Τῌ ΠΕΜΠΤῌ ΕΣΠΕΡΑΣ |
Εἰς τό, Κύριε, ἐκέκραξα, Προσόμοια. |
Στιχηρὰ Σταυρώσιμα. |
Ἦχος δʹ. Ἔδωκας σημείωσιν. |
|
Ὅτε σε σταυρούμενον, ἡ κτίσις πᾶσα ἑώρακεν, ἠλλοιοῦτο καὶ ἔτρεμεν, ἡ γῆ δὲ ἐσείετο, ὅλη κλονουμένη, μακρόθυμε Λόγε, τὸ καταπέτασμα ναοῦ, φόβῳ ἐσχίσθη ὑβριζομένου σου, καὶ πέτραι διεῤῥάγησαν, ἀπὸ τοῦ φόβου καὶ ἥλιος, τὰς ἀκτῖνας συνέστειλε, ποιητήν σε γινώσκοντα. |
|
Ῥήγνυται χειρόγραφον, τὸ ἀπʼ αἰῶνος νυγείσης σου, τῆς πλευρᾶς πολυέλεε, Ἀδὰμ τοῦ προπάτορος, καὶ ἡ ἀπωσμένη, φύσις τῶν ἀνθρώπων, ῥανίσιν αἵματος τοῦ σοῦ, καθαγιάζεται ἀνακράζουσα· Δόξα τῇ δυναστείᾳ σου, δόξα τῇ θείᾳ σταυρώσει σου, Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν. |
|
Πῶς ὁ ἀνομώτατος, δῆμος τολμᾷ κατακρῖναί σε, τὸν Κριτὴν τὸν ἀθάνατον, τὸν νόμον χαράξαντα, ἐν ἐρήμῳ πάλαι, Μωσῇ τῷ θεόπτῃ; πῶς ἐπὶ ξύλου τὴν ζωήν, τὴν τῶν ἁπάντων ὁρῶντες θνήξασαν, οὐδόλως ἐπτοήθησαν, ουδʼ ἐπὶ νοῦν ἐλογίσαντο, ὅτι σὺ μόνος Κύριος, καὶ Δεσπότης τῆς κτίσεως; |
Ἕτερα Στιχηρά. Τῆς Θεοτόκου. Ὅμοια. |
|
Δαιμόνων κλονούμενον, ταῖς προσβολαῖς καὶ εἰς βάραθρον, ἀπωλείας ὠθούμενον, οἰκτείρησον Δέσποινα, καὶ στερέωσόν με, ἀρετῶν ἐν πέτρᾳ καὶ τὰς βουλὰς τῶν δυσμενῶν, διασκεδάσασα καταξίωσον, ποιεῖν με τὰ προστάγματα, τοῦ σοῦ Υἱοῦ καὶ Θεοῦ ἡμῶν, ὅπως τύχω ἀφέσεως, ἐν ἡμέρᾳ τῆς κρίσεως. |
|
Λῃσταῖς περιέπεσα, τοῖς μιαιφόνοις Πανάμωμε, καὶ τὸ ἄφθαρτον ἔνδυμα, τῆς ἄνω λαμπρότητος, ταῖς τούτων ἐφόδοις, ἐξεδύθην Κόρη, καὶ ὑπʼ αὐτῶν ἀνηλεῶς, ἐτραυματίσθην καὶ καταβέβλημαι, ἐν τόπῳ τῆς κακώσεως, ἡμιθανὴς ἀλλὰ πρόφθασον. Καὶ τὴν χεῖρά σου ἔκτεινον, καὶ ἀνάστησον δέομαι. |
|
Ἐν κλίνῃ κατάκειμαι, τῆς ἀμελείας Πανάμωμε, καὶ ῥαθύμως διέρχομαι, τὸν βίον καὶ δέδοικα, τὸν τῆς τελευτῆς μου, καιρὸν Θεοτόκε, μὴ ὥσπερ λέων ἀφειδῶς, διασπαράξῃ ὁ ὄφις ὁ τὴν ταπεινήν μου ψυχήν, παμπόνηρος· διὸ τῇ σῇ ἀγαθότητι, πρὸ τοῦ τέλους προφθάσασα, πρὸς μετάνοιαν, ἔγειρον. |
Δόξα· καὶ νῦν. Σταυροθεοτοκίον. Ὅμοιον. |
|
Ἰδών σε ὁ ἥλιος, καὶ ἡ σελήνη φιλάνθρωπε, ἐπὶ ξύλου κρεμάμενον, ἀκτῖνας ἀπέκρυψαν, τῆς δικαιοσύνης, Ἤλιε Χριστέ μου, καὶ τὰ θεμέλια τῆς γῆς, διεδονήθη φόβῳ τοῦ κράτους σου, ἡ Μήτηρ σου τὰ σπλάγχνα δέ, τιτρωσκομένη ἐβόα σοι· Ἰησοῦ ὑπεράγαθε, δόξα τῇ εὐσπλαγχνίᾳ σου. |
Εἰς τὸν Στίχον. |
Ἀπόστιχα Στιχηρά. Ἦχος δʹ. Σταυρώσιμα. |
|
Ὅπλον ἀήττητον Χριστέ, τὸν Σταυρόν σου ἡμῖν δέδωκας, καὶ ἐν τούτῳ νικῶμεν, τὰς προσβολὰς τοῦ ἀλλοτρίου. |
Στίχ. Πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς μου τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Ἰδοὺ ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν Κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς Κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς. |
|
Πάντοτε ἔχοντες Χριστέ, τὸν Σταυρόν σου εἰς βοήθειαν, τὰς παγίδας τοῦ ἐχθροῦ, εὐχερῶς καταπατοῦμεν. |
Στίχ. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως, ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν. Τὸ ὄνειδος τοῖς εὐθηνοῦσι, καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις. |
