς τῶν πιστῶν.

Κανὼν τῆς Θεοτόκου. Ὁ ἐν τῇ βάτῳ ὀφθείς.

Ἐν πειρασμοῖς βοηθόν, ἐν κινδύνοις σωτηρίαν, σὲ Δέσποινα ἐπιστάμενοι, πιστῶς ἐκβοῶμεν· Εὐλογημένος Πάναγνε, ὁ καρπὸς τῆς κοιλίας σου.

Τὸν τῆς ζωῆς χορηγόν, ὡς τεκοῦσα Θεοτόκε, ἀνάστησον νεκρωθέντα με, δειναῖς ἁμαρτίαις· Εὐλογητὸς εἶ κράζοντα, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.

Θεὸς ἐκ σοῦ προελθών, ἐλυτρώσατο τὴν φύσιν τῆς κατάρας, καὶ ἰάσατο τὰς πάντων ὀδύνας· Εὐλογημένος Πάναγνε, ὁ καρπὸς τῆς κοιλίας σου.

Χαῖρε χαρὰ τῶν πιστῶν, καὶ λυτήριον λύπης. Χαῖρε πάντων ἱλαστήριον, τῶν πίστει βοώντων· Εὐλογημένη ἄχραντε, Θεοτόκε πανύμνητε.

ᾨδὴ ηʹ. Ὁ Εἱρμός.

Τὸν τοὺς ὑμνολόγους ἐν καμίνῳ, διαφυλάξαντα Παῖδας, καὶ τὴν βροντῶσαν κάμινον, μεταβαλόντα εἰς δρόσον, Χριστὸν τὸν Θεὸν ὑμνεῖτε, καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.

Τροπάρια.

Ὅτε τῷ Σταυρῷ Σῶτερ ἐπάγης, ἐκλονεῖτο ἡ κτίσις, ἥλιος ἔπαυσε τὰς ἀκτῖνας, καὶ πέτραι ἐσχίζοντο, καὶ ᾅδης Σῶτερ ἐγυμνοῦτο, μὴ φέρων σου τὸ κράτος.

Ὑπὲρ καταδίκων ἀπωσμένων, καταδίκης ἠνέσχου, ὑπὲρ τοῦ γύμνωσιν ὑποστάντος, γυμνὸς ξύλῳ κρέμασαι, Οἰκτίρμον. Μέγα σου τὸ κράτος, καὶ ἡ φιλανθρωπία.

Μαρτυρικά.

Οἱ τῶν Ἀσωμάτων συμπολῖται, οἱ Χριστοῦ στρατιῶται, Σταυρὸν ὡς θωρακα ἐνδυσάμενοι, πρὸς τὸν ἀντίπαλον χωροῦσι, καὶ τούτων ὡραίοις, ποσὶ καταπατοῦσιν.

Ἵσταντο ἐν μέσῳ τοῦ σταδίου, τοῖς μοχλοῖς οἱ γενναῖοι μέλη συνθλώμενοι, καὶ τὴν δόμησιν ἀναμοχλεύοντες τῆς πλάνης, καὶ τοὺς δαιμόνων βωμοὺς ἐδαφίζοντες.

Σταυροθεοτοκίον.

Ἡ τῶν οὐρανῶν ὑψηλοτέρα, ὑψωθέντα ἐν ξύλῳ, καὶ καταράσσοντα τὰς ὑψώσεις, ἐχθροῦ θεωρήσασα, τὸν μόνον ὕψιστον, ἀνύμνει Χριστὸν μεγαλοφώνως.

Κανὼν τῆς Θεοτόκου. Ὕμνον σοι προσφέρομεν.

Ἱλέωσαι τὸν εὔσπλαγχνον Θεὸν καὶ Λόγον, Θεοκυῆτορ ὑπὲρ τῶν πίστει, ἀσιγήτως βοώντων· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Καθάρσιον ἔχοντες τὴν σὴν πρεσβείαν, οἱ ἐμπαγέντες βυθῷ πταισμάτων, Θεοτόκε βοῶμεν· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Σὲ πάντες καταφύγιον ἐν περιστάσει, καὶ συμμαχίαν καὶ προστασίαν, κεκτημένοι βοῶμεν· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Ἀχλὺς κυμάτων δεινῶν συνταράττει με· διὸ προστρέχω ἐν τῷ λιμένι, τῆς σῆς πρεσβείας κραυγάζων· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

ᾨδὴ θʹ. Ὁ Εἱρμός.

Σὲ ἥν περ εἶδε Μωυσῆς, ἀκατάφλεκτον βάτον, καὶ κλίμακα ἔμψυχον, ἢν ὁ Ἰακὼβ τεθέαται, καὶ πύλην οὐράνιον, διʼ ἧς διῆλθε Χριστὸς ὁ Θεὸς ἡμῶν, ὕμνοις, Μῆτερ ἁγνή, μεγαλύνομεν.

Τροπάρια.

