Τῌ ΚΥΡΙΑΚῌ ΕΣΠΕΡΑΣ |
Εἰς τό, Κύριε, ἐκέκραξα, Προσόμοια. |
Στιχηρὰ Δεσποτικά. |
Ἦχος βʹ. Ὅτε ἐκ τοῦ ξύλου. |
|
Δός μοι μετανοίας λογισμόν, δὸς καὶ κατανύξεως πόθον, τῇ ταπεινῇ μου ψυχῇ, ἔγειρον ἐξ ὕπνου με δεινῆς πωρώσεως, καὶ τὸ σκότος ἀπέλασον, τὸ τῆς ῥαθυμίας, καὶ τῆς ἀπογνώσεως λῦσον τὴν ζόφωσιν, ὅπως, ἀνανεύσας ὁ τάλας, σοὶ προσκολληθήσωμαι Λόγε, καὶ σοῦ τοῖς θελήμασι πορεύσωμαι. |
|
Μόνε εὐδιάλλακτε Χριστέ, μόνε ὑπεράγαθε Λόγε καὶ ἀνεξίκακε, σοὶ προσπίπτω εὔσπλαγχνε, σὲ ἱκετεύω θερμῶς, σοὶ κραυγάζω δεόμενος· Ἡμάρτηκα σῶσον, σῶσόν με τὸν ἄσωτον τῇ εὐσπλαγχνίᾳ σου, ὅπως, εὐχαρίστως κραυγάζω. Κύριε, συγχώρησιν δός μοι, καὶ σοῦ τῇ χρηστότητι πορεύσομαι. |
|
Πάντα ἅπερ ἥμαρτον εἰς σέ, λόγοις τε καὶ ἔργοις, Θεέ μου, καὶ ἐνθυμήσεσι, πάντα ἐξαγγέλλω σοι, πάντα νῦν λέγω σοι· τὴν ἡμέραν παρῆλθον γάρ, καὶ πάντα τὸν χρόνον, νύκτα δὲ κατέλαβον πλήρης ὑπάρχων κακῶν· ὅθεν σοι προσπίπτω κραυγάζων· Δέσποτά μου, Δέσποτα Σῶτερ, ἥμαρτον, συγχώρησον, καὶ σῶσόν με. |
Ἕτερα Στιχηρά. Τῶν Ἀσωμάτων. Ὅμοια. |
|
Δεῦτε ἐν ᾠδαῖς πνευματικαῖς, τοὺς προαρχηγοὺς τῶν Ἀγγέλων, ἀνευφημήσωμεν·πάντων γὰρ ὡς πρόκριτοι, τῶν ἀσωμάτων Χορῶν, Στρατηγοὶ καὶ Ἀρχάγγελοι, ἐκλήθησαν ἄμφω· ἄρχων γὰρ τῆς χάριτος ὁ Γαβριὴλ πεφυκώς, νόμου, καὶ τῶν πρὸ Μωϋσέως, ἔξαρχος γνωρίζεται αὖθις, ὁ τῶν Ἀρχαγγέλων ἀρχηγὸς Μιχαήλ. |
|
Εὖγε Ἀσωμάτων ὁ φωστήρ! εὖγε τῆς ἀΰλου χορείας, ὦ Ἀρχιστράτηγε, μύστα καὶ πρωτάγγελε, τῶν ἀποῤῥήτων Θεοῦ, Μιχαὴλ παμμακάριστε, αὐτόπτα τῶν ἄνω. Λύτρωσαι δεόμεθα τοὺς σοὶ προστρέχοντας, πάντων, δυσχερῶν καὶ κινδύνων· σὲ γὰρ πρὸς τὸν Κύριον πάντες, εὐμενῆ προστάτην προβαλλόμεθα. |
|
Χαίροις τῶν Ἀγγέλων στρατηγέ, καὶ τῶν ἀποῤῥήτων ὁ μύστης, καὶ λειτουργὲ τοῦ Θεοῦ, ἄρχων καὶ ἀκρότατε, τῶν ἀσωμάτων Χορῶν, Γαβριὴλ ὑπερένδοξε, φρικτῶν μυστηρίων· ὤφθης γὰρ διάκονος κρυφιομύστου βουλῆς· σὺ γάρ, τὴν Θεοῦ πρὸς ἀνθρώπους, ἄκραν συγκατάβασιν ἦλθες, ἐπὶ σωτηρίᾳ προαγγέλλων ἡμῖν. |
Δόξα· καὶ νῦν. Θεοτοκίον. Ὅμοιον. |
|
Ὥραν τῆς ἐτάσεως σκοπῶν, φρίττω ἐννοῶν μου τὰ πλήθη, τῶν παραπτώσεων, τί ἀπολογήσομαι; πῶς διαφεύξομαι, τὴν αἰσχύνην τὴν μέλλουσαν, ἀσώτως βιώσας; ὅθεν Κόρη κράζω σοι θερμοῖς τοῖς δάκρυσι. Πλῦνον, τῆς ψυχῆς μου τὸν ῥύπον, ἡ τὸν καθαρὸν μαργαρίτην, τὸν Χριστὸν κυήσασα, καὶ σῶσόν με. |
Εἰς τὸν Στίχον. |
Ἀπόστιχα Στιχηρά. Ἦχος βʹ. Κατανυκτικά. |
|
Ἥμαρτον εἰς σὲ Σωτήρ, ὡς ὁ Ἄσωτος υἱός, δέξαι με Πάτερ, μετανοοῦντα, καὶ ἐλέησόν με ὁ Θεός. |
Στίχ. Πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς μου τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Ἰδοὺ ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν Κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς Κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς. |