Μαρτυρικόν. |
|
Ὁ ἐνδοξαζόμενος ἐν ταῖς μνείαις τῶν Ἁγίων σου, Χριστὲ ὁ Θεός, ὑπʼ αὐτῶν δυσωπούμενος, κατάπεμψον ἡμῖν τὸ μέγα ἔλεος. |
Δόξα· καὶ νῦν. Σταυροθεοτοκίον. Ὁ ἐξ ὑψίστου κληθείς. |
|
Μὴ ἐποδύρου μου Μῆτερ καθορῶσα, ἐν ξύλῳ κρεμάμενον, τὸν σὸν Υἱὸν καὶ Θεόν, τὸν ἐφʼ ὑδάτων κρεμάσαντα, τὴν γῆν ἀσχέτως, καὶ πᾶσαν κτίσιν δημιουργήσαντα· καὶ γὰρ ἀναστήσομαι, καὶ δοξασθήσομαι, καὶ τὰ τοῦ ᾍδου βασίλεια, συντρίψω σθένει, καὶ ἀφανίσω τούτου τὴν δύναμιν, καὶ τοὺς δεσμίους ἐκλυτρώσομαι, τῆς αὐτοῦ κακουργίας ὡς εὔσπλαγχνος, καὶ Πατρὶ τῷ ἰδίῳ, προσαγάγω ὡς φιλάνθρωπος. |
__________ |
Τῌ ΠΑΡΑΣΚΕΥῌ ΠΡΩΪ |
ΕΝ Τῼ ΟΡΘΡῼ |
Μετὰ τὴν αʹ Στιχολογίαν, Καθίσματα. Σταυρώσιμα. |
Ἦχος δʹ. |
|
Ἐξηγόρασας ἡμᾶς, ἐκ τῆς κατάρας τοῦ νόμου, τῷ τιμίῳ σου αἵματι, τῷ Σταυρῷ προσηλωθείς, καὶ τῇ λόγχῃ κεντηθείς, τὴν ἀθανασίαν ἐπήγασας ἀνθρώποις. Σωτὴρ ἡμῶν δόξα σοι. |
Αὐτόμελον. |
|
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ἑκουσίως, τῇ ἐπωνύμῳ σου καινῇ πολιτείᾳ τοὺς οἰκτιρμούς σου δώρησαι, Χριστὲ ὁ Θεός· εὔφρανον ἐν τῇ δυνάμει σου τοὺς πιστοὺς βασιλεῖς ἡμῶν, νίκας χορηγῶν αὐτοῖς κατὰ τῶν πολεμίων· τὴν συμμαχίαν ἔχοιεν τὴν σήν, ὅπλον εἰρήνης, ἀήττητον τρόπαιον. |
Δόξα· καὶ νῦν. Σταυροθεοτοκίον. Ὅμοιον. |
|
Τὴν ἐθελούσιον σφαγὴν τοῦ Δεσπότου, κατανοοῦσα ἡ Ἄγνη καὶ Παρθένος, ὀδυρομένη ἔλεγε δακρύουσα· Τέκνον ποθεινότατον, πῶς θανεῖν ᾑρετίσω; πῶς δὲ τεθανάτωσαι, τῶν κακούργων ἐν μέσῳ, ὁ κατὰ φύσιν δίκαιος Θεός; Δοξολογῶ σου, Υἱὲ τὸ μακρόθυμον. |
Μετὰ τὴν βʹ Στιχολογίαν, ἕτερα Καθίσματα. Σταυρώσιμα. |
Αὐτόμελον. |
|
Ταχὺ προκατάλαβε, πρὶν δουλωθῆναι ἡμᾶς, ἐχθροῖς βλασφημοῦσί σε, καὶ ἀπειλοῦσιν ἡμῖν, Χριστὲ ὁ Θεὸς ἡμῶν· ἄνελε τῷ Σταυρῷ σου, τοὺς ἡμᾶς πολεμοῦντας· γνώτωσαν πῶς ἰσχύει, Ὀρθοδόξων ἡ πίστις, πρεσβείαις τῆς Θεοτόκου, μόνε φιλάνθρωπε. |
Ὅμοιον. |
|
Σταυρῷ σε προσήλωσαν, οἱ Ἰουδαῖοι Σωτήρ, διʼ οὗ ἐκ τῶν ἐθνῶν ἡμᾶς, ἀνεκαλέσω ποτέ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἥπλωσας τὰς παλάμας, ἐν αὐτῷ τῇ βουλῇ σου, λόγχῃ δὲ τὴν πλευράν σου, κατεδέξω νυγῆναι, τῷ πλήθει τῶν οἰκτιρμῶν σου, φιλάνθρωπε δόξα σοι. |
Δόξα· καὶ νῦν. Σταυροθεοτοκίον. Ὅμοιον. |
|
Παρθένε πανάμωμε, Μήτηρ Χριστοῦ τοῦ Θεοῦ, ῥομφαία διῆλθέ σου, τὴν παναγίαν ψυχήν, ἡνίκα σταυρούμενον, ἔβλεψας ἑκουσίως, τὸν Υἱὸν καὶ Θεόν σου, ὅν περ εὐλογημένη, δυσωποῦσα μὴ παύσῃ, συγχώρησιν πταισμάτων, ἡμῖν δωρήσασθαι. |
Μετὰ τὴν γʹ Στιχολογίαν, ἕτερα Καθίσματα. |
Σταυρώσιμον. Ταχὺ προκατάλαβε. |
|
Σταυρὸν καὶ τὸν θάνατον, ὑπὲρ ἡμῶν ἀγαθέ, διʼ ἄμετρον ἔλεος, ἑκὼν ὑπέμεινας, καὶ κρίσιν τὴν ἄδικον, ὅπως τῆς καταδίκης, καὶ ἀρχαίας κατάρας, πάντας ἐλευθερώσῃς, τοὺς ἀπάτῃ φθαρέντας· διό σου προσκυνοῦμεν, Λόγε τὴν Σταύρωσιν. |
Μαρτυρικόν. |
|
Σήμερον τὰ τῶν Ἀγγέλων στρατεύματα, ἐν τῇ μνήμῃ τῶν Ἀθλοφόρων παραγέγονε, τὰς τῶν πιστῶν διανοίας φωτίσαι, καὶ τὴν οἰκουμένην τῇ χάριτι φαιδρύναι· διʼ αὐτῶν ὁ Θεὸς δυσωπούμενος, δώρησαι ἡμῖν τὸ μέγα ἔλεος. |
