Τῌ ΠΑΡΑΣΚΕΥῌ ΕΣΠΕΡΑΣ |
ON FRIDAY EVENING |
Εἰς τό, Κύριε, ἐκέκραξα, Προσόμοια. |
At, Lord, I have cried, Prosomoia. |
Στιχηρὰ Δεσποτικά. |
Stichera for the Master. |
Ἦχος γʹ. Μεγάλη τοῦ Σταυροῦ σου. |
Mode 3. The power of Your holy Cross. |
|
|
Ναόν με τοῦ σεπτοῦ σου Πνεύματος ἀπέργασαι, καθάρας τὰς κηλίδας, Χριστέ μου τῶν πταισμάτων, καταγώγιον δαιμόνων χρηματίζοντα νῦν, οὓς ἐξ ἐμοῦ ἔκβαλε, ὡς τοὺς μολύνοντας, πάλαι τὸ ἱερόν σου. |
|
|
|
Ὁ θέλων πάντας σῶσαι Κύριε, ὡς εὔσπλαγχνος, ἁμαρτωλούς, δικαίους, καὶ μή τινα ὀλέσθαι, αὐτὸς ποίησον ἕνα κᾀμὲ τῶν σῳζομένων, τὸν ἀμελῶς ζήσαντα, καὶ τὰ σὰ προστάγματα, παραβλέψαντα Λόγε. |
O Lord, You are compassionate and will that all be saved, * both sinners and the righteous, * that none go to perdition. * So, O Word of God, I pray You, make me also * one of those being saved, * though I have lived carelessly, * ignoring Your commandments. |
|
|
Ὑπνώσας ἐν τῷ τάφῳ Χριστέ, ὡς ἄνθρωπος, δυνάμει ἀηττήτῳ, ἀνέστης συνεγείρας, τοὺς ἐν τοῖς μνημείοις κατοικοῦντας ἀπʼ αἰῶνος· διὸ τοὺς κοιμηθέντας, πίστει ἀνάπαυσον, ἐν σκηναῖς αἰωνίοις. |
You slumbered in the grave as man, O Christ our God; * You rose again by virtue * of Your invincible power, * and together raised those dwelling in the tombs for ages. * Therefore grant rest unto those * who have reposed in faith * in the eternal dwellings. |
Ἕτερα τῆς Θεοτόκου. Ὅμοια. |
Additional for the Theotokos. Same Melody. |
|
|
Ταῖς αὔραις τοῦ ἐχθροῦ ὡς κάλαμος ῥιπίζομαι, διηνεκῶς Παρθένε, ἀλλʼ οἴκτειρον τὸν δοῦλόν σου, καὶ ταῖς τούτου καταιγίσι μὴ εἰς τέλος, ἐάσῃς με κλονεῖσθαι, ἀλλὰ στερέωσον, ἐν τῇ πίστει Κυρίου. |
|
|
|
Ὁ κλύδων τῶν παθῶν, συνέχων καὶ συμπνίγων με, διηνεκῶς ταράττει, τὴν ταπεινὴν ψυχήν μου, καὶ ὠθεῖ εἰς ἀπογνώσεως βυθόν με, ἀλλὰ τὴν ζάλην ταύτην, Ἁγνὴ μετάβαλε, εἰς βαθεῖαν γαλήνην. |
|
|
|
Παρθένε τὸν ἐκ σοῦ, τεχθέντα καθικέτευε, τὴν ποίμνην σου φυλάττειν, ἀλώβητον ἐκ πάσης, ἐπηρείας τοῦ ἀντικειμένου διαβόλου, καὶ ἐκπληροῦν ἅπαντας, αὐτοῦ τὸ θέλημα, ἐνδυνάμωσον Κόρη. |
O Virgin, fervently entreat Him who was born of you, * that through your intercessions * He keep your flock uninjured * from the machinations of the adversary devil, * O holy Damsel, and grant * the strength to everyone * to fulfill His divine will. |
Δόξα· καὶ νῦν. Θεοτοκίον. |
Glory. Both now. Theotokion. |
|
|
Πῶς μὴ θαυμάσωμεν, τὸν θεανδρικόν σου Τόκον Πανσεβάσμιε; πεῖραν γὰρ ἀνδρὸς μὴ δεξαμένη Πανάμωμε, ἔτεκες ἀπάτορα Υἱὸν ἐν σαρκί, τὸν πρὸ αἰώνων ἐκ Πατρός γεννηθέντα ἀμήτορα, μηδαμῶς ὑπομείναντα τροπήν, ἢ φυρμόν, ἢ διαίρεσιν, ἀλλʼ ἑκατέρας οὐσίας τὴν ἰδιότητα, σώαν φυλάξαντα. Διὸ Μητροπάρθενε Δέσποινα, αὐτόν ἱκέτευε σωθῆναι, τὰς ψυχὰς τῶν ὀρθοδόξως, Θεοτόκον ὁμολογούντων σε. |
How can we not marvel at your theandric childbirth, O most reverend Maid? For while having had no spousal congress, all-blameless one, you gave birth unto a Son unfathered in the flesh, Who had, unmothered, been begotten of the Father before all ages. He in no way underwent any change, intermingling or division; but He preserved each nature''s distinct identity in its totality. Therefore, O Virgin Mother and Lady, entreat Him for the salvation of the souls of those confessing you, in Orthodox manner, to be Theotokos. |
Εἰς τὸν Στίχον. |
At the Aposticha. |
Ἀπόστιχα Στιχηρά. Ἦχος γʹ. Μαρτυρικά. |
Aposticha. Mode 3. For the Martyrs. |
|
|
Μεγάλη τῶν μαρτύρων σου Χριστὲ ἡ δύναμις ἐν μνήματι γὰρ κεῖνται καὶ πνεύματα διώκουσι, τῇ πίστει τῆς Τριάδος ἀγωνισάμενοι ὑπὲρ τῆς εὐσεβείας. |
The power of Your martyr Saints is truly great, O Christ. * They drive out evil spirits * while lying in their monuments. * They contended for the sake of true religion, * and therefore, by their faith in the Holy Trinity, * destroyed the foe''s dominion. |
Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ. |
Verse: God is wondrous in His saints. [SAAS] |
|
|
Προφῆται καὶ Ἀπόστολοι Χριστοῦ, καὶ Μάρτυρες, ἐδίδαξαν ὑμνεῖσθαι, Τριάδα ὁμοούσιον, καὶ ἐφώτισαν τὰ ἔθνη τὰ πεπλανημένα, καὶ κοινωνοὺς Ἀγγέλων ἐποίησαν, τοὺς υἱοὺς τῶν ἀνθρώπων. |
The Prophets and Apostles of Christ and martyr Saints * taught the world to worship * the consubstantial Trinity; * and the nations that had been in error they enlightened, * and made the sons of men * to have fellowship with the Angels. |
Στίχ. Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος. |
Verse: To the saints on His earth, in them the Lord magnified all His will. [SAAS] |
|
|