|
Κράζω σοι Χριστέ, Σωτήρ, τοῦ Τελώνου τὴν φωνήν. Ἱλάσθητί μοι, ὥσπερ ἐκείνῳ, καὶ ἐλέησόν με ὁ Θεός. |
Στίχ. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως, ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν. Τὸ ὄνειδος τοῖς εὐθηνοῦσι, καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις. |
Μαρτυρικόν. |
|
Οἱ τὴν ἐπίγειον ἀπόλαυσιν μὴ ποθήσαντες Ἀθλοφόροι, οὐρανίων ἀγαθῶν ἠξιώθησαν, καὶ Ἀγγέλων συμπολῖται γεγόνασι· Κύριε πρεσβείαις αὐτῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς. |
Δόξα· καὶ νῦν. Θεοτοκίον. |
|
Ἀδιόδευτε Πύλη, μυστικῶς ἐσφραγισμένη, εὐλογημένη Θεοτόκε Παρθένε, δέξαι τὰς δεήσεις ἡμῶν, καὶ προσάγαγε τῷ σῷ Υἱῷ καὶ Θεῷ, ἵνα σώσῃ διὰ σοῦ τὰς ψυχὰς ἡμῶν. |
__________ |
Τῌ ΔΕΥΤΕΡᾼ ΠΡΩΪ |
ΕΝ Τῼ ΟΡΘΡῼ |
Μετὰ τὴν αʹ Στιχολογίαν, Καθίσματα. |
Κατανυκτικά. Ἦχος βʹ. |
|
Ὡς κύματα θαλάσσης ἐπʼ ἐμὲ ἐπανέστησαν αἱ ἀνομίαι μου, ὡς σκάφος ἐν πελάγει ἐγὼ μόνος χειμάζομαι, ὑπὸ πταισμάτων πολλῶν, ἀλλʼ εἰς εὔδιον λιμένα ὁδήγησόν με Κύριε, διὰ τῆς μετανοίας καὶ σῶσόν με. |
|
Ἐγὼ ὑπάρχω τὸ δένδρον τὸ ἄκαρπον Κύριε, κατανύξεως καρπὸν μὴ φέρων τὸ σύνολον, καὶ τὴν ἐκκοπὴν πτοοῦμαι, καὶ τὸ πῦρ ἐκεῖνο δειλιῶ τὸ ἀκοίμητον· διό σε ἱκετεύω, πρὸ ἐκείνης τῆς ἀνάγκης, ἐπίστρεψον καὶ σῶσόν με. |
Δόξα· καὶ νῦν. Θεοτοκίον. |
|
Εὐσπλαγχνίας ὑπάρχουσα πηγή, συμπαθείας ἀξίωσον ἡμᾶς, Θεοτόκε, βλέψον εἰς λαὸν τὸν ἁμαρτήσαντα, δεῖξον ὡς ἀεὶ τὴν δυναστείαν σου· εἰς σὲ γὰρ ἐλπίζοντες, τὸ Χαῖρε βοῶμέν σοι, ὡς ποτὲ ὁ Γαβριήλ, ὁ τῶν Ἀσωμάτων Ἀρχιστράτηγος. |
Μετὰ τὴν βʹ Στιχολογίαν, ἕτερα Καθίσματα. |
|
|
Ἐλέησόν με, εἶπεν ὁ Δαυΐδ, κᾀγώ σοι κράζω· Ἥμαρτον Σωτήρ, τὰς ἐμὰς ἁμαρτίας, διὰ τῆς μετανοίας ἐξαλείψας, ἐλέησόν με. |
|
Ἐλέησόν με, ὁ Θεός, ἐλέησόν με, ἐπὶ δυσὶν ἁμαρτήμασιν ὁ Δαυῒδ ἐθρήνει, ἐπὶ μυρίοις ἐγὼ πλημμελήμασι βοῶ σοι· Ἐκεῖνος τὴν στρωμνὴν τοῖς δάκρυσιν ἔβρεχεν, ἐγὼ δὲ ῥανίδα μίαν οὐ κέκτημαι, ἀπέγνωσμαι, καὶ δέομαι, ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα σου ἔλεος. |
Δόξα· καὶ νῦν. Θεοτοκίον. |
|
Σὲ μεγαλύνομεν, Θεοτόκε βοῶντες· Χαῖρε ἡ πύλη ἡ κεκλεισμένη, διʼ ἧς ἠνοίγη ἀνθρώποις, ὁ πάλαι Παράδεισος. |
Μετὰ τὴν γʹ Στιχολογίαν, ἕτερα Καθίσματα. |
Κατανυκτικόν. |
Εὐσπλαγχνίας ὑπάρχουσα. |
|
Ἀσωμάτων πανάγιοι χοροί, δυσωπεῖτε Θεὸν τὸν ἀγαθόν, καὶ Δεσπότην, φείσασθαι ἡμῶν, ἐν ὥρᾳ τῆς κρίσεως, ῥύσασθαι ἡμᾶς, πικρᾶς κολάσεως, δαιμόνων κακώσεως, καὶ παθῶν ἀμαυρώσεως, καὶ πάσης ἀπειλῆς, προστρέχοντας πόθῳ τῇ σκέπῃ ὑμῶν. |
Μαρτυρικόν. |
|
