×

Τῌ ΤΡΙΤῌ ΕΣΠΕΡΑΣ

Εἰς τό, Κύριε, ἐκέκραξα, Προσόμοια.

Στιχηρὰ Σταυρώσιμα.

Ἦχος δʹ. Ἔδωκας σημείωσιν.

Ἐκ γῆς με τὸ πρότερον, δημιουργήσας Φιλάνθρωπε, σῇ εἰκόνι ἐτίμησας, τρυφὴν χαρισάμενος, τὴν ἐν Παραδείσῳ, καὶ γνώσεως ξύλῳ, δελεασθέντα καὶ φθορᾷ, ὑποπεσόντα πάλιν ἀνέστησας, βροτὸς αὐτὸς γενόμενος, καὶ σταυρωθεὶς ὁ ἀθάνατος, διὰ ἔλεος ἄμετρον, καὶ πολλὴν συγκατάβασιν.

Οἶκτον διʼ ἀμέτρητον, ὁ Ποιητής μου καὶ Κύριος, μὴ λιπὼν τὸν Γεννήτορα, τῇ γῇ ἐπεδήμησεν, ἑαυτὸν κενώσας, μορφήν τε τῶν δούλων, ἀναλαβὼν ὡς ἀγαθός, ἐκ τῆς Παρθένου, καθὼς ηὐδόκησε· καὶ Σταύρωσιν ὑπέμεινε, σαρκὶ παθὼν ὁ ἀθάνατος, καὶ τὸν θάνατον ἔλυσε, καὶ τὸν ἄνθρωπον ἔσωσε.

Σταυρούμενος Δέσποτα, τὴν ἁμαρτίαν ὡς εὔσπλαγχνος, ἑαυτῷ συνεσταύρωσας, ἀρὰν δὲ ἐξήλειψας, τρήσει τῇ τῶν ἥλων, καὶ τοῦ Πρωτοπλάστου, λόγχῃ νυγείς σου τὴν πλευράν, Χριστὲ διέῤῥηξας τὸ χειρόγραφον, ὑμνῶ σου τὰ Παθήματα, δοξολογῶ σου τὴν Ἐγερσιν, διʼ ἦς πάντας ἐζώωσας, νεκρωθέντας τοῖς πάθεσιν.

Ἕτερα Στιχηρά. Τῆς Θεοτόκου. Ὅμοια.

Τὸν ῥύπον ἀπόσμηξον, τῆς ταλαιπώρου καρδίας μου, Θεοτόκε πανύμνητε, καὶ πάντα τὰ τραύματα, καὶ τὰ ἕλκη ταύτης, τὰ ἐξ ἁμαρτίας, ἐναποκάθαρον Ἁγνή, καὶ τοῦ νοός μου στῆσον τὸ ἄστατον· ὅπως τὴν δυναστείαν σου, καὶ τὴν μεγάλην ἀντίληψιν, μεγαλύνω ὁ ἄθλιος, καὶ ἀχρεῖος οἰκέτης σου.

Τὸ χαῦνον καὶ ἔκλυτον, Παρθενομῆτορ Πανάμωμε, τῆς ψυχῆς μου μετάβαλε, εἰς ῥῶσιν καὶ δύναμιν, τοῦ φόβῳ καὶ πόθῳ, ποιεῖν τε καὶ πράττειν, τὰ δικαιώματα Χριστοῦ, ὅπως ἐκφύγω τὸ πῦρ τὸ ἄστεκτον, καὶ κλῆρον τὸν οὐράνιον, καὶ τὴν ζωὴν τὴν ἀπέραντον, διὰ σοῦ ἀπολήψωμαι, εὐφραινόμενος πάντοτε.

Ζόφος φοβερώτατος, ὁ τοῦ θανάτου Θεόνυμφε, τὴν ψυχὴν κατατρύχει μου, τὸ δὲ λογοθέσιον, ἐξιστᾷν καὶ τρέμειν, ἀεὶ τῶν δαιμόνων, παρασκευάζει Ἀγαθή, ἐξ ὧν με ῥῦσαι τῇ δυναστείᾳ σου, Παρθένε ἀπειρόγαμε, καὶ πρὸς λιμένα σωτήριον, καὶ πρὸς φῶς τὸ ἀνέσπερον, τῶν ἁγίων κατάταξον.

Δόξα· καὶ νῦν. Σταυροθεοτοκίον. Ὅμοιον.

Νεκρούμενον βλέπουσα, Χριστὸν ἡ πάναγνος Δέσποινα, καὶ νεκροῦντα τὸν δόλιον, ὠλόλυζε κράζουσα, πικρῶς τῷ ἐκ σπλάγχνων, αὐτῆς προελθόντι, καὶ τὸ μακρόθυμον αὐτοῦ, ἀποθαυμάζουσα κατεπλήττετο· Τέκνον μου ποθεινότατον μὴ ἐπιλάθῃ τῆς δούλης σου, μὴ βραδύνῃς Φιλάνθρωπε, τὸ ἐμὸν καταθύμιον.

Εἰς τὸν Στίχον.

Ἀπόστιχα Στιχηρά. Ἦχος δʹ. Σταυρώσιμα.

Ὅπλον ἀήττητον Χριστέ, τὸν Σταυρόν σου ἡμῖν δέδωκας, καὶ ἐν τούτῳ νικῶμεν, τὰς προσβολὰς τοῦ ἀλλοτρίου.

Στίχ. Πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς μου τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Ἰδοὺ ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν Κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς Κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς.

Πάντοτε ἔχοντες Χριστέ, τὸν Σταυρόν σου εἰς βοήθειαν, τὰς παγίδας τοῦ ἐχθροῦ, εὐχερῶς καταπατοῦμεν.

