×

Τῌ ΔΕΥΤΕΡᾼ ΕΣΠΕΡΑΣ

Εἰς τό, Κύριε, ἐκέκραξα, Προσόμοια.

Στιχηρὰ Δεσποτικά.

Ἦχος γʹ. Μεγάλη τοῦ Σταυροῦ σου.

Τὰ πάθη τῆς ψυχῆς Σωτήρ μου καὶ τοῦ σώματος, δεινῶς ἐπαναστάντα, βυθίζουσί με ἄμφω, καὶ πρὸς βάθος ἀπογνώσεώς με ἕλκουσιν, ἀλλʼ ὡς ποτὲ θάλασσαν, ταῦτα κατεύνασον, καὶ γαλήνην μοι δίδου.

Οὐκ ἔχω παῤῥησίαν ὅλως ὁ κατάκριτος, εἰς ὕψος ἀτενίσαι, τοῦ οὐρανοῦ καὶ βλέψαι, ἀπὸ πλήθους καθελκόμενος πταισμάτων μου, λοιπὸν ὡς ὁ Τελώνης, βοῶ· Ἱλάσθητι, τῷ ἀθλίῳ μοι Σῶτερ.

Μεγάλη καὶ φρικτή σου Δέσποτα ἡ ἔλευσις, ἐν ᾗ καθίσῃς κρίσιν, δικαίαν ἐκτελέσαι· μὴ οὖν κρίνῃς με τὸν κατακεκριμένον, ἀλλʼ ὡς Θεὸς φεῖσαί μου, καὶ ἐλευθέρωσον, τῆς μελλούσης ἀνάγκης.

Ἕτερα Στιχηρά. Τοῦ Προδρόμου. Ὅμοια.

Ὡς ὄρθρος ἐξανέτειλας πᾶσι τοῖς πέρασι, φωτίζων τὰς καρδίας, τῶν σὲ ὑμνούντων ἔνδοξε˙ διὸ φώτισον ἡμῶν τὰς διανοίας, καὶ τὰς ψυχὰς Προφῆτα, τοῦ γεραίρειν σε, Βαπτιστὰ τοῦ Σωτῆρος.

Μὴ παύσῃ ἱκετεύειν Πρόδρομε μακάριε, ὑπὲρ παντὸς τοῦ κόσμου, δεόμεθά σου πάντες, ὅπως λάβωμεν ἐξ ὕψους θείαν χάριν, καταπατεῖν τὴν κάραν, τοῦ κακογνώμονος, οἱ πλουτοῦντές σε πρέσβυν.

Ἡνίκα τοῦ φθαρτοῦ με μέλλει Κύριος, χωρίζειν τότε σκήνους, προστάτην εὕροιμί σε, καὶ ἀντίληψιν καὶ σκέπην, Ἰωάννη Πρόδρομε καὶ Προφῆτα, καθοδηγοῦντά με, πρὸς ἀνέσπερον φέγγος.

Δόξα· καὶ νῦν. Θεοτοκίον. Ὅμοιον.

Μὴ παύσῃ ἱκετεύουσα ὑπὲρ τῆς ποίμνης σου, ἀλλὰ ταῖς σαῖς πρεσβείαις, μελλούσης ἡμᾶς λύτρωσαι, ἀπειλῆς καὶ ἑνεστώσης, πάσης βλάβης, καὶ τῆς ὀργῆς Κυρίου, πάντας ἐξάρπασον, Θεοτόκε σοὺς δούλους.

Εἰς τὸν Στίχον.

Ἀπόστιχα Στιχηρά. Ἦχος γʹ. Κατανυκτικά.

Ἑσπερινὸν ὕμνον προσφερομέν σοι Χριστέ, μετὰ θυμιάματος καὶ ᾠδῶν πνευματικῶν. Ἐλέησον Σωτὴρ τὰς ψυχὰς ἡμῶν.

Στίχ. Πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς μου τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Ἰδοὺ ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν Κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς Κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς.

Σῶσόν με Κύριε ὁ Θεός μου· σὺ γὰρ πάντων ἡ σωτηρία, ὁ κλύδων με τῶν παθῶν ἐκταράττει, καὶ τὸ βάρος τῶν ἀνομιῶν με βυθίζει, δός μοι χεῖρα βοηθείας, καὶ πρὸς φῶς ἀνάγαγε με κατανύξεως, ὡς μόνος εὔσπλαγχνος καὶ φιλάνθρωπος.

Στίχ. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως, ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν. Τὸ ὄνειδος τοῖς εὐθηνοῦσι, καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις.

Μαρτυρικόν.

Μεγάλη τῶν μαρτύρων σου Χριστὲ ἡ δύναμις ἐν μνήματι γὰρ κεῖνται καὶ πνεύματα διώκουσι, τῇ πίστει τῆς Τριάδος ἀγωνισάμενοι ὑπὲρ τῆς εὐσεβείας.

Δόξα· καὶ νῦν. Θεοτοκίον.

Θεοτόκε, ἡ προστασία πάντων τῶν δεομένων, εἰς σὲ θαῤῥοῦμεν, εἰς σὲ καυχώμεθα, ἐν σοὶ πᾶσα ἡ ἐλπὶς ἡμῶν ἐστι, πρέσβευε τῷ ἐκ σοῦ τεχθέντι, ὑπὲρ ἀχρείων δούλων σου.

__________

Τῌ ΤΡΙΤῌ ΠΡΩΪ

ΕΝ Τῼ ΟΡΘΡῼ

Μετὰ τὴν αʹ Στιχολογίαν, Καθίσματα. Κατανυκτικά.

Ἦχος γʹ.

