×

Τῌ ΤΕΤΑΡΤῌ ΕΣΠΕΡΑΣ

Εἰς τό, Κύριε, ἐκέκραξα, Προσόμοια.

Στιχηρὰ Ἀποστολικά.

Ἦχος βʹ. Ὅτε ἐκ τοῦ ξύλου.

Λόγου τοῦ φανέντος ἐπὶ γῆς, σάλπιγγες καθάπερ ὀφθέντες, θεῖοι Ἀπόστολοι, τούτου τὸ σωτήριον πᾶσιν ἐφάνατε, καὶ λαοὺς συνηθροίσατε, πρὸς ἔνθεον πίστιν, πλάνης ὀχυρώματα καταστρεψάμενοι· ὅθεν καὶ ἀξίως τὰ γέρα, καὶ νικητικῶς τοὺς στεφάνους, ὄντως ἐκομίσασθε μακάριοι.

Δῆμοι τῶν Ἀγγέλων ἀληθῶς, χαίροντες ἐκρότησαν ἄνω, τοὺς ἱεροὺς Μαθητάς, βλέποντες κηρύττοντας, ἐν παῤῥησίᾳ πολλῇ, τοῦ Κυρίου τὴν σάρκωσιν, καὶ πᾶσι βοῶντας· Οὗτος ὁ Θεὸς ἡμῶν, ὁ πρὸ αἰώνων ἐστί, σάρκα προσλαβὼν ἑκουσίως, σύνθρονος Πατρὶ δὲ ὑπάρχων, καὶ τῷ θείῳ Πνεύματι ὁμότιμος.

Πάσης οἰκουμένης ἁλιεῖς, τὴν ἠγκιστρωμένην ψυχήν μου, ταῖς μεθοδείαις ἐχθροῦ, τάχος ἐκλυτρώσασθε, καὶ ἀπογνώσει με νῦν, κινδυνεύοντα σώσατε, καρποὺς μετανοίας, φέρειν ἐνισχύοντες, θεῖοι Ἀπόστολοι, ὅπως τοῦ πυρὸς τῆς γεέννης, πεῖραν μὴ λαβὼν Βασιλείας, τῆς τῶν οὐρανῶν ἀξιωθήσωμαι.

Ἕτερα Στιχηρά. Τοῦ Ἁγίου Νικολάου. Ὅμοια.

Πλήθει πειρασμῶν περισχεθείς, καὶ ταῖς τρικυμίαις τοῦ βίου, περικυκλούμενος, σάλῳ τε ποντούμενος τῶν περιστάσεων, καὶ ταῖς λύπαις βαλλόμενος, ἐν σοὶ τὴν ἐλπίδα, πᾶσαν ἀνατίθημι, Πάτερ Νικόλαε, πάντων τῶν δεινῶν μοι παράσχου, λύσιν ταῖς πρεσβείαις σου μάκαρ, ταῖς πρὸς τὸν Δεσπότην σου ἐντεύξεσιν.

Νέφει ἀθυμίας σκοτεινῷ, καὶ στενοχωρίας ὁμίχλῃ, νυνὶ καλύπτομαι, θλίψεως ἀλλεπάλληλοι διαταράττουσιν, ὁ δὲ φόβος κινδύνων με, δεινῶς περιέχει, δέομαί σου σῶσόν με, θεομακάριστε· σὲ γὰρ ὀνομάζω προστάτην, καὶ σοῦ τὴν βοήθειαν Πάτερ, ἐπικαλουμένῳ μοι κατάπεμψον.

Χάριν εἰληφὼς παρὰ Θεοῦ, πᾶσι χορηγεῖς τὰς ἰάσεις, ὑπὸ τὴν σκέπην σου, ἅγιε Νικόλαε, τοῖς σοὶ προστρέχουσι· φυγαδεύσεις δαιμόνων γάρ, ἀνίατα πάθη, πάντας θεραπεύεις δέ, τῇ προστασίᾳ σου· ὅθεν καὶ ἡμεῖς δυσωποῦμεν, πρέσβευε πρὸς Κύριον πάσης, λυτρωθῆναι βλάβης τοὺς ὑμνοῦντάς σε.

Δόξα· καὶ νῦν. Θεοτοκίον. Ὅμοιον.

Πᾶσα τῆς ζωῆς ἡμῶν ἰσχύς, σὺ ὑπάρχεις ἄχραντε Μήτηρ, καὶ καταφύγιον, πάντων τῶν ὑμνούντων σε, σὺ εἶ ἀντίληψις· μὴ οὖν μάτην λογίζοιντο, τὴν σὴν προστασίαν, οἱ κατακαυχώμενοι κατὰ τῶν δούλων σου· σὺ γὰρ πρὸς Θεὸν προστασία, δέδοσαι· διὸ μὴ παρίδῃς, διασῶσαι Δέσποινα τοὺς δούλους σου.

Εἰς τὸν Στίχον.

Ἀπόστιχα Στιχηρά. Ἦχος βʹ. Αποστολικά.

Ἐμεγάλυνας Σωτήρ, ἐν τῇ οἰκουμένῃ τῶν Κορυφαίων Ἀποστόλων τὰ ὀνόματα, ἔμαθον τῶν οὐρανῶν τὰ ἄῤῥητα, ἔδωκαν τοῖς ἐπὶ γῆς ἰάματα, καὶ αἱ σκιαὶ αὐτῶν μόναι τὰ πάθη ἐθεράπευον, ὁ ἐξ ἁλιέων ἐθαυματούργει καὶ ὁ ἐξ Ἰουδαίων ἐθεολόγει, τῆς χάριτος τὰ δόγματα, διʼ ὧν Εὔσπλαγχνε, δὸς ἡμῖν τὸ μέγα σου ἔλεος.