Στίχ. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως, ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν. Τὸ ὄνειδος τοῖς εὐθηνοῦσι, καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις.

Μαρτυρικόν.

Ἔχοντες παῤῥησίαν, πρὸς τὸν Σωτῆρα Ἅγιοι, πρεσβεύσατε ἀπαύστως, ὑπὲρ ἡμῶν τῶν ἁμαρτωλῶν, ἄφεσιν πταισμάτων αἰτούμενοι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Δόξα· καὶ νῦν. Σταυροθεοτοκίον. Ὡς γενναῖον ἐν Μάρτυσι.

Τὸν Ἀμνὸν καὶ Ποιμένα σε, ἐπὶ ξύλου ὡς ἔβλεψεν, ἡ Ἀμνὰς ἡ τέξασα, ἐπωδύρετο, καὶ μητρικῶς σοι ἐφθέγγετο· Υἱὲ ποθεινότατε, ταῦτά σοι ὁ ἀπειθής, δῆμος ἀνταποδίδωσιν, ὁ θαυμάτων σου, ἀπολαύσας μεγίστων; Ἀλλὰ δόξα, τῇ ἀῤῥήτῳ σου καὶ θείᾳ, συγκαταβάσει Φιλάνθρωπε.

__________

Τῌ ΤΕΤΑΡΤῌ ΠΡΩΪ

ΕΝ Τῼ ΟΡΘΡῼ

Μετὰ τὴν αʹ Στιχολογίαν, Καθίσματα. Σταυρώσιμα.

Ἦχος δʹ.

Ἐξηγόρασας ἡμᾶς, ἐκ τῆς κατάρας τοῦ νόμου, τῷ τιμίῳ σου αἵματι, τῷ Σταυρῷ προσηλωθείς, καὶ τῇ λόγχῃ κεντηθείς, τὴν ἀθανασίαν ἐπήγασας ἀνθρώποις. Σωτὴρ ἡμῶν δόξα σοι.

Αὐτόμελον.

Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ἑκουσίως, τῇ ἐπωνύμῳ σου καινῇ πολιτείᾳ τοὺς οἰκτιρμούς σου δώρησαι, Χριστὲ ὁ Θεός· εὔφρανον ἐν τῇ δυνάμει σου τοὺς πιστοὺς βασιλεῖς ἡμῶν, νίκας χορηγῶν αὐτοῖς κατὰ τῶν πολεμίων· τὴν συμμαχίαν ἔχοιεν τὴν σήν, ὅπλον εἰρήνης, ἀήττητον τρόπαιον.

Δόξα· καὶ νῦν. Σταυροθεοτοκίον. Κατεπλάγη Ἰωσήφ.

Παρεστῶσα τῷ Σταυρῷ, ἡ παναμώμητος ἀμνάς, τοῦ ἀμνοῦ καὶ λυτρωτοῦ, θρήνοις ἐκόπτετο δεινοῖς, καὶ ἀτενίζουσα ἔλεγεν ἐκπληττομένη. Τί τοῦτο τὸ καινόν, καὶ ξένον θέαμα; γλυκύτατε Υἱέ, πῶς φέρεις ταῦτα ἑκών, ὑπομένεις σταύρωσιν, πῶς ἑκούσιον, καὶ τὸν ἐπώδυνον θάνατον; Δοξολογῶ σου, τὴν ὑπὲρ λόγον, πλαστουργὲ συγκατάβασιν.

Μετὰ τὴν βʹ Στιχολογίαν, ἕτερα Καθίσματα. Σταυρώσιμα.

Αὐτόμελον.

Ταχὺ προκατάλαβε, πρὶν δουλωθῆναι ἡμᾶς, ἐχθροῖς βλασφημοῦσί σε, καὶ ἀπειλοῦσιν ἡμῖν, Χριστὲ ὁ Θεὸς ἡμῶν· ἄνελε τῷ Σταυρῷ σου, τοὺς ἡμᾶς πολεμοῦντας· γνώτωσαν πῶς ἰσχύει, Ὀρθοδόξων ἡ πίστις, πρεσβείαις τῆς Θεοτόκου, μόνε φιλάνθρωπε.

Ὅμοιον.

Σταυρῷ σε προσήλωσαν, οἱ Ἰουδαῖοι Σωτήρ, διʼ οὗ ἐκ τῶν ἐθνῶν ἡμᾶς, ἀνεκαλέσω ποτέ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἥπλωσας τὰς παλάμας, ἐν αὐτῷ τῇ βουλῇ σου, λόγχῃ δὲ τὴν πλευράν σου, κατεδέξω νυγῆναι, τῷ πλήθει τῶν οἰκτιρμῶν σου, φιλάνθρωπε δόξα σοι.

Δόξα· καὶ νῦν. Σταυροθεοτοκίον. Ὅμοιον.

Ἡ ἄνυμφος Μήτηρ σου, ὡς ἐθεάσατο, Σταυρῷ σε ὑψούμενον, ὀδυρομένη πικρῶς, τοιαῦτα ἐφθέγγετο. Τί τὸ καινὸν καὶ ξένον, καὶ παράδοξον θαῦμα; πῶς σε ἄνομος δῆμος, τῷ Σταυρῷ προσπηγνύει, τὸν μόνον σε ζωοδότην, φῶς μου γλυκύτατον;

Μετὰ τὴν γʹ Στιχολογίαν, ἕτερα Καθίσματα.

