×

Τῌ ΤΡΙΤῌ ΕΣΠΕΡΑΣ

Εἰς τό, Κύριε, ἐκέκραξα, Προσόμοια.

Στιχηρὰ Σταυρώσιμα.

Ἦχος γʹ. Μεγάλη τοῦ Σταυροῦ σου.

Ἡ κτίσις ἠλλοιώθη Λόγε τῇ σταυρώσει σου, ὁ ἥλιος ἀκτῖνας, συνέστειλε τῷ φόβῳ, καὶ ναοῦ τὸ καταπέτασμα ἐσχίσθη, καὶ πᾶς πιστὸς σέσωσται· ὅθεν δοξάζομεν, σοῦ τὸν ἄμετρον πλοῦτον.

Ὁ σάρκα τὴν ἡμῶν διʼ οἶκτον προσλαβόμενος, Θεός τε καὶ Δεσπότης, τῷ ξύλῳ προσεπάγη, καὶ ἀνύψωσεν ἡμᾶς κατεῤῥαγμένους, ἀνυψωθεὶς σώματι, ὥσπερ ηὐδόκησε, διὰ σπλάγχνα ἐλέους.

Ῥανίδες θεοῤῥύτου αἵματος καὶ ὕδατος, ἀνέπλασαν τὸν κόσμον, χυθεῖσαι ἐκ πλευρᾶς σου, τῷ μὲν ὕδατι ἐκπλύνεις, ὡς οἰκτίρμων, πάντων τὰς ἁμαρτίας Κύριε, τῷ δὲ αἵματι, τὴν συγχώρησιν γράφεις.

Ἕτερα Στιχηρά. Τῆς Θεοτόκου. Ὅμοια.

Ἐν κλίνῃ κατακείμενος τῆς ἀμελείας μου, τὸν τῆς ζωῆς μου χρόνον, ῥαθύμως ἐξετέλεσα, καὶ πτοοῦμαι τῆς ἐξόδου μου τὴν ὥραν, ἀλλὰ τῇ σῇ πρεσβείᾳ ἐγείρασα, σῶσόν με πρὸς μετάνοιαν Κόρη.

Τὸ ἄλγος τῆς, καρδίας μου Ἁγνὴ θεράπευσον, καὶ στῆσον τοῦ νοός μου, τὴν πλάνην καὶ ἀξίωσον, καθαρᾷ σε ἀνυμνεῖν καρδίᾳ, καὶ ἐξαιτεῖσθαι χάριν, εὑρεῖν καὶ ἔλεος, ἐν ἡμέρᾳ τῆς δίκης.

Ἀπόθου ταπεινὴ ψυχή μου τὰ δυσβάστακτα, φορτία τῆς κακίας, καὶ πρόσελθε δακρύουσα, καὶ βοῶσα· Τὸν ζυγὸν ἁγνὴ Παρθένε με ἀξίωσον, τὸν ἐλαφρὸν βαστάζειν, τοῦ Υἱοῦ καὶ Θεοῦ σου.

Δόξα· καὶ νῦν. Σταυροθεοτοκίον. Ὅμοιον.

Ῥομφαία τὴν καρδίαν σου, διῆλθε Πάναγνε, ἡνίκα τὸν Υἱόν σου, ἐπὶ σταυροῦ προσέβλεψας, καὶ ἐβόας· Μὴ ἄτεκνόν με δείξῃς, Υἱέ μου καὶ Θεέ μου, ὁ συντηρήσας μετὰ τόκον παρθένον.

Εἰς τὸν Στίχον.

Ἀπόστιχα Στιχηρά. Ἦχος γʹ. Σταυρώσιμα.

Τὸν Σταυρόν σου προσκυνῶ, Χριστὲ τὸν τίμιον, τὸν φύλακα τοῦ κόσμου, τὴν σωτηρίαν ἡμῶν τῶν ἁμαρτωλῶν, τὸ μέγα ἱλαστήριον, τοῦ Βασιλέως τὸ νῖκος, τὸ καύχημα πάσης τῆς οἰκουμένης.

Στίχ. Πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς μου τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Ἰδοὺ ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν Κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς Κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς.

Ξύλον παρακοῆς τῷ κόσμῳ θάνατον ἐβλάστησε, τὸ δὲ ξύλον τοῦ Σταυροῦ, ζωὴν καὶ ἀφθαρσίαν· διό σε προσκυνοῦμεν, τὸν σταυρωθέντα Κύριον, σημειωθήτω ἐφʼ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου.

Στίχ. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως, ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν. Τὸ ὄνειδος τοῖς εὐθηνοῦσι, καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις.

Μαρτυρικόν.

Προφῆται καὶ Ἀπόστολοι Χριστοῦ, καὶ Μάρτυρες, ἐδίδαξαν ὑμνεῖσθαι, Τριάδα ὁμοούσιον, καὶ ἐφώτισαν τὰ ἔθνη τὰ πεπλανημένα, καὶ κοινωνοὺς Ἀγγέλων ἐποίησαν, τοὺς υἱοὺς τῶν ἀνθρώπων.

Δόξα· καὶ νῦν. Σταυροθεοτοκίον. Μεγάλη τοῦ Σταυροῦ σου.

Σταυρῷ σε ἀναρτώμενον, Χριστέ μου ὡς ἑώρακεν, Ἀμνὰς ἡ σὲ τεκοῦσα, ἡ ἄμωμος καὶ Μήτηρ σου, ὠλοφύρετο κλαυθμῷ καὶ ἀνεβόα· Μή με δείξῃς ἄτεκνον, ἣν ἐφύλαξας ἁγνήν καί μετὰ τόκον.

__________

Τῌ ΤΕΤΑΡΤῌ ΠΡΩΪ

ΕΝ Τῼ ΟΡΘΡῼ

Μετὰ τὴν αʹ Στιχολογίαν, Καθίσματα. Σταυρώσιμα.