Στίχ. Πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς μου τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Ἰδοὺ ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν Κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς Κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς.

Οἱ ἐξ ἀδίκων πράξεων, πάντοθεν πολεμούμενοι, καὶ πρὸς σὲ καταφεύγοντες, τὸν ὄντως ὄντα Θεόν, τὴν φωνὴν τῶν σῶν Μαθητῶν, προσφέρομέν σοι, λέγοντες· Σῶσον ἡμᾶς, Ἐπιστάτα, ἀπολλύμεθα, δεῖξον καὶ νῦν τοῖς ἐχθροῖς ἡμῶν δεόμεθα, ὅτι σκέπεις λαόν, καὶ σῴζεις ἐκ κινδύνων, τῇ πρεσβείᾳ τῶν Ἀποστόλων, παρορῶν ἁμαρτίας διὰ πολλὴν ἀγαθότητα, Κύριε δόξα σοι.

Στίχ. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως, ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν. Τὸ ὄνειδος τοῖς εὐθηνοῦσι, καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις.

Μαρτυρικόν.

Μεγάλη ἡ δόξα, ἣν ἐκτήσασθε Ἅγιοι, διὰ τῆς πίστεως! οὐ μόνον γὰρ ἐν τῷ πάσχειν, τὸν ἐχθρὸν ἐνικήσατε, ἀλλὰ καὶ μετὰ θάνατον πνεύματα ἀπελαύνετε, ἀσθενοῦντας θεραπεύετε, ψυχῶν καὶ σωμάτων ἰατροί, πρεσβεύσατε πρὸς Κύριον, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα· καὶ νῦν. Θεοτοκίον. Ὅμοιον.

Πάντων προστατεύεις Ἀγαθή, τῶν καταφευγόντων ἐν πίστει, τῇ κραταιᾷ σου χειρί· ἄλλην γὰρ οὐκ ἔχομεν, ἁμαρτωλοὶ πρὸς Θεόν, ἐν κινδύνοις καὶ θλίψεσιν, ἀεὶ μεσιτείαν, οἱ κατακαμπτόμενοι, ὑπὸ πταισμάτων πολλῶν. Μῆτερ τοῦ Θεοῦ τοῦ Ὑψίστου· ὅθεν σοι προσπίπτομεν ῥῦσαι, πάσης περιστάσεως τοὺς δούλους σου.

__________

Τῌ ΠΕΜΠΤῌ ΠΡΩΪ

ΕΝ Τῼ ΟΡΘΡῼ

Μετὰ τὴν αʹ Στιχολογίαν, Καθίσματα. Αποστολικά.

Ἦχος βʹ.

Ὁ σοφίσας ὑπὲρ ῥήτορας τοὺς ἁλιεῖς, καὶ ἐκπέμψας ὥσπερ κήρυκας πάσῃ τῇ γῇ, ἀφάτῳ φιλανθρωπίᾳ, Χριστὲ ὁ Θεός, διʼ αὐτῶν κραταίωσον τὴν Ἐκκλησίαν σου, καὶ τοῖς πιστοῖς κατάπεμψον τὴν εὐλογίαν σου, ὁ μόνος ἐλεήμων καὶ φιλάνθρωπος.

Σαγηνεύσαντες τὰ ἔθνη οἱ ἁλιεῖς, καὶ διδάξαντες τὰ πέρατά σε προσκυνεῖν, σὺν Πατρὶ καὶ Πνεύματι, Χριστὲ ὁ Θεός, διʼ αὐτῶν στερέωσον πίστιν τὴν ἔνθεον, καὶ τοῖς λαοῖς κατάπεμψον νῦν τὰ ἐλέη σου, ὁ μόνος ἐν Ἁγίοις ἀναπαυόμενος.

Δόξα· καὶ νῦν. Θεοτοκίον.

Θείας γεγόναμεν κοινωνοὶ φύσεως, διὰ σοῦ Ἀειπάρθενε· Θεὸν γὰρ ἡμῖν σεσαρκωμένον ἔτεκες· διὸ κατὰ χρέος σε, πάντες εὐσεβῶς μεγαλύνομεν.

Μετὰ τὴν βʹ Στιχολογίαν, ἕτερα Καθίσματα. Αποστολικά. Εὐσπλαγχνίας ὑπάρχουσα.

Εὐσπλαγχνίᾳ πτωχεύσας ὁ Θεός, πλουτιστὰς ἐξαπέστειλεν ὑμᾶς ἐν τῷ κόσμῳ, φαίνοντας πτωχείᾳ τοῦ κηρύγματος, πλοῦτον τὸν οὐράνιον τοῖς πέρασι, διʼ ὧν καὶ πλουτήσαντες, τὴν πίστιν τὴν ἔνθεον, ἀνυμνοῦμεν εὐσεβῶς, τὴν θείαν ὑμῶν μνήμην Ἀπόστολοι.

Ὅμοιον.