Σταυρώσιμον. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Ἐν Παραδείσῳ με δεινῶς πεπτωκότα, τοῦ βροτοκτόνου τῇ πικρᾷ συμβουλίᾳ, ἐν τῷ Κρανίῳ πάλιν ἐξανέστησας Χριστέ, ξύλῳ ἰασάμενος, τὴν τοῦ ξύλου κατάραν, κτείνας τὸν ἀπάτῃ με, θανατώσαντα ὄφιν, καὶ ἐδωρήσω θείαν μοι ζωήν. Δόξα τῇ θείᾳ σταυρώσει σου Κύριε.

Μαρτυρικόν.

Τῶν ἐν ὅλῳ τῷ κόσμῳ Μαρτύρων σου, ὡς πορφύραν καὶ βύσσον τὰ αἵματα, ἡ Ἐκκλησία σου στολισαμένη, διʼ αὐτῶν βοᾷ σοι· Χριστὲ ὁ Θεός, τῷ λαῷ σου τοὺς οἰκτιρμούς σου κατάπεμψον, εἰρήνην τῇ πολιτείᾳ σου δώρησαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Δόξα· καὶ νῦν. Σταυροθεοτοκίον. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Ἐπὶ σταυροῦ σε δυνατὲ κρεμασθέντα, κατανοοῦσα ἡ ἀμνὰς καὶ Παρθένος, ὀδυρομένη ἔλεγε δακρύουσα· Τίς σου ἡ ἀπόῤῥητος συγκατάβασις Λόγε; πῶς σε νῦν κατέκρινεν, ὁ κατάκριτος δῆμος, τὸν πάντας κρῖναι μέλλοντα Θεόν. Ὑμνολογῶ σου τὸ ἄφατον ἔλεος.

Κανὼν Σταυρώσιμος.

Ἦχος δʹ. ᾨδὴ αʹ. Ὁ Εἱρμός.

Θαλάσσης τὸ ἐρυθραῖον πέλαγος, ἀβρόχοις ἴχνεσιν, ὁ παλαιὸς πεζεύσας Ἰσραήλ, σταυροτύποις Μωσέως χερσί, τοῦ Ἀμαλὴκ τὴν δύναμιν, ἐν τῇ ἐρήμῳ ἐτροπώσατο.

Τροπάρια.

Ὁ τείνας, τὸν οὐρανὸν ἐξέτεινας, ἐπὶ Σταυροῦ Ἰησοῦ, τὰς σὰς παλάμας ἔθνη τὰ μακράν, ἀπὸ σοῦ χρηματίσαντα, ὡς ἀγαθὸς καὶ εὔσπλαγχνος, περιφανῶς ἀγκαλιζόμενος.

Σταυρῷ με, τῷ σῷ Χριστέ μου τείχισον, ὅπως μὴ γένωμαι, θήραμα λύκου Λόγε, τὴν ἐμὴν ἐκζητοῦντος ἀπώλειαν, καὶ καθʼ ἑκάστην λόχους μοι, καὶ τὰς ἐνέδρας ἑτοιμάζοντος.

Μαρτυρικά.

Τοῖς πόνοις, πόνου παντὸς τὸν πρόξενον, κατηδαφίσατε, καὶ νῦν κληροῦσθε ἄπονον ζωήν, πάντα πόνον κουφίζοντες, ἐκ τῶν ψυχῶν, μακάριοι, καὶ τῶν σωμάτων ἡμῶν πάντοτε.

Ἀλύτοις, δεσμοῖς ὑμεῖς ἐδήσατε, τὸν πολυμήχανον, διὰ Χριστὸν δεσμούμενοι σοφοί, τὸν δεθέντα θελήματι, καὶ πᾶσαν πλάνην λύσαντα· ὅθεν ἀξίως μακαρίζεσθε.

Σταυροθεοτοκίον.

Παρθένος, μετὰ τὸν τόκον ἄφθορος, διαμεμένηκας, τὸν ὑψωθέντα Ἄχραντε Σταυρῷ, ὑπὲρ λόγον κυήσασα· ὅθεν πιστοί σε ἅπαντες, μεγαλοφώνως μακαρίζομεν.

Κανὼν τῆς Θεοτόκου.

Εἱρμὸς ὁ αὐτός.

Ὡς οὖσα, καθαρωτέρα Πάναγνε, πάσης τῆς κτίσεως, τὴν ἀκαθάρτοις πάθεσι δεινῶς, μολυνθεῖσαν καρδίαν μου, τῇ καθαρᾷ πρεσβείᾳ σου, Θεοκυῆτορ ἀποκάθαρον.

Δακρύων, καὶ στεναγμῶν με λύτρωσαι, ἀποκειμένων μοι, ἐν τῇ μελλούσῃ δίκῃ τῇ φρικτῇ, εὐπροσδέκτοις πρεσβείαις σου, Παρθενομῆτορ Ἄχραντε, ταῖς πρὸς τὸν Κτίστην καὶ Θεὸν ἡμῶν.

Ἡ μόνη, τῇ ὑπὲρ νοῦν κυήσει σου, ἐλευθερώσασα, ἐκ τῆς ἀρᾶς τὸ γένος τῶν βροτῶν, σαρκικοῖς ἀτοπήμασιν, δεδουλωμένον Πάναγνε, σαῖς ἱκεσίαις ἐλευθέρωσον.

ᾨδὴ γʹ. Ὁ Εἱρμός.

Εὐφραίνεται ἐπὶ σοί, ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα· Σύ μου ἰσχὺς Κύριε, καὶ καταφυγὴ καὶ στερέωμα.

Τροπάρια.

Ὑψούμενος ἐν Σταυρῷ, τοὺς καταχθέντας εἰς φθορὰν ὕψωσας, καὶ τὸν ἐχθρὸν ἔπτωσας, Δέσποτα Χριστέ, ὁ Θεὸς ἡμῶν.