Παροικοῦσα ἐν τῇ γῇ, ψυχή μου μετανόησον, χοῦς ἐν τάφῳ οὐχ ὑμνεῖ, πταισμάτων οὐ λυτροῦται, βόησον Χριστῷ τῷ Θεῷ. Καρδιογνῶστα ἥμαρτον, πρίν με καταδικάσῃς, φεῖσαί μου ὁ Θεός, καὶ ἐλέησόν με.

Ἕως πότε ψυχή μου, ἐπιμένεις τοῖς πταίσμασιν, ἕως τίνος λαμβάνεις, μετανοίας ὑπέρθεσιν, λάβε κατὰ νοῦν τὴν κρίσιν τὴν μέλλουσαν, καὶ βόησον Χριστῷ τῷ Θεῷ, Καρδιογνῶστα ἥμαρτον, ἀναμάρτητε Κύριε, ἐλέησόν με.

Δόξα· καὶ νῦν. Θεοτοκίον.

Καταφυγὴ καὶ δύναμις ἡμῶν Θεοτόκε, ἡ κραταιὰ βοήθεια τοῦ κόσμου, ταῖς πρεσβείαις σου σκέπε τοὺς δούλους σου, ἀπὸ πάσης ἀνάγκης, μόνη εὐλογημένη.

Μετὰ τὴν βʹ Στιχολογίαν, ἕτερα Καθίσματα. Κατανυκτικά.

Τὸν βυθὸν τῶν πταισμάτων μου, σὺ γινώσκεις Κύριε, δός μοι χεῖρα ὡς τῷ Πέτρῳ, καὶ σῶσόν με.

Δικαίας κρίσεως ἐπερχομένης, καὶ τοῦ Κριτοῦ τῶν ὅλων δικάζοντος, ποίαν ἀπολογίαν δώσεις ψυχή μου; εἰμὴ πρὸ τοῦ τέλους βοήσῃς· Ἥμαρτον ὁ Θεός, καὶ ἐλέησόν με.

Δόξα· καὶ νῦν. Θεοτοκίον. Τὴν ὡραιότητα.

Θεομακάριστε, Μήτηρ ἀνύμφευτε, τὴν ἀσθενοῦσαν μου, ψυχὴν θεράπευσον, ὅτι συνέχομαι δεινῶς, τοῖς πταίσμασιν ὁ ἄθλιος· ὅθεν καὶ κραυγάζω σοι, στεναγμῷ τῆς καρδίας μου· Δέξαι με Πανάμωμε, τὸν πολλὰ πλημμελήσαντα, ἵνα ἐν παῤῥησίᾳ βοῶ σοι· Χαῖρε ἡ Κεχαριτωμένη.

Μετὰ τὴν γʹ Στιχολογίαν, ἕτερα Καθίσματα.

Τοῦ Προδρόμου. Θείας πίστεως.

Ἐν τῇ σκέπῃ σου, προσπεφευγότες, πίστει κράζομεν, ψυχῆς ἐκ βάθους, θεομακάριστε Προφῆτα καὶ Πρόδρομε, τῶν πειρασμῶν καὶ κινδύνων τὸν τάραχον, καὶ νοσημάτων τὸν σάλον κατεύνασον, καὶ ματαίωσον ἐχθρῶν δυσμενῶν βουλεύματα, αἰτούμενος ἡμῖν τὸ μέγα ἔλεος.

Μαρτυρικόν. Τὴν ὡραιότητα.

Τῶν ἀθλοφόρων σου, τὴν μνήμην Κύριε, ὑπερεφαίδρυνας, ὡς παντοδύναμος, ὅτι ἐνίσχυσας αὐτούς, τὰ πάθη σου μιμήσασθαι, ἐνίκησαν ἀνδρείως δέ, τοῦ Βελίαρ τὴν δύναμιν· ὅθεν καὶ ἀπέλαβον, ἰαμάτων χαρίσματα. Αὐτῶν ταῖς ἱκεσίαις οἰκτίρμον, εἰρήνην παράσχου τῷ λαῷ σου.

Δόξα· καὶ νῦν. Θεοτοκίον.

Ἕκαστος ὅπου σῴζεται, ἐκεῖ δικαίως καὶ προστρέχει, καὶ ποία ἄλλη τοιαύτη καταφυγή, ὡς σὺ Θεοτόκε, σκέπουσα τὰς ψυχὰς ἡμῶν;

Κανὼν Κατανυκτικός.

Ἦχος γʹ. ᾨδὴ αʹ. Ὁ Εἱρμός.

Θαυμαστὸς ἐνδόξως ποιῶν τέρατα, σὺ εἶ ὁ Θεός, ὁ ἄβυσσον γεώσας, καὶ ἅρματα καλύψας, καὶ λαὸν διασώσας, ᾄδοντά σοι ὡς λυτρωτῇ ἡμῶν Θεῷ.

Τροπάρια.

Ἑαυτοὺς θερμῶς ἀδελφοὶ κλαύσωμεν, ὅλῃ τῇ ψυχῇ, ἐγγίζει ὁ Νυμφίος, ἀνάψωμεν τὰς πράξεις, ὥσπερ φαιδρὰς λαμπάδας, ὅπως θείου νυμφῶνος τύχωμεν ἐκεῖ.

Μεταγνοὺς ἐξ ὅλης ψυχῆς, σέσωσται, πάλαι Μανασσῆς· ἐβόησε γὰρ μέσον, δεσμῶν κατειλημμένος, πρὸς μόνον τὸν Δεσπότην, τοῦτον ζήλου ψυχή, καὶ σώζῃ εὐχερῶς.

Μαρτυρικά.

Ὀφθαλμῶν πηρώσεις, χειρῶν στέρησιν, γλώσσης ἐκκοπήν, ποδῶν τε ἀφαιρέσεις, μηρῶν καὶ βραχιόνων, ὑπήνεγκαν οἱ θεῖοι Ἀθλοφόροι, εὐχαριστοῦντες Ἰησοῦ Χριστῷ.