Σὲ τὸν περιβάλλοντα, τὸν οὐρανὸν ἐν νεφέλαις, ἔχοντες οἱ Ἅγιοι περιβολὴν ἐν τῷ κόσμῳ, τὰς βασάνους τῶν ἀνόμων ὑπέμειναν, καὶ τὴν πλάνην τῶν εἰδώλων κατήργησαν, αὐτῶν ταῖς ἱκεσίαις ἐλευθέρωσον, τοῦ ἀοράτου ἐχθροῦ Σωτήρ, καὶ σῶσόν ἡμᾶς. |
Δόξα· καὶ νῦν. Θεοτοκίον. |
|
|
Ποία μήτηρ ἠκούσθη παρθένος; ποία δὲ παρθένος μήτηρ ἐγνωρίσθη; πάντα τὰ σὰ Θεοτόκε παράδοξα, διὰ τοῦτό σε, πιστῶς μεγαλύνομεν. |
Κανὼν Κατανυκτικός. |
Ἦχος βʹ. ᾨδὴ αʹ. Ὁ Εἱρμός. |
Δεῦτε λαοί, ᾄσωμεν ᾆσμα Χριστῷ τῷ Θεῷ, τῷ διελόντι θάλασσαν, καὶ ὁδηγήσαντι, τὸν λαὸν ὂν ἀνῆκε, δουλείας Αἰγυπτίων, ὅτι δεδόξασται. |
Τροπάρια. |
|
Ὁ σαρκωθείς, καὶ μὴ δικαίους ὡς ἔφησας, ἁμαρτωλοὺς καλέσαι δέ, παραγενόμενος, εἰς μετάνοιαν Λόγε, πολλὰ ἡμαρτηκότα δέξαι, καὶ σῶσόν με. |
|
Μόνος ἐγώ, τῇ ἁμαρτίᾳ δεδούλωμαι, μόνος ἐγὼ τοῖς πάθεσι, θύραν ἠνέῳξα. Εὐδιάλλακτε μόνε, ἐπίστρεψόν με σῶσον, τῇ εὐσπλαγχνίᾳ σου. |
Μαρτυρικά. |
|
Βῆμα τὸ σόν, στεφηφοροῦντες παρίστανται, οἱ ἀθλοφόροι Κύριε, τὰ τοῦ ἀλάστορος ἐκνικήσαντες θράση, καὶ τὴν ἀθανασίαν καταπλουτήσαντες. |
|
Ῥεῖθρον ἡμῖν, τῶν ἰαμάτων πηγάζοντες, οἱ ἀθλοφόροι Μάρτυρες, τὰ ἀναβλύζοντα, τῆς σαρκὸς ἡμῶν πάθη, ξηραίνουσι, δυνάμει τοῦ θείου Πνεύματος. |
Θεοτοκίον. |
|
Ἡ τὴν πηγὴν τῆς ἀπαθείας κυήσασα, τραυματισθέντα πάθεσι, Κόρη θεράπευσον, καὶ πυρὸς αἰωνίου ἐξάρπασόν με, μόνη θεοχαρίτωτε. |
Κανὼν τῶν Ἀσωμάτων. |
Ἄτριπτον ἀσυνήθη. |
|
Ἄνθρακας θεοφόρους, τῇ αἴγλῃ πυρσωθέντας τῆς σῆς οὐσίας, τοὺς ἀσωμάτους ἔδειξας χορούς, σὲ Χριστὲ δοξάζοντας, ὡς παντοδύναμον. |
|
Δύναμιν ἀφθαρσίας, καὶ δόξαν κεκτημένοι ἀθανασίας, δεδωρημένοι Ἄγγελοι Χριστέ, τῇ πρὸς σὲ ἐγγύτητι καταφωτίζονται. |
|
Ὤφθησαν λαμπροφόροι, τὴν ἄϋλον δεικνύντες καὶ κατὰ φύσιν, διὰ συμβόλων Ἄγγελοι Χριστέ, αἰσθητῶς τυπούμενοι τὴν καθαρότητα. |
Θεοτοκίον. |
|
Τάγματα τῶν Ἀγγέλων τῷ Τόκῳ, σου Παρθέγε, τῷ ὑπὲρ φύσιν, ὑπηρετοῦσι χαίροντα σεμνή· τὸν γὰρ τούτων τέτοκας Θεὸν καὶ Κύριον. |
ᾨδὴ αʹ. Ὁ Εἱρμός. |
Στερέωσον ἡμᾶς ἐν σοὶ Κύριε, ὁ ξύλῳ νεκρώσας τὴν ἁμαρτίαν, καὶ τὸν φόβον σου ἐμφύτευσον, εἰς τὰς καρδίας ἡμῶν τῶν ὑμνούντων σε. |
Τροπάρια. |
|
Ὁ μήτραν ὑποδὺς Χριστὲ ἄφθορον, φθαρεῖσαν τοῖς πάθεσι τὴν ψυχήν μου, μετανοίᾳ καινοποίησον, καὶ φωτὸς ἀϊδίου δεῖξον ἔμπλεων. |
|
Ὑπήκουσα ἐχθροῦ παραπικραίνοντος, καὶ πᾶσαν ἐτέλεσα ἁμαρτίαν, καὶ ἀφθόνως παρεπίκρανα, σὲ τὸν μόνον μακρόθυμον, φιλάνθρωπε. |
Μαρτυρικά. |
|
Σταυρῷ τετειχισμένοι οἱ ἀήττητοι, ὁπλῖται, καὶ μάρτυρες τοῦ Σωτῆρος, ὥσπερ τείχη κατηδάφισαν, τὰ τῆς πλάνης γενναίως ὀχυρώματα. |
|
Δυνάμει θεϊκῇ τὸ ἀσθενὲς ὑμῶν, γενναῖοι νευρώσαντες ἀθλοφόροι, τὴν ἰσχὺν τοῦ πολεμήτορος, παντελεῖ ἀπωλείᾳ παρεδώκατε. |
Θεοτοκίον. |
|