Τῆς σοφίας ὑπάρχοντες Θεοῦ, Μαθηταὶ καὶ αὐτόπται, τῶν σοφῶν καὶ ῥητόρων, ἄσοφον σοφίαν ἐξεφαύλισαν, τῇ ἰδιωτείᾳ τοῦ κηρύγματος, τὰ ἔθνη σοφίσαντες, οἱ θεῖοι Ἀπόστολοι, ὀρθοδόξως ἀνυμνεῖν, τὸν Δημιουργὸν καὶ μόνον Κύριον.

Δόξα· καὶ νῦν. Θεοτοκίον.

Βοηθὸς τοῖς ἐν θλίψει Θεοκυῆτορ, καὶ προστάτις ὑπάρχεις τοῖς ἐν ἀνάγκαις, ἀπεγνωσμένοις ἐλπίδα παρέχουσα, καὶ ἀνιάτων τὰς νόσους καθαίρουσα, Θεοτόκε Πανύμνητε· διὸ ὑπὲρ ἡμῶν δυσώπει τὸν Κύριον.

Μετὰ τὴν γʹ Στιχολογίαν, ἕτερα Καθίσματα.

Τοῦ Ἁγίου Νικολάου. Τοῖς τῶν αἱμάτων σου.

Ταῖς τῶν θαυμάτων ἀκτῖσι Νικόλαε, καταφαιδρύνεις ὑφήλιον ἅπασαν, καὶ λύεις τὸν ζόφον τῶν θλίψεων, καὶ τῶν κινδύνων ἐλαύνεις τὴν ἔφοδον, προστάτης ὑπάρχων θερμότατος.

Μαρτυρικόν.

Ἀπόστολοι, Μάρτυρες, καὶ Προφῆται, Ἱεράρχαι, Ὅσιοι καὶ Δίκαιοι, οἱ καλῶς τὸν ἀγῶνα τελέσαντες, καὶ τὴν πίστιν τηρήσαντες, παῤῥησίαν ἔχοντες πρὸς τὸν Σωτῆρα, ὑπὲρ ἡμῶν αὐτὸν ὡς ἀγαθὸν ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν.

Δόξα· καὶ νῦν. Θεοτοκίον.

Ἡ μόνη Θεὸν ἀσπόρως κυήσασα, καὶ μετὰ φρικτὴν λοχείαν ἁγνεύουσα, σοὶ προσπίπτω Ἄχραντε, μετὰ φόβου κράζων καὶ πίστεως· Ἐκ παθῶν καὶ νόσων δεινῶν, καὶ πάσης ἀνάγκης με διάσωσον.

Κανὼν τῶν Ἁγίων Ἀποστόλων.

Ἦχος βʹ. ᾨδὴ αʹ. Ὁ Εἱρμός.

Ἐν βυθῷ κατέστρωσέ ποτε, τὴν φαραωνίτιδα, πανστρατιὰν ἡ ὑπέροπλος δύναμις, σαρκωθεὶς ὁ Λόγος δέ, τὴν παμμόχθηρον ἁμαρτίαν ἐξήλειψεν, ὁ δεδοξασμένος Κύριος· ἐνδόξως γὰρ δεδόξασται.

Τροπάρια.

Τοῦ φωτὸς τοῦ θείου ἀστραπαί, πίστει χρηματίσαντες, φωτοειδεῖς τοῦ Σωτῆρος Ἀπόστολοι, ὅλον με φωτίσατε, σκοτιζόμενον ἡδονῶν ἀμαυρότησι, καὶ ἐν ἀμελείᾳ, πάντα μου τὸν βίον διανύοντα.

Μαθηταὶ καὶ φίλοι τοῦ Χριστοῦ, φίλον με γενόμενον, τοῦ δυσμενοῦς διὰ κακῶν οἰκείωσιν, τούτου ἐκλυτρώσασθε, συγκινοῦντές μου τὴν ψυχὴν εἰς ἀγάπησιν, τοῦ πεφιληκότος, γένος τῶν βροτῶν διʼ ἀγαθότητα.

Ταπεινὴ ψυχή μου πρὸ θανῆς, σπεῦσον μετανόησον, καὶ σεαυτὴν νενεκρωμένην πένθησον, ὅπως ὁ τὸν Λάζαρον, τετραήμερον ἀναστήσας ὡς εὔσπλαγχνος, καὶ σὲ ἀναστήσῃ, ταῖς τῶν Ἀποστόλων παρακλήσεσιν.

Θεοτοκίον.

Ἀγαθὸν κυήσασα Θεόν, πάντας ἀγαθύνοντα, τοὺς τῇ φθορᾷ κεκρατημένους Πάναγνε, τοῦτον καθικέτευε, Παναμώμητε, σὺν Προφήταις καὶ Μάρτυσι, καὶ τοῖς Ἀποστόλοις, πάντας λυτρωθῆναι παραβάσεως.

Κανὼν τοῦ Ἁγίου Νικολάου.

Εἱρμὸς ὁ αὐτός.

Στεφηφόρος βήματι Χριστοῦ, πάνσοφε Νικόλαε, παρεστηκὼς σὺν Ἀγγέλων στρατεύμασι, φωτισμόν μοι δώρησαι, καταυγάζοντα τῆς ψυχῆς μου τὴν ζόφωσιν, ὅπως εὐφημήσω, χαίρων σου παμμάκαρ τὸ μνημόσυνον.

Ὁ δοξάζων πάντας τοὺς αὐτόν, Κύριος δοξάζοντας, σὲ τοῖς πιστοῖς καταφύγιον δέδωκε, πειρασμῶν ῥυόμενον, τοὺς προστρέχοντας τῇ σῇ σκέπῃ Νικόλαε, καὶ προσκαλουμένους, πίστει σε καὶ πόθῳ παναοίδιμε.