Ἰατρεῖον ὤφθη ἡμῖν Μάρτυρες, πᾶσι τοῖς πιστοῖς, ἡ θήκη τῶν λειψάνων, ἐξ ἧς ἀντλοῦμεν ῥῶσιν, ψυχῶν τε καὶ σωμάτων, κατὰ χρέος ὑμᾶς γεραίροντες ἀεί.

Θεοτοκίον.

Ἀθανασίας μάννα Χριστὸν φέρουσα, στάμνε λογική, πικρίας ψυχοφθόρων, παθῶν ἐκλύτρωσαί με, Παρθένε Παναγία, ὅπως πίστει δοξολογῶ σε εὐσεβῶς.

Κανὼν τοῦ Προδρόμου. Ὁ τὰ ὕδατα.

Στειρευούσης νηδύος βλάστημα θεῖον, καρπούς με τῶν ἀρετῶν ἐκβλαστάνειν, τῷ Θεῷ πρέσβευε, τῆς ἀκαρπίας μου, λύων τὴν κατήφειαν, καὶ ἀπελαύνων τὸν ζόφον, ἐκ τῆς διανοίας μου, Κυρίου Πρόδρομε.

Τοῦ Ἡλίου τῆς δόξης μέγιστος, ὥσπερ προτρέχων ἀστὴρ ἐν γῇ σὺ ἐφάνης, τοῦ τὴν γῆν ἅπασαν, καταφαιδρύνοντος· τοῦτον οὖν ἱκέτευε, τὴν σκοτισθεῖσαν ψυχήν μου, φαύλαις ἐνθυμήσεσι, φωτίσαι Πρόδρομε.

Τὴν ζωὴν τοῖς ἐν ᾅδῃ, Πνεύματι θείῳ ἐγγίζουσαν, προμηνύσας Προφῆτα, τὴν ἐμὴν ζώωσον νενεκρωμένην ψυχήν, σοῦ ταῖς παρακλήσεσι, καὶ ὡς ἐκ τάφου πταισμάτων, ἀνάστησον δέομαι, ἔνδοξε Πρόδρομε.

Θεοτοκίον.

Μετὰ τῶν Ἀρχαγγέλων, μετὰ τῶν Ἀγγέλων Παρθένε, μετὰ Ἁγίων ἁπάντων, τὸν ἐκ σοῦ Κύριον ἐπιφανέντα ἡμῖν, αἴτησαι δεόμεθα, τοὺς ἀληθῆ Θεοτόκον, καθομολογοῦντάς σε, κινδύνων ῥύσασθαι.

ᾨδὴ γʹ. Ὁ Εἱρμός.

Στεῖρα ψυχὴ καὶ ἄγονε, κτῆσαι καρπὸν εὐκλεῆ, εὐτεκνουμένη βόησον· Ἐστερεώθην διὰ σοῦ ὁ Θεός, οὔκ ἐστιν ἅγιος, οὔκ ἐστι δίκαιος, πλὴν σοῦ Κύριε.

Τροπάρια.

Νόμον Θεοῦ ἠθέτησα, ὁ ἀσυνείδητος, καὶ μέλλω κατακρίνεσθαι, καὶ τί ποιήσω οὐκ ἐπίσταμαι· Κριτὰ δικαιότατε, οἴκτειρον σῶσόν με, τῇ εὐσπλαγχνίᾳ σου.

Ἀνατολὴ φιλάνθρωπε, ὑπάρχων ἀνατολῶν, ἀνάτειλόν μοι δέομαι, δικαιοσύνης φῶς, ἐξαίρων με παθῶν ἀμαυρώσεως, καὶ σκότους κολάσεως, Πολυέλεε.

Μαρτυρικά.

Τῆς νοητῆς οἰκήτορες, ξύλα κατάκαρπα, τοῦ Παραδείσου Μάρτυρες, πηγαὶ τὸ θεῖον ὕδωρ ἔχουσαι, κρατῆρες προχέοντες, τὸ πόμα τὸ ἅγιον, ἀνεδείχθητε.

Μίαν ἐν πλείστοις σώμασι, γνώμην περιφέροντες, οἱ ἀθλοφόροι Μάρτυρες, τὰς μυριάδας ἐτροπώσαντο, ἐχθροῦ κοσμοκράτορος, Τριάδα ἀμέριστον, καταγγέλλοντες.

Θεοτοκίον.

Παρθενομῆτορ ἄχραντε, μετανοοῦσιν ἡμῖν, καὶ τῷ Χριστῷ προστρέχουσι, καὶ τῶν πταισμάτων λύσιν θέλουσι λαβεῖν, τοῦτον ἵλεων, τοῖς πᾶσιν ἀπέργασαι, πάντων Δέσποινα.

Κανὼν τοῦ Προδρόμου. Ὁ ἐκ μὴ ὄντων.

Φωνὴ τοῦ Λόγου γενόμενος, Βαπτιστά, φωνὰς τῶν τιμώντων σε, πρὸς αὐτὸν νῦν κατεύθυνον, καὶ πταισμάτων ἄφεσιν, τῇ μεσιτείᾳ ἡμῖν τῇ σῇ παράσχου.

Ἡμάρτηκά σοι, ἠνόμησα, καὶ δεινῶς Σωτὴρ ἐπλημμέλησα, καὶ ψυχὴν κατεῤῥύπωσα· διὰ τοῦτο δέομαι, διὰ τοῦ σοῦ Βαπτιστοῦ οἰκτείρησόν με.

Ἐν ἐρημίᾳ πλανώμενον ἡδονῶν, ἐρήμου τὸ θρέμμα σε, ὁδηγόν τε τοῦ νέου λαοῦ, ἱκετεύω Πρόδρομε, πρὸς μετανοίας ὁδὸν ὁδήγησόν με.

Θεοτοκίον.