Οἱ Μάρτυρές σου Κύριε, πίστει στηριχθέντες, ἐλπίδι βεβαιωθέντες, τῇ ἀγάπῃ τοῦ Σταυροῦ σου, ψυχικῶς ἑνωθέντες, τοῦ ἐχθροῦ τὴν τυραννίδα ὤλεσαν, καὶ τυχόντες τῶν στεφάνων, μετὰ τῶν Ἀσωμάτων πρεσβεύουσιν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν. |
Established in the faith, O Lord, with hope''s assurance, * and in soul united in the love for Your Cross, * Your martyr Saints destroyed the adversary''s tyranny, * and they received the crowns. * And now together with bodiless hosts * they intercede on behalf of our souls. |
Στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου, Κύριε. Καὶ τὸ μνημόσυνον αὐτῶν εἰς γενεὰν καὶ γενεάν. |
Verse: Blessed are they whom You have chosen and received, O Lord. And their memorial abides from generation to generation. [SAAS] |
Νεκρώσιμον. |
For the Dead. |
|
|
Πάντα ματαιότης τὰ ἀνθρώπινα, ὅσα οὐχ ὑπάρχει μετὰ θάνατον, οὐ παραμένει ὁ πλοῦτος, οὐ συνοδεύει ἡ δόξα· ἐπελθὼν γὰρ ὁ θάνατος, ταῦτα πάντα ἐξηφάνισται. Διὸ Χριστῷ τῷ ἀθανάτῳ Βασιλεῖ βοήσωμεν· Τοὺς μεταστάντας ἐξ ἡμῶν ἀνάπαυσον, ἔνθα πάντων ἐστίν, εὐφραινομένων ἡ κατοικία. |
Vanity is everything human, which after death exists no more. Wealth does not remain, glory does not go with us; for when death arrives, all these disappear. Therefore let us cry to Christ the immortal King, "Grant rest to those departed from us, there where glad are all who have their dwelling in You." |
Δόξα· καὶ νῦν. Θεοτοκίον. |
Glory. Both now. Theotokion. |
|
|
Ἐν γυναιξὶν ἁγία Θεοτόκε, Μήτηρ ἀνύμφευτε, πρέσβευε ὃν ἔτεκες, Βασιλέα καὶ Θεόν, ἵνα σώσῃ ἡμᾶς ὡς φιλάνθρωπος. |
O Theotokos, holy among women, * Mother unwedded, * intercede with the King and God whom you bore, * that He save us as the Lover of man. |
__________ |
__________ |
Τῼ ΣΑΒΒΑΤῼ ΠΡΩΪ |
ON SATURDAY MORNING |
ΕΝ Τῼ ΟΡΘΡῼ |
MATINS |
Μετὰ τὴν αʹ Στιχολογίαν. Καθίσματα Μαρτυρικά. |
After the first Psalter reading. Kathismata for the Martyrs. |
Ἦχος γʹ. Τὴν ὡραιότητα. |
Mode 3. Seeing how beautiful. |
|
|
Τῶν ἀθλοφόρων σου, τὴν μνήμην Κύριε, ὑπερεφαίδρυνας, ὡς παντοδύναμος, ὅτι ἐνίσχυσας αὐτούς, τὰ πάθη σου μιμήσασθαι, ἐνίκησαν ἀνδρείως δέ, τοῦ Βελίαρ τὴν δύναμιν· ὅθεν καὶ ἀπέλαβον, ἰαμάτων χαρίσματα. Αὐτῶν ταῖς ἱκεσίαις οἰκτίρμον, εἰρήνην παράσχου τῷ λαῷ σου. |
Almighty God and Lord, You made the memory * of Your victorious Martyrs so radiant; * for You equipped them with the strength to imitate Your Passion and death. * They also bravely overcame * all the forces of Belial. * Therefore they received the grace * to perform cures and miracles. * We pray You, by their earnest entreaties, * to grant Your people peace, O Compassionate One. |
Ὅμοιον. |
Same Melody. |
|
|
Θωρακισάμενοι, τὴν πανοπλίαν Χριστοῦ, καὶ ἐνδυσάμενοι, ὅπλα τῆς Πίστεως, τὰς παρατάξεις τοῦ ἐχθροῦ, ἀθλητικῶς κατεβάλετε· προθύμως τῇ ἐλπίδι γάρ, τῆς ζωῆς ὑπεμείνατε, πάσας τῶν τυράννων πρίν, ἀπειλάς τε καὶ μάστιγας· διὸ καὶ τοὺς στεφάνους ἐδέξασθε, Μάρτυρες Χριστοῦ οἱ καρτερόψυχοι. |
Covered with the full armor of Christ, and wearing the shield of the Faith, as combatants you brought down the armies of the enemy. In the hope that life would follow, you enthusiastically endured every threat and torture from the tyrants. That is why you received the crowns, O valiant Martyrs of Christ. |
|
|
Ἐκλάμπετε διὰ τῆς πίστεως, ὑπέρλαμπροι φωστῆρες Ἅγιοι, τῶν ἀσθενούντων ἰατροί, Ἀθλοφόροι πανεύφημοι· τῶν τυράννων γὰρ τὰς αἰκίσεις μὴ δειλανδρήσαντες, τῶν εἰδώλων τὰς δυσφημίας κατηδαφίσατε, τρόπαιον ἔχοντες ἀήττητον, τὸν Σταυρὸν τῆς ἀληθείας. |
By faith you shone forth, like most radiant lights, O Saints. You are physicians of the sick, O all-lauded medal-winners. Since your courage did not falter when faced with torture by tyrants, you brought down the blasphemies of the idols, for you bore the Cross of the truth as trophy invincible. |
Δόξα· καὶ νῦν. Θεοτοκίον. |
Glory. Both now. Theotokion. |
|
|
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος. |
Unto you who mediated the salvation of our race we sing praises, O Virgin Theotokos. For your Son and our God in the flesh that He assumed from you accepted suffering by means of crucifixion and has thereby set us free from corruption, in His love for man. |
Μετὰ τὴν βʹ Στιχολογίαν. Κάθισμα Μαρτυρικόν. |
After the second Psalter reading. Kathisma for the Martyrs. |
|
|
Τὸ εὔψυχον τῆς καρτερίας ὑμῶν, ἐνίκησε τὰ μηχανήματα τοῦ ἀρχεκάκου ἐχθροῦ, Ἀθλοφόροι πανεύφημοι· διὰ τοῦτο τῆς αἰωνίου κατηξιώθητε μακαριότητος. Ἀλλὰ πρεσβεύσατε τῷ Κυρίῳ τοῦ φιλοχρίστου λαοῦ σῶσαι τὸ ποίμνιον, Μάρτυρες ὑπάρχοντες τῆς ἀληθείας. |