Θεοτοκίον.

Ἰσωθῆναι πόθον μοι ἐνθείς, ὄφις ὁ παμπόνηρος, τῷ πλαστουργῷ, ὡς αἰχμάλωτον εἷλέ με, διὰ σοῦ δὲ Πάναγνε, ἀνακέκλημαι, θεωθεὶς ἀληθέστατα· σὺ γὰρ Θεομῆτορ, τὸν ἐμὲ θεώσαντα γεγέννηκας.

ᾨδὴ γʹ. Ὁ Εἱρμός.

Ἐξήνθησεν ἡ ἔρημος, ὡσεὶ κρίνον Κύριε, ἡ τῶν ἐθνῶν στειρεύουσα, Ἐκκλησία τῇ παρουσίᾳ σου, ἐν ᾗ ἐστερεώθη ἡ καρδία μου.

Τροπάρια.

Διδάσκαλον κτησάμενοι, τὴν σοφίαν ἔνδοξοι, τὴν τοῦ Πατρὸς ἐν Πνεύματι, τῶν Ἑλλήνων ἀπεμωράνατε, τὴν σοφίαν θεόπται ἀξιάγαστοι.

Τὴν στείρωσιν πανεύφημοι, τῆς ψυχῆς μου λύσατε, καὶ εὐτεκνίαν πράξεων, ἐναρέτων φέρειν, ποιήσατε, ὡς τοῦ Λόγου αὐτόπται πανσεβάσμιοι.

Δεινῶς με φαρμαχθέντα νῦν, τῷ ἰοβόλῳ δήγματι, τοῦ δυσμενοῦς θεράπευσον, ἱκεσίαις τῶν Ἀποστόλων σου, Εὐεργέτα τῶν ὅλων πολυέλεε.

Θεοτοκίον.

Χριστὸν τὸν ὑπεράγαθον, ἐκδυσώπει Πάναγνε, σὺν Ἀποστόλοις ἅπασι, πάσης βλάβης καὶ περιστάσεως, καὶ κινδύνων ῥυσθῆναι τοὺς ὑμνοῦντάς σε.

Κανὼν τοῦ Ἁγίου Νικολάου. Εἱρμὸς ὁ αὐτός.

Νικόλαε μακάριε, τοῦ Δεσπότου γνήσιος, σὺ μαθητὴς γενόμενος, διασῴζεις τοὺς σοὶ προστρέχοντας, χαλεπῶν ἐκ κινδύνων, καὶ θανάτου πικροῦ.

Ἱλάσθητι τοῖς δούλοις σου, τῶν πταισμάτων ἄφεσιν, ὡς ἀγαθὸς δωρούμενος, Νικολάου τοῦ σοῦ θεράποντος, ταῖς πρὸς σὲ μεσιτείαις πολυέλεε.

Θεοτοκίον.

Κατεύνασον τὸν τάραχον, τῶν παθῶν μου Δέσποινα, καὶ τὴν ζωὴν κυβέρνησον, Παναγία Θεὸν ἡ τέξασα, ἐν ᾧ ἐστερεώθῃ ἡ καρδία μου.

ᾨδὴ δʹ. Ὁ Εἱρμός.

Ἐλήλυθας, ἐκ Παρθένου οὐ πρέσβυς οὐκ Ἄγγελος, ἀλλʼ αὐτὸς ὁ Κύριος, σεσαρκωμένος καὶ ἔσωσας, ὅλον με τὸν ἄνθρωπον· διὸ κραυγάζω σοι· Δόξα τῇ δυνάμει σου Κύριε.

Τροπάρια.

Πεινῶντά με καὶ λιμῷ, καθʼ ἑκάστην τηκόμενον, σωτηρίου βρώσεως ἔμπλησον, μόνε Ἀθάνατε, θείαις παρακλήσεσι, τῶν εἰς τὸν σύμπαντα κόσμον κηρυξάντων σε.

Εἰς θάλασσαν κοσμικήν, ἐπεβίβασας ἅπαντας, ὡς ἵππους φιλάνθρωπε, τοὺς εὐκλεεῖς Ἀποστόλους σου, ταύτης συνταράσσοντας, τῆς ἁλμυρᾶς ἀπιστίας πικρὰ ὕδατα.

Τὸν Ἥλιον τοῖς ἐν σκότει, Χριστὸν ἀνατείλαντες, ἐν σκότει με κείμενον, τῆς ἁμαρτίας φωτίσατε, εἴργοντες πανεύφημοι, τὰς πονηρὰς ἐνθυμήσεις τῆς καρδίας μου.

Θεοτοκίον.

Πανύμνητε ἡ Θεόν, ὑπερύμνητον τέξασα, ὑπὲρ τῶν ὑμνούντων σε, σὺν Ἀποστόλοις ἱκέτευε, ὅπως λυτρωθείημεν, ἁμαρτιῶν καὶ κινδύνων καὶ κολάσεως.

Κανὼν τοῦ Ἁγίου Νικολάου. Εἱρμὸς ὁ αὐτός.

Ὁμιλήσας καθαρῶς, ταῖς ἀκτῖσι τοῦ Πνεύματος, φωτοφόρος γέγονας, κόσμου φωτίζων τὰ πέρατα, πᾶσι προϊστάμενος, καὶ πάντας σῴζων τοὺς πίστει σε δοξάζοντας.