Σὺν Ἀποστόλοις, Προφήταις, Ἱερουργοῖς, σὺν Μάρτυσιν Ἄχραντε, σὺν ταῖς ἄνω Δυνάμεσι, τῷ Υἱῷ σου πρέσβευε, τοῦ οἰκτειρῆσαι ἡμᾶς τοὺς σὲ ὑμνοῦντας.

ᾨδὴ δʹ. Ὁ Εἱρμός.

Τὸ κατάσκιον ὄρος, ὁ Ἀββακοὺμ προεώρα, τὴν ἄχραντόν σου μήτραν Ἁγνή· διὸ καὶ ἀνεκραύγαζεν· Ἀπὸ Θαιμὰν ἥξει ὁ Θεὸς ὁ Ἅγιος, καὶ ἐξ ὄρους κατασκίου δασέος.

Τροπάρια.

Ὁ πηγάσας ἐκ πέτρας ὕδωρ, πάλαι λαῷ ἀπειθοῦντι Χριστέ, καὶ ἀντιλέγοντι, ὕδωρ τῆς δίψης ἴαμα, ἐκ τῆς ἀνίκμου ψυχῆς μου ὁ Θεός, κατανύξεως σταγόνας, ἐκπλυνούσας με βλῦσον.

Ἰατρὲ τῶν νοσούντων, τὰ τῆς καρδίας μου πάθη, ἰάτρευσον εὐσπλάγχνῳ ῥοπῇ, τῆς μετανοίας φάρμακα, προσεπιπλάττων ὡς ἀγαθός, δωρούμενός μοι ῥῶσιν, τὴν ψυχικήν ὡς οἰκτίρμων.

Μαρτυρικά.

Συμπαθοῦς ἀθλοφόροι, τῆς πρὸς τὸ σῶμα φιλίας, ἀποζευγνύντες τὸν λογισμόν, τοῖς τιμωρεῖν ἐθέλουσι, παραδεδώκατε ἑαυτούς, ὅπως γνήσιοι τοῦ Κτίστου, χρηματίζητε φίλοι.

Πολυώδυνα ἄλγη, πολυειδῶν ἐκ βασάνων ὑπέστητε, ὁπλῖται τοῦ Χριστοῦ, καὶ χάριν ἐκομίσασθε, ἐκ τῶν τοῦ Πνεύματος δωρεῶν, τῶν παθῶν ἡμῶν διώκειν, τὰς χρονίους ὀδύνας.

Θεοτοκίον.

Πολυώνυμε Κόρη, χαῖρε ἐξ ἧς ὁ Λόγος ἐτέχθη, ἀλογίας ἡμᾶς, λύων ἀτόπων πράξεων. Χαῖρε νεφέλη φωτεινή, ἡ σκεδάζουσα τὰ νέφη, τῆς ἡμῶν ἀθυμίας.

Κανὼν τοῦ Προδρόμου. Ἔθου πρὸς ἡμᾶς.

Λόγου σε φωνήν, τοῦ σαρκὶ φανέντος ὑπάρχουσαν, Πρόδρομε Κυρίου δυσωπῶ, ἀλογωτάτων ῥῦσαί με πράξεων, τῶν λόγοις τιμῶντά σε, καὶ κατὰ χρέος πίστει μακαρίζοντα.

Στέναξον ψυχή, καὶ Θεῷ τῷ κτίστῃ σου βόησον· Ἥμαρτον, ἱλάσθητι Χριστέ, καὶ φοβερᾶς με ῥῦσαι κολάσεως, κινδύνων καὶ θλίψεων, ταῖς τοῦ Προδρόμου θείαις παρακλήσεσιν.

Κύμασι πολλοῖς, χαλεπῶν παθῶν βυθιζόμενον, καὶ κλυδωνιζόμενον δεινῶς, καὶ συνεχῶς ἀεὶ βυθιζόμενον, Βαπτιστὰ ἐξάρπασον, καὶ σωτηρίας ὅρμῳ καθοδήγησον.

Θεοτοκίον.

Μήτηρ τοῦ Θεοῦ, Σεραφεὶμ ὑπέρτερον ὄχημα, μετὰ τῶν ἀΰλων Λειτουργῶν, μετὰ ἁγίων ἁπάντων, ἱκέτευε Χριστόν, ὃν ἐκύησας, ἀπεγνωσμένον σῶσαί με Πανάμωμε.

ᾨδὴ εʹ. Ὁ Εἱρμός.

Ὀρθρίζοντες ἀνυμνοῦμέν σε Λόγε, Υἱὲ Θεοῦ Μονογενές, τὴν σὴν εἰρήνην δὸς ἡμῖν, καὶ ἐλέησον ἡμᾶς τοὺς ἀνυμνοῦντάς σε, καὶ πιστῶς προσκυνοῦντας.

Τροπάρια.

Ῥαντίσας με μετανοίας ὑσσώπῳ, κάθαρον ῥύπου τῶν παθῶν, ἵνα ὀφθῶ σοι καθαρός, ὅταν μέλλῃς Ἰησοῦ κρῖναι τὰ σύμπαντα, τῇ δικαίᾳ σου κρίσει.

Οἱ μώλωπες συνεσάπησαν Λόγε, τῆς παναθλίας μου ψυχῆς, ἰατρὲ τῶν ἀσθενῶν, καὶ δοτὴρ τῶν ἀγαθῶν, ἴασαι σῶσόν με, διὰ πλῆθος ἐλέους.

Μαρτυρικά.

Συντέτριπται τὰ ὀστράκινα σκεύη, τῶν Ἀθλοφόρων ἐπὶ γῆς, ἀλλʼ ὁ τόνος τῆς ψυχῆς ἐκρατύνετο πλέον, καὶ ἐλαμπρύνετο, τοῦ Χριστοῦ τῇ δυνάμει.