Your wholehearted endurance vanquished the machinations of the enemy and author of evil, O all-lauded medal-winners. That is why you have been counted worthy of eternal blessedness. We entreat you to intercede with the Lord, that He save the flock of Christ-loving people, for You, O Martyrs, are witnesses of the truth. |
Νεκρώσιμον. Τὴν ὡραιότητα. |
For the Dead. N/M (Seeing how beautiful.) |
|
|
Ὅτε τῷ λόγῳ σου, παραστησόμεθα, τῷ ἀδεκάστῳ σου, βήματι Κύριε, μὴ καταισχύνῃς τοὺς εἰς σέ, Σωτὴρ ἡμῶν πεπιστευκότας· πάντες γὰρ ἡμάρτομεν, ἀλλὰ σοῦ οὐκ ἀπέστημεν· ὅθεν δυσωποῦμέν σε, ἐν σκηναῖς τῶν δικαίων σου, Χριστέ, οὓς προσελάβου ἀνάπαυσον, ὡς μόνος ὑπάρχων πολυέλεος. |
When, at your command, O Lord and Savior, ⁄ we stand before your impartial judgment seat, ⁄ do not condemn us who have believed in you. ⁄ We have all sinned, yet we have not turned away from you. ⁄ We entreat you, O Christ: ⁄ Give rest in the dwellings of the righteous, ⁄ to those whom you have taken to yourself, ⁄⁄ for you alone are rich in mercy. |
Δόξα. Ὅμοιον. |
Glory. Same Melody. |
|
|
Ξύλῳ πεπτώκαμεν, πικρῶς εἰς θάνατον, ξύλῳ τιμίῳ δέ, πάλιν ἀνέστημεν· διὰ Σταυροῦ σου γάρ Σωτήρ, τὸν θάνατον ἐνέκρωσας, καὶ τὴν ἀτελεύτητον, ζωὴν πᾶσιν ἐπήγασας, ἧς περ καταξίωσον, τοὺς πρὸς σὲ ἐκδημήσαντας, οἰκέτας σου πιστοὺς Ἐλεῆμον, δωρούμενος αὐτοῖς τὴν Βασιλείαν σου. |
Through the tree we have fallen into bitter death, ⁄ but, by the precious tree we rise again, ⁄ for, through your cross, you have put death to death, O Savior, ⁄ and given all men unending life. ⁄ O merciful Lord: Make the members of your household, who have departed to you, ⁄⁄ worthy of that life, and give them your kingdom. |
Καὶ νῦν. Θεοτοκίον. |
Both now. Theotokion. |
|
|
Τὸν πολυτάραχον, τοῦ βίου κλύδωνα, τοὺς ἐκπεράσαντας, τῷ θείῳ νεύματι, καὶ μεταστάντας εὐσεβῶς, οἰκέτας σου Πανάμωμε, δέξαι καὶ προσάγαγε, τῷ Κριτῇ καὶ Θεῷ ἡμῶν, τούτοις ἀπολύτρωσιν, παρασχεῖν ἱκετεύουσα· καὶ γὰρ ὡς τοῦ ποιήσαντος Μήτηρ, ἔχεις τὸ θέλειν καὶ τὸ δύνασθαι. |
Receive your servants, who have left the stormy seas of this life in faith, ⁄ O all-undefiled Virgin, ⁄ and lead them to our Judge and God, ⁄ praying him to grant them redemption. ⁄ For, as the Mother of him who does all things, ⁄⁄ you have both the power and the will. |
Κανὼν εἰς πάντας τοὺς Ἁγίους. |
Canon for all Saints. |
Ἦχος γʹ. ᾨδὴ αʹ. Ὁ Εἱρμός. |
Mode 3. Ode i. Heirmos. |
Θαυμαστὸς ἐνδόξως ποιῶν τέρατα, σὺ εἶ ὁ Θεός, ὁ ἄβυσσον γεώσας, καὶ ἅρματα καλύψας, καὶ λαὸν διασώσας, ᾄδοντά σοι ὡς λυτρωτῇ ἡμῶν Θεῷ. |
|
Τροπάρια. |
Troparia. |
|
|
Μαρτυρίου κλέος σοφοὶ εὕρατε, πάντες Ἀθληταί, βασάνους πολυτρόπους, ἐνεγκόντες γενναίως ὑπὲρ τῆς ἀληθείας· ὅθεν πίστει ὑμᾶς δοξάζομεν ἀεί. |
|
|
|
Ὑπερτέραν σχόντες ζωήν, ὤφθητε προφῆται καὶ σοφοί, Κυρίου ἱεράρχαι, τοῦ κενωθέντος Λόγου, ποιμάναντες ὁσίως, τοῦ Σωτῆρος τὴν ποίμνην σθένει θεϊκῷ. |
|
|
|
Σταυρωθέντες κόσμῳ σαρκός, ὅσιοι πάσας ἡδονὰς ἠρνήσασθε, καὶ σκεύη, τοῦ Πνεύματος δειχθέντες, τὰ πνεύματα πλάνης, θείῳ σθένει ἐξηφανίσατε σαφῶς. |
|
Νεκρώσιμον. |
For the Dead. |
|
|
Τοὺς ἐκ γῆς προστάξει τῇ σῇ Κύριε, πίστει εὐσεβεῖ, οἰκτίρμον μεταστάντας, ζωῆς ἀτελευτήτου, καὶ φωτὸς ἀνεσπέρου, ἀξιώσας ἀνάπαυσον ὡς ἀγαθός. |
|
Θεοτοκίον. |
Theotokion. |
|
|
Ὡς Θεὸν τεκοῦσαν σαρκὶ Πάναγνε, γνώμῃ εὐσεβεῖ, τιμῶμέν σε ἀπαύστως, μετὰ σεμνῶν Γυναίων, ἀσκήσει λαμπρυνθέντων, καὶ ἀθλήσει καταβαλόντων τὸν ἐχθρόν. |
|
Κανὼν εἰς Κοιμηθέντας. |
Canon for the Deceased. |
Τεμνομένην θάλασσαν. |
|
|
|
Τῇ ταφῇ σου θάνατον θανατώσας, καὶ καθελὼν τοῦ ᾅδου τὴν τυραννίδα, εἰς οὐρανοὺς πρόδρομος ἡμῶν, ἀναπεφοίτηκας, Ἀθλοφόρων δῆμον συνανυψώσας, νῦν τὰς ψυχάς ἀνάπαυσον, τῶν μεταστάντων Χριστέ. |
|
|
|
Ὁ τοὺς θείους Μάρτυρας ἐνισχύσας, καὶ διʼ αὐτῶν τὴν πλάνην ἐξαφανίσας, ταῖς προσευχαῖς τούτων, ὡς Θεός, τοὺς τελευτήσαντας, τῆς παρὰ σοῦ Σῶτερ ἀθανασίας, καὶ μακαρίας λήξεως, τυχεῖν ἀξίωσον. |
|
|
|
Υπὲρ δούλων Δέσποτα, τὸ σὸν αἷμα, σφαγιασθείς, ἐξέχεας ὡς οἰκτίρμον, τὴν ὀφειλὴν τὴν ὑπὲρ αὐτῶν, καταβαλόμενος· διὰ τοῦτο εὔσπλαγχνε, σὲ αἰτοῦμεν, νῦν τὰς ψυχὰς ἀνάπαυσον, τῶν κοιμηθέντων Χριστέ. |
|
Θεοτοκίον. |
Theotokion. |
|
|
Τὴν ἁγνὴν ὑμνήσωμεν Θεοτόκον, τὴν τὸν Θεὸν τεκοῦσαν, τὸν τῷ θανάτῳ τῷ ἑαυτοῦ, θάνατον ἡμῖν ἀναμοχλεύσαντα, καὶ ζωὴν πηγάσαντα τὴν ἀγήρω, καὶ διʼ αἰῶνος μένουσαν μακαριότητα. |
|
ᾨδὴ γʹ. Ὁ Εἱρμός. |
Ode iii. Heirmos. |
Στεῖρα ψυχὴ καὶ ἄγονε, κτῆσαι καρπὸν εὐκλεῆ, εὐτεκνουμένη βόησον· Ἐστερεώθην διὰ σοῦ ὁ Θεός, οὔκ ἐστιν ἅγιος, οὔκ ἐστι δίκαιος, πλὴν σοῦ Κύριε. |
|
Τροπάρια. |
Troparia. |
|
|