Μαρία τὸ χρυσοῦν θυμιατήριον, παθῶν μου ἀπέλασον τὸ δυσῶδες, καὶ στερέωσον κλονούμενον, προσβολαῖς τοῦ δολίου πολεμήτορος. |
Κανὼν τῶν Ἀσωμάτων. Τόξον συνετρίβη δυναστῶν. |
|
Ὁ φύσει ἀθάνατος Θεός, σοφὸς δημιουργός, ἐν χάριτι στρατιᾶς, ἀθανάτους δείκνυσι. |
|
Νῦν παρεστῶτες ὀρεκτῶν, ἀκρότητι Χριστῷ, σωθῆναι πάντας ἡμᾶς, Ἄγγελοι πρεσβεύσατε. |
Θεοτοκίον. |
|
Ἀρχὴν ὑπὸ χρόνον εἰληφώς, πιστεύεται ἐκ σοῦ, ὁ χρόνων δημιουργός, Μήτηρ ἀειπάρθενε. |
ᾨδὴ δʹ. Ὁ Εἱρμός. |
Ὑμνῶ σε· ἀκοῇ γὰρ Κύριε, εἰσακήκοα καὶ ἐξέστην· ἕως ἐμοῦ ἤκεις γάρ, ἐμὲ ζητῶν τὸν πλανηθέντα. Διὸ τὴν πολλὴν σου συγκατάβασιν, τὴν εἰς ἐμὲ δοξάζω Πολυέλεε. |
Τροπάρια. |
|
Ἰλύϊ ἁμαρτίας πέπτωκα, καὶ τὴν ἄνωθεν εὐμορφίαν ἀπώλεσα Κύριε, καὶ δέδοικα τὴν τιμωρίαν· διὸ μετανοίας ὡραιότητι, τὴν ταπεινὴν ψυχήν μου καταφαίδρυνον. |
|
Δολίαις, λαλιαῖς ὁ δόλιος, ἀπὸ σοῦ με ἀποσυλήσας, κατάβρωμα ἴδιον εἰργάσατο, Θεὲ τῶν ὅλων, αὐτοῦ τῆς κακίας με ἐξάρπασον, καὶ μετανοίας τρόποις ἀνακάλεσαι. |
|
Ὁ χρόνος, τῆς ζωῆς μου γέγονεν, ἐργασία μοι ἀπωλείας, μιᾷ ῥοπῇ σῶσόν με, ὡς ἔσωσας ποτὲ τὴν Πόρνην, Χριστὲ μεταγνοῦσαν τῇ κελεύσει σου, ἵνα ὑμνῶ σε μόνε ἀναμάρτητε. |
Μαρτυρικά. |
|
Ὑπάρχων, καινουργὸς ὁ ἄνομος, τῆς κακίας ἐθελουσίως, τοὺς τοῦ Χριστοῦ μάρτυρας ἠνάγκαζεν, ἀψύχοις σέβας θεοῖς ἀπονεῖμαι, ἀλλʼ ἠμαύρωται· Θεὸν γὰρ μόνον ἔγνων τὸν ποιήσαντα. |
|
Μονάδα, τῇ οὐσίᾳ σέβοντες, καὶ Τριάδα τοῖς χαρακτήρσι, Θεότητα ἄκτιστον, τοῖς κτίσμασιν οὐδόλως σέβας ὑμεῖς, Χριστομάρτυρες ἐνείματε· ὅθεν κολάσεις πάσας ὑπεμείνατε. |
Θεοτοκίον. |
|
Σαρκοῦται, ἐξ ἁγνῶν αἱμάτων σου, ἀνθρώποις ἑνοῦται θέλων ὁ Κύριος, Ἄχραντε, καὶ δέχεται μετανοοῦντας, τοὺς πρὶν ὑπαχθέντας ἁμαρτήμασι, ταῖς σαῖς λιταῖς ἀεὶ κατακαμπτόμενος. |
Κανὼν τῶν Ἀσωμάτων. Ἀκήκοα Κύριε, τὴν ἔνδοξον. |
|
Ἱκέτας προσάγω σοι τοὺς Ἀσωμάτους, οὕς περ Οἰκτίρμον, προσδεξάμενος ὡς εὔπλαγχνος, τῆς ἁμαρτίας με λύτρωσαι. |
|
Νοῒ πλησιάζοντες τῷ παναιτίῳ, Νόες οἱ θεῖοι, καθαιρόμενοι φωτίζονται, ταῖς ὑπερτάταις νοήσεσιν. |
|
Οἱ θεῖοι διάκοσμοι τῆς οὐρανίου, ταξιαρχίας, θείῳ Πνεύματι κοσμούμενοι, διαφυλάττονται ἄτρωτοι. |
Θεοτοκίον. |
|
Νοήσας σε πόῤῥωθεν Θεόν, Παρθένε, σεσαρκωμένον, ἐν ἀγκάλαις σου βαστάσουσαν, ὁ Ἠσαΐας προκατήγγειλεν. |
ᾨδὴ εʹ. Ὁ Εἱρμός. |
Ὁ τοῦ φωτὸς χορηγός, καὶ τῶν αἰώνων ποιητὴς Κύριος, ἐν τῷ φωτὶ τῶν προσταγμάτων, ὁδήγησον ἡμᾶς· ἐκτός σοῦ γὰρ ἄλλον, Θεὸν οὐ γινώσκομεν. |
Τροπάρια. |
|
Ὁ ὀμματώσας τυφλούς, τὴν τυφλωθεῖσάν μου ψυχὴν φώτισον, ἐπαγρυπνεῖν, ταύτην ἐνισχύων εἰς πράξεις ἀγαθάς, ὕπνον ἀμελείας τελείως μισήσασαν. |
|
Ἴασαι μόνε Σωτήρ, τὴν πληγωθεῖσάν μου ψυχήν, δήγματι τῆς χαλεπῆς ὄντως ἁμαρτίας, ὁ πάλαι τὰς πληγάς, τοῦ περιπεσόντος λῃσταῖς ἰασάμενος. |