Χεόμενον τῶν Ἁγίων τὸ αἷμα, πᾶσαν ἡγίασε τὴν γῆν, καὶ κατήρδευσε ψυχάς, καὶ ἐξήρανε σαφῶς τῆς ματαιότητος, θολεροὺς τοὺς χειμάῤῥους.

Θεοτοκίον.

Τῷ τόκῳ σου ἀπεστείρωσας Κόρη, τὴν τοῦ προπάτορος ἀράν, καὶ ἐπήγασας ἡμῖν, εὐλογίας ποταμούς, τοῖς εὐλογοῦσί σε, καὶ δοξάζουσι πίστει.

Κανὼν τοῦ Προδρόμου. Ἐπὶ τῆς γῆς.

Ἐπὶ τῆς γῆς, ὥσπερ Ἄγγελος μάκαρ, ἐπολιτεύσω σαφῶς μετὰ σαρκός· διό σου δέομαι, σαρκικοῦ φρονήματος, τὴν ψυχήν μου ἐλευθέρωσον.

Τὸν εἰς βυθὸν ἁμαρτίας πεσόντα, καὶ ἡδοναῖς τὴν ψυχὴν μολυνθέντα, καὶ κινδυνεύοντα, τοῦ Κυρίου Πρόδρομε, προσφυγόντα σοι διάσωσον.

Σὺ Προφητῶν περισσότερος ὤφθης· καὶ γὰρ αὐτὸν ἐθεάσω, Προφῆτα τὸν κηρυττόμενον, ὃν ἀπαύστως αἴτησαι, τοῦ φωτίσαι τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον.

Τῶν οὐρανῶν πλατυτέρα, σὺ ὤφθης ὡς ἀληθῶς, Θεοτόκε Παρθένε θεοχαρίτωτε, τῆς στενοχωρούσης με, ἁμαρτίας ἐλευθέρωσον.

ᾨδὴ Ϛʹ. Ὁ Εἱρμός.

Βυθός μοι τῶν παθῶν…

Τροπάρια.

Ἐπλήγην ἁμαρτιῶν τῇ ῥομφαίᾳ, καὶ κεῖμαι ἀνενέργητος ὅλος, ὁ πληγωθεὶς διʼ ἐμὲ λόγχῃ ποτέ, Χριστὲ ὁ Θεός, οἰκτείρησόν με τῇ σῇ εὐσπλαγχνίᾳ.

Στενάζω καὶ κακοῖς ἐπιμένω, δακρύω, καὶ τὴν κρίσιν οὐ φρίττω, ἀναισθησίαν νοσῶν. Λόγε Θεοῦ, οἰκτείρησόν με, καὶ σῶσον τοῖς ἀγαθοῖς κρίμασί σου.

Μαρτυρικά.

Ὡς ἄρνες οὐκ ἐρίζοντες ὅλως, οὐ λόγον, οὐ φωνὴν ἀφιέντες, πανευκλεεῖς ἀθληταί, πρὸς τὴν σφαγήν, καὶ τοὺς αἰκισμούς, προσήγεσθε, τὸν Χριστὸν ἀνυμνοῦντες.

Θηρίοις παρεδίδοσθε βρῶμα, θαλάσσης τοῖς βυθοῖς ὡμιλεῖτε, ἀγαλλομένῃ ψυχῇ· ὅθεν ὑμᾶς Χριστός, Ἀθληταί, νίκης στεφάνοις, τοῖς ἀφθάρτοις ἐκόσμει.

Θεοτοκίον.

Ἡ θύρα τῶν πιστῶς σῳζομένων, ἡ πύλη ἣν διώδευσε μόνος, ὁ σαρκωθεὶς διʼ ἡμᾶς, πύλας ἡμῖν δικαιοσύνης, ὑπάνοιξον, τοῖς πιστῶς σε ὑμνοῦσι.

Κανὼν τοῦ Προδρόμου. Ἄβυσσος ἐσχάτη.

Ὕδατι χειμάῤῥουν τὸν τῆς τρυφῆς, ὑποκλιθέντα, τῇ χειρί σου ἐβάπτισας, ἀλλʼ αὐτὸν ἱκέτευε, καταπέμψαι μοι ὕδωρ, σοφὲ κατανύξεως, τῷ πολλὰ πλημμελήσαντι.

Ἄβυσσον ἐλέους ἐν ποταμῷ, Προφῆτα λούεις, ὑπερῷα τοῖς ὕδασιν, οὐρανοὺς στεγάζοντα, Ἰησοῦν τὸν φιλάνθρωπον, ὃν δυσώπησον, ἑπομβρῆσαί μοι ἄφεσιν.

Ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν, μετανοεῖτε, ἀνεκραύγαζες Πρόδρομε, ἧς τυχεῖν ἀξίωσον, τοὺς πόθῳ σε γεραίροντας, καὶ τῇ σκέπῃ σου, τῇ σεπτῇ καταφεύγοντας.

Θεοτοκίον.

Ἄχραντε ἡ σάρκα τῷ πλαστουργῷ, δανεισαμένη, σὺν ταῖς ἄνω Δυνάμεσι, σὺν Προφήταις ἅπασιν, Ἀποστόλοις καὶ Μάρτυσι, τοῦτον πρέσβευε, οἰκτειρῆσαι καὶ σῶσαί με.

ᾨδὴ ζʹ. Ὁ Εἱρμός.

Ὁ τὴν φλόγα δροσίσας τῆς καμίνου, καὶ τοὺς Παῖδας ἀφλέκτους διασώσας, εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Τροπάρια.

Ἐγυμνώθην χιτῶνα ἀφθαρσίας, ἐνεδύθην δὲ ἔργα ἀτιμίας· διὸ βοῶ σοι οἰκτίρμον Θεέ· Ἀρετῶν στολαῖς με καταφαίδρυνον.

