Τῌ ΠΑΡΑΣΚΕΥῌ ΕΣΠΕΡΑΣ |
Εἰς τό, Κύριε, ἐκέκραξα, Προσόμοια. |
Στιχηρὰ Δεσποτικά. |
Ἦχος δʹ. Ἤθελον δάκρυσιν ἐξαλεῖψαι. |
|
Σύντριψον Κύριε ὁ Θεός μου, τὰ θανατηφόρα πάθη τὰ τῆς καρδίας μου· ἐὰν γὰρ σὺ καταλύσῃς οἶκον, τῆς σαρκὸς καὶ κτίσῃς οἶκον τοῦ πνεύματος, εἰς μάτην ἐστὶ φυλάσσων, ὁ πολεμῶν τὴν ψυχήν μου, Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με. |
|
Δῶρον καὶ μάστιγά μοι παιδείας, τὸν ἐχθρὸν Οἰκτίρμον πρὸς τὸ συμφέρον δέδωκας· τὸ γὰρ κακὸν αὐτοῦ συνεργεῖ μοι, προαιρέσει οὐκ ἀγαθῇ εἰς καλόν· ἐγὼ δέ σοι οὐ προσφεύγω, διʼ εὐχῆς εὐχαρίστου. Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με. |
|
Πάθη καὶ θάνατον κατεδέξω, διʼ ἐμὲ ἵνα παθῶν καὶ θανάτου φθορᾶς, ἐλευθερώσῃς ὡς ζωοδότης, καὶ τὴν πρὶν ἀπάθειαν ἀποδώσῃς μοι· διό με κείμενον Σῶτερ, τῆς ἁμαρτίας ἐν τάφῳ, ἔγειρον, πρὶν αἰώνιος θάνατος, λάβῃ με. |
Ἕτερα τῆς Θεοτόκου. Ὅμοια. |
|
Δέσποινα, Δέσποινα λύτρωσαί με, ἀπὸ τῶν αἰσχρῶν καὶ ῥυπαρῶν ἐνθυμήσεων, ὅτι μολύνουσι τῆς ψυχῆς μου, τὰς αἰσθήσεις πάσας καὶ τὰς τοῦ σώματος· διὸ Ἁγνὴ δέομαί σου, ἐν μετανοίᾳ κραυγάζων· Δέσποινα, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με. |
|
Οἴμοι! τί γένωμαι, τί ποιήσω, δουλωθεὶς τοῖς πάθεσιν ἀπὸ νεότητος; ἆρα δυνήσομαι κἂν ἐν γήρᾳ, καρποὺς μετανοίας Χριστῷ ἐνδείξασθαι; ἡ γὰρ συνήθεια μόνη, καὶ πρὸ τοῦ πλάνου πλανᾷ με. Δέσποινα, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με. |
|
Δάκρυα δίδου μοι Θεοτόκε, καὶ συντετριμμένην ποίησον τὴν καρδίαν μου, ἐξομολόγησίν τε παράσχου, τῶν βεβιωμένων μοι παραπτώσεων, ἵνα τῇ σῇ βοηθείᾳ, ἐν μετανοίᾳ διέλθω, τὸν τῆς ζωῆς μου χρόνον καὶ τύχω ἀνέσεως. |
Δόξα· καὶ νῦν. Θεοτοκίον. |
|
Ὁ διὰ σὲ Θεοπάτωρ προφήτης Δαυΐδ, μελῳδικῶς περὶ σοῦ προανεφώνησε, τῷ μεγαλεῖά σοι ποιήσαντι. Παρέστη ἡ Βασίλισσα ἐκ δεξιῶν σου. Σὲ γὰρ μητέρα πρόξενον ζωῆς ἀνέδειξεν, ὁ ἀπάτωρ ἐκ σοῦ ἐνανθρωπῆσαι εὐδοκήσας Θεός, ἵνα τὴν ἑαυτοῦ ἀναπλάσῃ εἰκόνα, φθαρεῖσαν τοῖς πάθεσι, καὶ τὸ πλανηθὲν ὀρειάλωτον εὑρών, πρόβατον τοῖς ὤμοις ἀναλαβών, τῷ Πατρὶ προσαγάγῃ, καὶ τῷ ἰδίῳ θελήματι, ταῖς οὐρανίαις συνάψῃ Δυνάμεσι, καὶ σώσῃ Θεοτόκε τὸν κόσμον, Χριστὸς ὁ ἔχων, τὸ μέγα καὶ πλούσιον ἔλεος. |
Εἰς τὸν Στίχον. |
Ἀπόστιχα Στιχηρά. Ἦχος δʹ. Μαρτυρικά. |
|
Ὁ τῶν ἁγίων Μαρτύρων, δεξάμενος τὴν ὑπομονήν, καὶ παρʼ ἡμῶν δέχου τὴν ὑμνῳδίαν Φιλάνθρωπε, δωρούμενος ἡμῖν, ταῖς αὐτῶν ἱκεσίαις, τὸ μέγα ἔλεος. |
Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ. |
|
Ἔχοντες παῤῥησίαν, πρὸς τὸν Σωτῆρα Ἅγιοι, πρεσβεύσατε ἀπαύστως, ὑπὲρ ἡμῶν τῶν ἁμαρτωλῶν, ἄφεσιν πταισμάτων αἰτούμενοι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος. |
Στίχ. Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος. |
|
Ἱερεῖα ἔμψυχα, ὁλοκαυτώματα λογικά, Μάρτυρες Κυρίου, θύματα τέλεια Θεοῦ, Θεὸν γινώσκοντα, καὶ Θεῷ γινωσκόμενα, πρόβατα, ὧν ἡ μάνδρα, λύκοις ἀνεπίβατος, πρεσβεύσατε καὶ ἡμᾶς, συμποιμανθῆναι ὑμῖν, ἐπὶ ὕδατος ἀναπαύσεως. |
Στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου, Κύριε. Καὶ τὸ μνημόσυνον αὐτῶν εἰς γενεὰν καὶ γενεάν. |
Νεκρώσιμον. |
|