Ἦχος γʹ.

Σταυρὸς ἐπάγη ἐπὶ γῆς, καὶ ἥψατο τῶν οὐρανῶν, οὐχ ὡς τοῦ ξύλου φθάσαντος τὸ ὕψος, ἀλλὰ σοῦ τοῦ ἐν αὐτῷ πληροῦντος τὰ σύμπαντα, Κύριε δόξα σοι.

Ἐν κυπαρίσσῳ καὶ πεύκῃ καὶ κέδρῳ, ὑψώθης ὁ Ἀμνὸς τοῦ Θεοῦ, ἵνα σώσῃς τοὺς ἐν πίστει προσκυνοῦντας, τὴν ἑκούσιόν σου Σταύρωσιν. Χριστὲ ὁ Θεός, δόξα σοι.

Δόξα· καὶ νῦν. Σταυροθεοτοκίον.

Ῥάβδον δυνάμεως κεκτημένοι, τὸν Σταυρὸν τοῦ Υἱοῦ σου Θεοτόκε, ἐν αὐτῷ καταβαλοῦμεν, τῶν ἐχθρῶν τὰ φρυάγματα, οἱ πόθῳ σε ἀπαύστως μεγαλύνοντες.

Μετὰ τὴν βʹ Στιχολογίαν, ἕτερα Καθίσματα. Σταυρώσιμα.

Αὐτόμελον.

Ὁ ῥαπισθεὶς ὑπὲρ γένους ἀνθρώπων, καὶ μὴ ὀργισθείς, ἐλευθέρωσον ἐκ φθορᾶς, τὴν ζωὴν ἡμῶν Κύριε, καὶ σῶσον ἡμᾶς.

Τὴν ὡραιότητα.

Τὸ ἀναρίθμητον, τῆς ἐξουσίας σου, καὶ τὸ ἑκούσιον, τὸ τῆς σταυρώσεως, αἱ τῶν Ἀγγέλων στρατιαί, ἐξίσταντο καθορῶσαι. Πῶς ὁ ἀθεώρητος, ἐν σαρκὶ ἐμαστίζετο; θέλων ἐκλυτρώσασθαι, τῆς φθορᾶς τὸ ἀνθρώπινον· διὸ ὡς ζωοδότῃ βοῶμέν σοι· Δόξα Χριστὲ τῇ εὐσπλαγχνίᾳ σου.

Δόξα· καὶ νῦν. Σταυροθεοτοκίον. Ὅμοιον.

Ἡ ἀπειρόγαμος, ἁγνὴ καὶ Μήτηρ σου, Χριστὲ ὁρῶσά σε, νεκρὸν κρεμάμενον, ἐπὶ τοῦ ξύλου μητρικῶς, θρηνολογοῦσα ἔλεγε· Τί σοι ἀνταπέδωκε, τῶν Ἑβραίων ὁ ἄνομος, δῆμος καὶ ἀχάριστος, ὁ πολλῶν καὶ μεγάλων σου, Υἱέ μου, δωρεῶν ἀπολαύσας; Ὑμνῶ σου τὴν θείαν συγκατάβασιν.

Μετὰ τὴν γʹ Στιχολογίαν, ἕτερα Καθίσματα.

Σταυρώσιμον. Τὴν ὡραιότητα.

Σταυρὸν ὑπέμεινας, ἀτίμως Δέσποτα, ὁ ὑπερέκεινα, πάσης τῆς κτίσεως, ὅπως τιμήσῃς με τὸν πρίν, δεινῶς ἀτιμασθέντα, λόγχῃ τὴν πλευράν σου δέ, ἐκεντήθης μακρόθυμε, θέλων ἐκλυτρώσασθαι, τῆς φθορᾶς με τὸ πλάσμα σου. Ὑμνῶ σου τὴν πολλὴν εὐσπλαγχνίαν, καὶ τὴν ἀγαθότητα φιλάνθρωπε.

Μαρτυρικόν. Ὅμοιον.

Θωρακισάμενοι, τὴν πανοπλίαν Χριστοῦ, καὶ ἐνδυσάμενοι, ὅπλα τῆς Πίστεως, τὰς παρατάξεις τοῦ ἐχθροῦ, ἀθλητικῶς κατεβάλετε· προθύμως τῇ ἐλπίδι γάρ, τῆς ζωῆς ὑπεμείνατε, πάσας τῶν τυράννων πρίν, ἀπειλάς τε καὶ μάστιγας· διὸ καὶ τοὺς στεφάνους ἐδέξασθε, Μάρτυρες Χριστοῦ οἱ καρτερόψυχοι.

Δόξα· καὶ νῦν. Σταυροθεοτοκίον. Ὅμοιον.

Ἀναρτηθέντα σε, ὡς ἐθεάσατο, ἐν ξύλῳ Δέσποτα, ἡ ἀπειρόγαμος, καὶ Παναμώμητος ἁγνή, Παρθένος τε καὶ Μήτηρ σου. Οἴμοι! ἀνεβόα σοι· ὦ Υἱέ μου γλυκύτατε, πῶς σε ἀνομώτατος, δῆμος ξύλῳ κατέκρινε, τὸν πάντων ποιητὴν καὶ Δεσπότην! Ὑμνῶ σου τὴν ἄκραν ἀγαθότητα.

Κανὼν Σταυρώσιμος.

Ἦχος γʹ. ᾨδὴ αʹ. Ὁ Εἱρμός.

Ὁ τὰ ὕδατα πάλαι, νεύματι θείῳ, εἰς μίαν συναγωγὴν συναθροίσας, καὶ τεμὼν θάλασσαν, Ἰσραηλίτῃ λαῷ, οὗτος ὁ Θεὸς ἡμῶν, δεδοξασμένος ὑπάρχει· αὐτῷ μόνῳ ᾄσωμεν, ὅτι δεδόξασται.