Ὀφθαλμοῖς ἀκολάστοις ἐσπιλώθην, ἐπαφῇ ἀκρασίας ἐῤῥυπώθην, καὶ ἐβδελύχθην ἐνώπιόν σου Ἰησοῦ, ὡς τὸν Ἄσωτον δέξαι με.

Μαρτυρικά.

Ὑπερτέραν ζωὴν ἠγαπηκότες, ὑπερτέρους ἠνέγκατε τοὺς πόνους, Χριστοῦ ὁπλῖται, φωστῆρες θεῖοι· διὰ τοῦτο πιστῶς μακαρίζεσθε.

Λαμπρυνθέντες τῇ αἴγλῃ τῶν βασάνων, ἀπηστράψατε πλέον τοῦ ἡλίου, καὶ πάντα ζόφον τῆς ἀθεΐας ἐδιώξατε, ἅγιοι Μάρτυρες.

Θεοτοκίον.

Ὡς τὸν πάντων τεκοῦσα συνοχέα, τοῦ συνέχοντος ζόφου τῆς ἀγνοίας, καὶ ἁμαρτίας ἀπάλλαξόν με, Δέσποινα, Θεοτόκε Ἀειπάρθενε.

Κανὼν τοῦ Προδρόμου. Τρεῖς Παῖδες ἐν καμίνῳ.

Ὁ λύχνος τοῦ Ἡλίου, τὴν ψυχήν μου καταύγασον, ἐσβεσμένην ῥαθυμίᾳ καὶ τυφλώττουσαν, μετανοίας πρὸς τρίβους καθοδηγῶν με, Βαπτιστὰ Κυρίου Πρόδρομε.

Τῆς κρίσεως τὴν ὥραν ἐννοῶν, ὅλος δέδοικα, περικείμενος πληθὺν ἀτόπων πράξεων. Βαπτιστὰ τοῦ Σωτῆρος, πρόστηθι ῥῦσαί με, πυρὸς ἀποκειμένου μοι.

Προστάτα τῆς ζωῆς μου, ἀντιλῆπτόρ μου Πρόδρομε, ἐξ ἐχθρῶν μου ἀοράτων ὀρωμένων τε, περιφύλαττε σκέπε, καὶ Βασιλείας οὐρανῶν, μέτοχον ποίησον.

Θεοτοκίον.

Παρθένε Θεοτόκε, τὸν Υἱόν σου ἱκέτευε, σὺν Προφήταις, Ἀποστόλοις τε καὶ Μάρτυσι, τῆς μελλούσης ἀνάγκης, ἀπολυτρώσασθαι ἡμᾶς, τοὺς σὲ τιμῶντας ἀεί.

ᾨδὴ ηʹ. Ὁ Εἱρμός.

Τὸν ὑπʼ Ἀγγέλων ἀσιγήτως, ἐν ὑψίστοις δοξαζόμενον Θεόν, οἱ οὐρανοὶ τῶν οὐρανῶν, γῆ καὶ ὄρη καὶ βουνοί, καὶ βυθὸς καὶ πᾶν γένος ἀνθρώπων, ὕμνοις αὐτὸν ὡς Κτίστην, καὶ Λυτρωτὴν εὐλογεῖτε.

Τροπάρια.

Ὅτι τὸν φόβον σου οὐκ ἔχω, ἐνοικοῦντα τῇ καρδίᾳ τῇ ἐμῇ, πᾶσαν ἐτέλεσα σαρκός, ἁμαρτίαν ὁ ἀσυνείδητος, καὶ τρέμω σου τὴν δίκην, παμβασιλεῦ, μή με βδελύξῃ, νυνὶ μεταγνόντα.

Γῆς τῆς ἁγίας ἐπιβῆναι, Πολυέλεε ἀξίωσον κἀμέ, ἣν κατοικοῦσιν οἱ πραεῖς, μετανοίᾳ ἀποπλύνας με, γηΐνης ἁμαρτίας, ὁ ἐπὶ γῆς ἀναμαρτήτως, γεννηθεὶς ἐκ Παρθένου.

Μαρτυρικά.

Ἐν τῷ οἰκείῳ ὑμῶν αἵματι, κατεβάφησαν οἱ πόδες ὑμῶν, ὑποσκελίζοντες ἐχθρούς, καὶ πορείαν τὴν οὐράνιον, ποιούμενοι ὁσίως, πανευκλεεῖς Χριστοῦ, τοῦ πάντων Θεοῦ Ἀθλοφόροι.

Ἐναπεδύσασθε προθύμως, πρὸς τὰ μέγιστα παλαίσματα ὑμεῖς, ἀπογυμνώσαντες ἐχθρόν, καὶ αἰσχύνην ἐπενδύσαντες· διὸ στεφανηφόροι ἐν οὐρανοῖς χορεύετε, εὐκλεεῖς Χριστοῦ Ἀθλοφόροι.

Θεοτοκίον.

Τοῦ Ἰακὼβ τὴν καλλονήν σε, ὁ ὡραῖος κάλλει Κύριος ἁγνή, ἠγαπηκὼς τὴν σὴν νηδύν, Παναμώμητε κατῴκησεν, ἀνθρώπων τὴν οὐσίαν ταῖς καλλοναῖς, φαιδρύνων τῶν ὑπὲρ νοῦν δωρημάτων.

Κανὼν τοῦ Προδρόμου. Ἀστέκτῳ πυρί.

Ἀμνὸν τοῦ Θεοῦ ὁ κηρύξας, τὸν τὰς ἁμαρτίας τῶν ἀνθρώπων ἀφαιροῦντα, Ἰωάννη θεῖε Προφῆτα, τοῦτον ἐκδυσώπησον, τὸ φορτίον λῦσαι τῶν ἁμαρτημάτων μου, καὶ τῶν σῳζομένων μερίδος ἀξιῶσαι.