Μετὰ πνευμάτων δικαίων, τετελειωμένων, τὰς ψυχὰς τῶν δούλων σου, Σῶτερ ἀνάπαυσον, φυλάττων αὐτάς, εἰς τὴν μακαρίαν ζωήν, τὴν παρὰ σοὶ φιλάνθρωπε. |
Δόξα· καὶ νῦν. Θεοτοκίον. |
|
Ἔχοντές σε Θεοτόκε, ἐλπίδα καὶ προστασίαν, ἐχθρῶν ἐπιβουλὰς οὐ πτοούμεθα, ὅτι σῴζεις τὰς ψυχὰς ἡμῶν. |
__________ |
Τῼ ΣΑΒΒΑΤῼ ΠΡΩΪ |
ΕΝ Τῼ ΟΡΘΡῼ |
Μετὰ τὴν αʹ Στιχολογίαν. Καθίσματα Μαρτυρικά. |
Ἦχος δʹ. Ταχὺ προκατάλαβε. |
|
Σταυρῷ ὁπλισάμενοι, οἱ Ἀθλοφόροι σου, ἐνίκησαν τὰ μηχανήματα, τοῦ ἀρχεκάκου ἐχθροῦ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἔλαμψαν ὡς φωστῆρες, τοὺς βροτοὺς ὁδηγοῦντες, νέμουσι τὰς ἰάσεις, τοῖς ἐν πίστει αἰτοῦσιν. Αὐτῶν ταῖς ἱκεσίαις, σῶσον τὰς ψυχὰς ἡμῶν. |
|
Τῶν ἐν ὅλῳ τῷ κόσμῳ Μαρτύρων σου, ὡς πορφύραν καὶ βύσσον τὰ αἵματα, ἡ Ἐκκλησία σου στολισαμένη, διʼ αὐτῶν βοᾷ σοι· Χριστὲ ὁ Θεός, τῷ λαῷ σου τοὺς οἰκτιρμούς σου κατάπεμψον, εἰρήνην τῇ πολιτείᾳ σου δώρησαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος. |
Ταχὺ προκατάλαβε. |
|
Οἱ Μάρτυρές σου Κύριε, ἐν τῇ ἀθλήσει αὐτῶν, στεφάνους ἐκομίσαντο τῆς ἀφθαρσίας, ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· σχόντες γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλον, ἔθραυσαν καὶ δαιμόνων, τὰ ἀνίσχυρα θράση. Αὐτῶν ταῖς ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν. |
Δόξα· καὶ νῦν. Θεοτοκίον. |
|
Τὸ ἀπʼ αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον, διὰ σού Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται· Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος· διʼ οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν. |
Μετὰ τὴν βʹ Στιχολογίαν. Κάθισμα Μαρτυρικόν. |
|
Σήμερον τὰ τῶν Ἀγγέλων στρατεύματα, ἐν τῇ μνήμῃ τῶν Ἀθλοφόρων παραγέγονε, τὰς τῶν πιστῶν διανοίας φωτίσαι, καὶ τὴν οἰκουμένην τῇ χάριτι φαιδρύναι· διʼ αὐτῶν ὁ Θεὸς δυσωπούμενος, δώρησαι ἡμῖν τὸ μέγα ἔλεος. |
Νεκρώσιμα. Ταχὺ προκατάλαβε. |
|
Ψυχὰς ἃς μετέστησας, ἐκ τῶν προσκαίρων πρὸς σέ, ἀνάπαυσον Κύριε, ὡς Παντοδύναμος, καὶ μόνος ἀθάνατος, ἄνες ἄφες οἰκτίρμον, τὰ αὐτοῖς πεπραγμένα, ἐλέησον ἐλεῆμον, τῶν χειρῶν σου τὰ ἔργα, πρεσβείαις τῆς Θεοτόκου, μόνε φιλάνθρωπε. |
Ὅμοιον. |
|
Τοῦ βίου τὸ πρόσκαιρον, διαπεράσαντες, μετέστησαν Κύριε, πρὸς σὲ τὸν εὔσπλαγχνον, πιστῶς οἱ βιώσαντες, οὕς περ ἐπὶ τὸν τόπον, τῆς ἀνέσεως τάξον, στῆσον ἐκ δεξιῶν σου, ἐν ἡμέρᾳ τῆς δίκης, τὰ τούτοις ἡμαρτημένα, παραβλεψάμενος. |
Δόξα· καὶ νῦν. Θεοτοκίον. Ὅμοιον. |
|
Πιστῶν ἱλαστήριον, σὺ ἀνεδείχθης Ἁγνή, κοινὸν καταφύγιον, καὶ μεσιτεία θερμή, Παρθένε Θεόνυμφε· ὅθεν καὶ τῶν ἐν πίστει, πρὸς Θεὸν μεταστάντων, φάνηθι νῦν μεσῖτις, καὶ σωτήριος πύλη, πρὸς πλάτος τοῦ Παραδείσου, τούτους εἰσάγουσα. |
Κανὼν εἰς πάντας τοὺς Ἁγίους. |
Ἦχος δʹ. ᾨδὴ αʹ. Ὁ Εἱρμός. |
Τριστάτας κραταιούς, ὁ τεχθεὶς ἐκ Παρθένου, ἀπαθείας ἐν βυθῷ, ψυχῆς τὸ τριμερές, καταπόντισον δέομαι, ὅπως σοι ὡς ἐν τυμπάνῳ τῇ νεκρώσει τοῦ σώματος, ἐπινίκιον ᾄσω μελῴδημα. |
Τροπάρια. |
|
Φαιδρύνεται ἀεί, ἡ σεπτὴ Ἐκκλησία, τοῖς ἀγῶσι τῶν φαιδρῶν, Κυρίου Ἀθλητῶν, καὶ Χριστὸν τὸν ἐκλάμψαντα, Ἥλιον ἐκ τῆς Παρθένου, καὶ τὸ σκότος μειώσαντα, τῆς ἀπάτης δοξάζει γεραίρουσα. |
|