Τροπάρια.

Πολυώδυνα πάθη ἔπαυσας Λόγε, τοῖς πάθεσι τῆς τιμίας σαρκός σου, καὶ βροτοὺς ἔσωσας, οὓς ἐτραυμάτισε, πάλαι ὁ ἀντίπαλος, τοὺς εὐσεβῶς προσκυνοῦντας, τὴν ἀπερινόητον οἰκονομίαν σου.

Ὁ δεσμεύσας ἀπάτῃ ἐν Παραδείσῳ, τὸν ἄνθρωπον ἐντολῆς παραβάσει, σοῖς δεσμοῖς δέδεται ἀλύτοις Κύριε, οἷς περ σωματούμενος, ἐθελουσίως ἐδέθης, λύων τὸ παράπτωμα ἡμῶν φιλάνθρωπε.

Μαρτυρικά.

Ναυαγοῦσαν ὁρῶντες οἱ Ἀθλοφόροι, τὴν κτίσιν ταῖς τῶν δαιμόνων ἀπάταις, τῶν πιστῶν ὤφθησαν λιμένες εὔδιοι, πᾶσαν τοῦ ἀλάστορος, χύσει οἰκείων αἱμάτων, δύναμιν βυθίζοντες οἱ μεγαλώνυμοι.

Ὁ χορὸς τῶν μαρτύρων χοροστασίαις, ταῖς ἄνω περιφανῶς συνημμένος, ἀστραπαῖς πάντοτε, περιαυγάζεται ἀκτίστου Θεότητος, καὶ τοὺς ἐν γῇ καταυγάζει, τούτου τὰ τεράστια πίστει δοξάζοντας.

Σταυροθεοτοκίον.

Ὑπερτέρα τῶν ἄνω ὤφθης Ταγμάτων, τεκοῦσα ἐπὶ τῆς γῆς Θεὸν Λόγον, τὸν ἡμᾶς ἄχραντε πρὸς τὰ οὐράνια, τοῖς αὐτοῦ παθήμασι, καὶ τῷ Σταυρῷ τῷ τιμίῳ, ἐπαναβιβάσαντα διʼ ἀγαθότητα.

Κανὼν τῆς Θεοτόκου.

Εἱρμὸς ὁ αὐτός.

Τὸ κατάσκιον ὄρος, σὲ ὃ προεῖδεν ἐν Πνεύματι Ἀββακοὺμ ὁ Προφήτης, δυσωπῶ Ἄχραντε, ἐπισκιάσαι με πάθει κεντούμενον, καὶ ἐν σκιᾷ τοῦ Θανάτου, τῶν παρενοχλούντων με, παθῶν λυτρώσασθαι.

Ῥαντισμῷ θείου ῥείθρου, τοῦ κενωθέντος ἐκ θείας ἁγνή, πλευρᾶς τοῦ Υἱοῦ σου, τοὺς ἐμοὺς ἔκπλυνον, καρδίας μώλωπας, ὅπως μεγαλύνω σε, καὶ καταχρέως δοξάζω, τὴν Ἀειμακάριστον καὶ Παναμώμητον.

Ἰσουργὸν τῷ τεκόντι, ἔτεκες Λόγον, θεώσαντα, τῶν βροτῶν τὴν οὐσίαν, ἀλλʼ αὐτὸν αἴτησαι, ἠπορημένον με, καὶ ἐξασθενήσαντα, ταῖς τοῦ ἐχθροῦ μεθοδείαις, θείας παρακλήσεως καταξιῶσαι ἁγνή.

ᾨδὴ γʹ. Ὁ Εἱρμός.

Ὁ ἐκ μὴ ὄντων τὰ πάντα παραγαγών, τῷ Λόγῳ κτιζόμενα, τελειούμενα Πνεύματι, Παντοκράτορ ὕψιστε, ἐν τῇ ἀγάπῃ τῇ σῇ στερέωσόν με.

Τροπάρια.

Σὲ τὸν τῇ φύσει Θεότητος ἀπαθῆ, παθητὸν γενόμενον, σαρκὶ διʼ ἀγαθότητα, ξύλῳ ἐθανάτωσεν, Ἑβραίων δῆμος, ἡμᾶς ἀθανατοῦντα.

Ἐπὶ ὑδάτων κρεμάσας Λόγε τὴν γῆν, ἐν ξύλῳ θελήματι, ἐκρεμάσθης, ἀνάγων με εἰς τὰ ἐπουράνια, πρὸς τῆς κακίας τὰ βάραθρα πεσόντα.

Μαρτυρικά.

Πεποικιλμένοι τοῖς στίγμασι τοῦ Χριστοῦ, πανεύφημοι Μάρτυρες, τῷ Κυρίῳ παρίστασθε, παρʼ αὐτοῦ δεχόμενοι, πλουσιωτάτῃ χειρὶ τὰς ἀντιδόσεις.

Ἀγαλλομένῃ ψυχῇ πρὸς τοὺς αἰκισμούς, ἐχώρουν οἱ Ἅγιοι, τὴν ἐσχάτην τῷ δράκοντι, λύπην ἐμποιούμενοι, καὶ τοὺς Ἀγγέλων χοροὺς χαρᾶς πληροῦντες.

Σταυροθεοτοκίον.

Ἀναρτηθέντα ὁρῶσα ἐν τῷ Σταυρῷ, Χριστὸν ἀπειρόγαμε, ὀδυρομένη ἔλεγες· Ἔδυς δόξης Ἥλιε, ἐξ ὀφθαλμῶν μου, φωτίζων τοὺς ἐν σκότει.

Κανὼν τῆς Θεοτόκου. Εἱρμὸς ὁ αὐτός.