Ῥώμῃ Θεοῦ σθενούμενοι, Μάρτυρες ἔνδοξοι, ὀλεθροτόκον δύναμιν, τοῦ ἐν κακίᾳ δυνατοῦ δυσμενοῦς, τελείως ὠλέσατε, καὶ νίκης εἰλήφατε θεῖον στέφανον. |
|
|
|
Ὁ τοὺς ὁσίους Κύριε, δείξας ἐχθροῦ νικητάς, ταῖς αὐτῶν Ἰησοῦ παρακλήσεσιν, ἁγίασον, φώτισον, καὶ σῶσον, τοὺς ἐν πίστει καὶ πόθῳ, ἀπαύστως ἀνυμνοῦντάς σε. |
|
|
|
Σὺν τοῖς Προφήταις ἅπασιν, ἀνευφημήσωμεν, τοὺς τῶν Γυναίων θείους χορούς, τοὺς ἐν ἀσκήσει, καὶ ἐν ἀθλήσει διαλάμψαντας, καὶ τὸν πολυμήχανον ὄφιν πατήσαντας. |
|
Νεκρώσιμον. |
For the Dead. |
|
|
Οὓς ἐξ ἡμῶν μετέστησας, θείᾳ βουλήσει Χριστέ, μετὰ Ἁγίων σύνταξον, τὰ ἐν τῷ βίῳ παραβλέψας αὐτῶν, οἰκτίρμον ἐγκλήματα, πρεσβείαις δεόμεθα τῶν Ἁγίων σου. |
|
Θεοτοκίον. |
Theotokion. |
|
|
Οἱ σεσωσμένοι Πάναγνε, σοῦ τῷ σεπτῷ τοκετῷ, τοῦ Γαβριὴλ βοῶμέν σοι πιστῶς, τὸ Χαῖρε καὶ δεόμεθα, τῇ παρακλήσει σου, πταισμάτων ἄφεσιν πᾶσιν αἴτησαι. |
|
Κανὼν εἰς Κοιμηθέντας. Ὁ ἐκ μὴ ὄντων. |
Canon for the Deceased. From non-existence. |
|
|
Ὁ διαπλάσας ἐκ γῆς με, καὶ πρὸς τὴν γῆν, στραφέντα τὸν δείλαιον, ἀναπλάσας λαμπρότερον, τὰς ψυχὰς ἀνάπαυσον, τῶν κοιμηθέντων, πρεσβείαις τῶν Μαρτύρων. |
|
|
|
Τῶν Ἀθλοφόρων Μαρτύρων τοὺς αἰκισμούς, στρεβλώσεις καὶ μώλωπας, καὶ πληγὰς δυσωπούμενος, τὰς ψυχὰς ἀνάπαυσον τῶν μεταστάντων, πρὸς σὲ τὸν πάντων κτίστην. |
|
|
|
Ῥῦσαι γεέννης πυρός τε, καὶ ζοφερῶν, τοῦ ᾅδου φιλάνθρωπε, σκηνωμάτων τοὺς δούλους σου, τοὺς ἐν πίστει Δέσποτα, κεκοιμημένους, τῇ σῇ ἐλπίδι πάντας. |
|
Θεοτοκίον. |
Theotokion. |
|
|
Ἱερωτέρα ὡς μήτηρ τοῦ πλαστουργοῦ, τῆς κτίσεως πέφηνας, τοῦ τὸν θάνατον λύσαντος, Θεοτόκε Πάνσεμνε, καὶ ἀφθαρσίαν ἡμῖν δεδωρημένου. |
|
ᾨδὴ δʹ. Ὁ Εἱρμός. |
Ode iv. Heirmos. |
Τὸ κατάσκιον ὄρος, ὁ Ἀββακοὺμ προεώρα, τὴν ἄχραντόν σου μήτραν Ἁγνή· διὸ καὶ ἀνεκραύγαζεν· Ἀπὸ Θαιμὰν ἥξει ὁ Θεὸς ὁ Ἅγιος, καὶ ἐξ ὄρους κατασκίου δασέος. |
|
Τροπάρια. |
Troparia. |
|
|
Ἱερεῖα καθάπερ, προσανηνέχθητε πίστει, σφαγέντες, ὥσπερ ἄρνες σοφοί, ἀμνῷ τῷ ἐπὶ ξύλου Σταυροῦ, ἐπευδοκήσαντι ἀθληταί, ἐθελουσίως ταθῆναι, ὑπὲρ γένους ἀνθρώπων. |
|
|
|
Σὺν ὁσίοις τιμῶμεν, τοὺς εὐκλεεῖς Ἱεράρχας, φωστῆρας γεγονότας πιστῶν, παθῶν μὲν σκότος λύοντας, τῆς δὲ ἀχλύος ἐκκαθάραντας, καὶ πρὸς ἄδυτον ἐν πίστει, προσχωρήσαντας φέγγος. |
|
|
|
Ὡραιότητι λόγων, οἱ θεηγόροι Προφῆται, φαιδρύνουσι πιστῶν τὰς ψυχάς, ἀγώνων ταῖς λαμπρότησι, καὶ τῶν θαυμάτων ἀνατολαῖς, καταυγάζουσι καρδίας, θεοφόροι Γυναῖκες. |
|
Νεκρώσιμον. |
For the Dead. |
|
|
Τοὺς τὸν βίον λιπόντας, ὑπερκοσμίου δόξης, μετόχους δεῖξον Λόγε Θεοῦ, πταισμάτων ἀπολύτρωσιν, τούτοις δωρούμενος ἀγαθέ, ὧν περ ἔπραξαν ἐν γνώσει, ἐπὶ γῆς καὶ ἀγνοίᾳ. |
|
Θεοτοκίον. |
Theotokion. |
|
|
Τῶν Μαρτύρων τὴν δόξαν, Ἱεραρχῶν καὶ Ὁσίων, τὸ θεῖον ἐγκαλλώπισμα, τῶν Προφητῶν τὸ κήρυγμα, καὶ τῶν Γυναίων σεμνολόγημα, ἀνυμνήσωμεν ἀξίως, τοῦ Θεοῦ τὴν Μητέρα. |
|
Κανὼν εἰς Κοιμηθέντας. Ἔθου πρὸς ἡμᾶς. |
Canon for the Deceased. Lord, You have established. |
|
|
Τάφον διʼ ἡμᾶς, συμπαθῶς κατῴκησας Δέσποτα, τάφους ὁ κενώσας ὡς Θεός, καὶ νικηφόρους δείξας τοὺς Μάρτυρας, ἐν τόποις ἀνέσεως, τοὺς κοιμηθέντας δούλους σου κατάταξον. |
|
|
|
Ὁ τῶν Ἀθλητῶν, τοὺς στεῤῥοὺς ἀγῶνας καὶ μάστιγας, καὶ τὰς τῶν μελῶν ἀποκοπάς, ἃς ὑπὲρ σοῦ ὑπέμειναν Δέσποτα, ἀσμένως δεξάμενος, οὓς προσελάβου ῥῦσαι κολάσεως. |
|
|
|
Νεύματι τῷ σῷ, τῆς ζωῆς ὁ ἔχων τὰ τάλαντα, τῆς ἀτελευτήτου σου ζωῆς, καὶ ἀκηράτου δόξης ἀξίωσον, οὓς πρὸς σὲ μετέστησας, τῆς ἁμαρτίας λύσας τὸ μεσότοιχον. |
|
Θεοτοκίον. |
Theotokion. |
|
|
Μήτηρ ἀληθῶς, καὶ παρθένος ὤφθης Πανάμωμε, γέννησιν καὶ τόκον ἀληθῆ, τῇ παρθενίᾳ μόνῃ συνάψασα· Θεὸν γὰρ ἐγέννησας, τὸν τοῦ θανάτου λύσαντα τὴν δύναμιν. |
|
ᾨδὴ εʹ. Ὁ Εἱρμός. |
Ode v. Heirmos. |
Τὸ φῶς σου τὸ ἀνέσπερον Χριστέ, καταύγασον ὁ Θεὸς τῇ ταπεινῇ μου ψυχῇ, καὶ ὁδήγησον εἰς τὸν φόβον σου, διότι φῶς τὰ προστάγματά σου. |
|
Τροπάρια. |
Troparia. |
|
|
Οἱ μώλωπες ὑμῶν καὶ αἱ πληγαί, ἐχθροῦ μὲν ὤφθησαν πληγαὶ ἀνίατοι, τὰς ἡμῶν πληγὰς δὲ νῦν θεραπεύουσι, πάντων πιστῶν, Ἀθληταὶ Κυρίου. |
|
|
|
Ὑμνήσωμεν Ὁσίων τὴν πληθύν, καὶ μακαρίσωμεν τοὺς Ἱεράρχας Χριστοῦ, καὶ τιμήσωμεν τοὺς Προφήτας νῦν, ὑπὲρ ἡμῶν αὐτὸν δυσωποῦντας. |
|
|
|
Θεὸν τὸν σαρκωθέντα διʼ ἡμᾶς, ποθοῦσαι πανευκλεεῖς Γυναῖκες, γνώμῃ εὐθείᾳ ἐναθλήσασαι, καὶ ἀσκήσασαι, τῆς Βασιλείας καταξιοῦνται. |
|
Νεκρώσιμον. |
For the Dead. |
|
|
Ἐν Παραδείσου Κύριε σκηναῖς, ἐν χώρᾳ ζώντων Χριστέ, ἔνθα σου λάμπει τὸ φῶς, κατασκήνωσον, οὓς μετέστησας, ἀπὸ τῆς γῆς, πιστούς σου οἰκέτας. |
|
Θεοτοκίον. |
Theotokion. |
|
|
Ἐκ σοῦ Θεὸς σεσάρκωται Ἁγνή, καὶ ἀνωτέραν σε νῦν Ἀγγέλων ἀνέδειξε, ποιημάτων τε ὑπερέχουσαν, πάντων· διό σε ὑμνολογοῦμεν. |
|