Δόξα· καὶ νῦν. Σταυροθεοτοκίον. Ταχὺ προκατάλαβε. |
|
Σταυρῷ σε ὑψούμενον, ὡς ἐθεάσατο ἡ Ἄχραντος Μήτηρ σου, Λόγε Θεοῦ μητρικῶς, θρηνοῦσα ἐφθέγγετο· Τί τὸ καινὸν καὶ ξένον, τοῦτο θαῦμα Υἱέ μου; πῶς ἡ ζωὴ τῶν ὅλων, ὁμιλεῖς τῷ θανάτῳ; ζωῶσαι τοὺς θανέντας, θέλων ὡς εὔσπλαγχνος; |
Κανὼν Σταυρώσιμος. |
Ἦχος δʹ. ᾨδὴ αʹ. Ὁ Εἱρμός. |
Ἀνοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα. |
Τροπάρια. |
|
Σταυρῷ διεπέτασας, θείας παλάμας μακρόθυμε, καὶ τὸν ἀπολλύμενον, κόσμον ἐκάλεσας, πρὸς ἐπίγνωσιν, τοῦ κράτους σου οἰκτίρμον· ὅθεν μεγαλύνομεν, τὴν εὐσπλαγχνίαν σου. |
|
Τὸν ὄφιν ἀνύψωσεν, ὁ Μωϋσῆς εἰκονίζοντα, τὴν θείαν σου σταύρωσιν, Λόγε προάναρχε, διʼ ἧς πέπτωκεν, ὁ ἰοβόλος ὄφις, τοῦ πτώματος πρόξενος, Ἀδὰμ γενόμενος. |
Μαρτυρικά. |
|
Ἁγίων λαμπρότητας, νῦν κατοικεῖν ἠξιώθητε, ἀσάλευτον Μάρτυρες, παραλαβόντες σαφῶς, ὡς ἐδήλωσεν, ὁ Παῦλος Βασιλείαν, καὶ δόξης συμμέτοχοι, Χριστοῦ γεγόνατε. |
|
Ὑψούμενα κύματα, τῶν ἀνυποίστων κολάσεων, ὑμῶν οὐκ ἐβύθισε, τὸ σκάφος Μάρτυρες· κυβερνήσει γάρ, τοῦ πάντων Βασιλέως, λιμένας ἐφθάσατε, τῆς ἀναπαύσεως. |
Σταυροθεοτοκίον. |
|
Ῥομφαία ὡς ἔφησεν, ὁ Συμεὼν τὴν καρδίαν σου, διῆλθεν ὡς ἔβλεψας, Χριστὸν σταυρούμενον, μόνον Δέσποινα, νυττόμενον τῇ λόγχῃ· ὅθεν ἀλαλάζουσα, πόνους ὑπέφερες. |
Κανὼν τῆς Θεοτόκου. |
Ποίημα Θεοφάνους. |
Εἱρμὸς ὁ αὐτός. |
|
Ὁ ὢν φύσει ἄκτιστος, καὶ τῷ Πατρὶ συναΐδιος, καὶ χρόνων ὑπέρτερος, καὶ προαιώνιος, ἐκ σοῦ Δέσποινα, κτιστὸς καὶ ὑπὸ χρόνον, ὡς ἄνθρωπος γίνεται, σῴζων τὸν ἄνθρωπον. |
|
Σὺ μόνη Θεόνυμφε, τὸν ἐν ὑψίστοις καθήμενον, ἀγκάλαις ἐβάστασας, σάρκα γενόμενον· σὺ γὰρ πέφηνας, ἐκ πάντων τῶν αἰώνων, δοχεῖον ἐπάξιον, τοῦ Παντοκράτορος. |
|
Μαρίαν τὴν Ἄχραντον, δεῦτε ὑμνήσωμεν ἅπαντες, ὡς μόνην κυήσασαν, Χριστὸν τὸν Κύριον, τὸν καινίσαντα, τὴν ἀνθρωπίνην φύσιν, Παρθένον τε μείνασαν ἀδιαλώβητον. |
ᾨδὴ γʹ. Ὁ Εἱρμός. |
Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας πνευματικόν, στερέωσον· καὶ ἐν τῇ θείᾳ δόξῃ σου, στεφάνων δόξης ἀξίωσον. |
Τροπάρια. |
|
Ὡς πρόβατον εἷλκε πρὸς σφαγήν σε, λαὸς ὁ παράνομος Χριστέ, Ἀμνὸν Θεοῦ ὑπάρχοντα, καὶ θέλοντα λυτρώσασθαι, λύκου πικροῦ τὰ πρόβατα, ἃ φιλανθρώπως ἠγάπησας. |
|
Παρέστης κριτὸς κριτῇ ἀδίκῳ, ὁ κρίνων δικαίως πᾶσαν γῆν, καὶ ἤνεγκας ῥαπίσματα, ἐλευθερῶσαι θέλων με, δεδουλωμένον Κύριε, τῷ πονηρῷ κοσμοκράτορι. |
Μαρτυρικά. |
|
Ἀθλήσαντες Ἅγιοι νομίμως, ἀνόμους ᾐσχύνατε ἐχθρούς, καὶ γνώμῃ θανατούμενοι, διὰ τὴν πάντων ἔγερσιν, τὸν τοῦ θανάτου πρόξενον, κατεπαλαίσατε δράκοντα. |
|
Γῆθεν ἀνυψώθησαν εὐκλείας, ἤδη ἐπιβάντες ἀληθοῦς, μαρτυρικῶς οἱ Μάρτυρες, καὶ ταῖς ἀΰλοις Τάξεσιν, οἱ ὑλικοὶ ἡνώθησαν, χαρᾶς ἀῤῥήτου πληρούμενοι. |
Σταυροθεοτοκίον. |
|
Ἐκ σοῦ ἡ ἀνάπλασις τῆς Εὔας, ὡράθη Παρθένε ἀληθῶς, Θεὸς σαρκὶ τικτόμενος, καὶ ἐν Σταυρῷ ὑψούμενος, καὶ καταράσσων δαίμονας, θεοχαρίτωτε Δέσποινα. |
Κανὼν τῆς Θεοτόκου. Οὐκ ἐν σοφίᾳ. |
|
Ὁ διαπλάσας, κατʼ ἀρχὰς ἐκ χοός με τὸν ἄνθρωπον, πλαστουργεῖται διʼ ἐμέ, ἐν τῇ γαστρί σου Πανάμωμε, τὴν πάλαι κατάπτωσιν, ἐπανορθούμενος. |