Λυτρούμενος ἐκ θανάτου, ὡς ὤφθης τὸ πρότερον, νεανίας ὅσιε, οὕτω καὶ νῦν με διάσωσον, πάσης περιστάσεως, καὶ πειρασμῶν καὶ κινδύνων παμμακάριστε.

Ἀπήστραψας ἀρετῶν, λαμπηδόνας πανόλβιε, μιμητὴς πανάριστος, τοῦ σοῦ Δεσπότου γενόμενος, σῴζεις δὲ καλούμενος, τοὺς εὐλαβείᾳ καὶ πόθῳ σε δοξάζοντας.

Θεοτοκίον.

Ἐλήλυθεν ἐπὶ σοί, ὁ Δεσπότης τῆς κτίσεως, σωματωθησόμενος, καὶ διασῴζων ὡς εὔσπλαγχνος, ὅλον με τὸν ἄνθρωπον· διό σε πάντες Θεοτόκον πιστοὶ σέβομεν.

ᾨδὴ εʹ. Ὁ Εἱρμός.

Μεσίτης Θεοῦ, καὶ ἀνθρώπων γέγονας, Χριστὲ ὁ Θεός· διὰ σοῦ γὰρ Δέσποτα, τὴν πρὸς τὸν ἀρχίφωτον Πατέρα σου, ἐκ νυκτὸς ἀγνωσίας, προσαγωγὴν ἐσχήκαμεν.

Τροπάρια.

Ὁ μέγας ποιμήν, μέσον λύκων ἔστειλεν ὡς πρόβατα, αὐτοὺς μεταπλάττοντα, τῇ θεοσθενείᾳ τοῦ βαπτίσματος, καὶ τῷ κάλλει τῶν λόγων, τοὺς θείους Μαθητὰς αὐτοῦ.

Τῷ θείῳ φωτί, τὰς ἐν ζόφῳ πλάνης ἐφωτίσατε, καρδίας Ἀπόστολοι· ὅθεν ἱκετεύω, σκοτισθέντα με ἡδονῶν ἀμαυρώσει, φωτίσατε μακάριοι.

Ἀθλία ψυχή, πρὸ τοῦ τέλους σπεῦσον μετανόησον, Κυρίῳ κραυγάζουσα· Ἥμαρτόν σοι Δέσποτα συγχώρησον, διὰ τῶν Ἀποστόλων, καὶ σῶσόν με ὡς εὔσπλαγχνος.

Θεοτοκίον.

Φωτί με τῷ σῷ, τὸν ἐν σκότει κείμενον καταύγασον, Φωτὸς οἰκητήριον, καὶ σὺν Ἀποστόλοις καθικέτευε, ἀπὸ πάσης ἀνάγκης, ῥυσθῆναι ταῖς πρεσβείαις σου.

Κανὼν τοῦ Ἁγίου Νικολάου. Ὁ φωτισμός.

Θεοπρεπεῖ, πολιτείᾳ, τρισμάκαρ λελαμπρυσμένος, τοὺς κατακριθέντας ἀδίκῳ ψήφῳ, θανατωθῆναι παραστὰς ἐλυτρώσω, τῷ Δεσπότῃ Χριστῷ κραυγάζοντας· Ἕτερον ἐκτός σου, Θεὸν οὐ γινώσκομεν.

Ἐν οὐρανοῖς, τὴν ἀΐδιον δόξαν νῦν ἐποπτεύων, καὶ τῆς ἀποῤῥήτου θείας αἴγλης, ταῖς φανοτάταις ἐντρυφῶν λαμπηδόσι, σκέπασόν με τῇ προστασίᾳ σου, ὅσιε θεράπον Χριστοῦ πανσεβάσμιε.

Θεοτοκίον.

Ἵνα τὴν σήν, ἐκζητήσῃς εἰκόνα συγκεχωσμένην, τοῖς πάθεσι Σῶτερ τὰς οὐρανίους, λαθὼν δυνάμεις, σαρκωθεὶς ἐκ Παρθένου, ἐπεφάνης τοῖς σοὶ κραυγάζουσιν· Ἕτερον ἐκτός σου Θεὸν οὐ γινώσκομεν.

ᾨδὴ Ϛʹ. Ὁ Εἱρμός.

Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον· Ἐκ φθορᾶς ὁ Θεός με ἀνάγαγε.

Τροπάρια.

Οἱ τὸ ὕδωρ τὸ ζῶν εὐπορήσαντες, τὴν κατατακεῖσαν ψυχήν μου τῷ καύσωνι, τῆς ἁμαρτίας δέομαι, μαθηταὶ τοῦ Σωτῆρος ποτίσατε.

Οὐρανοὶ νοητοὶ χρηματίσαντες, δόξαν τοῦ Θεοῦ διηγεῖσθε τὴν ἄῤῥητον, θεοφεγγεῖς Ἀπόστολοι, ἧς τυχεῖν ἡμᾶς πάντας πρεσβεύσατε.

Ἐν πελάγει δεινῶς κυματούμενος, σοὶ τῷ τοῦ παντὸς κυβερνήτῃ, προσέρχομαι, διὰ τῶν Ἀποστόλων σου, σωτηρίας πρὸς ὅρμον με ἴθυνον.

Θεοτοκίον.

Μετὰ πασῶν τῶν ἄνω Δυνάμεων, μετὰ Προφητῶν, Ἀποστόλων, Μαρτύρων σου, εἰς ἱλασμὸν προσάγω σοι, τὴν Μητέρα σου, οἴκτειρον, σῶσόν με.