Αἰνέσωμεν πιστῶς, τοὺς Χριστοῦ Ἱεράρχας, περιούσιον λαόν, ποιμάναντας καλῶς, καὶ λαμπρῶς ἐπαινέσωμεν, δῆμον ὅλον τῶν ὁσίως, βιωσάντων καὶ σώματος, ἡδονάς νεκρωσάντων ἐν πνεύματι. |
|
Ἰσχὺς παρὰ Θεοῦ, Γυναιξὶν ἐδωρήθη, ἐν ἀσκήσει καὶ στεῤῥᾷ, ἀθλήσει τὸν ἐχθρόν, συμπατούσαις ἐν χάριτι. Τούτων Κύριε πρεσβείαις, Προφητῶν τε ἁγίων σου, τὰ ἐλέη σου πᾶσι κατάπεμψον. |
Νεκρώσιμον. |
|
Δικαίωσον Χριστέ, οὓς δικαίᾳ προνοίᾳ, ἐκ τοῦ βίου τοῦ φθαρτοῦ, πρὸς ἄφθαρτον ζωήν, μετεβίβασας δούλους σου, πᾶσί τε σὺν τοῖς δικαίοις, συγχορεύειν ἀξίωσον, τὰ αὐτῶν παριδὼν πλημμελήματα. |
Θεοτοκίον. |
|
Ῥυόμενος ἡμᾶς, καταδίκης ἀρχαίας, ὁ Υἱὸς ὁ τοῦ Θεοῦ, ηὐδόκησεν Ἁγνή, καὶ Υἱὸς χρηματίσαι σου· ὅθεν υἱοθετηθέντες, δι''αὐτοῦ τὸν οὐράνιον, εὐλογοῦμεν Πατέρα ὑμνοῦντές σε. |
Κανὼν εἰς Κοιμηθέντας. |
Θαλάσσης τὸ ἐρυθραῖον. |
|
Κρατήσας, τῆς δεξιᾶς τῶν δούλων σου, χειρὸς ὁδήγησον, ἐπὶ ζωὴν αἰώνιον Χριστέ, ἐπὶ θέαν τοῦ κάλλους σου, τοὺς ἀθλοφόρους Μάρτυρας, τῆς ἀληθείας δυσωπούμενος. |
|
Ἀφράστου, καὶ μακαρίας δόξης σου, τοὺς μεταστάντας πρὸς σέ, κληρονομεῖν ἀξίωσον Χριστέ, ὑπερβαίνων τὰ πταίσματα, καὶ δικαιῶν τῇ χάριτι, καὶ τῇ ἐκχύσει τοῦ σοῦ αἵματος. |
|
Νεκρώσει, τὸν νεκρωτὴν ἐνέκρωσας, τῇ ζωηφόρῳ σου, ὁ τοῖς νεκροῖς ἐμπνέων τὴν ζωήν, ζωοδότα Χριστὲ ὁ Θεός, αὐτὸς καὶ νῦν ἀνάπαυσον, οὓς προσελάβου πιστούς δούλους σου. |
Θεοτοκίον. |
|
Ὡραῖος, τοῖς ὑπερτάτοις κάλλεσι, καθὸ Θεὸς ὁ Υἱός, ὡς δὲ ἐκ σοῦ Παρθένε σαρκωθείς, καὶ τῷ ξύλῳ κρεμάμενος, κάλλος οὐκ εἶχε θάνατον, τὸν ὑπὲρ πάντων προσιέμενος. |
ᾨδὴ γʹ. Ὁ Εἱρμός. |
Τόξον δυνατῶν ἠσθένησε, καὶ οἱ ἀσθενοῦντες, περιεζώσαντο δύναμιν· διὰ τοῦτο ἐστερεώθη, ἐν Κυρίῳ ἡ καρδία μου. |
Τροπάρια. |
|
Ὥσπερ ἄρνες οἱ καλλίνικοι, Μάρτυρες τυθέντες, καὶ σφαγέντες προσήχθησαν, τῷ τυθέντι Ἀμνῷ καὶ Λόγῳ, τοῦ Θεοῦ εἰς πάντων λύτρωσιν. |
|
Στόμα Θεοῦ χρηματίσαντες, οἱ Ἱερομύσται, ἐξ ἀναξίων προσήγαγον, τοὺς ἀξίους διδασκαλίαις, ἱεραῖς καταλαμπρύνοντες. |
|
Εὗρε τῶν Ὁσίων σύλλογος, διʼ ἐγκρατείας θεόθεν, τρυφὴν τὴν ἀδάπανον, ἐντρυφήσαντες θεωρίαις, καὶ ταῖς θείαις ἀναβάσεσι. |
Νεκρώσιμον. |
|
Πάντας οὓς πιστῶς μετέστησας, πάντων ἱκεσίαις, τῶν σῶν Ἁγίων ἀνάπαυσον, παραβλέψας τὰ πεπραγμένα, ἐν τῷ βίῳ τούτοις πταίσματα. |
Θεοτοκίον. |
|
Αἶνον τῷ ἐκ τῷ Θεῷ προσάξωμεν, τῆς Παρθένου, ἀποτεχθέντι βουλήματι, Γυναικῶν τε χορούς, Ἀγγέλων, τοῖς χοροῖς ἐπισυνάψαντι. |
Κανὼν εἰς Κοιμηθέντας. Οὐκ ἐν σοφίᾳ. |
|
Νενικηκότες, τῶν εἰδώλων τὴν πλάνην οἱ Μάρτυρες, τὸν Δεσπότην καὶ Θεόν, νῦν δυσωποῦσι δωρήσασθαι, τοῖς προτελευτήσασι θείαν ἀνάπαυσιν. |
|
Τὴν στρεφομένην, διαβῆναι ῥομφαίαν εὐδόκησον, καὶ τοῦ ξύλου τῆς ζωῆς, ἐπιτηδείου μεθέξεως τυχεῖν, οὓς μετέστησας δούλους σου Δέσποτα. |
|
Ἐν Παραδείσῳ, τῆς τρυφῆς αὐλισθῆναι τοὺς δούλους σου, ἔνθα ἦχος καθαρός, ἑορταζόντων ἀξίωσον, πταισμάτων τὴν ἄφεσιν τούτοις δωρούμενος. |
Θεοτοκίον. |
|
Τῷ θείῳ τόκῳ, παρθενίαν συνήρμοσας Πάναγνε· τὸν γὰρ Κτίστην τοῦ παντός, ἀνερμηνεύτως γεγέννηκας, οὗ περ τῷ βουλήματι πάντα ὑπόκειται. |
ᾨδὴ δʹ. Ὁ Εἱρμός. |
Ὁ καθήμενος ἐν δόξῃ, ἐπὶ θρόνου Θεότητος, ἐν νεφέλῃ κούφῃ, ἦλθεν Ἰησοῦς ὁ ὑπέρθεος, τῇ ἀκηράτῳ παλάμῃ καὶ διέσωσε, τοὺς κραυγάζοντας· δόξα Χριστὲ τῇ δυνάμει σου. |