Μαρτυρικά. |
|
Δῆμος σεπτῶν ἀθλητῶν, δῆμον ἀνόμων διωκτῶν, ᾔσχυνε, πολυειδεῖς πόνους ὑπομείνας, καὶ νῦν τοῖς ἱεροῖς δήμοις, τῶν Ἀγγέλων ἀεὶ ἐπαγάλλεται. |
|
Ἄστρα πολύφωτα, μαρμαρυγὰς ὑπομονῆς πέμποντα, καὶ τῶν πιστῶν ἐν Πνεύματι θείῳ, φωτίζοντα ψυχάς, οἱ πεφωτισμένοι ἐδείχθησαν Μάρτυρες. |
Θεοτοκίον. |
|
Νέον ὡς βρέφος ἡμῖν, τὸν προαιώνιον Υἱὸν τέτοκας, θελητικαῖς δυσὶν ἐνεργείαις, ὑπάρχοντα διπλοῦν, ὡς ἄνθρωπον ἅμα, Θεόν τε Πανάμωμε. |
Κανὼν τῶν Ἀσωμάτων. Ὁ ἄνθραξ τῷ Ἠσαΐᾳ. |
|
Τῇ θέᾳ τῆς θεαρχίας προσεχῶς, λάμποντα τὰ Σεραφείμ, καὶ Χερουβεὶμ λαμπρότητι, σὺν τοῖς θρόνοις τοῖς ἐπηρμένοις, θεομιμήτως τοῖς ἑξῆς φωτίζουσιν. |
|
Ὡς πάσης φωτοχυσίας χορηγός, ἔσοπτρα φωτοειδῆ, Λόγε Θεοῦ, παρήγαγες, τὴν σὴν αἴγλην μετʼ εὐφροσύνης, καὶ συντονίας ἀκλινοῦς δεχόμενα. |
Θεοτοκίον. |
|
Χαράν σοι τῶν προπατόρων, σκυθρωπὸν λύουσαν, ὁ Γαβριὴλ ὁ ἱερὸς Ἀρχάγγελος, οὐρανόθεν καταφοιτήσας, εὐαγγελίζεται σεμνὴ θεόνυμφε. |
ᾨδὴ Ϛʹ. Ὁ Εἱρμός. |
Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον· Ἐκ φθορᾶς ὁ Θεός με ἀνάγαγε. |
Τροπάρια. |
|
Κατεβλήθην κακίᾳ τοῦ ὄφεως, καὶ ἐν ἀπογνώσεως κλίνῃ κατάκειμαι, ὁ παραλύτους ῥήματι, ἀνορθώσας, Χριστέ με ἀνάστησον. |
|
Ῥιπιζόμενον αὔραις τοῦ δράκοντος, καὶ κλυδωνιζόμενον κύμασι πάντοθεν, τῆς ἁμαρτίας σῶσόν με, ὡς τὸν Πέτρον φιλάνθρωπε Κύριε. |
Μαρτυρικά. |
|
Ὑπερβάντες τοὺς ὅρους τῆς φύσεως, τὰς ὑπὲρ τὴν φύσιν βασάνους ὑπέστητε· διὸ τῶν ὑπὲρ ἔννοιαν, ἀγαθῶν ἠξιώθητε μάρτυρες. |
|
Ὡς καλοί, ὡς ὡραῖοι, ὡς ἔντιμοι, τῷ καλλοποιῷ καὶ ὡραίῳ συνήφθητε, ὑπὲρ ἡμῶν πρεσβεύοντες, παναοίδιμοι πάντοτε Μάρτυρες. |
Θεοτοκίον. |
|
Ἐκ πασῶν γενεῶν ἐξελέξατο, σὲ τὴν καλλονὴν Ἰακὼβ ἣν ἠγάπησεν, ὁ ποιητὴς Πανάμωμε, καὶ ἐκ σοῦ ἀνατείλας ἐπέφανε. |
Κανὼν τῶν Ἀσωμάτων. Ἤχου ῥημάτων δεήσεως. |
|
Οἱ θεῖοι τύποι τῆς δόξης σου, τῆς ἀρχιφώτου Δέσποτα Χριστέ, φωτοβόλοις λάμψεσιν, ἀκτινοφωτοειδεῖς οἱ Ἄγγελοι, αἰωνίως μένουσι. |
|
Ῥώμῃ τῇ θείᾳ ῥωννύμενα, τὰ Σεραφεὶμ κραυγάζουσι, φωναῖς ἀσιγήτοις, ὕμνον τὸν τρισάγιον, σέβειν ὑπανοίγουσιν ἡμῖν, φύσιν τρισυπόστατον. |
Θεοτοκίον. |
|
Ὤμοσεν ὥσπερ ὁ Κύριος, ἐν ἀληθείᾳ πάλαι τῷ Δαυΐδ, ἐκ γαστρός σου προελθὼν πεπλήρωκε· τέτοκας γὰρ τὸν παντός, Κόρη βασιλεύοντα. |
ᾨδὴ ζʹ. Ὁ Εἱρμός. |
Εἰκόνος χρυσῆς, ἐν πεδίῳ Δεηρᾷ λατρευομένης, οἱ τρεῖς σου Παῖδες κατεφρόνησαν, ἀθεωτάτου προστάγματος, μέσον δὲ πυρὸς ἐμβληθέντες, δροσιζόμενοι ἔψαλλον· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. |
Τροπάρια. |
|
Νοὸς ἐκτροπαῖς, καὶ δαιμόνων προσβολαῖς, μακρὰν γεγένημαι, τῶν ἀγκαλῶν σου, ὡς ὁ Ἄσωτος, πάσης αἰσχύνης πληρούμενος, νῦν δὲ ἐπιστρέψας κραυγάζω, ὡς ἐκεῖνος τὸ Ἥμαρτον, μή με βδελύξῃ Ἰησοῦ, ὁ σαρκωθεὶς διʼ ἐμέ. |