Κανὼν τοῦ Ἁγίου Νικολάου. Εἱρμὸς ὁ αὐτός.

Ὁ τῆς νίκης Νικόλαε στέφανος, τῇ σῇ κορυφῇ ἀξίως ἐπιτίθεται· ὡς νικητὴς οὖν ἄριστος, τοὺς σὲ προσκαλουμένους διάσωσον.

Νεκρωθέντα με μάκαρ τοῖς πταίσμασι, καὶ ταῖς τῶν παθῶν τρικυμίαις ποντούμενον, ἐπιφανεὶς διάσωσον, πρὸς λιμένα τοῦ θείου θελήματος.

Θεοτοκίον.

Ἐπὶ σοὶ τὰς ἐλπίδας ἀνέθηκα, Μῆτερ ἀειπάρθενε τῆς σωτηρίας μου, καὶ σὲ προστάτιν τίθημι, τῆς ζωῆς ἀσφαλῆ τε καὶ ἄσειστον.

ᾨδὴ ζʹ. Ὁ Εἱρμός.

Ἀντίθεον πρόσταγμα παρανομοῦντος, τυράννου μετάρσιον, τὴν φλόγα ἀνεῤῥίπισε, Χριστὸς δὲ ἐφήπλωσε, θεοσεβέσι παισί, δρόσον τὴν τοῦ Πνεύματος, ὁ ὢν εὐλογημένος καὶ ὑπερένδοξος.

Τροπάρια.

Πυρὶ θείου πνεύματος προσαναφθέντες, τῆς πλάνης τοὺς ἄνθρακας, Ἀπόστολοι ἐσβέσατε, Θεοῦ δὲ τὸν ἔρωτα, ἐν ταῖς φρεσὶ τῶν πιστῶν, πάντων ἐπανήψατε· διὸ μεγαλοφώνως ὑμᾶς γεραίρομεν.

Τὸν κόσμον μισήσαντες καὶ τὰ ἐν κόσμῳ, Χριστὸν ἠγαπήσατε, ἐν κόσμῳ μετὰ σώματος, βροτοῖς ὁμιλήσαντα, ὃν ἱκετεύσατε, πάντων τῶν ἐν βίῳ με δεινῶν, ἐλευθερῶσαι, θεῖοι Ἀπόστολοι.

Κριτὰ δικαιότατε καρδιογνῶστα, ὁ μόνος τὰ κρύφια, εἰδώς μου πλημμελήματα, ἐν ὥρᾳ τῆς κρίσεως μὴ κατακρίνῃς με, μηδὲ πέμψῃς με εἰς πῦρ, ταῖς ἱκεσίαις τῶν Ἀποστόλων σου.

Θεοτοκίον.

Τὸ πῦρ τῆς Θεότητος οὐ κατεφλέχθης, ἀῤῥήτως κυήσασα, Παρθένε ἀπειρόγαμε· διὸ καθικέτευε σὺν Ἀποστόλοις ἁγνή, διαιωνιζούσης με φλογός, ἐλευθερῶσαι τὸν σὲ δοξάζοντα.

Κανὼν τοῦ Ἁγίου Νικολάου. Εἰκόνος χρυσῆς.

Ξυρῷ πειρασμῷ περιπέπτωκα δεινῶς κατακεντούμενος, καὶ πύλαις ᾅδου προσεπέλασα, ταῖς ἀθυμίαις βαλλόμενος, σῶσόν με πρεσβείαις σου μάκαρ, καὶ ἀνάστησον ψάλλειν σοι· Σὲ μακαρίζω ἱερέ, Χριστοῦ θεράπον ἀεί.

Ἀδύτου φωτός, ταῖς ἀΰλοις ἀστραπαῖς περιλαμπόμενος, τοὺς ἐν τῷ σκότει τῷ τῶν θλίψεων, κεκρατημένους ἐξάρπασον, καὶ πρὸς φωτισμὸν εὐσεβείας, καθοδήγησον ψάλλοντας· Σὲ μακαρίζομεν ἀεί, θεράπον ὄντως Χριστοῦ.

Θεοτοκίον.

Δυσώπει Χριστόν, τὸν Υἱόν σου καὶ Θεὸν θεογεννήτρια, τοὺς πεπραμένους δεινοῖς πταίσμασι, καὶ ταῖς ἀπάταις τοῦ ὄφεως, αἵματι αὐτοῦ, τῷ τιμίῳ, ἀναῤῥύσασθαι ψάλλοντας· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

ᾨδὴ ηʹ. Ὁ Εἱρμός.

Κάμινός ποτέ, πυρὸς ἐν Βαβυλῶνι, τὰς ἐνεργείας διεμέριζε, τῷ θείῳ προστάγματι, τοὺς Χαλδαίους καταφλέγουσα, τοὺς δὲ πιστοὺς δροσίζουσα ψάλλοντας· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Τροπάρια.

Σωματοειδῶς, ὑμῖν ἐπιφοιτῆσαν, πυρὸς ἐν εἴδει Παράκλητον, Πνεῦμα ἀπειργάσατο, ὡς λαμπάδας φλογιζούσας μὲν ἀθέους, φωτιζούσας δέ, πάντας τοὺς εὐσεβοῦντας, θεῖοι τοῦ λόγου Ἀπόστολοι.