Τροπάρια. |
|
Ἱερώτατος Μαρτύρων, ἐδοξάσθη κατάλογος, ἱερῶς δοξάσας, μέλεσιν οἰκείοις τὸν Κύριον, τὸν ὑπὸ πάντων Ἀγγέλων, δοξαζόμενον, καὶ πρεσβεύει, ῥυσθῆναι ἡμᾶς πάσης θλίψεως. |
|
Νοῦν ἀΰλῳ, φωταυγείᾳ, διαλάμποντα ἔχοντες, θεῖοι Ἱεράρχαι, νύκτα ἀθεΐας ἐλύσατε, καὶ ἀπλανεῖ ὁδηγίᾳ, τὴν θεόλεκτον, ποίμνην Χριστοῦ, πρὸς τὸ φῶς ὡδηγήσατε. |
|
Ὡραιώθη τῶν Ὁσίων, πολυάριθμον σύστημα, καὶ ἐμεγαλύνθη, θείων Γυναικῶν ἡ ὁμήγυρις, τῶν Προφητῶν ἐτιμήθη, δῆμος ἅγιος, τῶν Ἀγγέλων, δήμοις ἑνωθεὶς ἀγαλλόμενος. |
Νεκρώσιμον. |
|
Τῶν Ἀγγέλων συμπολῖται, χρηματίζοντες Μάρτυρες, τοῖς κεκοιμημένοις, πᾶσιν ἐξαιτήσασθε ἄνεσιν, καὶ Παραδείσου τοῦ θείου, τὴν κατοίκησιν, καὶ πταισμάτων, ὁλοσχερῆ ἀπολύτρωσιν. |
Θεοτοκίον. |
|
Ὁ παρθένον σε φυλάξας, μετὰ τόκον ἀμώμητον, τὰς παρθένους πάσας, σὲ περιεστώσας ἐδόξασε, μεθʼ ὧν ἀπαύστως δυσώπει, διασῴζεσθαι, πάσης θλίψεως, καὶ πειρασμῶν τὰς ψυχὰς ἡμῶν. |
Κανὼν εἰς Κοιμηθέντας. Ἐπαρθέντα σε ἰδοῦσα. |
|
Ἀναφανέντες οἱ Μάρτυρες ὡς φωστῆρες, τὸν οὐρανὸν φαιδρύνουσι τὸν τῆς Ἐκκλησίας, οἳ καὶ τὸν Σωτῆρα Χριστόν, αἰτοῦνται δωρήσασθαι, τοῖς κεκοιμημένοις τὴν ἄφεσιν. |
|
Ῥάβδον δυνάμεως ἔχοντες τὸν Σταυρόν σου, τὴν κοσμικὴν οἱ δοῦλοί σου θάλατταν διῆλθον, οὕς περ καταφύτευσον, εἰς ὄρος σου Κύριε, εἰς ὃ κατειργάσω ἁγίασμα. |
|
Τὰ σκηνώματα τὰ ὄντως ἠγαπημένα, οὓς ἐξελέξω Δέσποτα, καὶ οὓς προσελάβου, δούλους σου εὐδόκησον, σκηνῶσαι ὡς εὔσπλαγχνος, ἔνθα τῶν δικαίων τὰ πνεύματα. |
Θεοτοκίον. |
|
Ὁ τῶν θανόντων καὶ ζώντων ἐξουσιάζων, σωματωθεὶς ὡς ἄνθρωπος ἐκ σοῦ Θεοτόκε, θάνατον ὑπέμεινε, σαρκὶ ὁ ἀθάνατος, λύσας τοῦ θανάτου τὴν δύναμιν. |
ᾨδὴ εʹ. Ὁ Εἱρμός. |
Σὺ Κύριέ μου φῶς, εἰς τὸν κόσμον ἐλήλυθας· Φῶς ἅγιον ἐπιστρέφον, ἐκ ζοφώδους ἀγνοίας, τοὺς πίστει ἀνυμνοῦντάς σε. |
Τροπάρια. |
|
Ὑψούμενοι Σταυρῷ, καὶ τροχοῖς συντριβόμενοι, κοπτόμενοι μεληδόν τε, οἱ στεῤῥοὶ Ἀθλοφόροι, Θεοῦ ὤφθησαν ἄτμητοι. |
|
Φωστῆρες τῶν πιστῶν Ἱεράρχαι γενόμενοι, προσήξατε τῷ Ποιμένι, καὶ Ἀμνῷ, οὓς ποιμαίνειν, ὁσίως ἐπιστεύθητε. |
|
Θορύβων κοσμικῶν, χωρισθέντες οἱ Ὅσιοι, εἰρήνευσαν τὴν καρδίαν, ἐκ παθῶν καὶ τοῦ πάντων, Θεοῦ υἱοὶ γεγόνασιν. |
Νεκρώσιμον. |
|
Ἐνθέων Προφητῶν, Γυναικῶν τε κατάλογος, τὸν Κύριον θεραπεύσας, τοῖς προκεκοιμημένοις, αἰτεῖται τὴν ἀνάπαυσιν. |
Θεοτοκίον. |
|
Ὁ Κύριος ἐν σοί, κατοικήσας Πανάχραντε, εἰργάσατο τοὺς ἀνθρώπους, τῆς αὐτοῦ θείας δόξης, Παρθένε οἰκητήρια. |
Κανὼν εἰς Κοιμηθέντας. Σὺ Κύριέ μου φῶς. |
|
Σὺ Κύριε τῆς σῆς, δεσποτείας τοὺς Μάρτυρας, ἐδόξασας, διʼ αὐτῶν τε, τοὺς πρὸς σὲ μεταστάντας, ἀνάπαυσον ὡς εὔσπλαγχνος. |
|
Τὴν ἄλυπον ζωὴν τὸ τερπνὸν ἀγαλλίαμα, τὴν ἄληκτον εὐφροσύνην, τοῖς προκεκοιμημένοις, παράσχου πολυέλεε. |
|
Ὁ μόνος ἀγαθός, καὶ πηγὴ ἀγαθότητος, ἀνάπαυσον τοὺς ἐν πίστει, καὶ τῇ σῇ ἐπιγνώσει, τὸν βίον ἐκτελέσαντας. |
Θεοτοκίον. |
|
Ὑμνοῦμέν σε διʼ ἧς, τοῖς ἐν σκότει ἀνέτειλε, τὸ ἄφραστον Θεομῆτορ, καὶ ἀπρόσιτον κάλλος, καὶ πόθῳ μακαρίζομεν. |
ᾨδὴ Ϛʹ. Ὁ Εἱρμός. |
Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ κατεπόντισέ με, καταιγὶς πολλῶν ἁμαρτημάτων, ἀλλʼ ὡς Θεὸς ἐκ φθορᾶς ἀνάγαγε, τὴν ζωήν μου ὡς φιλάνθρωπος. |