Κανὼν εἰς Κοιμηθέντας. Πρὸς σὲ ὀρθρίζω. |
Canon for the Deceased. I rise early in the morning. |
|
|
Ἐν Ἐκκλησίᾳ, τῶν πρωτοτόκων ἀγαθέ, τοὺς ἐκδημήσαντας ἐξ ἡμῶν, πρεσβείαις τῶν Ἀθλητῶν, καὶ σεπτῶν Μαρτύρων, δικαίοις συναρίθμησον. |
|
|
|
Λύτρον πταισμάτων, τὸ τῶν Μαρτύρων σου Χριστέ, παναγιώτατον αἷμα, νῦν προσδέχου, τῶν εὐσεβῶς κοιμηθέντων Σῶτερ, καὶ τούτους διανάπαυσον. |
|
|
|
Ἴθυνον Λόγε, τῶν ἀπελθόντων τὰς ψυχάς, εἰς τὸν αἰώνιον τόπον τῆς τρυφῆς, καὶ τῆς ὑπὲρ νοῦν τῶν ἁγίων θείας λαμπρότητος ἀξίωσον. |
|
Θεοτοκίον. |
Theotokion. |
|
|
Σὲ τὴν Παρθένον, τὴν ὑπὲρ λόγον ἐν γαστρί, τὸν ἀπερίληπτον Λόγον συλλαβοῦσαν, τὸν τοῖς νεκροῖς τὴν ζωὴν διδόντα, ἀξίως μακαρίζομεν. |
|
ᾨδὴ Ϛʹ. Ὁ Εἱρμός. |
Ode vi. Heirmos. |
Βυθός μοι τῶν παθῶν ἐπανέστη, καὶ ζάλη ἐναντίων ἀνέμων, ἀλλὰ προφθάσας με σύ, σῶσον Σωτήρ, καὶ ῥῦσαὶ φθορᾶς, ὡς ἔσωσας, τοῦ θηρὸς τὸν Προφήτην. |
|
Τροπάρια. |
Troparia. |
|
|
Οἱ λύχνοι τῆς φρικτῆς φρυκτωρίας, οἱ ἄρνες τοῦ Ἀμνοῦ καὶ Ποιμένος, οἱ στρατιῶται Χριστοῦ, οἱ πανευκλεεῖς αὐτοῦ Ἀθληταί, τιμάσθωσαν, ἱεραῖς μελῳδίαις. |
|
|
|
Ὑψώθη τῶν Ὁσίων ὁ δῆμος, ὑψώσας Θεὸν ἐν ταπεινώσει, καὶ ἐδοξάσθη πληθὺς Ἱεραρχῶν, ἐν ἔργοις ἀεί, δοξάσαντες, τὴν ἁγίαν Τριάδα. |
|
|
|
Θαυμάτων ἐπιδείξεσι θείαις, καὶ πόνων καρτερίᾳ τελείᾳ, τοὺς ἀνομοῦντας ἐχθρούς, ὁ ἱερὸς Γυναίων χορός, κατέπληξεν, ἱερῶς ἀριστεύσας. |
|
Νεκρώσιμον. |
For the Dead. |
|
|
Ἐν πίστει οὓς ἐκ γῆς προσελάβου, ἁγίων συναρίθμησον δήμοις, καὶ τοῦ πιστοῦ Ἀβραάμ, τάξον Χριστέ, ἐν κόλποις Σωτήρ, δοξάζειν σου, τὴν πολλὴν εὐσπλαγχνίαν. |
|
Θεοτοκίον. |
Theotokion. |
|
|
Μαρτύρων Προφητῶν τε ἁγίων, τῶν πάντων ἀπʼ αἰῶνος Δικαίων, καύχημα σὺ εἶ Ἁγνή· ὅθεν φωναῖς, σαφῶς ἱεραῖς, τιμῶμέν σε, σὺν αὐτοῖς εἰς αἰῶνας. |
|
Κανὼν εἰς Κοιμηθέντας. Ἀνάγαγε ἐκ φθορᾶς. |
Canon for the Deceased. |
|
|
Μετάβαλε εἰς χαρὰν τῶν πίστει κεκοιμημένων, τὸν κοπετόν, πρεσβείαις τῶν Ἀθλοφόρων, περιζωννὺς τούτους εὐσεβῶς, τὴν εὐφροσύνην Χριστέ, καὶ πρὸς φῶς τὸ σόν, εὔθυνον καὶ ἐφοδήγησον. |
|
|
|
Ἀνάπαυσον ὁ Θεὸς τῷ πλήθει τῶν ἐν οἰκτιρμῶν σου, Πατριαρχῶν, κόλποις τοὺς μεταστάντας, ἔνθα τὸ φῶς λάμπει τὸ φαιδρόν, τοῦ σοῦ προσώπου Χριστέ, παρορῶν αὐτῶν, ἅπαντα τὰ παραπτώματα. |
|
|
|
Θαυμάστωσον ἐπὶ τοὺς ἐντεῦθεν ἀπηλλαγμένους, καὶ τῶν δεινῶν, τοῦ βίου λελυτρωμένους, τὸ θαυμαστὸν ἔλεος Χριστέ, τῆς φιλανθρωπίας σου, καὶ χαρᾶς τῆς σῆς, ἔμπλησον καὶ ἱλαρότητος. |
|
Θεοτοκίον. |
Theotokion. |
|
|
Νεκρώσεως καὶ φθορᾶς ἐῤῥύσω με, καὶ θανάτου, τῷ παραδόξῳ τόκῳ σου Θεομῆτορ· σὺ γὰρ Ἁγνὴ τέτοκας ἡμῖν, ἀφθαρσίας πηγήν, καὶ τῷ σῷ φωτί, κόσμον ὅλον κατελάμπρυνας. |
|
ᾨδὴ ζʹ. Ὁ Εἱρμός. |
Ode vii. Heirmos. |
Τρεῖς Παῖδες ἐν καμίνῳ, τὴν Τριάδα τυπώσαντες, τοῦ πυρὸς τὴν ἀπειλὴν κατεπάτησαν, καὶ ὑμνοῦντες ἐβόων· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. |
|
Τροπάρια. |
Troparia. |
|
|
Ἱστάμενοι ἐν μέσῳ, τοῦ πυρὸς ἐδέξασθε, θείαν δρόσον οὐρανόθεν, Ἀθλοφόροι Χριστοῦ, καὶ ὁμιλοῦντες βασάνοις, τὸν πολυμήχανον ἐχθρόν, νεκρὸν εἰργάσασθε. |
|
|
|
Οἱ θεῖοι Ἱεράρχαι, ὡς ὁλκάδα ἰθύναντες, τὴν Ἐκκλησίαν τοῦ Θεοῦ, ἀκαταπόντιστον, ταύτην ἐτήρησαν πλάνης, διεκφυγοῦσαν ἀβλαβῶς, τὰ κύματα. |
|
|
|
Νεκρώσαντες τὴν σάρκα, ἱεροῖς ἀγωνίσμασιν, ἀσκηταὶ τῆς ἀληθείας ἐκληρώσασθε, τὴν ζωὴν τὴν ἀγήρω, μετὰ ἁγίων Προφητῶν, καὶ ἱερῶν Γυναικῶν. |
|
Νεκρώσιμον. |
For the Dead. |
|
|
Μὴ δείξῃς ὑπευθύνους, ἐν τῇ κρίσει τοὺς δούλους σου, οὓς μετέστησας πιστούς, ἀλλὰ τάξον αὐτούς, ἐν ταῖς λαμπρότησι Λόγε, ταῖς τῶν Ἁγίων, καὶ ἡμᾶς, τῇ εὐσπλαγχνίᾳ σου. |
|
Θεοτοκίον. |
Theotokion. |
|
|
Μαρτύρων καὶ Ὁσίων, Προφητῶν τε Πανάμωμε, Γυναικῶν καὶ πάντων τῶν Ἱεραρχῶν, τῶν ἱερῶς βιωσάντων, σὺ εἶ τὸ κλέος ἀληθῶς, μεθʼ ὧν τιμῶμέν σε. |
|
Κανὼν εἰς Κοιμηθέντας. Ὡς πάλαι τοὺς εὐσεβεῖς. |
Canon for the Deceased. Of old You refreshed. |
|
|
Ἡ πάντων ζωαρχική, αἰτία καὶ δύναμις, ποιητικὴ Λόγε τοῦ Θεοῦ, τῆς ἐπηγγελμένης τοῖς Μάρτυσι τρυφῆς, τὰς ψυχὰς ἀξίωσον, τῶν μετασταντων δούλων σου, ὁ Θεός τῶν Πατέρων ἡμῶν. |
|
|
|
Σωμάτων μὲν ὡς φθαρτῶν, εὐτόνως ηὐλόγησαν, οἱ εὐκλεεῖς Μάρτυρες Χριστοῦ, νῦν δὲ παῤῥησίᾳ πρεσβεύουσι πρὸς σέ. Τὰς ψυχὰς ἀνάπαυσον, τῶν κοιμηθέντων δούλων σου, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν. |
|
|
|
Καλάμῳ τῷ τοῦ Σταυροῦ, ὑπέγραψας ἄφεσιν, ἁμαρτιῶν πᾶσι τοῖς πιστοῖς, ἧς νῦν τὰς ψυχάς, ὧν μετέστησας πρὸς σέ, μετασχεῖν ἀξίωσον, ἐν εὐφροσύνῃ ψάλλειν σοι· Ὁ Θεὸς τῶν Πατέρων ἡμῶν. |
|
Θεοτοκίον. |
Theotokion. |
|
|
Ὁ Λόγος ὁ τοῦ Πατρός, ὁ πάντα βουλήματι, δημιουργῶν, φύσιν τῶν βροτῶν, τὴν συγκεχωσμένην τοῖς πάθεσιν εὑρών, ὡς Θεὸς ἀνέπλασεν. Εὐλογημένος Πάναγνε, ὁ καρπός τῆς κοιλίας σου. |
|
ᾨδὴ ηʹ. Ὁ Εἱρμός. |