|
Κράτος θανάτου, καὶ κατάρας ἀρχαίας ἀπόφασιν, συλλαβοῦσα τὴν ζωήν, Θεογεννῆτορ κατήργησας· διό σου τὴν ἄχραντον, σέβομεν γέννησιν. |
|
Σὲ προστασίαν, ἀσφαλῆ Θεομῆτορ κεκτήμεθα, τὰς ἐλπίδας ἐπὶ σοί, ἀνατιθέντες σῳζόμεθα, πρὸς σὲ καταφεύγοντες, περιφρουρούμεθα. |
|
Σὲ τὴν τεκοῦσαν, τὸν Θεὸν Θεοτόκον δοξάζομεν, τῷ γεννήματι τῷ σῷ, προσηγορίαν ἁρμόζοντες, καὶ κλῆσιν κατάλληλον, Πάναγνε Δέσποινα. |
ᾨδὴ δʹ. Ὁ Εἱρμός. |
Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης, Ἀββακούμ, κατανοῶν ἐκραύγαζε· Δόξα τῇ δυνάμει σου Κύριε. |
Τροπάρια. |
|
῞Ινα ἀπολύσῃς με ἐκ τῶν δεσμῶν, τῶν τῆς ἁμαρτίας φιλάνθρωπε, ἐθελουσίως ἐδεσμεύθης καὶ Σταυρῷ, ὥσπερ κακοῦργος τέθνηκας· Δόξα τῇ πολλῇ εὐσπλαγχνίᾳ σου. |
|
Στίγματα ὑπήνεγκας Λόγε Θεοῦ, καὶ τὸν ἐπονείδιστον θάνατον, ἀθανατίζων, τὴν οὐσίαν τῶν βροτῶν, θανατωθεῖσαν πάθεσι. Δόξα τῇ πολλῇ εὐσπλαγχνίᾳ σου. |
Μαρτυρικά. |
|
Οἱ τὴν ἀγαλλίασιν τὴν τοῦ Θεοῦ, μέλλοντες κληροῦσθαι ἐν Πνεύματι, τῷ Παναγίῳ, ἀγαλλόμενοι ψυχῇ, τοὺς αἰκισμοὺς ὑπήνεγκαν, καὶ τὸν βιαιότατον θάνατον. |
|
Χεῖρας ἀφαιρούμενοι καὶ κεφαλάς, γλῶσσάν τε κοπτόμενοι Μάρτυρες, τὴν θεολόγον, καὶ στερούμενοι φωτός, καὶ μεληδὸν τεμνόμενοι, ἄτμητοι Χριστῷ διεμείνατε. |
Σταυροθεοτοκίον. |
|
Ῥήγνυται χειρόγραφον τὸ τοῦ Ἀδάμ, λόγχῃ νυττομένου σου Δέσποτα, ἡ Θεοτόκος, ἀνεβόα τῷ Σταυρῷ, παρισταμένη Κύριε, καὶ ὀδυνηρῶς ἀλαλάζουσα. |
Κανὼν τῆς Θεοτόκου. Εἱρμὸς ὁ αὐτός. |
|
Ὡραιώθης ὑπὲρ πᾶσαν, τῶν Ἀγγέλων εὐπρέπειαν, ὡς τεκοῦσα τούτων, Κόρη ποιητήν τε καὶ Κύριον, ἐκ σῶν ἀχράντων αἱμάτων σωματούμενον, τὸν ῥυόμενον, πάντας αὐτόν τοὺς δοξάζοντας. |
|
Ῥύπον πάντα τῆς προτέρας, ἀποθέμενοι βρώσεως, τῆς ζωῆς τὸν ἄρτον, τὸν ἐξ οὐρανοῦ σιτιζόμεθα, τὸν ἐκ τῆς γῆς τῆς Παρθένου ἀνατείλαντα, ἣν ὡς πρόξενον, τῶν ἀγαθῶν ἀνυμνήσωμεν. |
|
Ἡ ἁγία Θεοτόκος, ἡ σκηνὴ ἡ ἀμόλυντος, τοῦ φωτὸς ἡ πύλη, τράπεζα καὶ στάμνος ἡ πάγχρυσος, τὸ ἀλατόμητον ὄρος καὶ κατάσκιον, ἡ χωρήσασα, τὸν πλαστουργὸν μακαρίζεται. |
|
Χαρισμάτων σου τὰ ῥεῖθρα, καὶ πηγαὶ τῶν ἰάσεων, καὶ τοῦ θείου πλούτου, αἱ διανομαὶ διαδίδονται, ζωαρχικῆς ἐκ παλάμης Θεονύμφευτε, τοῦ τεχθέντος, ἐκ τῆς σῆς γαστρὸς Παντοκράτορος. |
ᾨδὴ εʹ. Ὁ Εἱρμός. |
Ἐξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου· σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ, τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν βραβεύοντα. |
Τροπάρια. |
|
Ἰδών σε ὁ ἥλιος, ἐπὶ Σταυροῦ ὑψούμενον, Δέσποτα συνέστειλεν ἀκτῖνας, φαίνειν μὴ σθένων, σοῦ Σῶτερ δύναντος, καὶ φωταγωγοῦντος τοὺς νυκτί, τῆς πλάνης καθεύδοντας, προσκυνοῦντας τὸ κράτος σου. |
|
Σταυροῦσαι καὶ σῴζεις με, διʼ εὐσπλαγχνίαν Κύριε, ὄξους καὶ χολῆς δέχῃ τὴν γεῦσιν, τῆς ἐνηδόνου, ἀπολυτρούμενος, γεύσεως ἡμᾶς ὡς ἀγαθός, διʼ ἧς ἡπατήθημεν, καὶ φθορᾷ ὑπεπέσαμεν. |
Μαρτυρικά. |
|
Τῆς πλάνης ἐλύσατε, χειμῶνα θεῖοι Μάρτυρες, Πνεύματος ἁγίου ἐπιθάλψει, καὶ πρὸς τὸ ἔαρ, τῆς ἀναπαύσεως, χαίροντες ἐφθάσατε ὁμοῦ, πάντων προϊστάμενοι, ὑπαρχόντων ἐν θλίψεσιν. |