Τροπάρια. |
|
Ὑπέρτιμοι Μάρτυρες ὡς λίθοι, ἐπὶ τῆς γῆς πανσόφως, κυλιόμενοι τῆς δυσσεβείας, οἰκοδομὴν πᾶσαν, κατεστρέψατε, καὶ ναοὶ Θεοῦ γεγόνατε. |
|
Χειρὸς διεσώσατε βιαίας, ὑποχειρίους πάντας, Ἱεράρχαι καὶ ὅσιοι πάντες, οἱ ἐν Χριστῷ ποίμνης, ἡγησάμενοι· διὰ τοῦτο μακαρίζεσθε. |
|
Ῥήσεσι Προφητῶν ἀκολουθοῦντα, τῶν Γυναικῶν τὰ πλήθη, ἐν ἀσκήσει τε καὶ ἐν ἀθλήσει, τῷ Γυναικὸς ἐκ παρθένου, λάμψαντι, Θεῷ Λόγῳ καθυπούργησαν. |
Νεκρώσιμον. |
|
Ἡ πάντων ζωὴ τῶν τεθνεώτων, τοὺς ἐξ ἡμῶν ἐν πίστει, ἐκδημήσαντας πρὸς σὲ τὸν κτίστην, ἐν τῷ φωτὶ Χριστέ, τοῦ προσώπου σου, πολυέλεε κατάταξον. |
Θεοτοκίον. |
|
Στόματι καὶ γλώσσῃ καὶ καρδίᾳ, ὁμολογῶ σε Κόρη, τοῦ Θεοῦ ἡμῶν ἁγνὴν Μητέρα, ἀλλὰ τῇ σῇ, μεσιτείᾳ ῥῦσαί με, αἰωνίου κατακρίσεως. |
Κανὼν εἰς Κοιμηθέντας. Θύσω σοι μετὰ φωνῆς. |
|
Τὴν λόγχην, τὴν θείαν πλευράν σου κεντήσασαν, ἡ στρεφομένη ῥομφαία, κατιδοῦσα Σῶτερ ὑπεχωρεῖτο, τοῖς σοῖς δούλοις, ταῖς ἱκεσίαις τῶν Ἀθλοφόρων σου. |
|
Ἐν ξύλῳ, κρεμασθεὶς τὸν Παράδεισον ἤνοιξας· τοὺς οὖν πιστῶς μεταστάντας, ἐν αὐτῷ Σωτήρ μου καταφυτεύσας, ὡς οἰκτίρμων, τῆς σῆς δόξης μετόχους ἀνάδειξον. |
|
Λειμῶνας, τοὺς τῆς τρυφῆς ἀξίωσον δρέπεσθαι, τοὺς περὶ σὲ τὸν Δεσπότην, εὐσεβῶς φοιτῶντας διὰ θανάτου, καὶ δικαίοις, τοῖς ἀπʼ αἰῶνός σου συναρίθμησον. |
Θεοτοκίον. |
|
Ὁ Λόγος, καθὰ Θεὸς ὑπάρχων ἀόρατος, σωματωθεὶς καθωράθη, ἐκ Παρθένου Κόρης ἀπειρογάμου, καὶ θανάτῳ, τῷ οἰκείῳ τὸν θάνατον ἔλυσε. |
ᾨδὴ ζʹ. Ὁ Εἱρμός. |
Ἀβραμιαῖοί ποτε, ἐν Βαβυλῶνι Παῖδες, καμίνου φλόγα κατεπάτησαν, ἐν ὕμνοις κραυγάζοντες· ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ. |
Τροπάρια. |
|
Τὰ τοῦ Δεσπότου Χριστοῦ, ἡγιασμένα σκεύη, τῆς Ἐκκλησίας τὰ προπύργια, Κυρίου τοὺς Μάρτυρας, ἐν εὐφροσύνῃ ψυχῆς, αἰνέσωμεν συμφώνως. |
|
Οἱ Ἱεράρχαι Χριστοῦ, καὶ τῶν Ἁγίων πάντων, χορὸς ὁ θεῖος ἐναγάλλεται, ταῖς ἄνω Δυνάμεσιν. Αὐτῶν πρεσβείαις Σῶτερ, σῷζε τὸ ποίμνιόν σου. |
|
Ὑπομονὴν ἀγαθήν, αἱ Γυναικῶν ὁσίως, ἀθλητικῶς τε διαλάμψασαι, καὶ πίστει ἀσκήσασαι, ὑπακοῇ τὴν Εὔαν, τὸν τρώσαντα καθεῖλον. |
Νεκρώσιμον. |
|
Σὺ ὁ τὸν ᾍδην ἑλών, καὶ θάνατον πατήσας, τῷ σῷ θανάτῳ, οὓς μετέστησας, ἐν πίστει ἀνάπαυσον, καὶ Παραδείσου δεῖξον, οἰκήτορας οἰκτίρμον. |
Θεοτοκίον. |
|
Φλόγα τὴν βάτον πάλαι, μὴ πυρπολοῦσαν βλέπων, ὁ Νομοθέτης ἐδιδάσκετο, τὸν τύπον τοῦ τόκου σου, Θεοκυῆτορ μόνη, ἀεὶ εὐλογημένη. |
Κανὼν εἰς Κοιμηθέντας. Ἐν τῇ καμίνῳ Ἀβραμιαῖοι. |
|
Ὑπομονήν τε, καὶ καρτερίαν καὶ τὰ αἵματα, πάντων τῶν Μαρτύρων λύτρον, τῶν εὐσεβῶς μεταστάντων προσδεξάμενος, Σῶτερ ἀνάπαυσον, ὡς ἐλεήμων καὶ εὐδιάλλακτος. |
|
Συναριθμήσας, τοῖς πρωτοτόκοις καὶ δικαίοις τε, Σῶτερ τὰς ψυχὰς τῶν δούλων σου, τῶν πρὸς σὲ μεταστάντων καταξίωσον, ἀκαταπαύστως σοι, ἐντρυφᾷν τῷ τῶν ὅλων δεσπόζοντι. |
|
Μεʼ εὐφροσύνης, καὶ παῤῥησίας καὶ φαιδρότητος, Λόγε τοῦ Θεοῦ εὐδόκησον, ὡς Θεὸς ἐν νεφέλαις ὑπαντῆσαί σοι, οὓς προσελάβου σύ, ὡς ἐλεήμων καὶ πολυέλεος. |
Θεοτοκίον. |
|
Εὐλογημένη, Θεογεννῆτορ Μητροπάρθενε, χαῖρε· διὰ σοῦ γὰρ γέγονεν, ἀληθῶς τοῦ θανάτου ἡ καθαίρεσις, ζωὴ δὲ ἄλυπος, τοῖς τεθνεῶσι πᾶσι δεδώρηται. |
ᾨδὴ ηʹ. Ὁ Εἱρμός. |