Ode viii. Heirmos. |
Τὸν ὑπʼ Ἀγγέλων ἀσιγήτως, ἐν ὑψίστοις δοξαζόμενον Θεόν, οἱ οὐρανοὶ τῶν οὐρανῶν, γῆ καὶ ὄρη καὶ βουνοί, καὶ βυθὸς καὶ πᾶν γένος ἀνθρώπων, ὕμνοις αὐτὸν ὡς Κτίστην, καὶ Λυτρωτὴν εὐλογεῖτε. |
|
Τροπάρια. |
Troparia. |
|
|
Ἐπιφοραῖς τῶν ἀλγηδόνων, καὶ τῶν πόνων ἐπιδόσεσι, περιστατούμενοι σφοδρῶς, οὐκ ἠρνήσασθε τὴν ὄντως ζωήν, Κυρίου Ἀθλοφόροι, οὐδὲ γλυπτοῖς ἐνείματε, πονηρότατον σέβας. |
|
|
|
Λύχνοι καθάπερ ἐν λυχνίᾳ, ἐπικείμενοι σεπτῶν ἀρετῶν, πᾶσαν αὐγάζετε τὴν γῆν, ἄπαν σκότος ἐκδιώκοντες τῆς πλάνης, Ἀθλοφόροι ἱερουργοί, τῶν οὐρανίων Νόων συμπολῖται. |
|
|
|
Οἱ ἀξιέπαινοι Προφῆται, τῶν Ὁσίων ὁ κατάλογος, τῶν Γυναικῶν ὁ ἱερός, Ἀθλησάντων θεῖος ὅμιλος, ὑμνείσθωσαν ἀξίως, ὑπὲρ ἡμῶν πρεσβεύοντες, τῷ Χριστῷ καὶ Σωτῆρι. |
|
Νεκρώσιμον. |
For the Dead. |
|
|
Σὺ ἡ ζωὴ τῶν ζώντων Κύριε, οὓς ἐκ γῆς πιστῶς μετέστησας, μετὰ ἁγίων ἐν φωτί, τοῦ προσώπου σου ἀνάπαυσον, συγχώρησιν πταισμάτων, διὰ πολλὴν παρέχων τούτοις, Κύριε εὐσπλαγχνίαν. |
|
Θεοτοκίον. |
Theotokion. |
|
|
Ἡ πανύμνητος Παρθένος, Προφητῶν τὸ περιήχημα, Ἱεραρχῶν καὶ Ἀθλητῶν, καὶ Ὁσίων ἐγκαλλώπισμα, Γυναίων τε ἁγίων ἡ χαρμονή, ὑμνείσθω χρεωστικῶς εἰς αἰῶνας. |
|
Κανὼν εἰς Κοιμηθέντας. Λατρεύειν ζῶντι Θεῷ. |
Canon for the Deceased. |
|
|
Ὑπάρχων ὁ θησαυρός, τῆς ἀθανασίας σὺ ζωαρχικώτατε, τοῖς θνητοῖς ἀφθαρσίαν κατήγγειλας, ἣν τοῖς σοῖς Μάρτυσι Χριστέ, τοῖς εὐσεβῶς πίστει σοι βοῶσι δεδώρησαι· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον. |
|
|
|
Σοφίᾳ πνευματικῇ, καὶ ὑπομονῇ τῶν ἔργων, οἱ στεῤῥότατοι Ἀθληταί, τῶν βασάνων καταπτύσαντες, ταῖς ψυχαῖς τῶν μεταστάντων παρὰ Χριστοῦ, ἄνεσιν αἰτοῦνται, κραυγάζοντες· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον. |
|
|
|
Ἱλάσθητι Ἀγαθέ, λόγχῃ τῆς πλευρᾶς σου, ῥήξας τὸ χειρόγραφον, τῶν πρὸς σὲ μεταστάντων, καὶ μεσότοιχον καθελὼν τὸ τῶν πταισμάτων, ὑμνολογεῖν σε οὓς προσελάβου εὐδόκησον. Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον. |
|
Θεοτοκίον. |
Theotokion. |
|
|
Νεφέλην σε νοητήν, τοῖς προκεκοιμημένοις δίψει τῆς νεκρώσεως, ὕδωρ ζῶν τῆς ἀφέσεως πηγάζουσαν, καὶ θνητοῖς ἀθανασίαν διηνεκῆ, πᾶσι τοῖς βοῶσι παρέχουσαν· Εὐλογοῦμεν εὐλογημένη Παρθένε τὸν Τόκον σου. |
|
ᾨδὴ θʹ. Ὁ Εἱρμός. |
Ode ix. Heirmos. |
Ἐν Σιναίῳ τῷ ὅρει κατεῖδέ σε, ἐν τῇ βάτῳ Μωυσῆς, τὴν ἀφλέκτως τὸ πῦρ τῆς Θεότητος, συλλαβοῦσαν ἐν γαστρί. Δανιὴλ δὲ σε εἶδεν, ὄρος ἀλατόμητον, ῥάβδον βλαστήσασαν, Ἠσαΐας κέκραγε, τὴν ἐκ ῥίζης Δαυΐδ. |
|
Τροπάρια. |
Troparia. |
|
|
Ἱερεῖα καθάπερ προσήχθητε, τῷ τυθέντι διʼ ἡμᾶς, καὶ τοὺς θείους ναοὺς ἐπληρώσατε, τῶν Ἀγγέλων χαρμονῆς, Ἀθλοφόροι Κυρίου· διὸ ταῖς εὐχαῖς ὑμῶν πάντες στηρίξατε, καὶ τῆς τοῦ ἐχθροῦ βλαβερᾶς, πλάνης ῥύσασθε. |
|
|
|
Ὡς φωστῆρες ζωῆς λόγον ἔχοντες, ἐφωτίσατε ψυχάς, Ἱεράρχαι Χριστοῦ ἱερώτατοι, θείας δόξης κοινωνοί, ὡς τὸ πῦρ δεδεγμένοι, τοῦ Πνεύματος Ὅσιοι, πάθη ἐφλέξατε, καὶ τὴν τῶν δαιμόνων, πυρὰν ἠφανίσατε. |
|
|
|
Σὺν Προφήταις ἁγίοις τιμήσωμεν, τῶν Ὁσίων τὴν πληθύν, τοὺς πρὸ νόμου ἐκλάμψαντας νόμῳ τε, πολιτείᾳ καθαρᾷ. Γυναικῶν τε ἁγίων, τοὺς χοροὺς αἰνέσωμεν καὶ ἐκβοήσωμεν, Κύριε· πρεσβείαις αὐτῶν, σῶσον πάντας ἡμᾶς. |
|
Νεκρώσιμον. |
For the Dead. |
|
|
Ἡ ταφή σου Χριστὲ καὶ Ἀνάστασις, πάντων γέγονε ζωή· διὰ τοῦτο τολμῶντες βοῶμέν σοι· Μετὰ πάντων ἐκλεκτῶν, οὓς πιστῶς προσελάβου, δούλους σου ἀνάπαυσον, τούτων τὰ πταίσματα, πάντα συγχωρῶν, ὡς Θεὸς καὶ φιλάνθρωπος. |
|
Θεοτοκίον. |
Theotokion. |
|
|
Φοβερὸς οὗτος τόπος ἐβόησεν, ὁπηνίκα Ἰακώβ, σοῦ τὸν τύπον ἐν κλίμακι ἔβλεψε, Θεοτόκε ἀψευδῶς, τῶν Μαρτύρων ἡ δόξα, Ὁσίων τὸ καύχημα, Ἀγγέλων ἀγλάϊσμα, πάντων Προφητῶν, καὶ πιστῶν τὸ διάσωσμα. |
|
Κανὼν εἰς Κοιμηθέντας. Τὴν ἐν βάτῳ καὶ πυρί. |
Canon for the Deceased. |
|
|
Νῦν ὡς μόνος ἀγαθός, καὶ φιλάνθρωπος Θεός, τοὺς μεταστάντας πρὸς σέ, τῶν Μαρτύρων ταῖς λιταῖς, ἐν χώρᾳ τῶν πρᾳέων γῆς κατασκήνωσον, τὴν λύσιν τῶν πταισμάτων παρέχων, Ἐλεῆμον αὐτοῖς, διὰ μέγα καὶ πλούσιον ἔλεος. |
|
|
|
Ἐν Ἁγίων σου σκηναῖς, ἐν τοῖς κόλποις Ἀβραάμ, οὓς προσελάβου Σωτήρ, συναρίθμησον τοῖς σοῖς δικαίοις, ἔνθα λάμπει τὸ φῶς, τοῦ προσώπου σου, τὸ ἄχραντον καὶ θεῖον, καὶ μένει διʼ αἰῶνος, ἡ ὄντως ἀΐδιος ἀγαλλίασις. |
|
|
|
Μακαρίας σου ζωῆς, αἰωνίων ἀγαθῶν, ἀκαταπαύστου τρυφῆς, εὐφροσύνης ἀληθοῦς, ἀξίωσον τοὺς δούλους σου, οὓς μετέστησας βουλήσει ζωοδότα, ἐν τόπῳ τῷ τῆς χλόης, ἐπὶ τῶν ὑδάτων τῆς ἀναπαύσεως. |
|
Θεοτοκίον. |
Theotokion. |
|
|
Ὡς ἁγία Κιβωτός, μαρτυρίου τε Σκηνή, τὸν ζωοδότην Θεόν, ὑπεδέξω ἐν γαστρί, Παναμώμητε τὸν Κτίστην σου, τὴν ἀπόφασιν κατάρας τῆς ἀρχαίας, καὶ νόμον τοῦ θανάτου, ἰδίῳ θανάτῳ ἀναμοχλεύσαντα |
|
Ἀπόστιχα τῶν Αἴνων. |