Ῥομφαῖαι τοῦ δυσμενοῦς, σοῦ λογχευθέντος τὴν πλευρὰν ἤμβλυνται, καὶ ἡ Ἐδὲμ ἤνοικται, Λόγε τοῦ Πατρός, ἐνυπόστατε.

Μαρτυρικά.

Οἱ πύρινοι ποταμοί, τοὺς τῆς ἀπάτης ποταμοὺς ἔπαυσαν, καὶ τὴν πυρὰν ἔσβεσαν, τῆς πολυθεΐας, οἱ Μάρτυρες.

Σταυρούμενοι καὶ εἰς γῆν, τυμπανιζόμενοι Χριστοῦ Μάρτυρες, τὸν δυσμενῆ δράκοντα, ξίφει καρτερίας, ἐσφάξατε.

Σταυροθεοτοκίον.

Ἡ ἄμωμος σὲ Ἀμνάς, ἀναρτηθέντα ἐν Σταυρῷ βλέπουσα, ὀδυνηρῶς Δέσποτα, ἔκλαιεν ὑμνοῦσα, τὸ κράτος σου.

Κανὼν τῆς Θεοτόκου. Οὐκ ἐν σοφίᾳ.

Τὴν ἀνωτέραν, Χερουβεὶμ ἱκετεύω σε Δέσποινα, συμπτωθέντα μου τὸν νοῦν, ταῖς ἐπηρείαις τοῦ ὄφεως, παθῶν τῶν τοῦ σώματος, δεῖξον ἀνώτερον.

Ἐν τῇ ἐτάσει, τῇ φρικτῇ ὅταν μέλλῃ με Κύριος, κατακρῖναι τὸν πολλά, ἡμαρτηκότα Πανάμωμε, εὕροιμί σε σῴζουσαν, τῆς καταδίκης με.

Τοῖς οἰκτιρμοῖς σου, τοὺς ἀσπλάγχνους μου τρόπους μετάβαλε, συμπαθείᾳ σου Χριστέ, ἀσυμπαθῆ με ὑπάρχοντα, σῶσον παρακλήσεσι, τῆς κυησάσης σε.

ᾨδὴ δʹ. Ὁ Εἱρμός.

Ἐπαρθέντα σε ἰδοῦσα ἡ Ἐκκλησία, ἐπὶ Σταυροῦ τὸν Ἥλιον, τῆς δικαιοσύνης, ἔστη ἐν τῇ τάξει αὐτῇς, εἰκότως κραυγάζουσα· Δόξα τῇ δυνάμει σου Κύριε.

Τροπάρια.

Ἐπαρθέντα σε ἐν ξύλῳ ἐθελουσίως, κατανοῶν ὁ ἥλιος, Ἤλιε τῆς δόξης, σκότος ἐνεδύσατο, καὶ πέτραι ἐῤῥήγνυντο, καὶ τὸ τοῦ Ναοῦ καταπέτασμα.

Σταυρουμένου σου, καὶ λόγχῃ ἐκκεντουμένου, ἡ στρεφομένη Κύριε, ῥομφαία ἐδίδου, νῶτα τῇ κελεύσει σου, Λῃστῇ τῷ εὐγνώμονι, ἀνυμνολογοῦντι τὸ κράτος σου.

Μαρτυρικά.

Τειχιζόμενοι τῷ ὅπλῳ τῷ τοῦ Σταυροῦ σου, οἱ Ἀθλοφόροι Κύριε, ἄτρωτοι τῷ βέλει, τῆς κακίας ὤφθησαν, καὶ τείχη κατέστρεψαν, εἰδωλομανίας ἀνίδρυτα.

Ἱερεῖα ὥσπερ ἄμωμα καὶ θυσίαι, καὶ προσφοραὶ ὁλόκληροι, τῷ διʼ εὐσπλαγχνίαν, Μάρτυρες πτωχεύσαντι, Κυρίῳ προσήχθητε, πόνων ἀμοιβὰς κομιζόμενοι.

Σταυροθεοτοκίον.

Ἡ τὸν ἄχρονον ἐν χρόνῳ ἀποτεκοῦσα, καὶ παρθενίαν ἄμωμον, ἡ μόνη κεκτημένη, ξύλῳ ἀναρτώμενον, ὡς ἔγνως τὸν Κύριον, πόνοις τὴν ψυχὴν κατεμέριζες.

Κανὼν τῆς Θεοτόκου. Εἱρμὸς ὁ αὐτός.

Ἁγιάσματος ὑπάρχουσα θεῖος οἶκος, τοῦ κενωθέντος Ἄχραντε ἐπʼ εὐεργεσίᾳ, τοῦ ἰδίου πλάσματος, ψυχήν μου ἁγίασον, καὶ τὸν λογισμὸν φωταγώγησον.

Ῥιπιζόμενον τῇ λαίλαπι τῆς κακίας, λογισμόν μου Δέσποινα, καὶ τῇ ἀμελείᾳ, ὅλον βυθιζόμενον, πρεσβείαις σου στήριξον, καὶ τῶν συμπτωμάτων ἐξάρπασον.

Τὸ παλάτιον Παρθένε τοῦ Βασιλέως, τὸν οὐρανὸν τὸν ἔμψυχον, νῦν ἐκδυσωπῶ σε, οἶκον τῆς Τριάδος με, εὐχαῖς σου ἀνάδειξον, σπήλαιον λῃστῶν χρηματίζοντα.

ᾨδὴ εʹ. Ὁ Εἱρμός.