Λυτρωτὰ τοῦ παντὸς παντοδύναμε, τοὺς ἐν μέσῳ φλογὸς εὐσεβήσαντας, συγκαταβὰς ἐδρόσισας, καὶ ἐδίδαξας μέλπειν· Πάντα τὰ ἔργα εὐλογεῖτε, ὑμνεῖτε τὸν Κύριον. |
Τροπάρια. |
|
Ἱεράρχαι Προφῆται καὶ Μάρτυρες, τὸν ἀγῶνα αὐτῶν ἐκτελέσαντες, ἱερωτάτης ἔτυχον, συναυλίας Ἀγγέλων, μεθʼ ὧν αἰτοῦσιν, ἱλασμὸν ἡμῖν πᾶσι καὶ ἔλεος. |
|
Λαμπρυνθέντες οἱ Ὅσιοι Πνεύματι, τῶν δαιμόνων τὸ σκότος ἠφάνισαν, μεθʼ ὧν Ἱερομάρτυρες, Ἱεράρχαι Προφῆται, σὺν τοῖς Δικαίοις, τοῖς ἀπὸ τοῦ αἰῶνος εὐφραίνονται. |
|
Ὁ τὸ πρὶν ἀφροσύνῃ καυχώμενος, ἐξαλείψειν τὴν γῆν καὶ τὴν θάλασσαν, ὑπὸ Γυναίων πάντοτε, συμπατεῖται ἀσκήσει τε, καὶ ἀθλήσει, ἐκλαμψάντων ἀκτῖσι τοῦ Πνεύματος. |
Νεκρώσιμον. |
|
Ὑπὲρ πάντων Χριστὲ δυσωποῦμέν σε, τῶν πιστῶς κοιμηθέντων, ὡς εὔσπλαγχνος, τούτους χοροῖς ἀρίθμησον, σῳζομένων ἀπαύστως, ἀναβοῶντας· Εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον. |
Θεοτοκίον. |
|
Συμπαθείας τῆς σῆς με ἀξίωσον, συμπαθέστατον Λόγον κυήσασα, Θεογεννῆτορ Πάναγνε, καὶ βοῶντά με σῶσον· Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον. |
Κανὼν εἰς Κοιμηθέντας. Χεῖρας ἐκπετάσας Δανιήλ. |
|
Μαρτύρων δεξάμενος λιτάς, καὶ τὸ τὴν συμπάθειαν, πρὸς ὁμόφυλον, ψυχὰς ἀνάπαυσον Δέσποτα, τῶν ἐν πίστει κοιμηθέντων τῇ σῇ, τὰς ἁμαρτίας παρορῶν, τούτων βοώντων σοι· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον. |
|
Νεκρὸς μετʼ ἀνόμων λογισθείς, νεκροῖς ἐπήγασας, ζωὴν ἀθάνατον, τοὺς μεταστάντας οὖν Δέσποτα, ἐπʼ ἐλπίδι ἀναστάσεως, τῆς Βασιλείας σου τυχεῖν, Σῶτερ ἀξίωσον, σοὶ βοῶντας· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον. |
|
Ἡ ὄντως ἀέναος πηγή, καὶ ἀδαπάνητος, ἐν οὐρανίαις σκηναῖς, τοὺς τελευτήσαντας δούλους σου, καὶ τὸν βίον τὸν φθειρόμενον, ἀπολιπόντας εὐμενῶς, Σῶτερ ὑπόδεξαι, σοὶ βοῶντας· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον. |
Θεοτοκίον. |
|
Μόνη σὺ ἐφάνης ἐπὶ γῆς, Παρθένος ἄχραντος, καὶ Μήτηρ ἄφθορος· Θεὸν γὰρ τέτοκας Δέσποινα, ὑπὲρ λόγον καὶ διάνοιαν, καὶ τὴν αἰώνιον ζωήν, θνητοῖς ἐπήγασας· ὅθεν πάντες, σὲ εὐλογοῦμεν Μαρία Θεόνυμφε. |
ᾨδὴ θʹ. Ὁ Εἱρμός. |
Εὕα μὲν τῷ τῆς παρακοῆς νοσήματι, τὴν κατάραν εἰσῳκίσατο, σὺ δὲ Παρθένε Θεοτόκε, τῷ τῆς κυοφορίας βλαστήματι, τῷ κόσμῳ τὴν εὐλογίαν ἐξήνθησας. Ὅθεν σε πάντες μεγαλύνομεν. |
Τροπάρια. |
|
Ἰδόντες τὰς θείας δωρεὰς οἱ Μάρτυρες, τὰ γέρα κομισάμενοι, τὰ τῶν μεγίστων αὐτῶν πόνων, ἀγάλλονται Χριστὸν μεγαλύνοντες, τὸν τούτους ἀληθῶς μεγαλύναντα, καὶ νικηφόρους ἀναδείξαντα. |
|
Ὡς ἱεραρχήσαντες λαοῦ προέστητε, Ἱεράρχαι θεῖοι κήρυκες, ὡς λαμπρυνθέντες τῇ ἀσκήσει, Ἡλίου τηλαυγέστερον Ὅσιοι, ἐλάμψατε πιστοὺς καταυγάζοντες, ἔργων μεγάλων ἐπιδείξεσι. |
|
Σὺν Ἱερομάρτυσιν ὁμοῦ καὶ Μάρτυσι, καὶ Προφήταις μακαρίσωμεν, πάντας Ὁσίους καὶ Δικαίους, καὶ Γύναια λαμπρῶς ἀριστεύσαντα. Αὐτῶν Χριστὲ βοῶντες δεήσεσι, ῥῦσαι γεέννης τὰς ψυχὰς ἡμῶν. |
Νεκρώσιμον. |
|
Ἧς κατηξιώθησαν χαρᾶς οἱ Ἅγιοι, οἱ καλῶς σε θεραπεύσαντες, ταύτης Χριστὲ τοὺς μεταστάντας, ἐν πίστει τῇ εἰς σὲ καταξίωσον, τὰ τούτων παρορῶν ἁμαρτήματα, διὰ τὸ πλούσιόν σου ἔλεος. |
Θεοτοκίον. |
|
Φανεῖσα τῶν ἄνω Χερουβεὶμ Πανάμωμε, ἀνωτέρα ὡς βαστάσασα, τὸν συνοχέα τῶν ἁπάντων, ἀνώτερον τὸν νοῦν μου ἀπέργασαι, παθῶν τῶν τῆς σαρκὸς δυναμοῦσά με, τὸ τοῦ Δεσπότου πράττειν θέλημα. |