Aposticha of Lauds. |
Μαρτυρικά. Ἦχος γʹ. |
For the Martyrs. Mode 3. |
|
|
Βασιλέων καὶ τυράννων τὸν φόβον, ἀπώσαντο οἱ Χριστοῦ Στρατιῶται, καὶ εὐθαρσῶς καὶ ἀνδρείως αὐτὸν ὡμολόγησαν, τῶν ἁπάντων Κύριον, Θεὸν καὶ Βασιλέα, καὶ πρεσβεύουσιν ὑπὲρ τῶν ψυχῶν ἡμῶν. |
The soldiers of Christ cast aside any fear of rulers and tyrants, and they boldly and courageously confessed Him, who is Lord of all, our God and King. Now they intercede on behalf of our souls. |
|
|
Ὡς φωστῆρες ἐν κόσμῳ λάμπετε, καὶ μετὰ θάνατον ἅγιοι Μάρτυρες, τὸν ἀγῶνα τὸν καλὸν ἀγωνισάμενοι· διὸ ἔχοντες παῤῥησίαν, Χριστὸν ἱκετεύσατε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν. |
Even after death, you shine as lights in the world, ⁄ having fought the good fight, O holy Martyrs. ⁄ Therefore, you now have boldness before Christ: ⁄⁄ Entreat him to have mercy on our souls. |
|
|
Αἱ δυνάμεις τῶν Ἁγίων Ἀγγέλων, ἐθαύμασαν τῶν Μαρτύρων τοὺς ἄθλους, ὅτι σῶμα θνητὸν περικείμενοι, βασάνων κατεφρόνησαν, μιμηταὶ γενόμενοι, τοῦ Πάθους τοῦ Σωτῆρος ἡμῶν, καὶ πρεσβεύουσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν. |
The hosts of Angels marveled at the struggles of the Martyrs, ⁄ for, clad in a mortal body, they despised torments. ⁄ They became imitators of our Savior’s passion, ⁄⁄ and they intercede on behalf of our souls. |
Νεκρώσιμον. |
For the Dead. |
|
|
Ἄνθρωποι, τί μάτην ταραττόμεθα; ὁ δρόμος βραχύς ἐστιν, ὃν τρέχομεν, καπνὸς ὑπάρχει ὁ βίος, ἀτμὶς καὶ τέφρα καὶ κόνις, πρὸς ὀλίγον φαινόμενος, καὶ ταχέως ἀχρειούμενος· διὸ Χριστῷ τῷ ἀθανάτῳ Βασιλεῖ βοήσωμεν· Τοὺς μεταστάντας ἐξ ἡμῶν ἀνάπαυσον, ἔνθα πάντων ἐστίν, εὐφραινομένων ἡ κατοικία ἐν σοί. |
Why do we bustle about in vanity? ⁄ For the way in which we walk is short. ⁄ Life is smoke, mist, dust and ashes; ⁄ it comes quickly and vanishes away. ⁄ Therefore, let us sing to Christ, the immortal King: ⁄ Give rest to those who have departed from us, ⁄⁄ for you are the abode of all those who rejoice in you. |
Δόξα· καὶ νῦν. Θεοτοκίον. |
Glory. Both now. Theotokion. |
|
|
Ἁγιόπρωτε σεμνή, ἐγκώμιον οὖσα τῶν οὐρανίων Ταγμάτων, Ἀποστόλων ὑμνῳδία, Προφητῶν περιοχή, Δέσποινα πρόσδεξαι καὶ ἡμῶν τὰς δεήσεις. |
O noble one and first among the Saints, * as the subject of laudations of the celestial orders, * of the hymns of the Apostles and the writings of the Prophets, * O Lady, accept our supplications. |
Εἰ δέ ἐστιν, Ἀλληλούϊα, λέγομεν τὰ ἀνωτέρω Μαρτυρικὰ εἰς τοὺς Αἴνους, Ἀπόστιχα δὲ ταῦτα. |
When Alleluia is sung at Matins, we sing the foregoing hymns for the Martyrs as Lauds, and the following Aposticha. |
Ἦχος γʹ. Τῷ τύπῳ τοῦ σταυροῦ. |
Mode 3. N/M () |
|
|
Δοξάζω τὸν σταυρόν σου τὸν τίμιον, διʼ οὗ ζωὴ δεδώρηται, καὶ τρυφῆς ἡ ἀπόλαυσις, τοῖς ἐν πίστει καὶ πόθῳ, σὲ ὑμνοῦσι μόνε πολυέλεε· διὸ βοῶμέν σοι· Χριστὲ ὁ Θεός, τοὺς μεταστάντας ἐξ ἡμῶν ἀνάπαυσον, ἔνθα πάντων ἐστίν, εὐφραινομένων ἡ κατοικία ἐν σοί, δοξάζειν σου τὴν Θεότητα. |
O Lord, alone rich in mercy: ⁄ I glorify your precious Cross, ⁄ for, through it life and blessedness ⁄ are given to those who sing your praises with faith and love. ⁄ Therefore, we cry out to you, O Christ our God: ⁄ Give rest to our departed brethren, ⁄⁄ calling them to be with you in the dwelling of those who rejoice. |
Στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου, Κύριε. |
Verse: Blessed are they whom You have chosen and received, O Lord. [SAAS] |
|
|
Ὁ μόνος ἐλεήμων καὶ εὔσπλαγχνος, ὁ ἔχων ἀκατάληπτον ἀγαθότητος πέλαγος, ὁ γινώσκων τὴν φύσιν τῶν ἀνθρώπων, ἣν ἐδημιούργησας, σὲ ἱκετεύομεν, Χριστὲ ὁ Θεός, τοὺς μεταστάντας ἐξ ἡμῶν ἀνάπαυσον, ἔνθα πάντων ἐστίν, εὐφραινομένων ἡ κατοικία ἐν σοί, δοξάζειν σου τὴν Θεότητα. |
We entreat You, O Christ God, the only merciful and compassionate Lord: As You have an incomprehensible ocean of goodness, and you know the nature of humanity, which You created, give rest to those whom You have taken from us, where all those who rejoice in You are dwelling, to glorify Your divinity. |
Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται. |
Verse: Their souls shall dwell among good things. [SAAS] |
|
|
Ὑπνώσας ἐν τῷ τάφῳ ὡς ἄνθρωπος, δυνάμει ἀηττήτῳ σου, ὡς Θεὸς ἐξανέστησας, τοὺς ἐν τάφοις ὑπνοῦντας, ἀσιγήτως ὕμνον σοι προσφέροντας· διὸ βοῶμέν σοι Χριστὲ ὁ Θεός, τοὺς μεταστάντας ἐξ ἡμῶν ἀνάπαυσον, ἔνθα πάντων ἐστίν, εὐφραινομένων ἡ κατοικία ἐν σοί, δοξάζειν σου τὴν Θεότητα. |