Ὢ! πῶς λαὸς ὁ ἀπειθής, παραδίδωσι Σταυρῷ, τὸν μόνον μακρόθυμον, ἐθελοντὶ πτωχεύσαντα, καὶ πάθος δεξάμενον, καὶ ἀπαθείας πρόξενον γενόμενον, πᾶσι τοῖς ἐξ Ἀδὰμ ὀλισθήσασιν.

Σταύρωσιν ἄτιμον Χριστέ, κατεδέξω ἐν σαρκί, τιμῆσαι βουλόμενος, ἀτιμασθέντα πάθεσιν, ἀλόγοις τὸν ἄνθρωπον, καὶ τὸ ἀρχαῖον κάλλος ἀπολέσαντα, δόξα τῇ ὑπέρ νοῦν εὐσπλαγχνίᾳ σου.

Μαρτυρικά.

Ἥλιε ἄδυτε Χριστέ, τοὺς ὀρθρίζοντας πρὸς σέ, καὶ σκότος κολάσεως, παραδραμόντας νεύσει σου, εἰς φέγγος ὡδήγησας τῆς σῆς, ἀῤῥήτου δόξης καὶ λαμπρότητος· φώτισον οὖν ἡμᾶς ταῖς αὐτῶν προσευχαῖς.

Φάλαγξ μαρτύρων ἱερῶν, μυριάδας νοητῶν, ἐχθρῶν ἐτροπώσαντο, καὶ μυριάσιν ἥνωνται ἁγίων Δυνάμεων, καὶ τὰ μύρια πάθη τῶν ψυχῶν ἡμῶν, νεύσει παντουργικῇ θεραπεύουσιν.

Σταυροθεοτοκίον.

Φέγγει Παρθένε τοῦ ἐκ σοῦ, ἀνατείλαντος σαρκί, τὸν νοῦν μου καταύγασον, καὶ τὴν καρδίαν φώτισον, τὸ σκότος διώκουσα τῆς ἁμαρτίας, καὶ τῆς ῥαθυμίας μου, ἅπασαν τὴν ἀχλὺν ἀπελαύνουσα.

Κανὼν τῆς Θεοτόκου. Σὲ ἥν περ εἶδε Μωυσῆς.

Ἔχουσα πλῆθος συμπαθές, καὶ πλουσίους οἰκτιρμούς, τὰ πάθη καὶ τραύματα, τοῦ σώματος καὶ μώλωπας, καὶ τὰς ὀδύνας θεράπευσον Δέσποινα, δούλου τοῦ σοῦ, ὅπως κατὰ χρέος δοξάζω σε.

Σὲ ὡς τὸν Λόγον τοῦ Πατρός, συλλαβοῦσαν ἐν γαστρί, καὶ τοῦτον κυήσασαν, ὑπὲρ φύσιν πάναγνε, καὶ Παρθένον μείνασαν, δοξολογῶ εὐχαρίστως, κράζων σοι· Χαῖρε ἁμαρτωλῶν ἡ βοήθεια.

Μόνη ὑπάρχεις ἀπλανής, ὁδηγία τῶν πιστῶν, καὶ τρίβος σωτήριος, εἰς εὐθεῖαν ἡμᾶς ἄγουσα, ὁδὸν οὐράνιον, τῆς Βασιλείας τοῦ μόνου Θεοῦ, Ἄχραντε, ἡ ἐλπὶς τῶν ψυχῶν ἡμῶν.

Σὺ τὸν οὐράνιον ἡμῖν, ἐγεώργησας στάχυν, καὶ τρέφεις πανάμωμε, καὶ πρεσβεύεις πάντοτε, καὶ σῴζεις ἐκ θλίψεως καὶ κινδύνων, καὶ παρέχεις ἅπασιν, ἱλασμόν ἁμαρτιῶν τοῖς ὑμνοῦσί σε.

Ἐξαποστειλάριον.

Ἦχος βʹ. Τῶν Μαθητῶν ὁρώντων σε.

Σταυρός, ὁ φύλαξ πάσης τῆς οἰκουμένης· Σταυρός, ἡ ὡραιότης τῆς Ἐκκλησίας, Σταυρός, Βασιλέων τὸ κραταίωμα· Σταυρός, Πιστῶν τὸ στήριγμα· Σταυρός, Ἀγγέλων ἡ δόξα, καὶ τῶν δαιμόνων τὸ τραῦμα.

Ἕτερον. Ἦχος γʹ. Ὁ οὐρανὸν τοῖς ἄστροις.

Σταυρὲ Χριστοῦ μου τὸ σκῆπτρον, καὶ νῖκος τῶν ἀνακτόρων, τῶν Ὀρθοδόξων ἡ δόξα, φρούρει τοὺς σὲ προσκυνοῦντας, ἵνα ἡττῶνται τὰ πλήθη, τῶν κακοδόξων ἀνθρώπων.

Θεοτοκίον. Ὅμοιον.

Ἐν τῷ Σταυρῷ παρεστῶσα, ἡ σὲ ἀσπόρως τεκοῦσα, καὶ θρηνῳδοῦσα ἐβόα· Οἴμοι! γλυκύτατον τέκνον, πῶς ἔδυς ἐξ ὀφθαλμῶν μου, πῶς ἐν νεκροῖς ἐλογίσθης;

Εἰς τὸν Στίχον τῶν Αἴνων.