Κανὼν εἰς Κοιμηθέντας. Εὕα μὲν τῷ τῆς παρακοῆς. |
|
Ἔδωκας τοῖς ὄντως Ἀθληταῖς καὶ Μάρτυσι, παῤῥησίαν ἱκετεύειν σε· δὸς οὖν τοῖς πίστει κοιμηθεῖσι, τὴν θείαν διʼ αὐτῶν ἀπολύτρωσιν, ἐν τόπῳ σκηνῆς ἁγίας σου Κύριε, κατασκηνῶσαι χαριζόμενος. |
|
Νεύματι τῷ δημιουργικῷ ὁ σύμπαντα, συμφερόντως ἐργαζόμενος, ζώντων ὁ ἔχων ἐξουσίαν, θανόντων κυριεύων ὡς εὔσπλαγχνος, κατάταξον οὓς μετέστησας δούλους σου, ἐπὶ ὑδάτων ἀναπαύσεως. |
|
Ὁ φύσει ὑπάρχων ἀγαθὸς ὁ πλούσιος, ἐν ἐλέει καὶ χρηστότητι, ῥῦσαι ἐκ σκότους ἐξωτέρου, τοὺς ἐπικεκλημένους σὸν ὄνομα, ἐκ πίστεως δικαιώσας καὶ χάριτι, τούτους λαμπρύνας ὡς φιλάνθρωπος. |
Θεοτοκίον. |
|
Σύμβολα Πανάμωμε τῆς σῆς γεννήσεως, οἱ προφῆται προεκήρυξαν, ἄλλοθεν ἄλλος παραδόξως, σοὶ τὰς προσηγορίας ἁρμόζοντες· ζωὴν γὰρ τοῖς ἐν τῷ ᾍδῃ γεγέννηκας, κράτος θανάτου διαλύσασαν. |
Ἀπόστιχα τῶν Αἴνων. |
Μαρτυρικά. Ἦχος δʹ. |
|
Ἀγγέλων συμμέτοχοι, γεγόνατε ἅγιοι Μάρτυρες, ἐν σταδίῳ τὸν Χριστὸν ἀνδρείως κηρύξαντες· πάντα γὰρ τὰ ἐν κόσμῳ κατελίπατε τερπνά, ὡς ἀνύπαρκτα, τὴν πίστιν δὲ ὡς ἄγκυραν ἀσφαλῆ ἐκρατήσατε· ὅθεν καὶ τὴν πλάνην, ἀπελάσαντες, πηγάζετε τοῖς πιστοῖς ἰαμάτων χαρίσματα, ἀπαύστως πρεσβεύοντες, σωθῆναι τὰς ψυχὰς ἡμῶν. |
|
Πῶς ὑμῶν μὴ θαυμάσωμεν, τοὺς ἀγῶνας, ἅγιοι Μάρτυρες; ὅτι σῶμα θνητὸν περικείμενοι, τοὺς ἀσωμάτους ἐχθροὺς ἐτροπώσασθε; οὐκ ἐφόβησαν ὑμᾶς τῶν τυράννων αἱ ἀπειλαί, οὐ κατέπτηξαν ὑμᾶς τῶν βασάνων αἱ προσβολαί, ὄντως ἀξίως παρὰ Χριστοῦ ἐδοξάσθητε, καὶ ταῖς ψυχαὶς ἡμῶν αἰτεῖσθε τὸ μέγα ἔλεος. |
|
Τίμιος ὁ θάνατος, τῶν Ἁγίων σου Κύριε· ξίφεσι γὰρ καὶ πυρί, καὶ ψύχει συντετριμμένοι, ἐξέχεαν τὸ αἷμα αὐτῶν, ἐλπίδα ἔχοντες εἰς σέ, ἀπολαβεῖν τοῦ καμάτου τὸν μισθόν, ὑπέμειναν καὶ ἔλαβον, παρὰ σοῦ Σωτὴρ τὸ μέγα ἔλεος. |
Νεκρώσιμον. |
|
Εἰς τὴν κατάπαυσίν σου Κύριε, ὅπου πάντες οἱ ἅγιοί σου ἀναπαύονται, ἀνάπαυσον τὰς ψυχὰς τῶν δούλων σου, ὅτι μόνος ὑπάρχεις ἀθάνατος. |
Δόξα. Νεκρώσιμον. |
|
Ποῦ ἐστιν ἡ τοῦ κόσμου προσπάθεια; ποῦ ἐστιν ἡ τῶν προσκαίρων φαντασία; ποῦ ἐστιν ὁ χρυσὸς καὶ ὁ ἄργυρος; ποῦ ἐστι τῶν οἰκετῶν ἡ πλημμύρα καὶ ὁ θόρυβος; πάντα κόνις, πάντα τέφρα, πάντα σκιά. Ἀλλὰ δεῦτε βοήσωμεν τῷ ἀθανάτῳ Βασιλεῖ. Κύριε, τῶν αἰωνίων σου ἀγαθῶν ἀξίωσον, τοὺς μεταστάντας ἐξ ἡμῶν, καὶ ἀνάπαυσον αὐτούς, ἐν τῇ ἀγήρῳ μακαριότητι. |
Καὶ νῦν. Θεοτοκίον. |
|
Ἡ μόνη ἁγνὴ καὶ ἄχραντος Παρθένος, ἡ Θεὸν ἀφράστως κυήσασα, πρέσβευε τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν. |
Εἰ δέ ἐστιν, Ἀλληλούϊα, λέγομεν τὰ ἀνωτέρω Μαρτυρικὰ εἰς τοὺς Αἴνους, Ἀπόστιχα δὲ ταῦτα. |
Ἦχος δʹ. Ἔδωκας σημείωσιν. |
|
Ὄντως φοβερώτατον, τὸ τοῦ θανάτου μυστήριον! Πῶς ψυχὴ ἐκ τοῦ σώματος, βιαίως χωρίζεται, ἐκ τῆς ἁρμονίας, καὶ τῆς συμφυΐας ὁ φυσικώτατος δεσμός, θείῳ βουλήματι ἀποτέμνεται; Διό σε ἱκετεύομεν, τοὺς μεταστάντας ἀνάπαυσον, ἐν σκηναῖς τῶν δικαίων σου, ζωοδότα φιλάνθρωπε. |
Στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου, Κύριε. |
|