|
Ὄμβροις θείου αἵματος, τὴν γῆν πᾶσαν ἠρδεύσατε, ἐναποξηράναντες τοὺς ὄμβρους, τῆς ἀθεΐας, ἅγιοι Μάρτυρες· ὅθεν πρὸς τὸ ὕδωρ τῆς ζωῆς, νῦν κατεσκηνώσατε, ὑπὲρ πάντων πρεσβεύοντες. |
Σταυροθεοτοκίον. |
|
Σαρκὶ ὃν ἐκύησας, Χριστὸν θεοχαρίτωτε, ξύλῳ ἀναρτώμενον ὡς εἶδες, θρήνων ἐπλήσθης, καὶ τὸ μακρόθυμον, τούτου κατεπλήττου ἀληθῶς· ὅθεν ἐμεγάλυνες, τὴν αὐτοῦ συγκατάβασιν. |
Κανὼν τῆς Θεοτόκου. Ἀσεβεῖς οὐκ ὄψονται. |
|
Ἀνατείλας Ἥλιος ἐκ σοῦ ὁ νοητός, τηλαυγεῖς τὰς μαρμαρυγάς, τῆς αὐτοῦ Θεότητος, πᾶσιν ἐφήπλωσε, Θεοτόκε Δέσποινα· διὸ πάντες σε δοξάζομεν. |
|
Ἀληθῆ Θεὸν ἡμῖν τεκοῦσαν σαρκικῶς, Πατρὸς τὸν μονογενῆ, Θεοτόκον πάναγνον, σὲ ὀνομάζομεν, τὴν φωνὴν κατάλληλον, προσαρμόζοντες τῷ τόκῳ σου. |
|
Συμφυὴς καὶ σύμμορφος ὑπάρχων τῷ Πατρί, ὁ Υἱὸς ὁ μονογενής, τοῖς ἀνθρώποις γέγονεν, θέλων ὁμόφυλος, σαρκωθεὶς ὁ Ὕψιστος, ἐκ γαστρός σου Μητροπάρθενε. |
ᾨδὴ Ϛʹ. Ὁ Εἱρμός. |
Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες. |
Τροπάρια. |
|
Τοῖς πόνοις οὕς περ ὑπέμεινας, σταυρούμενος τοὺς πόνους κατέπαυσας, τῆς ἀνθρωπότητος, καὶ πρὸς τὴν ἄπονον ἅπαντας, διαγωγὴν μετάγεις, εὔσπλαγχνε Κύριε. |
|
Ἡλίου σέλας ἐκρύπτετο, ναοῦ δὲ ἡ φαιδρότης ἐῤῥήγνυτο, γῆ κατεσείετο, πέτραι σὺν φόβῳ ἐσχίζοντο, ἐπὶ Σταυροῦ τὸν Κτίστην, ὁρᾷν μὴ σθένουσαι. |
Μαρτυρικά. |
|
Νεκρὸς ὁ ὄφις ἐγένετο, βασάνοις νεκρουμένους θεώμενος, τοὺς θείους Μάρτυρας, καὶ τὴν ζωὴν τὴν αἰώνιον, κληρονομοῦντας ὄντως, τῇ θείᾳ χάριτι. |
|
Πολλὰς βασάνους ὑπέστητε, πολλῶν καὶ τῶν ἐπάθλων ἐτύχετε, πολυαρίθμητα, πλήθη Μαρτύρων ἀείζῳα· διὸ τὰ τῶν κακῶν μου, πλήθη μειώσατε. |
Σταυροθεοτοκίον. |
|
Λιμὴν γενοῦ μοι Πανάμωμε, πελάγει τῶν δεινῶν θαλαττεύοντι, ἡ ναυαγήσασαν, πᾶσαν τὴν φύσιν τῷ τόκῳ σου, Θεογεννῆτορ Κόρη, νῦν διασώσασα. |
Κανὼν τῆς Θεοτόκου. Ἐβόησε προτυπῶν. |
|
Ἁγνείας σε, καθαρὸν εὑρηκὼς ἐνδιαίτημα, ἐν γαστρί σου, καθαρῶς ὁ Δεσπότης ἐσκήνωσεν, ἐκκαθάραι θέλων, τῶν ἀνθρώπων Παρθένε τὸ φύραμα. |
|
Οὐράνωσας, γεωθεῖσαν τὴν φύσιν Πανάμωμε, τῶν ἀνθρώπων, καὶ φθαρεῖσαν αὐτὴν ἐκαινούργησας· διὰ τοῦτο μόνην, ἀσιγήτοις φωναῖς σε γεραίρομεν. |
|
Συνέλαβες, ἐν γαστρὶ Θεομῆτορ τὸν ἄναρχον, Θεὸν Λόγον, διʼ ἡμᾶς τοὺς ἀνθρώπους γενόμενον, καθʼ ἡμᾶς ἀτρέπτως, ἐν δυσὶ γνωριζόμενον φύσεσιν. |
ᾨδὴ ζʹ. Ὁ Εἱρμός. |
Οὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν Κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον. Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ. |
Τροπάρια. |
|
Ἀνετράπη, ὁ πολέμιος καὶ βέβληται, πτῶμα ἐξαίσιον, ἀνυψωθέντος Χριστοῦ, ἐν ξύλῳ, καὶ σέσωσται, ὁ πρὶν κατάκριτος, ἐκβοῶν αὐτῷ· ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ. |
|
Νεκρωθέντα, διὰ ξύλου με ἐθέωσας, θανὼν ἐν ξύλῳ Χριστέ, καὶ θείοις τραύμασι σοῖς, ἰάσω τὰ τραύματα, τὰ τῆς καρδίας μου. Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ. |
Μαρτυρικά. |
|