Καμίνου φλογὸς καιομένης, σκότους ἀφεγγοῦς τε ἐξωτέρου λύτρωσαί με, τὸν ἐν σκότει πονηρῶν ἔργων, ὅλον συνεχόμενον, δυσωπῶ σε Λόγε τοῦ Θεοῦ προάναρχε, διὰ τοῦ ἐνδόξου καὶ θείου Βαπτιστοῦ σου.

Ἐρήμοις ψυχαῖς χερσωθείσαις, διὰ μετανοίας εὐκαρπίαν ὁ κηρύξας, τοῦ Κυρίου θεῖε Προφῆτα, ἀκανθηφορήσασαν τὴν ψυχήν μου, πάσαις ἡδοναῖς καθάρισον, ὅπως ἐκβλαστήσω ἀγαθῶν ἔργων στάχυν.

Θεοτοκίον.

Ὡς Μήτηρ Θεοῦ ἐκδυσώπει, μετὰ τῶν ἁγίων Ἀγγέλων, Προφητῶν τε, Ἀποστόλων καὶ τῶν Μαρτύρων, κινδύνων καὶ θλίψεων, καὶ μελλούσης πάντας κολάσεως ῥύσασθαι, τοὺς σὲ Θεοτόκον ἀεὶ ὁμολογοῦντας.

ᾨδὴ θʹ. Ὁ Εἱρμός.

Εὐλογητὸς Κύριος, ὁ Θεὸς τοῦ Ἰσραήλ, ὁ ἐγείρας κέρας σωτηρίας ἡμῖν, ἐν οἴκῳ Δαυΐδ τοῦ παιδὸς αὐτοῦ, διὰ σπλάγχνα ἐλέους, ἐν οἷς ἐπεσκέψατο ἡμᾶς, ἀνατολὴ ἐξ ὕψους, καὶ κατηύθυνεν ἡμᾶς, εἰς ὁδὸν εἰρήνης.

Τροπάρια.

Ἰδοὺ καιρὸς εὐπρόσδεκτος, καὶ ἡμέρα ἱλασμοῦ, ἐπιστρέψαι θέλησον λοιπόν, ὦ ψυχή, ποιοῦσα καρπὸν μετανοίας, μὴ ἄκαρπόν σε εὕρῃ, θανάτου ἀξίνη φοβερά, καὶ ὡς συκῆν τὴν πάλαι ἐκτεμοῦσα, τῷ πυρὶ τῷ ἐκεῖθεν πέμψῃ.

Ὡς ὁ ποτὲ πλούσιος, ἐπαγάλλομαι τρυφαῖς, ἀσπλαγχνίαν ἔχων πρὸς τὸν πέλας πολλήν, καὶ πῦρ δειλιῶ τὸ ἀκοίμητον· διό μου τὴν λιθώδη, ἀπόπλυνον Δέσποτα ψυχήν, ὅπως κἂν ἐπὶ τέλους, εὐσπλαγχνίᾳ λαμπρυνθῶ ὁ ἐσκοτισμένος.

Μαρτυρικά.

Σημειωθέντες αἵματι, θεῖοι Μάρτυρες Χριστοῦ, ἐν σημείοις πίστει ἐναθλοῦντες στεῤῥῶς, ἀπίστους ἐχθροὺς ἐτροπώσασθε, καὶ πλάνης ἀνιέρου πολλούς, ἀφηρπάσατε λαούς, μεταβολαῖς ἐνθέοις, λαμπρυθέντας τῷ φωτὶ τῆς θεογνωσίας.

Ἠκονημένα ὤφθητε, ξίφη τέμνοντα ἐχθροῦ, παρατάξεις θεῖοι Ἀθλοφόροι Χριστοῦ, καὶ σκεύη τὴν αἴγλην χωρήσαντα, τῆς ἁγίας Τριάδος, καὶ λύχνοι πυρσεύοντες τὸ φῶς, τῆς εὐσεβείας πίστει, καὶ δόξης τῆς νοητῆς, ἀληθεῖς ὁπλῖται.

Θεοτοκίον.

Φωτοειδῆ νεφέλην σε, ὁ Προφήτης προορᾷ, ἐξ ἧς μέγας Ἥλιος ἐπέφανεν ἡμῖν, Χριστὸς ὁ Θεός, καὶ ἐφώτισε τὰ πρὶν ἐσκοτισμένα· αὐτὸν οὖν δυσώπει ἀγαθή, τὰ τῶν παθῶν μου νέφη ἐκδιῶξαι, καὶ φωτὶ θείῳ φαιδρυνθῆναι.

Κανὼν τοῦ Προδρόμου. Ἐν νόμῳ σκιᾷ.

Ἐκ νόμου σκιᾶς προκύψας, τὴν αἴγλην τῆς θείας χάριτος, πλουσίως ἐθεάσω, τὰ τῆς γῆς πληρώματα σοφὲ φωταγωγοῦσαν, καὶ σκότος ἀποδιώκουσαν, τῆς ἀγνωσίας Προφῆτα· διὰ τοῦτό σε γεραίρομεν.

Ὡς μάρτυς Χριστοῦ, ὡς θεῖος Βαπτιστής, ὡς μετανοίας λαμπτήρ, ὡς ὄρθρος εὐσεβείας, παλαιὰς μεσίτης καὶ καινῆς, παλαιωθεῖσαν κακίᾳ, τὴν ταπεινήν μου ψυχήν, διʼ ἐπιγνώσεως θείας, καινουργήσας φωταγώγησον.

Ἐν ὥρᾳ φρικτῇ, ἐν ὥρᾳ φοβερᾷ, ἐν ὥρᾳ δίκης σοφέ, κρινόμενόν με ῥῦσαι, ἀπειλῆς μενούσης με ἐκεῖ, καθυπακούοντα ἔχων, τῶν σῶν δεήσεων, οἷά περ φίλος νυμφίον, τὸν Σωτῆρα τῶν ψυχῶν ἡμῶν.