Σὺ Κύριέ μου φῶς, εἰς τὸν κόσμον ἐλήλυθας· Φῶς ἅγιον ἐπιστρέφον, ἐκ ζοφώδους ἀγνοίας, τοὺς πίστει ἀνυμνοῦντάς σε.

Τροπάρια.

Νυγείσης σου πλευρᾶς, ἀφθαρσίας προχέεις μοι, ὦ Δέσποτα θεῖα ῥεῖθρα, τῷ πλευρᾶς παραινέσει, εἰς φθορὰν ὀλισθήσαντι.

Ὁ τίμιος Σταυρός, κατʼ ἐχθρῶν ἐστι τρόπαιον, ὃν δέδωκας ἡμῖν Λόγε, εἰς ψυχῶν σωτηρίαν, τοῖς πίστει ἀνυμνοῦσί σε.

Μαρτυρικά.

Πυρίνοις οἱ θνητοί, λειτουργοῖς νῦν συνήφθησαν, πῦρ ἔνυλον διελθόντες, τῶν μεγίστων βασάνων, ὡς Μάρτυρες ὑπέρλαμπροι.

Λυόμενον πολλοῖς, τὸ σαρκίον παθήμασι, τὴν ἄλυτον πρὸς τὸν Κτίστην, τῆς ψυχῆς ἐβεβαίου, τῶν Μαρτύρων διάθεσιν.

Σταυροθεοτοκίον.

Ὁ μόνος ἀγαθός, ὑποδὺς μήτραν ἄφθορον, σαρκούμενος καθωράθη, καὶ σταυρούμενος ὅπως, φθορᾶς ἡμᾶς λυτρώσηται.

Κανὼν τῆς Θεοτόκου. Ἀσεβεῖς οὐκ ὄψονται.

Ἡ ἀμνὰς ἡ τέξασα, ἀμνὸν τὸν τοῦ Θεοῦ, τὴν ἐμὴν ζώωσον ψυχήν, φαρμαχθεῖσαν δήγματι τῷ τοῦ ὄφεως, καὶ εἰς ὄρη Δέσποινα, πλανωμένην παραβάσεως.

Τῇ θερμῇ πρεσβείᾳ σου, τῷ κράτει τῶν δεινῶν, πηγνυμένην μου τὴν ψυχήν, εἰς θερμὴν τοῦ Κτίσαντος, θείαν ἀγάπησιν, εὐσεβῶς συγκίνησον, Θεοτόκε Παναμώμητε.

Ἡ καλὴ καὶ ἄμωμος, Ἁγνὴ ἐν γυναιξί, τὴν ταλαίπωρόν μου ψυχήν, ἐμπαθοῦς μωμήσεως, νῦν ἐλευθέρωσον, καὶ ἁγνῶς βιῶσαί με, μεσιτείαις σου εὐόδωσον.

ᾨδὴ Ϛʹ. Ὁ Εἱρμός.

Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι, ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ διʼ οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι.

Τροπάρια.

Ὁ πάσης, ἀνωτάτῳ τιμῆς ὢν ἐπέκεινα, ἀτιμασθῆναι ἠνέσχου, ὅπως με κακίστως ἀτιμασθέντα, καὶ τιμήσῃς, καὶ Σταυρῷ διασώσῃς φιλάνθρωπε.

Νεκρὸς μέν, ἐχρημάτισας ξύλῳ ὑψούμενος, τὸν νεκρωτὴν δὲ εἰργάσω, καὶ νεκρὸν καὶ πάσης πεπληρωμένον, νῦν αἰσχύνῃς. Ποιητά μου, ὑμνῶ σου τὴν δύναμιν.

Μαρτυρικά.

Ἐτρώθη, τῷ τιτρώσκειν ὑμᾶς ὁ παμπόνηρος, ταῖς ἀνηκέστοις βασάνοις, καὶ ποσὶν ὑμῶν καταβέβληται, καὶ ὁρᾶται, ὑπὸ πάντων γελώμενος Μάρτυρες.

Ἰάσεις, ἀναβλύζει Μαρτύρων τὰ λείψανα, κόνις κειμένη ἐν τάφῳ, ὡσεὶ κόνιν δαίμονας διαλύει, καὶ ποικίλα, θεραπεύει σωμάτων νοσήματα.

Σταυροθεοτοκίον.

Ἥλοις σε, ὁ παράνομος δῆμος προσήλωσε, καὶ λύπης νῦν τῇ ῥομφαίᾳ, τὴν ἐμὴν καρδίαν σπαράττομαι, ὦ Ποιητά μου, ἡ Παρθένος ἐβόα δακρύουσα.

Κανὼν τῆς Θεοτόκου. Εἱρμὸς ὁ αὐτός.

Θανάτου, ἀναιρέτης ὁ τόκος σου γέγονεν, ὡς τῶν θανόντων Παρθένε, καὶ ζωὴ καὶ λύτρωσις· διὰ τοῦτο, δυσωπῶ σε, τὴν ψυχήν μου θανοῦσαν ἀνάστησον.

Ἔκτεινον, βοηθείας μοι χεῖρα φιλάνθρωπε, ἐν τῷ πελάγει τοῦ βίου, κλυδωνιζομένῳ, ταῖς ἱκεσίαις, τῆς Μητρός σου, καὶ τῶν ἄνω ἀπείρων Δυνάμεων.

Ἡ χώρα, ἡ τὸν θεῖον βλαστήσασα ἄσταχυν, τὴν χερσωθεῖσαν ψυχήν μου, καὶ λιμῷ τῶν θείων ἐκτηκομένην, μὴ παρίδῃς, ἀλλὰ θρέψον, τοῦ Υἱοῦ σου ἐνθέοις χαρίσμασιν.

ᾨδὴ ζʹ. Ὁ Εἱρμός.