Ἠφανίζετο, τὰ σώματα πληττόμενα, ἀπείροις μάστιξιν, ἀλλʼ ὄντως τὸ εὐπρεπές, ψυχῆς ὡραιότερον, ὑμῶν ἐδείκνυτο, Χριστομάρτυρες, ἀεὶ βοώντων· Κύριε, ὁ Θεός εὐλογητὸς εἶ. |
|
Ναυαγήσας, ὁ πολέμιος τοῖς αἵμασιν, ὑμῶν ἀπώλετο, σὺν μυριάσιν αὐτοῦ, ὑμεῖς δὲ πανεύφημοι, Μάρτυρες χαίροντες, ἀνεμέλπετε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεός εὐλογητὸς εἶ. |
Σταυροθεοτοκίον. |
|
Νύμφη ἄμωμος, παλάτιον τοῦ κτίσαντος, θρόνος πυρίμορφος, καὶ ἀγεώργητος γῆ, ἐδείχθης Πανάμωμε· ὅθεν βοῶμέν σοι· Χαῖρε Δέσποινα, ἡ τοὺς βροτοὺς θεώσασα, θεϊκῇ κυοφορίᾳ. |
Κανὼν τῆς Θεοτόκου. Ὁ διασώσας ἐν πυρί. |
|
Ἀνακαλούμενος ἡμᾶς, αἰχμαλωτισθέντας Παρθένε, ὁ Λόγος ὁ ὢν ἐν ἀρχῇ, ἐν γαστρί σου σκηνώσας σεσάρκωται, ὁ φιλάνθρωπος Κύριος, ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογημένος. |
|
Πύλη ἐφάνης νοητή, τῆς Ἀνατολῆς τῆς ἐξ ὕψους, ἐπιφανείσης ἐπὶ γῆς, τοῖς ἀνθρώποις ἐκ σοῦ Θεονύμφευτε, ὑπὲρ λόγον καὶ ἔννοιαν, τοῦ Θεοῦ τοῦ τῶν Πατέρων εὐλογημένου. |
|
Πεποικιλμένη ἀρεταῖς, τοῦ παμβασιλέως παρέστης, ἐκ δεξιῶν τοῦ ἐκ τῶν σῶν, σαρκωθέντος αἱμάτων Ἀνύμφευτε, ἐκτενῶς ἱκετεύουσα, λυτρωθῆναι ἀπὸ πάσης ἡμᾶς ἀνάγκης. |
|
Ῥῆξον πταισμάτων τὰς σειράς, τῇ σῇ μητρικῇ παῤῥησίᾳ, τῶν εὐσεβῶς τε καὶ πιστῶς, μελῳδούντων Παρθένε τῷ Τόκῳ σου. Ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητὸς εἶ. |
ᾨδὴ ηʹ. Ὁ Εἱρμός. |
Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. |
Τροπάρια. |
|
Λύεις τῶν δεσμῶν με τῶν χρονίων, ἐν χρόνῳ ὁ ἄχρονος γενόμενος, δεθεὶς δὲ θελήματι, καὶ τὸν ὑπερήφανον, δεσμοῖς ἀλύτοις Δέσποτα, παραπεμψάμενος, σῴζεις με Σταυρῷ καὶ τῷ πάθει· ὅθεν εὐλογῶ σε, Χριστὲ εἰς τοὺς αἰῶνας. |
|
Ὑψώθης ἐν ξύλῳ ἑκουσίως, καὶ πᾶσαν τὴν κτίσιν συνανύψωσας, Λόγε ὑπερύμνητε, ἄναρχε ἀόρατε, ὁ τὰς ἀρχάς του σκότους τε, καὶ ἐξουσίας Χριστέ, τῷ πάθει σου παραδειγματίσας· ὅθεν σε ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας. |
Μαρτυρικά. |
|
Ἐπέβητε αἵμασιν οἰκείοις, ὡς ἅρματι Μάρτυρες παγκόσμιοι, καὶ πρὸς ὑπερκόσμια, ἤρθητε σκηνώματα, παρὰ Χριστοῦ ἐπάξια, γέρα λαμβάνοντες, καὶ Κύριον ὑμνεῖτε βοῶντες, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. |
|
Ἰκρίῳ ὑψούμενοι καὶ βόθρῳ, ῥιπτόμενοι θηρσί τε διδόμενοι, πυρί τε καὶ ὕδατι, διαμεριζόμενοι, οἱ ἀθλοφοροι Μάρτυρες, χαίροντες ἔψαλλον· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. |
Σταυροθεοτοκίον. |
|
Ἰδοῦσα ὑπνώσαντα ἐν ξύλῳ, τὸν πᾶσιν ἐγρήγορσιν παρέχοντα, θείαν καὶ σωτήριον, Μήτηρ ἡ Πανάμωμος, ἀλαλαγμῷ ὠδύρετο καὶ ἀνεκραύγαζε· Τί τοῦτο τὸ καινότατον θαῦμα; ὁ ζωοποιήσας, τὰ πάντα θνῄσκει θέλων. |
Κανὼν τῆς Θεοτόκου. Εἱρμὸς ὁ αὐτός. |
|
Ἀπάσαις ἀπρόσιτος ὑπάρχων, ὁ Κτίστης ταῖς ἀνωτέραις Κόρη τάξεσιν, ᾤκησε τὴν μήτραν σου, ἄφλεκτον τηρήσας σε, καὶ μετὰ τόκον, ᾧ νῦν κραυγάζομεν· Τὸν ἄφθορον, Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. |
|
Μώμων καθαρὰ καὶ μολυσμάτων, καὶ πάσης ἁγιωσύνης οὖσα τέμενος, Λόγον τὸν πανάγιον, πάντας ἁγιάζοντα, καὶ τῷ Πατρὶ συνάναρχον, ἐκυοφόρησας· διό σε τὴν Παρθένον ὑμνοῦμεν, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας. |