Τὸν ἐν ἐλέει ἀφάτῳ καὶ οἰκτιρμοῖς, ὑπάρχοντα πλούσιον, ἐλεήμων ὑπάρχουσα, Παναγία αἴτησαι, τοῦ οἰκτειρῆσαι ἡμᾶς κεκακωμένους.

Οἶκος τοῦ πάντων ὑπάρχουσα ποιητοῦ, οἰκῆσαι δυσώπησον, ἐν ἐμοὶ τὸν Παράκλητον, γεγονότι σπήλαιον, τῶν ψυχοφθόρων λῃστῶν ἁγνὴ Παρθένε.

Νεύματι πάντα τὸν φέροντα θεϊκῷ, ἀγκάλαις ὡς φέρουσα, Θεοτόκε ἐπίνευσον, ἐπʼ ἐμέ, καὶ ῥῦσαί με, τῆς πρὸς τὰ πάθη συννεύσεως ἀτόπου.

ᾨδὴ δʹ. Ὁ Εἱρμός.

Ἔθου πρὸς ἡμᾶς, κραταιὰν ἀγάπησιν Κύριε, τὸν μονογενῆ γὰρ σοῦ Υἱόν, ὑπὲρ ἡμῶν εἰς θάνατον δέδωκας· διό σοι κραυγάζομεν εὐχαριστοῦντες· Δόξα τῇ δυνάμει σου Κύριε.

Τροπάρια.

Ὕβριν ἀληθῶς, ὁ τιμῆς ἀπάσης ἐπέκεινα, Δέσποτα ὑπέμεινας Χριστέ, τὴν κεφαλὴν καλάμῳ τυπτόμενος, ὅπως παραβάσει με ἀτιμασθέντα, τιμήσῃς φιλάνθρωπε.

Στέφος ἀκανθῶν, ἀνεδήσω θέλων μακρόθυμε, οἷα βασιλεὺς ἀληθινός, καὶ τὴν ἀκανθηφόρον προθέλυμνον, ἁμαρτίαν ἔπαυσας, ὑμνολογῶ σου Σῶτερ τὰ παθήματα.

Μαρτυρικά.

Ἄθραυστοι ποιναῖς, αἰκισμῶν ἐμείνατε Μάρτυρες, θραύοντες τὴν πλάνην τοῦ ἐχθροῦ, καὶ τοῖς ποσὶν ὑμῶν ὑποτάττοντες, ἄμετρα καυχώμενον, καὶ ἀπονοίᾳ ὅλον μαραινόμενον.

Σώμασι φθαρτοῖς, ἀφθαρσίαν θείαν ἐκτήσασθε, πάθεσι τὸ πάθος τὸ σεπτόν, τοῦ ἀπαθοῦς στεῤῥῶς μιμησάμενοι, πανεύφημοι Μάρτυρες, τῶν Ἀσωμάτων πάντων συνάριθμοι.

Σταυροθεοτοκίον.

Τόμον σε ποτέ, ὁ Προφήτης Κόρη τεθέαται, ἐν ᾧ τῷ δακτύλῳ τοῦ Πατρός, ἐναπεγράφη Λόγος σαρκούμενος, καὶ τὸ τοῦ προπάτορος, λόγχῃ ῥηγνύει, ἄχραντε χειρόγραφον.

Κανὼν τῆς Θεοτόκου. Εἱρμὸς ὁ αὐτός.

Μώλωπας Χριστέ, καὶ σφαγὴν ἑκὼν ὡς ὑπέμεινας, τὴν μωλωπισθεῖσάν μου ψυχήν, ταῖς λῃστρικαῖς δαιμόνων κακώσεσι, πρεσβείαις θεράπευσον, τῆς σὲ Τεκούσης, μόνε πολυέλεε.

Ἔργον σῶν χειρῶν, πλαστουργὲ ὑπάρχω καὶ ποίημα, κακίᾳ δὲ ὄφεως Χριστέ, ὑφ''ἡδονῶν τοῦ βίου συντέτριμμαι· διό με ἀνάπλασον, τῆς σὲ Τεκούσης, θείαις παρακλήσεσιν.

Λόγον τοῦ Πατρός, ὑπὲρ λόγον τέτοκας, λύσαντα πάσης ἀλογίας τοὺς βροτούς, ὃν ἐκτενῶς δυσώπει, ἀλόγοις με πάθεσι δουλούμενον, ἐλευθερῶσαι, μόνη ἀειπάρθενε.

Ἴαμα ἡμῖν, ἐκ παλάμης βρύεις ἑκάστοτε, ὅλη ἁγιάσματος σκηνή, ὅλη φωτὸς ὑπάρχουσα ἔμπλεως, ὅλη ἀποστάζουσα, μύρον εὐωδίας, Πάναγνε Θεόνυμφε.

ᾨδὴ εʹ. Ὁ Εἱρμός.

Ἐπὶ τῆς γῆς ὁ ἀόρατος ὤφθης, καὶ τοῖς βροτοῖς ἑκὼν συνανεστράφης, ὁ ἀκατάληπτος· πρὸς σὲ οὖν ὀρθρίζοντες, ἀνυμνοῦμέν σε Φιλάνθρωπε.

Τροπάρια.

Ὥσπερ ἀμνὸς ἀνηρτήθης ἐν ξύλῳ, καὶ τῷ Πατρὶ θυσία προσηνέχθης, ὑπὲρ ἡμῶν ἀγαθέ, καὶ θυσίας ἔπαυσας, τῶν εἰδώλων παντοδύναμε.

Νυγεὶς πλευρὰν ζωοδότα τῇ λόγχῃ, δύο κρουνοὺς σωτηρίας προχέεις, τοῖς τῆς Τριάδος, σὲ ἕνα καταγγέλουσιν, ἐνεργείας δύο φέροντα.

Μαρτυρικά.