Πάθει τὰ δεινῶς, χειμάζοντα Οἰκτίρμον, τὴν ἀδιόρθωτον καρδίαν μου, θεράπευσον δέομαι, τὴν ψυχήν μου φωταγώγησον, τὸν νοῦν μου καθοδήγησον, ῥέποντα εἰς κακίαν, τῶν Μαθητῶν σου δεήσεσιν.

Στέναξον ψυχή, καὶ δάκρυσον συντόνως, καὶ σεαυτὴν πρὸ τέλους πένθησον, πρὸ τοῦ καταλάβῃ σε, ὁ κλαυθμὸς ὁ ἀπαράκλητος, καὶ βόησον τῷ Κτίστη σου· Δέσποτα οἴκτειρόν με, τῶν Ἀποστόλων δεήσεσιν.

Θεοτοκίον.

Κάμινος ποτέ, μὴ φλέξασα τοὺς Παῖδας, τὴν σὴν λοχείαν προεικόνιζε, Παρθένε Πανάχραντε· διὰ τοῦτο ἱκετεύω σε, σὺν Ἀποστόλοις πρέσβευε, ἅπασι καὶ Προφήταις, πυρὸς γεέννης ῥυσθῆναί με.

Κανὼν τοῦ Ἁγίου Νικολάου. Τὸν ἐν καμίνῳ τοῦ πυρός.

Ὡς εὐμενὴς καὶ συμπαθής, τοὺς ἐν βάθει πειρασμῶν περισχεθέντας, ἐλευθέρωσον μάκαρ, τῶν κατεχόντων δεινῶν, τὴν λύσιν βραβεύων πρεσβείαις σου, ταῖς πρὸς τὸν Σωτῆρα, Χριστὸν ἱερομύστα.

Μυσταγωγὸς τῶν ὑπὲρ νοῦν, τῶν ἀΰλων λειτουργὸς καὶ οὐρανίων, χρηματίζων θεόφρον, Ἀρχιερεύς τε πιστός, πταισμάτων τὴν ἄφεσιν αἴτησαι, παρὰ τοῦ Σωτῆρος ἡμῶν ἱερομύστα.

Θεοτοκίον.

Ἐξασθενεῖ μου νῦν ὁ νοῦς, εἰς τὰ βάθη ἐμπεσὼν τῆς ἀτιμίας, ὡς ἐντεῦθεν ποικίλοις περιπαρῆναι κακοῖς, ἀλλὰ σὺ Παρθένε θεράπευσον, τῷ τῆς ἀπαθείας φωτὶ περιβαλοῦσα.

ᾨδὴ θʹ. Ὁ Εἱρμός.

Ἀνάρχου γεννήτορος, Υἱὸς Θεὸς καὶ Κύριος, σαρκωθεὶς ἐκ Παρθένου, ἡμῖν ἐπέφανε, τὰ ἐσκοτισμένα φωτίσαι, συναγαγεῖν τὰ ἐσκορπισμένα· διὸ τὴν πανύμνητον, Θεοτόκον μεγαλύνομεν.

Τροπάρια.

Ἐμὲ τὸν κατάκριτον, ἐμὲ τὸν ἀδιόρθωτον, τὸν τῶν σῶν προσταγμάτων καταφρονήσαντα, καὶ ταῖς τῶν δαιμόνων ἀπάταις, φρενοβλαβῶς ἐξακολουθοῦντα, ἐπίστρεψον Κύριε, προσευχαῖς τῶν Ἀποστόλων σου.

Ἀπόστολοι ἔνδοξοι, Ἀπόστολοι μακάριοι, μαθηταὶ τοῦ Σωτῆρος, κήρυκες πάνσοφοι, πάσης με λυτρώσασθε βλάβης, πάσης ὀργῆς, πάσης ἁμαρτίας, πάσης περιστάσεως, καὶ ποικίλης παραβάσεως.

Ψυχὴν ἀδιόρθωτον, προσφέρων καὶ συνείδησιν, συγχωσθεῖσαν τῇ ὕλῃ τῶν παραπτώσεων, καὶ μεμολυσμένην καρδίαν, καὶ λογισμὸν κατεσπιλωμένον, βοῶ σοι φιλάνθρωπε· Οἴκτειρόν με τῷ ἐλέει σου.

Θεοτοκίον.

Ἀπόστολοι Πάναγνε, τὸν σὸν Υἱὸν ἐκήρυξαν, εἰς τὸν σύμπαντα κόσμον, Θεὸν καὶ ἄνθρωπον· ὅθεν σὺν αὐτοῖς ἐκδυσώπει, τῇ φοβερᾷ ἡμέρᾳ τῆς δίκης, ῥυσθῆναι κολάσεως, τοὺς πιστῶς σε μεγαλύνοντας.

Κανὼν τοῦ Ἁγίου Νικολάου. Εἱρμὸς ὁ αὐτός.

Λαμπάσι τῆς χάριτος, θεόφρον φωτιζόμενος, καὶ φωστὴρ εὐσεβείας σαφῶς γενόμενος, τοὺς ἐν πειρασμοῖς διασῴζεις, τοὺς ἐν βυθῷ θαλάσσης λυτροῦσαι, καὶ τρέφεις λιμώττοντας, παραδόξως παμμακάριστε.

Ὡς ἐν Παραδείσῳ τῆς τρυφῆς, νῦν αὐλιζόμενος, καὶ τὴν ἄφραστον δόξαν τρανῶς θεώμενος, ἐκ τῶν οὐρανίων ἁψίδων, τοὺς ὑμνητὰς τοὺς σοὺς ἐποπτεύεις, παθῶν ἐκλυτρούμενος, θεοφόρε πανσεβάσμιε.