|
Στόματι καὶ γνώμῃ Θεοτόκον, φρονοῦντες ὁμολογοῦμέν σε Πανάμωμε· τέτοκας γὰρ Πάναγνε, σάρκα περιθέμενον, τὸν Ποιητὴν καὶ Κύριον, καὶ Βασιλέα Χριστόν· διό σε τὴν Παρθένον ὑμνοῦμεν, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας. |
|
Σὲ τὴν κιβωτὸν τὴν παναγίαν, τὴν ἐπισκιαζομένην θείῳ Πνεύματι, τὴν τὸν προαιώνιον, Λόγον καὶ ἀΐδιον, διʼ εὐσπλαγχνίαν ἄφατον, ἐνανθρωπήσαντα, τεκοῦσαν Θεοτόκον ὑμνοῦμεν, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας. |
ᾨδὴ θʹ. Ὁ Εἱρμός. |
Ἅπας γηγενής, σκιρτάτω τῷ πνεύματι λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων φύσις γεραίρουσα, τὰ ἱερὰ θαυμάσια τῆς Θεομήτορος, καὶ βοάτω· Χαίροις παμμακάριστε, Θεοτόκε Ἁγνὴ ἀειπάρθενε. |
Τροπάρια. |
|
Ἵστασο κριτός, ὁ κρῖναι τὰ σύμπαντα, μέλλων φιλάνθρωπε, στέφος ἀνεδήσω δέ, ἐθελουσίως, Σῶτερ ἀκάνθινον, παρακοῆς τὴν ἄκανθαν, Χριστὲ προθέλυμνον, ὑπεκτίλλων, πᾶσιν ἐμφυτεύων τε, τὴν τῆς σῆς εὐσπλαγχνίας ἐπίγνωσιν. |
|
Ὢ πῶς ὁ λαός, ὁ ἄδικος δίκαιον, ὄντα καὶ ἄμεμπτον, φθόνῳ σκοτιζόμενος, σὲ φωτοδότα, Σταυρῷ προδίδωσιν! οὗ περ τὸ πάθος ἥλιος, ὁρῶν σκοτίζεται, καὶ φαιδρότης, Ναοῦ διαῤῥήγνυται, καὶ δονεῖται τῆς γῆς τὰ θεμέλια. |
Μαρτυρικά. |
|
Σύμμορφοι παθῶν, Χριστοῦ χρηματίζετε, ἅγιοι Μάρτυρες, καὶ συγκληρονόμοι δέ, τῆς βασιλείας, καὶ τῆς λαμπρότητος· διὸ φωταγωγήσατε, τοὺς ὑμνῳδοὺς ὑμῶν, ἁμαρτίας, ζόφου ἀπαλλάττοντες, καὶ ποικίλων σοφοὶ περιστάσεων. |
|
Ἤδη πρὸς αὐτά, σοφοὶ τὰ οὐράνια, κατεσκηνώσατε, δόξης τε λαβόμενοι, τῆς ἀϊδίου, καὶ ταῖς μεθέξεσι, ταῖς ἱεραῖς θεούμενοι, μέμνησθε πᾶν πίστει τὴν τῶν ἡμῶν, τῶν τιμώντων, πανίερον, καὶ σεπτὴν ὑμῶν μνήμην πανεύφημοι. |
Σταυροθεοτοκίον. |
|
Φώτισον Ἁγνή, τοὺς πόθῳ ὑμνοῦντάς σε, καὶ μεγαλύνοντας, λῦσον τῶν παθῶν ἡμῶν, τὸ σκότος Κόρη, παῦσον τὸν κλύδωνα, τοῦ πονηροῦ τὰ σκάνδαλα, ἐκ μέσου ποίησον, τοὺς τῆς Ἄγαρ, γόνους καθυπόταξον, Βασιλεῖ εὐσεβεῖ ταῖς πρεσβείαις σου. |
Κανὼν τῆς Θεοτόκου. Εὕα μὲν τῷ τῆς παρακοῆς. |
|
Ἄνθρακα τὸν νοητὸν Ἁγνὴ θεόνυμφε, Ἠσαΐας ὃν τεθέαται, φέρεις ἀγκάλαις Θεοτόκε, μορφῇ τῇ ἡμετέρᾳ ἑνούμενον, καὶ κόσμῳ σωτηρίαν πυρσεύοντα· ὅθεν σε πάντες μεγαλύνομεν. |
|
Σύμβολα Πανάμωμε τῆς σῆς γεννήσεως, οἱ Προφῆται προεκήρυξαν, πόῤῥωθεν ταῦτα μυηθέντες καὶ θείᾳ ἐπιπνοίᾳ τοῦ Πνεύματος, τῷ κόσμῳ διαπρυσίως κηρύξαντες, ὧν τὰς ἐκβάσεις νῦν θαυμάζομεν. |
|
Ὡραῖος τῷ κάλλει ὁ καρπὸς καὶ ἔκλαμπρος, παρὰ πάντας τῆς κοιλίας σου· σὺ γὰρ Παρθένε Θεοτόκε, Θεὸν σεσαρκωμένον ἐγέννησας φανέντα, διὰ τὸ σῶσαι τὸν ἄνθρωπον· ὅθεν σε πάντες μεγαλύνομεν. |
Εἰς τὸν Στίχον τῶν Αἴνων. |
Ἀπόστιχα Στιχηρά. Ἦχος δʹ. Σταυρώσιμα. |
|
Τεῖχος ἡμῖν γένοιτο ὁ Σταυρός σου, Ἰησοῦ Σωτὴρ ἡμῶν· ἄλλην γὰρ ἐλπίδα οἱ πιστοὶ οὐκ ἔχομεν, εἰμὴ σὲ τὸν ἐν αὐτῷ σαρκὶ προσηλωθέντα, καὶ παρέχοντα ἡμῖν τὸ μέγα ἔλεος. |
Στίχ. Ἐνεπλήσθημεν τὸ πρωΐ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ εὐφράνθημεν ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν· εὐφρανθείημεν ἀνθʼ ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν, ὧν εἴδομεν κακά. Καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν. |