Ἀπόστιχα Στιχηρά. Ἦχος αʹ. Σταυρώσιμα.

Σὲ τὸν ἐν ξύλῳ προσπαγέντα, καὶ ζωὴν ἡμῖν παρεσχηκότα, ὡς Σωτῆρα καὶ Δεσπότην, ὑμνοῦμεν ἀπαύστως.

Στίχ. Ἐνεπλήσθημεν τὸ πρωΐ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ εὐφράνθημεν ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν· εὐφρανθείημεν ἀνθʼ ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν, ὧν εἴδομεν κακά. Καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν.

Διὰ τοῦ Σταυροῦ σου Χριστέ, μία ποίμνη γέγονεν, Ἀγγέλων καὶ ἀνθρώπων, καὶ μία Ἐκκλησία· οὐρανὸς καὶ ἡ γῆ ἀγάλλεται, Κύριε δόξα σοι.

Στίχ. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφʼ ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφʼ ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον.

Μαρτυρικόν.

Τοὺς Ἀθλοφόρους τοῦ Χριστοῦ, δεῦτε λαοὶ ἅπαντες τιμήσωμεν, ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, τοὺς φωστῆρας τοῦ κόσμου, καὶ κήρυκας τῆς πίστεως, τὴν πηγὴν τὴν ἀέναον, ἐξ ἧς ἀναβλύζει τοῖς πιστοῖς τὰ ἰάματα. Αὐτῶν ταῖς ἱκεσίαις, Χριστὲ ὁ Θεὸς ἡμῶν, τὴν εἰρήνην δώρησαι τῷ κόσμῳ σου, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Δόξα· καὶ νῦν. Σταυροθεοτοκίον. Πανεύφημοι μάρτυρες.

Ὑψώθης Οἰκτίρμον ἐν Σταυρῷ, ὡς ἀρνίον ἄκακον, ἐθελουσίως σφαττόμενος, τέκνον γλυκύτατον, ἐν κλαυθμῷ ἐβόα, ἡ Ἀμνὰς ἡ ἄσπιλος, ὁρῶσα ἐπὶ ξύλου τὸν Κύριον, ἐγὼ δὲ πίμπραμαι, τὴν καρδίαν καὶ τιτρώσκομαι, ἀλλʼ ὑμνῶ σου τὸ ἄμετρον ἔλεος.

__________

ΕΝ Τῌ ΛΕΙΤΟΥΡΓΙᾼ

Οἱ Μακαρισμοί. Ἦχος αʹ.

Διὰ βρώσεως ἐξήγαγε, τοῦ Παραδείσου ὁ ἐχθρὸς τὸν Ἀδάμ, διὰ Σταυροῦ δὲ τὸν λῃστήν, ἀντεισήγαγε Χριστὸς ἐν αὐτῷ. Μνήσθητί μου κράζοντα, ὅταν ἔλθῃς ἐν τῇ Βασιλείᾳ σου.

Σταυρωθεὶς ὁ ἀναμάρτητος, τὰς ἁμαρτίας πάντων ᾖρας Χριστέ, καὶ λογχευθείς σου τὴν πλευράν, σωτηρίας κρουνοὺς ἔβλυσας, αἵματος καὶ ὕδατος ἀναπλάττων, τοὺς συντετριμμένους φθορᾷ.

Ἐπὶ ξύλου καθηλούμενος, ἐθελουσίως Ἰησοῦ ὁ Θεός, ἄπαν ἐξήλωσας Ἀδάμ, ἐμπαθὲς Οἰκτίρμον νόημα, τραύμασι τιμίοις δέ, τῶν δαιμόνων, πληθὺν ἐτραυμάτισας.

Μαρτυρικόν.

Οἱ τὰ Πάθη μιμησάμενοι, τοῦ ἑκουσίως πεπονθότος σαρκί, Μάρτυρες ἔνδοξοι ἀεί, πάθη παύετε δυσίατα, νόσους τε διώκετε, τῶν ἀνθρώπων, ἰσχύϊ τοῦ Πνεύματος.

Δόξα.

Ἰσοδύναμον ὁμότιμον, σὲ τὴν Τριάδα ὀνομάζομεν, Πατέρα ἄναρχον Θεόν, καὶ Υἱὸν καὶ Πνεῦμα ἅγιον, μίαν τρισυπόστατον, θεαρχίαν, πιστῶς μεγαλύνοντες.

Καὶ νῦν. Σταυροθεοτοκίον.

Τῷ Σταυρῷ σε καθηλούμενον, ὡς ἐθεάσατο Χριστὲ ὁ Θεός, ἡ σὲ κυήσασα σαρκί, θρηνῳδοῦσα ἀπεφθέγγετο. Τί σοι ἀνταπέδωκεν, ὦ Υἱέ μου, δῆμος ὁ ἀχάριστος;