Ἐν τῇ καμίνῳ, Ἀβραμιαῖοι παῖδες τῇ περσικῇ, πόθῳ εὐσεβείας μᾶλλον, ἢ τῇ φλογί, πυρπολούμενοι ἐκραύγαζον· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε.

Τροπάρια.

Σταυροῦσαι θέλων, ἐπὶ Σταυροῦ γυμνὸς ἀθάνατε μόνε, ὁ ἐνδύων νέφεσιν οὐρανόν, καὶ τὸν πάλαι τοὺς προπάτορας, ἀπογυμνώσαντα, ἐπενδύεις αἰσχύνην αἰώνιον.

Σταυρῷ ὑψώθης, καὶ ὁ πεσὼν Ἀδὰμ ἐγήγερται, λόγχῃ ἐκεντήθης Δέσποτα τὴν πλευράν, καὶ πληγὴν καιρίαν ἔλαβεν, ὁ πολυμήχανος. Εὐλογητὸν τὸ κράτος σου Κύριε.

Μαρτυρικά.

Ὡραιοτάτως, τῷ ὡραίῳ Λόγῳ ἑνούμενοι, κόσμου παντελῶς πανεύφημοι Ἀθληταί, ἐχωρίσθητε δεσμούμενοι, καὶ συντριβόμενοι, καὶ τὸν ἐχθρὸν ἀεὶ συμποδίζοντες.

Τείχη τῆς πλάνης, ἀναμοχλεύσει θείᾳ κατέαξαν, θείων παθημάτων ὄντως οἱ Ἀθληταί, καὶ πιστοῖς τεῖχος ἐδείχθησαν, καὶ φυλακτήριον, τοῖς εὐσεβῶς αὐτοὺς μακαρίζουσι.

Σταυροθεοτοκίον.

Τὸν ἐν καμίνῳ, δρόσον ὀφθέντα Χριστὸν τὸν Θεόν, Κόρη μηδαμῶς δὲ φλέξαντα τὴν νηδὺν τὴν σήν, βλέπουσα κρεμάμενον, ξύλῳ ἐδόξαζες, τὴν ὑπὲρ νοῦν αὐτοῦ συγκατάβασιν.

Κανὼν τῆς Θεοτόκου. Εἱρμὸς ὁ αὐτός.

Τὸ θεῖον ὄρος, ἐξ οὗ λίθος τέτμηται ἄνευ χειρός, ὁ συντρίψας στήλας Κόρη δαιμονικάς, τῆς ψυχῆς μου τὰ ἰνδάλματα, καὶ τῆς καρδίας μου, τὴν λιθώδη ἀπέλασον πώρωσιν.

Οὐκ ἐσαλεύθης, ὡς δεξαμένη ἐν τῇ μήτρᾳ σου Κόρη, τὸν προσβλέψει γῆν, καὶ τὰ ἐν αὐτῇ, ὅτε βούλεται σαλεύοντα· διό με στήριξον, ταῖς προσβολαῖς ἐχθροῦ σαλευόμενον.

Καταβαλοῦσα, τὰ σαρκικά μου ἁγνὴ φρονήματα, ὅλον Θεοτόκε δεῖξον πνευματικόν, ἀρεταῖς κατακοσμοῦσά με, ὃν ὁ παμπόνηρος, ἡδονῶν ἀκοσμίᾳ ἠμαύρωσεν.

ᾨδὴ ηʹ. Ὁ Εἱρμός.

Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκω ἔφραξε· πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί, παῖδες κραυγάζοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Τροπάρια.

Ἥπλωσας παλάμας ἐν Σταυρῷ, χειρὸς ἁμάρτημα ἀκρατοῦς Δέσποτα, θέλων ἰάσασθαι, ἥλοις δὲ προσηλώθης, ἄπαν νόημα τοῦ πρωτοπλάστου, ἐξηλῶν, ἐμπαθὲς Κύριε, μελῳδοῦντος· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

Ῥήγνυται χειρόγραφον τῆς σῆς, νυγείσης θείας πλευράς, τοῦ πρωτοπλάστου Ἀδάμ, ῥανίσιν αἵματος Δέσποτα, ἁγιάζεται ἡ σύμπασα, εὐχαριστίας ἐν φωναῖς, ἀεὶ κραυγάζουσα· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Μαρτυρικά.

Ἵσταντο ἐν μέσῳ τοῦ πυρός, ὡς δροσιζόμενοι, οὐ φλογιζόμενοι, οἱ παναοίδιμοι Μάρτυρες, καὶ τῶν Παίδων ἀναμέλποντες, ἐν συμφωνίᾳ μυστικῇ, τὴν θείαν ὄντως ᾠδήν. Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Ἀνύστακτον φέροντες πυρσόν, τῆς προαιρέσεως, σκότει κολάσεων, οὐ παρετράπητε Μάρτυρες, ἀλλʼ ἐνθέως δυναμούμενοι, ἐπανεδράμετε πρὸς φῶς, βοῶντες ἄδυτον· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Σταυροθεοτοκίον.

Νεκρούμενον βλέπουσα Χριστόν, καὶ τὸν νεκρώσαντα, βροτοὺς νεκροῦντα ἐχθρόν, ἡ πολυΰμνητος Δέσποινα, ὡς Δεσπότην ὕμνει κλαίουσα, καὶ τὸ μακρόθυμον αὐτοῦ, ἀποθαυμάζουσα, ἀνεβόα· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

Κανὼν τῆς Θεοτόκου. Εἱρμὸς ὁ αὐτός.