Θεοτοκίον.

Σοφίαν καὶ δύναμιν, καὶ Λόγον ἐνυπόστατον, τοῦ Πατρὸς Θεομῆτορ ἁγνὴ συνέλαβες, ἐκ τῶν σῶν ἀχράντων αἱμάτων, τὸν ἑαυτῆς ναὸν προσλαβοῦσαν, καὶ τούτῳ καθʼ ἕνωσιν, ἑνωθεῖσαν ἀδιάῤῥηκτον.

Εἰς τὸν Στίχον τῶν Αἴνων.

Ἀπόστιχα Στιχηρά. Ἦχος βʹ. Αποστολικά.

Ἐμεγάλυνας Σωτήρ, ἐν τῇ οἰκουμένῃ τῶν Κορυφαίων Ἀποστόλων τὰ ὀνόματα, ἔμαθον τῶν οὐρανῶν τὰ ἄῤῥητα, ἔδωκαν τοῖς ἐπὶ γῆς ἰάματα, καὶ αἱ σκιαὶ αὐτῶν μόναι τὰ πάθη ἐθεράπευον, ὁ ἐξ ἁλιέων ἐθαυματούργει καὶ ὁ ἐξ Ἰουδαίων ἐθεολόγει, τῆς χάριτος τὰ δόγματα, διʼ ὧν Εὔσπλαγχνε, δὸς ἡμῖν τὸ μέγα σου ἔλεος.

Στίχ. Ἐνεπλήσθημεν τὸ πρωΐ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ εὐφράνθημεν ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν· εὐφρανθείημεν ἀνθʼ ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν, ὧν εἴδομεν κακά. Καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν.

Οἱ ἐξ ἀδίκων πράξεων, πάντοθεν πολεμούμενοι, καὶ πρὸς σὲ καταφεύγοντες, τὸν ὄντως ὄντα Θεόν, τὴν φωνὴν τῶν σῶν Μαθητῶν, προσφέρομέν σοι, λέγοντες· Σῶσον ἡμᾶς, Ἐπιστάτα, ἀπολλύμεθα, δεῖξον καὶ νῦν τοῖς ἐχθροῖς ἡμῶν δεόμεθα, ὅτι σκέπεις λαόν, καὶ σῴζεις ἐκ κινδύνων, τῇ πρεσβείᾳ τῶν Ἀποστόλων, παρορῶν ἁμαρτίας διὰ πολλὴν ἀγαθότητα, Κύριε δόξα σοι.

Στίχ. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφʼ ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφʼ ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον.

Μαρτυρικόν.

Πᾶσα πόλις καὶ χώρα, τιμᾷ ὑμῶν τὰ λείψανα, ὦ ἀθλοφόροι Μάρτυρες· ὑμεῖς γὰρ νομίμως ἀθλήσαντες, στέφανον οὐράνιον ἐλάβετε, καὶ διὰ τοῦτο Ἱερέων ἐστὲ τὸ καύχημα, Βασιλέων τὸ νῖκος, Ἐκκλησιῶν ἡ εὐπρέπεια.

Δόξα· καὶ νῦν. Θεοτοκίον. Ὅτε ἐκ τοῦ ξύλου.

Πάντων θλιβομένων ἡ χαρά, καὶ ἀδικουμένων προστάτις, καὶ πενομένων τροφή, ξένων τε παράκλησις, καὶ βακτηρία τυφλῶν, ἀσθενούντων ἐπίσκεψις, καταπονουμένων, σκέπη καὶ ἀντίληψις, καὶ ὀρφανῶν βοηθός, Μήτηρ τοῦ Θεοῦ τοῦ Ὑψίστου, σὺ ὑπάρχεις, Ἄχραντε, σπεῦσον, δυσωποῦμεν σῴζεσθαι τοὺς δούλους σου.

__________

ΕΝ Τῌ ΛΕΙΤΟΥΡΓΙᾼ

Οἱ Μακαρισμοί. Ἦχος βʹ.

Τὴν φωνὴν σοι προσάγομεν, τοῦ Λῃστοῦ, καὶ βοῶμέν σοι· Μνήσθητι ἡμῶν Σωτήρ, ἐν τῇ Βασιλείᾳ σου.

Τὰ τοῦ κόσμου πληρώματα, διελθόντες Ἀπόστολοι, σκότους τοῦ τῆς πλάνης βροτούς, ἐῤῥύσασθε Πάνσοφοι.

Τῇ σαγήνῃ τῆς χάριτος, ἐκ βυθοῦ ματαιότητος, ἀνθρώπους Μύσται σοφοί, σαφῶς ἀνειλκύσατε.

Μαρτυρικόν.

Τοὺς τὸν δρόμον τελέσαντας, καὶ τὴν πίστιν τηρήσαντας, τοὺς Ἀθλοφόρους Χριστοῦ, συμφώνως ὑμνήσωμεν.

Δόξα.

Ἰσουργὸν τῷ Γεννήτορι, τὸν Υἱὸν σὺν τῷ Πνεύματι, ἅπαντες νῦν οἱ πιστοί, ἐν φόβῳ δοξάσωμεν.

Καὶ νῦν. Θεοτοκίον.

Ἀποστόλων τὸ καύχημα, Ἀθλητῶν ἐγκαλλώπισμα, σὺ εἶ Παρθένε ἁγνή, καὶ κόσμου διάσωσμα.