Βάσιν στεῤῥὰν καὶ ἀσάλευτον πέτραν, σὲ Ἰησοῦ οἱ στεῤῥοὶ Ἀθλοφόροι, πίστει εὑράμενοι, ὥσπερ λίθοι τίμιοι, ἑαυτοὺς ἐπῳκοδόμησαν.

Ῥώμῃ Θεοῦ δυναμούμενοι πίστει, πᾶσαν δεινήν, δυναστείαν τοῦ πλάνου κατεπαλαίσατε, ἀθλοφόροι Μάρτυρες, καὶ λαμπρῶς ἐστεφανώθητε.

Σταυροθεοτοκίον.

Ῥεύσασαν πρὶν παραβάσει, τὴν φύσιν τὴν καθʼ ἡμᾶς, ὡς ἀῤῥεύστως τεκοῦσα Χριστόν, ἀνέπλασας, Παναγία Δέσποινα, προστασία τῶν ψυχῶν ἡμῶν.

Κανὼν τῆς Θεοτόκου. Ὡς εἶδεν Ἠσαΐας.

Σαρκός μου τὰς ὀδύνας καὶ τῆς ψυχῆς, τὸν πόνον μεταποίησον, καὶ τῆς ῥαθυμίας τὰ νέφη δίωξον Παρθένε, φωτὸς νεφέλη, καὶ ὑγείαν, καὶ δεινῶν ἀπαλλαγήν, δίδου μοι αἰτοῦντι, καὶ πόθῳ σε δοξάζοντι.

Μεσῖτίν σε καὶ πρέσβυν, πρὸς τὸν ἐκ σοῦ τεχθέντα, νῦν προβάλλομαι, πάσης ἁμαρτίας ὑπάρχων ἔμπλεως. Παρθένε ἐγγυητής μοι, καὶ βίου ἐπανόρθωσις γενοῦ, καὶ χειραγωγία, πρὸς τρίβους θείας γνώσεως.

Ἁγίασον τὸν νοῦν μου, καὶ τὴν ψυχήν, Παρθένε φωταγώγησον, καὶ τῆς θείας δόξης μέτοχον ποίησον· ἰδοὺ γὰρ κακῶν ἐπλήσθην, καὶ παντοίαις ἐδουλώθην ἡδοναῖς, καὶ μεμολυσμένην, προσφέρω τὴν συνείδησιν.

ᾨδὴ Ϛʹ. Ὁ Εἱρμός.

Ἄβυσσος ἐσχάτη ἁμαρτιῶν, ἐκύκλωσέ με, καὶ ἐκλείπει τὸ πνεῦμά μου, ἀλλʼ ἐκτείνας Δέσποτα, σὸν ὑψηλὸν βραχίονα, ὡς τὸν Πέτρον με, κυβερνῆτα διάσωσον.

Τροπάρια.

Ὄφις με ἐξήγαγε τῆς Ἐδέμ, δολίᾳ βρώσει δελεάσας ὁ δόλιος, ὁ Χριστὸς ἐν ξύλῳ δέ, ἀναρτηθεὶς θελήματι, τὴν ἀρχαίαν μοι, πάλιν δίδωσιν εἴσοδον.

Τέτρωται τρωθείσης σου τῆς πλευρᾶς, ἡμᾶς ὁ τρώσας, καὶ ἀνίατος ἔμεινεν, εὐεργέτα Κύριε, οἱ δὲ πιστοὶ ἰάθημεν, σοῦ τοῖς μώλωψιν, οἷς ἑκὼν τετραυμάτισαι.

Μαρτυρικά.

Ὤφθητε πυρὸς ἐν μέσῳ, σοφοὶ Χριστοῦ ὁπλῖται, ὥσπερ ἄρνες ὀπτώμενοι, καὶ Θεοῦ παντάνακτος, τραπέζῃ προσαγόμενοι, καὶ τὴν ἄφραστον, εὐφροσύνην κληρούμενοι.

Νέμετε ἰάσεων ποταμούς, ἐξ ἀκενώτων θησαυρῶν ἀρυόμενοι, καὶ παθῶν ἐπήρειαν, Ἀθλοφόροι ξηραίνετε, καὶ ἀρδεύετε, τῶν πιστῶν τὰ συστήματα.

Σταυροθεοτοκίον.

Νέκρωσιν ὁρῶσα τοῦ ἐκ τῶν σῶν, αἱμάτων Λόγου σαρκωθέντος Πανάμωμε, μητρικῶς ἠλάλαζες, καὶ ζωῆς ὄντα αἴτιον, ἐμεγάλυνες, Μητροπάρθενε Δέσποινα.

Κανὼν τῆς Θεοτόκου. Τοὺς εἰς τὰ τέλη.

Τὸν Φαρισαῖον ἐπηρμένῃ διανοίᾳ ὑπερβέβηκα, σοβαρευόμενος ἀεί, καὶ βαράθροις συνωθούμενος, ἀμέτρων συμπτωμάτων, μόνη ἁγνή, ταπεινωθέντα δεινῶς οἴκτειρόν με.

Ἡ ὑπερθαύμαστον τὴν σύλληψιν, ἐσχηκυῖα καὶ τὴν γέννησιν, τὰ σὰ ἐλέη ἐπʼ ἐμοί, τῷ ἀθλίῳ νῦν θαυμάστωσον· καὶ γὰρ ἐν ἀνομίαις, καὶ συλληφθεὶς καὶ γεννηθείς, ἡδοναῖς ἐδουλώθην.

Θρηνῶ καὶ κλαίω καὶ ὀδύρομαι, ὁπηνίκα τὸ κριτήριον, τὸ φοβερὸν ἐνθυμηθῶ· πονηρὰ γὰρ ἔργα κέκτημαι, ἀπείρανδρε Παρθένε Μήτηρ Θεοῦ, ἐν ὥρᾳ τῇ φοβερᾷ πρόστηθί μοι.