Ὥριμον ἐκύησας καρπόν, ἐξ οὗ ὁ θάνατος, φαγὼν ἀπώλετο· διὸ κραυγάζω σοι, Δέσποινα, τῷ καρπῷ τῆς ἁμαρτίας με, θανατωθέντα δολερῶς, ζώωσον μέλποντα· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Κοίμησον κινήσεις ἐμπαθεῖς, τῆς διανοίας μου, τῇ ἀκοιμήτῳ σου, πρεσβείᾳ, Πάναγνε Δέσποινα, καὶ ἀνάστησον ἐξ ὕπνου με, τῆς ῥαθυμίας μελῳδεῖν, γρηγορούσῃ ψυχῇ. Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Οὐχ ἕξεις ταλαίπωρε ψυχή, ἐκεῖ συνήγορον, κατηγορούσης σου, τῆς φαύλης πράξεως ἄμετρα, διὰ τοῦτο μετανόησον, καὶ συνεργὸν πρὸς τὸ καλόν, τὴν μόνην Ἄχραντον, προσλαμβάνου· μόνη γὰρ πέλει βροτῶν καταφύγιον.

ᾨδὴ θʹ. Ὁ Εἱρμός.

Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας τὰς διεστώσας φύσεις· διὸ ἐπαγαλλόμενοι σὲ Θεοτόκε μεγαλύνομεν.

Τροπάρια.

Ἰδοὺ ἡ ζωὴ κρεμαμένη, ἐπὶ Σταυροῦ πᾶσιν ὡράθη, ἥλιος δὲ τοῦτο μὴ φέρων, ἀκτῖνας παύει, καὶ γῆ σαλεύεται, καὶ λογισμοὶ στηρίζονται, ἐπʼ εὐσεβείᾳ καὶ σεμνότητι.

Ὢ πῶς σε ὁ ἄνομος δῆμος, τὸν Νομοδότην κατακρίνει, ξύλῳ Ἰησοῦ μου τεθνάναι, ζωὴν τῶν ὅλων, ὄντα καὶ Κύριον, καὶ διὰ πάθους ἅπασι, βροτοῖς παρέχοντα ἀπάθειαν!

Μαρτυρικά.

Στόμασιν ὑμῶν θεολόγοις, ἀνεκηρύξατε πανσόφως, σάρκωσιν τοῦ Λόγου ἐν μέσῳ, παρανομούντων ἐχθρῶν πανεύφημοι, καὶ ἱερῶς ἀθλήσαντες, νίκης στεφάνοις κατεστέφθητε.

Ἡμεροφαεῖς ὡς ἀστέρες, πᾶσαν τὴν κτίσιν φρυκτωρεῖτε, ἄθλων ἱερῶν ἀναλάμψει, καὶ ἰαμάτων θείαις λαμπρότησι, καὶ τῶν παθῶν σκεδάζετε, νύκτα βαθεῖαν θεῖοι Μάρτυρες.

Σταυροθεοτοκίον.

Φώτισον ἁγνὴ τὴν ψυχήν μου, τῇ ἁμαρτίᾳ σκοτισθεῖσαν· λῦσον τῶν κακῶν μου τὰ νέφη, φωτὸς νεφέλη, ἡ σκοτιζόμενον, ἥλιον πάλαι βλέψασα, ἐν τῷ σταυροῦσθαι τὸν ἀθάνατον.

Κανὼν τῆς Θεοτόκου. Εἱρμὸς ὁ αὐτός.

Ῥῆξον τὰ δεσμὰ τῶν κακῶν μου, τῇ θείᾳ λόγχῃ τοῦ Υἱοῦ σου, λῦσον τὴν ἀθλίαν ψυχήν μου, πεπεδημένην καὶ κινδυνεύουσαν, καὶ τῇ ἀγάπῃ πρόσδησον, Παρθενομῆτορ τοῦ Θεοῦ ἡμῶν.

Ἡ τῶν οὐρανῶν πλατυτέρα, τὴν στενωθεῖσάν μου καρδίαν, πάσῃ προσβολῇ ἐναντίᾳ, πρὸς ἀπαθείας πλάτος ἐξάγαγε, διὰ στενῆς ὁδεύειν με, ἐνδυναμοῦσα τρίβου πάντοτε.

Ἵνα σε δοξάζω Παρθένε, τὴν ἀληθῶς δεδοξασμένην, πάσης ἀδοξίας με ῥῦσαι, τῆς ἁμαρτίας καὶ δόξης μέτοχον, ἐπουρανίου ποίησον, τὸν προσφυγόντα τῷ ἐλέει σου.

Εἰς τὸν Στίχον τῶν Αἴνων.

Ἀπόστιχα Στιχηρά. Ἦχος δʹ. Σταυρώσιμα.

Τεῖχος ἡμῖν γένοιτο ὁ Σταυρός σου, Ἰησοῦ Σωτὴρ ἡμῶν· ἄλλην γὰρ ἐλπίδα οἱ πιστοὶ οὐκ ἔχομεν, εἰμὴ σὲ τὸν ἐν αὐτῷ σαρκὶ προσηλωθέντα, καὶ παρέχοντα ἡμῖν τὸ μέγα ἔλεος.

Στίχ. Ἐνεπλήσθημεν τὸ πρωΐ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ εὐφράνθημεν ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν· εὐφρανθείημεν ἀνθʼ ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν, ὧν εἴδομεν κακά. Καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν.

Αὐτόμελον.

Ἔδωκας σημείωσιν, τοῖς φοβουμένοις σε Κύριε, τὸν Σταυρόν σου τὸν τίμιον, διʼ οὗ ἐθριάμβευσας, τὰς ἀρχὰς τοῦ σκότους, καὶ τὰς ἐξουσίας, καὶ ἐπανήγαγες ἡμᾶς, εἰς τὴν ἀρχαίαν μακαριότητα· διό σου τὴν φιλάνθρωπον, οἰκονομίαν δοξάζομεν, Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

Στίχ. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφʼ ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφʼ ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον.