Θεοτοκίον.

Ὡς Μήτηρ Θεοῦ, ὡς Μήτηρ τοῦ ἐκ σοῦ τεχθέντος Λόγου Θεοῦ, μετὰ τῶν Ἀσωμάτων Ἀποστόλων τε καὶ Προφητῶν, Ἱεραρχῶν καὶ Μαρτύρων, τοῦτον δυσώπει ἀεί, τοῦ εἰρηνεῦσαι τὸν κόσμον, Παναγία Μητροπάρθενε.

Εἰς τὸν Στίχον τῶν Αἴνων.

Ἀπόστιχα Στιχηρά. Ἦχος γʹ. Κατανυκτικά.

Τὸν διεσπαρμένον μου νοῦν συνάγαγε Κύριε, καὶ τὴν χερσωθεῖσάν μου καρδίαν καθάρισον, ὡς τῷ Πέτρῳ διδούς μοι μετάνοιαν, ὡς τῷ Τελώνῃ στεναγμόν, καὶ ὡς τῇ πόρνῃ δάκρυα, ἵνα μεγάλῃ τῇ φωνῇ κραυγάζω σοι· ὁ Θεὸς σῶσόν με, ὡς μόνος εὔσπλαγχνος καὶ φιλάνθρωπος.

Στίχ. Ἐνεπλήσθημεν τὸ πρωΐ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ εὐφράνθημεν ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν· εὐφρανθείημεν ἀνθʼ ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν, ὧν εἴδομεν κακά. Καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν.

Πολλάκις τὴν ὑμνῳδίαν ἐκτελῶν, εὑρέθην τὴν ἁμαρτίαν ἐκπληρῶν, τῇ μὲν γλώττῃ ᾄσματα φθεγγόμενος, τῇ δὲ ψυχῇ ἄτοπα λογιζόμενος, ἀλλʼ ἑκάτερα διόρθωσον, Χριστὲ ὁ Θεός, διὰ τῆς μετανοίας καὶ σῶσόν με.

Στίχ. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφʼ ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφʼ ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον.

Μαρτυρικόν.

Βασιλέων καὶ τυράννων τὸν φόβον, ἀπώσαντο οἱ Χριστοῦ Στρατιῶται, καὶ εὐθαρσῶς καὶ ἀνδρείως αὐτὸν ὡμολόγησαν, τῶν ἁπάντων Κύριον, Θεὸν καὶ Βασιλέα, καὶ πρεσβεύουσιν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δόξα· καὶ νῦν. Θεοτοκίον.

Ἀσπόρως συνέλαβες ἐκ Πνεύματος Ἁγίου, καὶ δοξολογοῦντες ἐκβοῶμεν σοι· Χαῖρε Παναγία Παρθένε.

__________

ΕΝ Τῌ ΛΕΙΤΟΥΡΓΙᾼ

Οἱ Μακαρισμοί. Ἦχος γʹ.

Ἀθετήσαντα Χριστέ, τὴν ἐντολήν σου, τὸν προπάτορα Ἀδάμ, τοῦ Παραδείσου ἐξώρισας, τὸν δὲ Λῃστὴν Οἰκτίρμον, ὁμολογήσαντά σε ἐν Σταυρῷ, ἐν αὐτῷ εἰσῴκισας κράζοντα· Μνήσθητί μου Σωτήρ, ἐν τῇ Βασιλείᾳ σου.

Ταῖς τοῦ βίου ἡδοναῖς, ἐσπιλωμένην, κεκτημένος τὴν ψυχήν, τοῖς οἰκτιρμοῖς σου προσέρχομαι, κατεγνωσμένος ὅλος, καὶ ἡττημένος κράζω σοι Σωτήρ, τῷ εἰδότι μόνῳ τὰ κρύφια· Κάθαρόν με τῇ σῇ, εὐσπλαγχνίᾳ Χριστέ.

Ὡς μεσίτης παλαιᾶς, καὶ τῆς καινῆς γινόμενος, θεῖε Βαπτιστά, παλαιωθέντα με πταίσμασιν, ἀνακαινίσας δίδου, σαῖς ἱκεσίαις βαίνειν ἀσφαλῶς, πρός, μετανοίας τρίβους Πανεύφημε, εἰσαγούσας, καλῶς, πρὸς Βασιλείαν Χριστοῦ.

Μαρτυρικόν.

Τὸν ἀγῶνα τὸν καλόν, ἀγωνισάμενοι, γενναῖοι Ἀθληταί, μυρίους πόνους ἠνέγκατε, καὶ διὰ τοῦτο πάντα πόνον κουφίζετε διηνεκῶς, καὶ πνευμάτων λώβην διώκετε· ὅθεν πίστει ὑμᾶς Ἅγιοι δοξάζομεν.

Δόξα.

Φῶς καὶ ζωὴ καὶ παντουργός, ἡ τρισυπόστατος, Μονὰς ὡς ἀληθῶς ὑπάρχει, ἥν περ δοξάζομεν. Πατὴρ γάρ, Υἱὸς καὶ Πνεῦμα, ὁ ἑνιαῖος καὶ συνεκτικός, τῶν ἁπάντων Δεσπότης καὶ Κύριος, εἷς Θεὸς ἐν τρισί, Προσώποις γνωρίζεται.

Καὶ νῦν. Θεοτοκίον.

Ἁμαρτάνοντα ἀεί, καὶ παροργίζοντα Θεὸν τὸν ἀγαθόν, Παρθενομῆτορ οἰκτείρησον, καὶ μετανοίας τρόποις, ὡς ἀγαθὴ βελτίωσον Ἁγνή, ὅπως τὰς μελλούσας κολάσεις φύγω, ὑμνῶν ἐκτενῶς, Κόρη τὴν πρεσβείαν σου.