ᾨδὴ ζʹ. Ὁ Εἱρμός.

Τὸ πρὶν εἰκόνι τῇ χρυσῇ, Περσικῷ σεβάσματι, Παῖδες οὐ προσεκύνησαν τρεῖς, ὑμνοῦντες ἐν μέσῳ τῆς καμίνου. Ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.

Τροπάρια.

Πόνοις σου ἔπαυσας ἡμῶν, τοὺς πόνους φιλάνθρωπε, καὶ νῦν ζωὴν πρὸς ἄπονον μετηγάγου, τοὺς τὰ σεπτά σου Πάθη, προσκυνοῦντας εὐσεβῶς, Θεὲ τῶν ὅλων.

Ὅτε σε ἔβλεψε Χριστέ, ἡ κτίσις σταυρούμενον, ἠλλοιοῦτο καὶ ἔτρεμε, γῆ ἐσείσθη, ἐῤῥάγησαν δὲ πέτραι, καὶ περιέστειλε, τὸ φῶς ἡλίου δρόμος.

Μαρτυρικά.

Νόμοις πειθόμενοι Χριστοῦ, ἀνόμων ἐξέκλιναν, τὰς θωπείας οἱ Μάρτυρες, καὶ νομίμως ἐν μέσῳ, τοῦ σταδίου ἐναθλοῦντες, εὐκλεῶς ἐστεφανοῦντο.

Οὐ καταφλέχθητε φλογί, πυρὸς τὴν προαίρεσιν, θερμοτέραν κτησάμενοι, Ἀθλοφόροι Χριστοῦ στεφανηφόροι, ἐκβοῶντες· ὁ Θεὸς εὐλογητὸς εἶ.

Σταυροθεοτοκίον.

Ἵστασο βλέπουσα Χριστόν, Σταυρῷ ἀνυψούμενον, ὃν ἐκύησας ἄχραντε, καὶ ἐβόας· Μὴ ἄτεκνόν με δείξῃς, ἣν ἐτήρησας, ἁγνὴν καὶ μετὰ τόκον.

Κανὼν τῆς Θεοτόκου. Τρεῖς Παῖδες ἐν καμίνῳ.

Ἐξ ἔργων σωτηρία, οὐχ ὑπάρχει μοι Δέσποινα· ἁμαρτίας γὰρ ἁμαρτίαις προστίθημι, καὶ τῇ κακίᾳ κακίαν· τῇ οὖν πρεσβείᾳ σου ἁγνή, οἴκτειρον σῶσόν με.

Ἡ κρίσις ἐπὶ θύραις, τὸ κριτήριον ἕτοιμον, ἑτοιμάζου ὦ ψυχή μου, καὶ βόησον · Ἐν τῷ κρίνειν σε Λόγε, μὴ κατακρίνῃς με, εὐχαῖς τῆς κυησάσης σε.

Τρυγήσας ἁμαρτίας, τοὺς καρποὺς τεθανάτωμαι, καὶ προσφέρων τὴν ψυχὴν ἄκαρπον, κράζω σοι· Καρποφόρον με δεῖξον, ἡ τῷ καρπῷ σου, τὴν φθορὰν ἐξαφανίσασα.

ᾨδὴ ηʹ. Ὁ Εἱρμός.

Βαβυλωνία κάμινος, τοὺς παῖδας οὐκ ἔφλεξεν, οὐδὲ τῆς Θεότητος τὸ πῦρ, τὴν Παρθένον διέφθειρε· διὸ μετὰ τῶν Παίδων πιστοὶ βοήσωμεν· Εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον.

Τροπάρια.

Σοῦ σταυρωθέντος ἤνοικται, πάλιν ὁ Παράδεισος, καὶ ἡ στρεφομένη καθʼ ἡμῶν, ῥομφαία νῶτα δίδωσι, τὴν λόγχην αἰδεσθεῖσα, τὴν ἐκκεντήσασαν, τὴν ἁγίαν πλευράν σου, Χριστὲ πολυέλεε.

Λόγχῃ σου ὁ πολέμιος, τέτρωται καὶ πέπτωκεν, ὁ παραπεσὼν δὲ πρὸς ζωήν, Ἀδὰμ ἀνακομίζεται, βοῶν σοι τῷ τυθέντι, ἐθελουσίως Χριστέ. Εὐλογῶν σε δοξάζω, Θεὲ πολυέλεε.

Μαρτυρικά.

Ὁ κόσμος τοῖς παλαίσμασιν, ὑμῶν καταλάμπεται, καὶ ταῖς ἀριστείαις Ἀθληταί, καὶ τοῖς ἀπείροις θαύμασι, καὶ σκότους νοσημάτων λυτροῦται πίστει, βοῶν· Εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον.

Γέλως ὁρᾶται κείμενος, ποσὶν ὑμῶν Ἅγιοι, ὁ πρὶν ἐγκαυχώμενος τὴν γῆν, ἐξαλείφειν καὶ θάλασσαν, Χριστὸς δὲ ζωηφόρῳ, κατακοσμεῖ δεξιᾷ, ἀμαράντοις στεφάνοις, ὑμᾶς παναοίδιμοι.

Σταυροθεοτοκίον.

Ἐν χρόνῳ ἀπεκύησας, τὸν χρόνων ἐπέκεινα, λύοντα τὰ χρόνια δεσμά, τοῖς δεσμοῖς αὐτοῦ Ἄχραντε, Ἀδὰμ τοῦ πρωτοπλάστου, καὶ συνδεσμοῦντα αὐτόν, τοῖς δεσμοῖς τῆς γλυκείας αὐτοῦ ἀγαπήσεως.

Κανὼν τῆς Θεοτόκου. Ἀστέκτῳ πυρί.