Μαρτυρικόν.

Πῶς ὑμῶν μὴ θαυμάσωμεν, τοὺς ἀγῶνας, ἅγιοι Μάρτυρες; ὅτι σῶμα θνητὸν περικείμενοι, τοὺς ἀσωμάτους ἐχθροὺς ἐτροπώσασθε; οὐκ ἐφόβησαν ὑμᾶς τῶν τυράννων αἱ ἀπειλαί, οὐ κατέπτηξαν ὑμᾶς τῶν βασάνων αἱ προσβολαί, ὄντως ἀξίως παρὰ Χριστοῦ ἐδοξάσθητε, καὶ ταῖς ψυχαὶς ἡμῶν αἰτεῖσθε τὸ μέγα ἔλεος.

Δόξα· καὶ νῦν. Σταυροθεοτοκίον. Ὡς γενναῖον ἐν Μάρτυσι.

Ἐν σταυρῷ σε τεινόμενον, καὶ τοῖς ἥλοις πηγνύμενον, καὶ πλευρὰν τῇ λόγχῃ σε, τιτρωσκόμενον, κατανοοῦσα ἡ Μήτηρ σου, θρηνοῦσα ἐκραύγαζεν· Οἴμοι Τέκνον ποθεινόν! πῶς σε, δῆμος ὁ ἄνομος, ἐθανάτωσε, τὸν ζωὴν τοῖς ἐν ᾅδῃ χορηγοῦντα; ἀλλʼ ἀνάστηθι συντόμως, χαροποιῶν οὓς ἠγαπησας.

__________

ΕΝ Τῌ ΛΕΙΤΟΥΡΓΙᾼ

Οἱ Μακαρισμοί. Ἦχος δʹ.

Διὰ ξύλου ὁ Ἀδάμ, Παραδείσου γέγονεν ἄποικος, διὰ ξύλου δὲ Σταυροῦ, ὁ Λῃστὴς Παράδεισον ᾤκησεν· ὁ μὲν γὰρ γευσάμενος, ἐντολὴν ἠθέτησε τοῦ ποιήσαντος, ὁ δὲ συσταυρούμενος, Θεὸν ὡμολόγησε τὸν κρυπτόμενον. Μνήσθητί μου βοῶν, ἐν τῇ Βασιλείᾳ σου.

Προσηλώθης τῷ Σταυρῷ, διὰ πολλὴν Χριστὲ ἀγαθότητα, ἐκεντήθης τὴν πλευράν, δύο κρουνοὺς πηγάσας ἀφέσεως, ἡ γῆ δὲ μὴ φέρουσα, καθορᾷν τὸ τόλμημα ἐκυμαίνετο, αἱ πέτραι ἐῤῥήγνυντο, ἐσβέννυτο ἥλιος, ἐσαλεύοντο ὄρη, καὶ οἱ βουνοὶ φόβῳ τοῦ κράτους σου.

Τῆς ταθείσης ἀκρατῶς, χειρὸς ἐν ξύλῳ πάλαι τῆς γνώσεως, τοῦ προπάτορος Ἀδάμ, ἐπανορθῶν Χριστὲ τὸ ὀλίσθημα, ἐτάθης θελήματι, καὶ τὰς σὰς ἡλώθης χεῖρας Μακρόθυμε, ὁ πλάσας τὸν ἄνθρωπον, χειρί σου διʼ ἄμετρον ἀγαθότητα. Δόξα τῇ ὑπὲρ νοῦν Λόγε εὐσπλαγχνίᾳ σου.

Μαρτυρικόν.

Οὐρανώσαντες τὴν γῆν, ταῖς ὑπερτάταις Ἅγιοι λάμψεσι, τῶν ἀγώνων τῶν καλῶν, διʼ ὧν τὸ σκότος ἄπαν ἐδύσατε, τὸ τῆς ματαιότητος, καὶ πρὸς φῶς τὸ ἄδυτον ἐσκηνώσατε, μεθέξει θεούμενοι, καὶ πᾶσιν αὐγάζοντες φέγγος γνώσεως, τοῖς κατὰ χρέος ὑμᾶς μακαρίζουσι.

Δόξα.

Γέρας δόξαν καὶ τιμήν, τῇ πανταιτίῳ Τριάδι νέμωμεν, τρισαγίαις ἐν φωναῖς, τῶν Ἀγγέλων τὸν ὕμνον προσφέροντες. Πατρὶ τῷ ἀνάρχῳ τε, καὶ Υἱῷ καὶ Πνεύματι ἀνακράζομεν, Λῃστοῦ τοῦ εὐγνώμονος, φωνὴν ἀναμέλποντες καὶ κραυγάζοντες· Μνήσθητι καὶ ἡμῶν ἐν τῇ Βασιλείᾳ σου.

Καὶ νῦν. Σταυροθεοτοκίον.

Ἀναρτώμενον Σταυρῷ, ἐθελουσίως βλέπουσα Ἄχραντε, τὸν Υἱόν σου καὶ Θεόν, ἐκπληττομένη κλαίουσα ἔλεγες· Ποῦ ἔδυ τὸ κάλλος σου, τοῦ τὰ πάντα Κύριε καλλωπίσαντος; τί ταῦτα ἀχάριστος, ἀπέδωκε δῆμός σοι ἀντὶ ἀγαθῶν; Δόξα Λόγε τῇ σῇ ἄκρᾳ ἀγαθότητι.