Αὐτόμελον. |
|
Ἔδωκας σημείωσιν, τοῖς φοβουμένοις σε Κύριε, τὸν Σταυρόν σου τὸν τίμιον, διʼ οὗ ἐθριάμβευσας, τὰς ἀρχὰς τοῦ σκότους, καὶ τὰς ἐξουσίας, καὶ ἐπανήγαγες ἡμᾶς, εἰς τὴν ἀρχαίαν μακαριότητα· διό σου τὴν φιλάνθρωπον, οἰκονομίαν δοξάζομεν, Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν. |
Στίχ. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφʼ ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφʼ ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον. |
Μαρτυρικόν. |
|
Τίς οὐκ ἐξίσταται ὁρῶν, ἅγιοι Μάρτυρες, τὸν ἀγῶνα τὸν καλόν, ὃν ἠγωνίσασθε; πῶς ἐν σώματι ὄντες, τὸν ἀσώματον ἐχθρὸν ἐτροπώσασθε; Χριστὸν ὁμολογήσαντες, τῷ Σταυρῷ ὁπλισάμενοι; ὅθεν ἐνεδείχθητε δαιμόνων φυγαδευταί, καὶ βαρβάρων πολέμιοι, ἀπαύστως πρεσβεύοντες, σωθῆναι τὰς ψυχὰς ἡμῶν. |
Δόξα· καὶ νῦν. Σταυροθεοτοκίον. Ὡς γενναῖον ἐν Μάρτυσι. |
|
Ὡς ἑώρακε Κύριε, ἡ Παρθένος καὶ Μήτηρ σου, ἐν Σταυρῷ κρεμάμενον, ἐξεπλήττετο, καὶ ἀτενίζουσα ἔλεγεν· Υἱὲ ποθεινότατε, πῶς ἐν ξύλῳ τοῦ Σταυροῦ, ἀνηρτήθης Μακρόθυμε; πῶς τὰς χεῖράς σου, καὶ τοὺς πόδας σου Λόγε προσηλώθης, ὑπʼ ἀνόμων καὶ τὸ αἷμα, τὸ σὸν ἐξέχεας Δέσποτα; |
__________ |
ΕΝ Τῌ ΛΕΙΤΟΥΡΓΙᾼ |
Οἱ Μακαρισμοί. Ἦχος δʹ. |
|
Διὰ ξύλου ὁ Ἀδάμ, Παραδείσου γέγονεν ἄποικος, διὰ ξύλου δὲ Σταυροῦ, ὁ Λῃστὴς Παράδεισον ᾤκησεν· ὁ μὲν γὰρ γευσάμενος, ἐντολὴν ἠθέτησε τοῦ ποιήσαντος, ὁ δὲ συσταυρούμενος, Θεὸν ὡμολόγησε τὸν κρυπτόμενον. Μνήσθητί μου βοῶν, ἐν τῇ Βασιλείᾳ σου. |
|
Καθορῶσαί σε Σταυρῷ, τεταμένον μόνε Μακρόθυμε, αἱ Δυνάμεις οὐρανῶν, ἀποροῦσαι τρόμῳ ἐξίσταντο, ἡ γῆ ἐκυμαίνετο, καὶ φωστήρων κάλλος ἐναπεσβέννυτο. Ἀδάμ ὁ κατάκριτος, ἀδίκως φιλάνθρωπε κρινομένου σου, ἐδικαιοῦτο ὑμνῶν σου τὴν ἀγαθότητα. |
|
Ἐν τῷ Κρανίῳ ὑψωθείς, τοῦ ἐχθροῦ τὴν κάραν συνέτριψας, ἐπὶ ξύλου δὲ θανών, τοὺς καρπῷ τοῦ ξύλου τεθνήξαντας, ἐζώωσας Δέσποτα, καὶ Παραδείσου πολίτας ἔδειξας, ἀπαύστως ὑμνοῦντάς σε, Χριστὲ ὁ Θεὸς ἡμῶν καὶ βοῶντάς σοι· Μνήσθητι καὶ ἡμῶν ἐν τῇ Βασιλείᾳ σου. |
Μαρτυρικόν. |
|
Ὥσπερ ὅπλον τὸν Σταυρόν, ἀναλαβόντες ἅγιοι Μάρτυρες, πρὸς παράταξιν ἐχθρῶν, λογισμῷ γενναίῳ ἐξήλθετε, καὶ τούτους ὀλέσαντες, ἀφθαρσίας στέφανον ἀνεδήσασθε, καὶ δόξης ἐτύχετε, καὶ θείας λαμπρότητος ἀξιάγαστοι· ὅθεν πίστει ὑμᾶς πάντες μακαρίζομεν. |
Δόξα. |
|
Ἵνα δείξῃς ἐμφανῶς, τὴν πρὸς ἡμᾶς Σωτὴρ εὐσπλαγχνίαν σου, προσηλώθης τῷ Σταυρῷ, ὁ Πατρὶ συνὼν καὶ τῷ Πνεύματι, καὶ σπόγγον καὶ κάλαμον, ἐμπαιγμοὺς καὶ μάστιγας καθυπέμεινας, βουλόμενος ῥύσασθαι, πυρὸς αἰωνίζοντος τοὺς κραυγάζοντας· Μνήσθητι καὶ ἡμῶν ἐν τῇ Βασιλείᾳ σου. |
Καὶ νῦν. Σταυροθεοτοκίον. |
|
Ὁ ἀχώρητος παντί, ἀστενοχωρήτως κατῴκησε, τὴν ἁγίαν σου νηδύν, Θεογεννῆτορ Ἄχραντε Δέσποινα, καὶ ξύλῳ νεκρούμενος, τὴν ζωὴν τῷ κόσμῳ ἐπήγασεν. Αὐτὸν οὖν ἱκέτευε, νεκρῶσαι τὸ φρόνημα τῆς σαρκὸς ἡμῶν, καὶ σῶσαι ἡμᾶς πάντας ὡς φιλάνθρωπος. |