Ὅλη ὡς καλὴ καὶ πλησίον, τοῦ παμβασιλέως, γεγονυῖα Θεοτόκε, πλήρωσόν με ἀγαθῶν ἔργων, κακίᾳ συζήσαντα, καὶ ῥαθύμως πάντα τὸν βίον τελέσαντα, ὅπως σε δοξάζω, εἰς πάντας τοὺς αἰῶνας.

Κητῴας γαστρὸς ὡς ἐῤῥύσω, πάλαι τὸν Προφήτην, Θεοῦ Λόγε παραδόξως, οὕτω ῥῦσαί μου τὴν ψυχήν, βυθῷ ὀλισθήσασαν ἀπωλείας, ἔχων Σῶτερ δυσωποῦσάν σε, τὴν ἀπειρογάμως, τεκοῦσάν σε Παρθένον.

Ὡραίαν στολὴν ἐνδυθέντα, θεογενεσίᾳ, εὑρηκότες Θεοτόκε, οἱ κακίαν δημιουργοῦντες, ταύτης ἀπεγύμνωσαν, ἀλλʼ αὐτή με θείαις στολαῖς καταφαίδρυνον, διὰ μετανοίας, πρεσβείαις σου Παρθένε.

ᾨδὴ θʹ. Ὁ Εἱρμός.

Τὴν ἐν βάτῳ καὶ πυρί, προγραφεῖσαν ἐν Σινᾷ, τῷ νομοθέτῃ Μωσῇ, καὶ τὸ θεῖον ἐν γαστρί, ἀφλέκτως συλλαβοῦσαν πῦρ, τὴν ὁλόφωτον καὶ ἄσβεστον λαμπάδα, τὴν ὄντως Θεοτόκον, ἐν ὕμνοις τιμῶντές σε μεγαλύνομεν.

Τροπάρια.

Ἵνα εὕρῃς τὴν δραχμήν, ἣν ἀπώλεσας Χριστέ, ἀνῆψας ἐν τῷ Σταυρῷ σου τὴν σάρκα Ἀγαθέ, καὶ κοινωνοὺς ποιεῖς τῆς χαρᾶς, τὰς Δυνάμεις σου, τὰς ἄνω ζωοδότα, μεθʼ ὧν σε εὐεργέτα, ὑμνοῦντες ἐν ᾄσμασι μεγαλύνομεν.

Ὡς ἀνύψωσας Χριστέ, σοῦ τὰς χεῖρας ἐν Σταυρῷ, τὰς παρειμένας μου πρίν, χεῖρας πάθεσι πολλοῖς, ἐκίνησας δυνάμει τῇ σῇ, καὶ τὰ γόνατα πρὸς θεῖον δρόμον ὄντως, τὰ παραλελυμένα ἐνίσχυσας · ὅθεν σε μεγαλύνομεν.

Μαρτυρικά.

Συγκαιόμενοι φλογμῷ, τῶν ἀπείρων αἰκισμῶν, δρόσον σε εὗρον Χριστέ, ἀναψύξεως οἱ σοί, στεῤῥοὶ καὶ θαυμαστοὶ Ἀθληταί· ὅθεν χαίροντες διήνυον τὸν δρόμον, ἐφέσει τῶν βραβείων, ἐν ὕμνοις ἀπαύστως σε μεγαλύνοντες.

Ἡ πληθὺς τῶν ἀθλητῶν, τῶν ἁγίων ὁ χορός, ἐκδυσωπεῖ σε Χριστέ, ὑπὲρ δήμου καὶ λαοῦ, πολλὰ παραπικραίνοντος, ἐν τῷ πλήθει σου, οἰκτίρμον τοῦ ἐλέους, ἐξαλεῖψαι τὰ πλήθη, τῶν ἀνομιῶν ἡμῶν, ὡς φιλάνθρωπος.

Σταυροθεοτοκίον.

Φέρον βρότειον μορφήν, τὸ ἀπαύγασμα Πατρός, Παρθένε τέτοκας, ὃν ὑψούμενον Σταυρῷ, ὁ ἥλιος μὴ φέρων ὁρᾷν ἐμελαίνετο, καὶ ζόφος ἐμειοῦτο τῆς εἰδωλομανίας· διὸ σὺν ἐκείνῳ σε μεγαλύνομεν.

Κανὼν τῆς Θεοτόκου. Ἐν νόμῳ σκιᾷ.

Φθαρέντα τὸν νοῦν, φθαρέντα τὴν ψυχὴν καὶ τὴν συνείδησιν, κακίᾳ μολυνθέντα, καὶ γυμνὸν παντοίων ἀγαθῶν ἀποδειχθέντα, Παρθένε ἄφθορε ἄμωμε, μή με παρίδῃς, ἀλλʼ ἔργοις, εὐσεβείας κατακόσμησον.

Ἐπλήσθην κακῶν, ἐπλήσθην λογισμῶν ἀλλοτριούντων με, ἐκ σοῦ τοῦ φιλανθρώπου· διὰ τοῦτο καὶ στένω καὶ βοῶ· Μετανοοῦντά με δέξαι, καὶ μὴ ἀπώσῃ με τῆς σὲ τεκούσης πρεσβείαις, εὐεργέτα πολυέλεε.

Ῥυσθείην ταῖς σαῖς, Πανάμωμε Κόρη πρεσβείαις πάσης ὀργῆς, παθῶν θανατηφόρων, χαλεπῆς γεέννης καὶ πυρός, ἀπὸ ἀνθρώπων ἀδίκων, ἀπὸ ἐχθρῶν πονηρῶν, ὁ προσφυγών σου τῇ σκέπῃ, καὶ καλῶν σε εἰς βοήθειαν.