Ὕπνος ἀναδέδεικται, τῶν πιστευόντων ὁ θάνατος, σοῦ τεθέντος ἐν μνήματι, τοῦ πάντων δεσπόζοντος, καὶ τὸ τοῦ θανάτου, κράτος λελυκότος, καὶ καταργήσαντος αὐτοῦ, τὴν δυναστείαν τὴν πολυχρόνιον. Διό σε ἱκετεύομεν, τοὺς μεταστάντας κατάταξον, ἐν σκηναῖς τῶν ἁγίων σου, ἐν μοναῖς ἀκηράτοις σου. |
Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται. |
|
Σὺ δικαιοσύνη τε, ἁγιασμὸς ἡμῖν γέγονας, καὶ ψυχῶν ἀπολύτρωσις. Πατρὶ γὰρ προσήγαγες, δεδικαιωμένους, καὶ λελυτρωμένους, ἀναδεξάμενος ἡμῖν, τὸ ὀφειλόμενον ἐπιτίμιον. Καὶ νῦν ἐκδυσωποῦμέν σε, τοὺς μεταστάντας ἀνάπαυσον, ἐν χαρᾷ καὶ φαιδρότητι, εὐεργέτα Σωτὴρ ἡμῶν. |
Στίχ. Καὶ τὸ μνημόσυνον αὐτῶν εἰς γενεὰν καὶ γενεάν. |
|
Γένος τὸ ἀνθρώπινον, πρὸς ἀφθαρσίαν ἀνώλεθρον, ἐκ φθορᾶς ἀνακέκληται, λουσάμενον αἵματι, τῷ ἐκ τῆς πλευρᾶς σου, Σῶτερ κενωθέντι, ἐν ᾧ ἀπέπλυνας ἡμᾶς, τῆς παραβάσεως τοῦ Προπάτορος. Διό σε ἱκετεύομεν, τοὺς μεταστάντας ἀνάπαυσον, ἐν σκηναῖς αἰωνίοις σου, ἐν χοροῖς τῶν Μαρτύρων σου. |
Δόξα· καὶ νῦν. Θεοτοκίον. |
|
Ῥήσεσιν ἑπόμενοι, τῶν θεηγόρων Πανάμωμε, Θεοτόκον φρονοῦμέν σε· Θεὸν γὰρ ἐγέννησας, σεσωματωμένον, ἀπερινοήτως, τὸν λυτρωσάμενον ἡμᾶς, δεδουλωμένους τοῖς παραπτώμασιν, ὃν καὶ νῦν ἐκδυσώπησον, τοὺς μεταστάντας οἰκέτας σου, ταῖς οἰκείαις ἐλλάμψεσι, καταυγάσαι Πανάχραντε. |
__________ |
ΕΝ Τῌ ΛΕΙΤΟΥΡΓΙᾼ |
Οἱ Μακαρισμοί. Ἦχος δʹ. |
|
Διὰ ξύλου ὁ Ἀδάμ, Παραδείσου γέγονεν ἄποικος, διὰ ξύλου δὲ Σταυροῦ, ὁ Λῃστὴς Παράδεισον ᾤκησεν· ὁ μὲν γὰρ γευσάμενος, ἐντολὴν ἠθέτησε τοῦ ποιήσαντος, ὁ δὲ συσταυρούμενος, Θεὸν ὡμολόγησε τὸν κρυπτόμενον. Μνήσθητί μου βοῶν, ἐν τῇ Βασιλείᾳ σου. |
|
Πυρπολούμενοι Χριστοῦ, τῇ ἀγάπῃ ἅγιοι Μάρτυρες, δυσσεβείας τὴν πυράν, δροσισμῷ ἀγώνων ἐσβέσατε, καὶ λύχνοι πολύφωτοι, Ἐκκλησίας ὤφθητε ἀπελαύνοντες, τὸ σκότος ἐν χάριτι, τῶν νόσων καὶ θλίψεων τῶν ψυχῶν ἡμῶν· ὅθεν χρεωστικῶς πάντες ὑμᾶς σέβομεν. |
|
Ἱεράρχαι ἱεροί, Προφητῶν ἐνθέων κατάλογος, καὶ Ὁσίων οἱ χοροί, καὶ Γυναικῶν ἁγίων ὁμήγυρις, Θεὸν θεραπεύσαντες, ἐναρέτοις πράξεσιν, ἐδοξάσθησαν. Αὐτοὺς μακαρίσωμεν, ταῖς τούτων δεήσεσι δυσωποῦντες τυχεῖν, τῆς αἰωνίου δόξης τε καὶ λαμπρότητος. |
Μαρτυρικόν. |
|
Ἔνθα λάμπει σου τὸ φῶς, ἔνθα χοροὶ Ἁγίων αὐλίζονται, οὗ ἀπέδρα στεναγμός, καὶ ὀδύνη τάξον τοὺς δούλους σου, τοὺς προτελευτήσαντας, καὶ λιπόντας βίον τὸν πολυώδυνον, ὑμνεῖν σου τὴν ἄφατον, Σωτὴρ ἀγαθότητα, παριδὼν αὐτῶν, τὰ πλημμελήματα, ἅπερ διεπράξαντο. |
Δόξα. |
|
Ἡ ἀχώριστος Τριάς, ἡ ἐν Πατρὶ Υἱῷ καὶ ἐν Πνεύματι, ἑνουμένη ὁλικῶς, καὶ μὴ συγχεομένη ταῖς ἰδιότησι, Μονὰς Τρισυπόστατε, τοὺς θανέντας πίστει ἐν σοὶ ἀνάπαυσον, λιταῖς τῶν Ἁγίων σου, Μαρτύρων, Ὁσίων τε, καὶ σεπτῶν Προφητῶν, νέμουσα ἱλασμόν, τούτοις καὶ συγχώρησιν. |
Καὶ νῦν. Θεοτοκίον. |
|
Ὂν ἐγέννησε Πατήρ, πρὸ ἑωσφόρου Λόγον συνέλαβες, καὶ ἐκύησας σαρκί, γεγονότα ἄνθρωπον τέλειον, δυσὶ γνωριζόμενον, ἐνεργείαις Ἄχραντε καὶ θελήσεσιν· αὐτὸν οὖν ἱκέτευε, ὡς κτίστην καὶ Κύριον, οἰκτειρῆσαι ἡμᾶς, τοὺς σὲ ὑμνοῦντας Κόρη θεονύμφευτε. |
ΤΕΛΟΣ ΤΟΥ ΤΕΤΑΡΤΟΥ ΗΧΟΥ |
Πανηγυριστής, καὶ χορευτὴς ὤν, φέρεις |
Τέταρτον εὖχος μουσικωτάτῃ κρίσει. |
Σὺ τοὺς χορευτὰς δεξιούμενος πλάττεις, |
Φωνὰς βραβεύεις, καὶ κροτῶν ἐν κυμβάλοις. |
Σὲ τὸν Τέταρτον Ἦχον, ὡς εὐφωνίας |
Πλήρη, χορευτῶν εὐλογοῦσι τὰ στίφη. |