|
Θεὲ τοῦ παντός, Νινευΐτας ἀπειλῆς γεννώσης θάνατον, μετανοήσαντας πάλαι ἔσωσας, ὡσαύτως, μόνε φιλάνθρωπε, τὴν ὑπερβολῇ ἁμαρτίας, μολυνθεῖσαν καρδίαν μου, νῦν ἐπιστρέφουσαν, φρικτῆς ῥῦσαι κολάσεως. |
Μαρτυρικά. |
|
Ἐπλήγη δεινῶς, ὁ πληγῶσαι βουληθεὶς ὑμᾶς κακοῦργος, θεομακάριστοι θεῖοι Μάρτυρες, καὶ ἀνιάτρευτος ἔμεινε· πᾶσι δὲ πιστοῖς ἰατρεῖον, αἱ πληγαὶ ὑμῶν ὤφθησαν, τοῖς πληγωθεῖσι προσβολαῖς, τοῦ παλαιοῦ πτερνιστοῦ. |
|
Οὐ θῆρας πικρούς, οὐ τυράννων ἀπειλάς, οὐ ξίφη τέμνοντα, ουδʼ αἰκίσεις καὶ τὰ πριστήρια κατεπτοήθητε ὄργανα, ὡς ἐν ἀλλοτρίῳ δὲ πάντα ὑπεμείνατε σώματι, Μεγαλομάρτυρες· διὸ ἐστεφανώθητε. |
Θεοτοκίον. |
|
Ἀΰλου φωτός, οἰκητήριον ἡ σὴ μήτρα γεγένηται, τοῦ φρυκτωρίαις θείας γνώσεως, τὴν ἀθεΐαν μειώσαντος, ἄχραντε Θεόνυμφε Κόρη, ὃν ὑμνοῦντες κραυγάζομεν· Εὐλογητός εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. |
Κανὼν τῶν Ἀσωμάτων. Ῥήτορες ἀνεδείχθησαν Παῖδες. |
|
Τῷ θρόνῳ τῆς ἀῤῥήτου σου δόξης, περιχορεύοντες ἀεί, οἱ ἐπουράνιοι Νόες, ἐν ἀσωμάτοις στόμασιν ᾄδουσιν, ὁ ὑπέρθεος τῶν Πατέρων, καὶ ἡμῶν Θεὸς εὐλογητὸς εἶ. |
|
Ὡς εἶδον τῶν Ἀγγέλων αἱ τάξεις, εἰς οὐρανους μετὰ σαρκὸς ἀναφερόμενον, πύλας τὰς οὐρανίους, ᾖράν σοι ψάλλοντες· ὁ ὑπέρθεος τῶν Πατέρων, καὶ ἡμῶν Θεὸς εὐλογητος εἶ. |
Θεοτοκίον. |
|
Νόμου σε τὸ κεφάλαιον Κόρη, καὶ Προφητῶν ὁ Γαβριήλ, ὑποδεικνύων ἐβόα· Ἰδοὺ σὺ τίκτεις, μόνη Πανύμνητε, τὸν ὑπέρθεον τῶν Πατέρων, καὶ ἡμῶν Θεὸν εὐλογημένη. |
ᾨδὴ ηʹ. Ὁ Εἱρμός. |
Τὸν ἐν καμίνῳ τοῦ πυρός, τῶν Ἑβραίων τοῖς Παισὶ συγκαταβάντα, καὶ τὴν φλόγα εἰς δρόσον, μεταβαλόντα Θεόν, ὑμνεῖτε τὰ ἔργα ὡς Κύριον, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. |
Τροπάρια. |
|
Ὑποπεσὼν τῷ πονηρῷ, ταῖς ἐκείνου μηχαναῖς κατεδουλώθην, καὶ ὁρῶν με ὁ πλάνος, ἐν ἀπωλείᾳ πολλῇ καυχᾶται, τούτου με ἐξάρπασον ἡ τῶν πλανωμένων, ἐπιστροφὴ Οἰκτίρμον. |
|
Λῦσον ἀλύτοις με δεσμοῖς, τῶν τοῦ σώματος παθῶν κεκρατημένον, ὁ τὰ ἄλυτα λύσας τῶν ἀπʼ αἰώνων δεσμά, καὶ τρέχειν πρὸς τρίβους εὐόδωσον, τὰς σωτηριώδεις, Χριστὲ Σωτὴρ τοῦ κόσμου. |
Μαρτυρικά. |
|
Οἱ τῶν παθῶν δημιουργοί, ἐπʼ ἐμοὶ τῷ ταπεινῷ, πᾶσαν κακίαν ἐτεκτήναντο ὄντως, τῶν παθημάτων Χριστοῦ, ὡς ὄντες μιμηταί, μακάριοι Μάρτυρες, τῆς τούτων λυτρώσασθέ με βλάβης. |
|
Γόνυ μὴ κάμψαντες γλυπτοῖς, ἐν καμίνῳ αἰκισμῶν, ὥσπερ οἱ Παῖδες, ἐνεβλήθητε πάλαι, καὶ δροσισμῷ θεϊκῷ, ἀφθέντες, ἄφλεκτοι ἐμείνατε, Μάρτυρες, ὑμνοῦντες, Χριστὸν εἰς τοὺς αἰῶνας. |
Θεοτοκίον. |
|
Ἐξασθενήσασαν πολλαῖς, προσβολαῖς τοῦ πονηροῦ, Θεογεννῆτορ, τὴν ἀθλίαν ψυχήν μου, ταῖς ῥωστικαῖς σου λιταῖς, Παρθένε ὑγιῆ ἀπέργασαι, ἵνα σε δοξάζω εἰς πάντας τοὺς αἰῶνας. |