Ὡς μήτηρ Θεοῦ δυσώπει, τὸν ἐκ σοῦ τεχθέντα Κύριον, Θεὸν καὶ Βασιλέα, τοῦ ῥυσθῆναι πάσης ἀπειλῆς, καὶ πονηρᾶς συνηθείας, τὸν σὸν ἱκέτην Ἁγνή, τὸν ἐπὶ σοὶ πεποιθότα, ἐκ γαστρὸς μητρός μου, Δέσποινα.

Εἰς τὸν Στίχον τῶν Αἴνων.

Ἀπόστιχα Στιχηρά. Ἦχος γʹ. Σταυρώσιμα.

Φθόνῳ τρυφῆς ἐκβέβλημαι, πτῶμα πεσὼν χαλεπόν, ἀλλʼ οὐ παρεῖδες Δέσποτα, ἀναλαβὼν διʼ ἐμὲ τὸ κατʼ ἐμέ, σταυροῦσαι, καὶ σῴζεις με, εἰς δόξαν εἰσάγεις με· Λυτρωτά μου, δόξα σοι.

Στίχ. Ἐνεπλήσθημεν τὸ πρωΐ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ εὐφράνθημεν ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν· εὐφρανθείημεν ἀνθʼ ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν, ὧν εἴδομεν κακά. Καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν.

Σταυροφανῶς Μωυσῆς, ἐν τῷ ὅρει, χεῖρας ἐκτείνας πρὸς ὕψος, τὸν Ἀμαλὴκ ἐτροποῦτο, σὺ δὲ Σωτὴρ τὰς παλάμας ἀπλώσας, ἐν τῷ Σταυρῷ τῷ τιμίῳ, ἐνηγκαλίσω με σώσας, τῆς δουλείας τοῦ ἐχθροῦ, καὶ ἔδωκάς μοι σημείωσιν ζωῆς, ἀπὸ τόξου φυγεῖν τῶν ἐναντίων μου. Διὰ τοῦτο, Λόγε, προσκυνῶ τὸν Σταυρόν σου τὸν τίμιον.

Στίχ. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφʼ ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφʼ ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον.

Μαρτυρικόν.

Ὡς φωστῆρες ἐν κόσμῳ λάμπετε, καὶ μετὰ θάνατον ἅγιοι Μάρτυρες, τὸν ἀγῶνα τὸν καλὸν ἀγωνισάμενοι· διὸ ἔχοντες παῤῥησίαν, Χριστὸν ἱκετεύσατε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα· καὶ νῦν. Σταυροθεοτοκίον.

Ὁρῶσά σε κρεμάμενον, ἐν ξύλῳ ἡ Πανάμωμος, Χριστέ μου ὑπεράγαθε, ὀδυρομένη ἐβόα μητρικῶς· Υἱέ μου παμφίλτατε, πῶς δῆμος ὁ ἄνομος, ξύλῳ σε κατέκρινε;

__________

ΕΝ Τῌ ΛΕΙΤΟΥΡΓΙᾼ

Οἱ Μακαρισμοί. Ἦχος γʹ.

Ἀθετήσαντα Χριστέ, τὴν ἐντολήν σου, τὸν προπάτορα Ἀδάμ, τοῦ Παραδείσου ἐξώρισας, τὸν δὲ Λῃστὴν Οἰκτίρμον, ὁμολογήσαντά σε ἐν Σταυρῷ, ἐν αὐτῷ εἰσῴκισας κράζοντα· Μνήσθητί μου Σωτήρ, ἐν τῇ Βασιλείᾳ σου.

Ἐσταυρώθης διʼ ἐμέ, καὶ ἑλογχεύθης Ἰησοῦ μου τὴν πλευράν, δύο κρουνοὺς ἀναβλύσας μοι, σωτηριώδεις· ὅθεν, διασωθεὶς τῷ πάθει σου Χριστέ, ἀνυμνῶ τὴν εὐσπλαγχνίαν τὴν σήν· Μνήσθητί μου βοῶν, ἐν τῇ Βασιλείᾳ σου.

Μετʼ ἀνόμων λογισθείς, τὰς ἀνομίας πάντων ᾖρας Ἰησοῦ, καὶ ταῖς ἀκάνθαις στεφόμενος, ὡς Βασιλεὺς τῶν ὅλων, τῆς ἁμαρτίας πρόῤῥιζον Χριστέ, τέμνεις ἄκανθαν τοῦ Προπάτορος· ὅθεν πίστει τὸ σόν, Πάθος νῦν δοξάζομεν.

Μαρτυρικόν.

Οἱ τὰ παθήματα Χριστοῦ, ἐκμιμησάμενοι, γενναῖοι Ἀθληταί, πανευκλεέστατοι Μάρτυρες, καὶ τοῦ ἐχθροῦ τὴν πλάνην, καταβαλόντες σθένει θεϊκῷ, οὐρανίου δόξης ἐτύχετε, ὑπὲρ πάντων ἡμῶν, Ἅγιοι πρεσβεύοντες.

Δόξα.

Τρισυπόστατε Μονάς, καὶ ἀδιαίρετε Τριάς, ἡ παντουργὸς οὐσία, μία καὶ δύναμις, τοὺς ὑμνητάς σου σκέπε, ἀπὸ παντοίας βλάβης τοῦ ἐχθροῦ, καὶ τῆς Βασιλείας σου ἀξίωσον, ἧς καὶ ἐπέτυχον, οἱ καλῶς βιώσαντες.

Καὶ νῦν. Σταυροθεοτοκίον.

Καθορῶσα ἐν Σταυρῷ, ὃν ἐξ αἱμάτων, ἐσωμάτωσας ἁγνῶν, ὀδυρομένη ἐκραύγαζες· Θεογεννῆτορ Κόρη. Τί ταῦτα Τέκνον, δῆμος πονηρός, ἀνταπέδωκέ σοι, θανατώσας σε, τὴν ζωὴν τῶν πιστῶν, πάντων καὶ ἀνάστασιν;