You slept in the tomb as man; ⁄ as God, you raised up all those in the tomb by your ⁄ unconquerable might. ⁄ With never-silent voices, they offer you a hymn of praise. ⁄ Therefore, we cry to you, O Christ our God: ⁄ Give rest to our departed brethren, ⁄⁄ calling them to be with you in the dwelling of those who rejoice. |
Δόξα· καὶ νῦν. Θεοτοκίον. |
Glory. Both now. Theotokion. |
|
|
Λαμπάδα νοητήν σε βαστάζουσαν, τὸ φέγγος τῆς Θεότητος, ὁμιλῆσαν παχύτητι, τῆς ἀνθρώπων οὐσίας Θεοτόκε, πάντες ἐπιστάμεθα· διὸ τὸν σὸν δυσώπησον Υἱὸν καὶ Θεόν, τοὺς μεταστάντας ἐξ ἡμῶν αὐλίζεσθαι, ἔνθα πάντων ἐστίν, εὐφραινομένων ἡ κατοικία Ἁγνή, δοξάζειν σε τὴν Πανάμωμον. |
We all acknowledge you, O Theotokos, to be the spiritual lamp, ⁄ that bore the fire of divinity joined to mankind’s material flesh. ⁄ Pray, then, to your Son and God: ⁄ May he give rest to our departed brethren, ⁄⁄ calling them to be with him in the dwelling of those who rejoice. |
__________ |
__________ |
ΕΝ Τῌ ΛΕΙΤΟΥΡΓΙᾼ |
LITURGY |
Οἱ Μακαρισμοί. Ἦχος γʹ. |
The Beatitudes. Mode 3. |
|
|
Ἀθετήσαντα Χριστέ, τὴν ἐντολήν σου, τὸν προπάτορα Ἀδάμ, τοῦ Παραδείσου ἐξώρισας, τὸν δὲ Λῃστὴν Οἰκτίρμον, ὁμολογήσαντά σε ἐν Σταυρῷ, ἐν αὐτῷ εἰσῴκισας κράζοντα· Μνήσθητί μου Σωτήρ, ἐν τῇ Βασιλείᾳ σου. |
When our primal father Adam disobeyed Your divine command, O Christ, You expelled him from Paradise. But when the faithful Robber while on the cross confessed You to be Lord, You restored him there, as he cried to You: "O Savior, when You come in Your kingdom, remember me." |
|
|
Τῷ πυρὶ τῶν αἰκισμῶν, προσομιλοῦντες, Ἀθλοφόροι τοῦ Χριστοῦ, δρόσον οὐράνιον εὕρατε, ἐπαναψυχοῦσάν τε, καὶ δυναμοῦσαν φέρειν τῆς σαρκός, τὰς ὀδύνας· ὅθεν κουφίζετε, πάντα πόνον ἀεί, ἀπὸ τῶν ψυχῶν ἡμῶν. |
You were tortured and were thrown into the fire, * O Martyr Athletes of Christ, * and there instead found a heavenly dew, * refreshing and enabling * you to endure excruciating pain * in your bodies. Therefore you now relieve * every pain in our souls, when we pray to you with faith. |
|
|
Ἱεράρχαι ἱεροί, Προφῆται ἔνδοξοι, Ὁσίων ἡ πληθύς, Γυναίων θείων ὁμήγυρις, ἐναθλησάντων πίστει, καὶ καθελόντων πλάνην τοῦ ἐχθροῦ, οὐρανίου δόξης ἐπέτυχον, ὧν πρεσβείαις Σωτήρ, οἴκτειρον τοὺς δούλους σου. |
Holy Priests and Bishops and glorious Prophets, * the devout monastic Saints, * the godly Women who kept the faith, * the Martyrs who competed * and thus brought down the enemy''s deceit, * all received heavenly glory from You. * As they pray for us, Your servants, Savior pity us. |
Μαρτυρικόν. |
For the Martyrs. |
|
|
Ἔνθα λάμπει σου τὸ φῶς, ἐν ταῖς σκηναῖς, τῶν ἐκλεκτῶν σου ὁ Θεός, ὅπου τρυφὴ ἡ ἀέναος, τοὺς ἐξ ἡμῶν ἐν πίστει, μετατεθέντας τάξον Ἰησοῦ, παρορῶν τὰ τούτων ἐγκλήματα, ἵνα σε ἐκτενῶς, Δέσποτα δοξάζωμεν. |
Master, pardon the transgressions of the faithful * who have passed away from us, * O God, and grant them a place of rest * with Your elect, O Jesus, * wherein is the perpetual delight * and Your light is shining forevermore, * so that we may with joy glorify You earnestly. |
Δόξα. |
Glory. |
|
|
Τὴν προσώποις ἐν τρισί, προσκυνουμένην, μίαν ἄναρχον πιστοί, θείαν Μονάδα δοξάσωμεν, ὅπως ἀξιωθῶμεν, ἁμαρτιῶν ἀφέσεως τυχεῖν, καὶ τῆς Βασιλείας τευξώμεθα, ἀνυμνοῦντες αὐτῆς, τὸ ἄπειρον ἔλεος. |
O believers, glorify the divine Monad, * unoriginate and one * and worshiped in three hypostases, * so that we may be granted * forgiveness of our sins and may receive * the kingdom of the Holy Trinity, * as we praise and extol Its infinite mercy on us. |
Καὶ νῦν. Θεοτοκίον. |
Both now. Theotokion. |
|
|
Φωτισμὸς καὶ ἱλασμός, ἐκ σοῦ ἐπέφανεν ὁ πάντων Λυτρωτής, θεοχαρίτωτε Δέσποινα, ὃν ἐκτενῶς δυσώπει, ἐν τῇ μελλούσῃ δίκῃ φοβερᾷ, καταδίκης πάσης λυτρώσασθαι, Ἄχραντε τοὺς πιστῶς, πάντοτε ὑμνοῦντάς σε. |
Lady full of grace divine, from you has shone forth * the Redeemer of all, * illumination and forgiveness of sins. * We pray you to implore Him, * that we who ever faithfully extol * you, all-holy Virgin, be not condemned * but acquitted of all, on that fearful Judgment Day. |
ΤΕΛΟΣ ΤΟΥ ΤΡΙΤΟΥ ΗΧΟΥ |
END OF MODE 3 |
Εἰ καὶ τρίτος σύ, πλὴν πρὸς ἀνδρικοὺς πόνους, |
Though third, yet to express brave manly toils, |
Σύνεγγυς εἶ πως, τοῦ προάρχοντος Τρίτε. |
Close neighbour of the first are you, O Third. |
Ἄκομψος, ἁπλοῦς, ἀνδρικὸς πάνυ Τρίτε, |
Plain, simple, wholly masculine, O Third, |
Πέφηνας ὄντως, καὶ σὲ τιμῶμεν Τρίτε. |
You are, and so we honour you, O Third. |
Πλήθους κατάρχων, ἰσαρίθμου σοὶ Τρίτε, |
Source of a multitude of equal count, O Third, |
Πλήθει προσήκεις προσφυῶς ἡρμοσμένῳ. |
You to a well-tuned multitude belong. [EL] |