Κανὼν τῶν Ἀσωμάτων. Ἰνδάλματος χρυσοῦ. |
|
Ἀγάλματα τῆς σῆς, ἀγαθότητος ὑπέστησας τοὺς Ἀγγέλους, τὰς ἐντολάς σου ἐκτελοῦντας, Λόγε ἐν ἰσχύϊ, καὶ συνεργοῦντας πᾶσι τοῖς πιστῶς κραυγάζουσιν· Ἡ οὐσιωθεῖσα ὑμνείτω τὸν Κύριον, πᾶσα κτίσις, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας. |
|
Γονίμοις ἀρεταῖς, τὴν οὐράνιον ἐκόσμησας πολιτείαν, ταῖς τῶν Ἀγγέλων καταγλαΐσας ἱεραρχίαις, ταύτην δέχῃ Χριστέ μου, ἀεὶ κραυγάζουσαν· Ἡ οὐσιωθεῖσα ὑμνείτω τὸν Κύριον, πᾶσα κτίσις, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας. |
|
Γηθόμενοι λαμπρῶς, μελῳδήσωμεν τὴν ἔνθεον μελῳδίαν, τῶν Ἀσωμάτων ἀνενδότως, καὶ τῷ Δεσπότῃ θεολογοῦντες, ᾆσμα σὺν αὐτοῖς κραυγάσωμεν· Ἡ οὐσιωθεῖσα ὑμνείτω τὸν Κύριον, πᾶσα κτίσις, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας. |
Θεοτοκίον. |
|
Εὐθύτης ἡ σοφῶς, τὸ πᾶν διευθύνουσα, ἠγάπησεν ἐπαξίως, σὲ τὴν Πανάμωμον καὶ Πανάχραντον Θεοτόκον, ἀνερμηνεύτως Πάναγνε, ἐν σοὶ σκηνώσασα, ἣν δοξολογοῦμεν· Ὑμνείτω τὸν Κύριον, πᾶσα κτίσις, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας. |
ᾨδὴ θʹ. Ὁ Εἱρμός. |
Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον, τὸν ἀῤῥήτῳ σοφίᾳ ἥκοντα καινουργῆσαι τὸν Ἀδάμ, βρώσει φθορᾷ πεπτωκότα δεινῶς, ἐξ ἁγίας Παρθένου, ἀφράστως σαρκωθέντα διʼ ἡμᾶς, οἱ πιστοὶ ὁμοφρόνως, ἐν ὕμνοις μεγαλύνομεν. |
Τροπάρια. |
|
Ἰδοὺ καιρὸς ἐργασίας, τί καθεύδεις ἀφρόνως, ψυχὴ ἐν ἀθυμίᾳ παντελεῖ; ἔγειραι, δάκρυσι φαίδρυνον τὴν λαμπάδα σου, σπεῦσον, ἐγγίζει ὁ Νυμφίος τῶν ψυχῶν, μὴ βραδύνῃς, καὶ μείνῃς τῆς θείας θύρας ἔξωθεν. |
|
Ὢ πῶς φρικτόν σου τὸ βῆμα, φανεροῦν πᾶσαν πρᾶξιν, γυμνὴν ἐπὶ Ἀγγέλων καὶ βροτῶν! Ὢ πῶς δεινὴ ἡ ἀπόφασις, ἣν τοῖς πταίσασι μέλλεις διδόναι! ἐξ ἧς ῥῦσαί με Χριστέ, πρὸ τοῦ τέλους, παρέχων ἐπιστροφῆς μοι δάκρυα. |
Μαρτυρικά. |
|
Σημειωθέντες τῷ πόθῳ, τοῦ Ἀμνοῦ καὶ Ποιμένος, οἱ ἔνδοξοι καὶ θεῖοι ἀθληταί, αἵματι θύονται χαίροντες, ὥσπερ ἄκακοι ἄρνες, καὶ πᾶσαν πρωτοτόκων ἀληθῶς, Ἐκκλησίαν ἁγίαν, ἐν οὐρανοῖς φαιδρύνουσιν. |
|
Ἡλιακαῖς λαμπηδόσιν, ὡς φωστῆρες δειχθέντες, τῷ φέγγει τῆς ἀθλήσεως ὑμῶν, πᾶσαν ψυχὴν καταυγάζετε, πάντα ζόφον τῆς πλάνης διώκετε, γενναῖοι ἀθληταί· διὰ τοῦτο ἐν πίστει, ἀξίως μακαρίζεσθε. |
Θεοτοκίον. |
|
Φεῖσαί μου Κύριε φεῖσαι, ὅταν μέλλῃς με κρῖναι, καὶ μὴ καταδικάσῃς με εἰς πῦρ, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, δυσωπεῖ σε Παρθένος, ἡ σὲ κυοφορήσασα Χριστέ, τῶν Ἀγγέλων τὰ πλήθη, καὶ τῶν Μαρτύρων σύλλογος. |
Κανὼν τῶν Ἀσωμάτων. Ὅλος ὑπάρχεις ἔφεσις. |
|
Λευχειμονοῦντες ὤφθησαν, Ἄγγελοι φαιδροί, συμβολικῶς τοῖς θείοις Μαθηταῖς, τὴν σὴν σαφηνίζοντες δευτέραν παρουσίαν Χριστέ, μεθʼ ὧν σε ἅπαντες, θεολογοῦντες μεγαλύνομεν. |
|
Ὡς εὐεργέτης ἅπασαν, φύσιν λογικὴν δημιουργεῖς, τῆς πρώτης σου αὐγῆς, δευτέραν λαμπρότητα, Χριστέ μου ὑπεράγαθε· διό σε ἅπαντες, ὑμνολογοῦντες μεγαλύνομεν. |
Θεοτοκίον. |
|
Νενοηκώς σου Πάναγνε, τὸ φωτοειδὲς τῆς παρθενίας, καὶ καταπλαγείς, χαράν σοι ἐβόησεν, ὁ θεῖος Ἀρχιστράτηγος· διό σε ἅπαντες, ὡς Θεοτόκον μεγαλύνομεν. |
Εἰς τὸν Στίχον τῶν Αἴνων. |
Ἀπόστιχα Στιχηρά. Ἦχος βʹ. Κατανυκτικά. |
|
Τῶν πεπραγμένων μοι δεινῶν ἐννοῶν τὰ ἄτοπα, ἐπὶ τοὺς σοὺς καταφεύγω οἰκτιρμούς, Τελώνην μιμούμενος, καὶ Πόρνην τὴν δακρύσασαν, καὶ τὸν Ἄσωτον υἱόν· διὸ καὶ προσπίπτω σοι Ἐλεῆμον, πρίν με καταδικάσῃς, φεῖσαί μου ὁ Θεός, καὶ ἐλέησόν με. |
Στίχ. Ἐνεπλήσθημεν τὸ πρωΐ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ εὐφράνθημεν ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν· εὐφρανθείημεν ἀνθʼ ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν, ὧν εἴδομεν κακά. Καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν. |
|
Τὰς ἀνομίας μου πάριδε, Κύριε, ὁ ἐκ Παρθένου τεχθείς, καὶ τὴν καρδίαν μου καθάρισον, ναὸν αὐτὴν ποιῶν τοῦ ἁγίου σου Πνεύματος, μή με ἐξουδενώσῃς, ἀπὸ τοῦ σοῦ προσώπου, ὁ ἀμέτρητον ἔχων τὸ ἔλεος. |
Στίχ. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφʼ ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφʼ ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον. |
Μαρτυρικόν. |
|
Ὑπὲρ Χριστοῦ παθόντες μέχρι θανάτου, ὦ ἀθλοφόροι Μάρτυρες, ψυχὰς μὲν ἔχετε εἰς οὐρανοὺς ἐν χειρὶ Θεοῦ, καὶ κατὰ κόσμον ὅλον, δορυφορεῖται ὑμῶν τὰ λείψανα. Ἱερεῖς καὶ Βασιλεῖς προσκυνοῦσι, καὶ λαοὶ πάντες ἐπαγαλλόμενοι, συνήθως βοῶμεν· Ὕπνος τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τῶν Ὁσίων αὐτοῦ. |
Δόξα· καὶ νῦν. Θεοτοκίον. |
|
Ὡσεὶ ἐλαία κατάκαρπος, ἡ Παρθένος ἐβλάστησε, σὲ τὸν καρπὸν τῆς ζωῆς, καρποφορεῖν τῷ κόσμῳ, τὸ μέγα καὶ πλούσιον ἔλεος. |
__________ |
ΕΝ Τῌ ΛΕΙΤΟΥΡΓΙᾼ |
Οἱ Μακαρισμοί. Ἦχος βʹ. |
|
Τὴν φωνὴν σοι προσάγομεν, τοῦ Λῃστοῦ, καὶ βοῶμέν σοι· Μνήσθητι ἡμῶν Σωτήρ, ἐν τῇ Βασιλείᾳ σου. |
|
Τὰ πολλά μου ἐγκλήματα, παραβλέψας φιλάνθρωπε, δεῖξον μέτοχόν με τῆς σῆς, λαμπρότητος δέομαι. |
|
Τῶν Ἀγγέλων τὰ τάγματα, δυσωποῦσί σε Κύριε, ὑπὲρ πάντων τῶν πιστῶν, τῶν πόθῳ ὑμνούντων σε. |
Μαρτυρικόν. |
|
Ταῖς λιταῖς τῶν Μαρτύρων σου, Ἰησοῦ ὑπεράγαθε, ἵλεως ἡμῖν γενοῦ, ἐν ὥρᾳ τῆς κρίσεως. |
Δόξα. |
|
Τὸν Πατέρα δοξάσωμεν, τὸν Υἱὸν προσκυνήσωμεν πάντες, καὶ τὸ ἅγιον Πνεῦμα, πιστῶς ἀνυμνήσωμεν. |
Καὶ νῦν. Θεοτοκίον. |
|
Ὁ καρπὸς τῆς κοιλίας σου, τοὺς καρπῷ ὀλισθήσαντας, τοῦ Παραδείσου Ἁγνή, πολίτας εἰργάσατο. |