×

Τῌ ΚΥΡΙΑΚῌ ΕΣΠΕΡΑΣ

Εἰς τό, Κύριε, ἐκέκραξα, Προσόμοια.

Στιχηρὰ Δεσποτικά.

Ἦχος πλ. αʹ. Χαίροις ἀσκητικῶν.

Οἴμοι τῷ παροργίσαντί σε, τὸν ἐλεήμονα Θεόν μου καὶ Κύριον! ποσάκις ἐπηγγειλάμην, μετανοῆσαι Χριστέ, καὶ ψευδὴς εὑρέθην ὁ ἀνόητος! Τὸ πρὶν τοῦ Βαπτίσματος, κατεῤῥύπωσα ἔνδυμα, τῶν συνθηκῶν τε, τῶν πρὸς σέ μου ἠλόγησα, καὶ τὸ δεύτερον, πάλιν τοῦτο ἐπάγγελμα, ὃ σοὶ καθωμολόγησα, Ἀγγέλων ἐνώπιον, καὶ τῶν ἀνθρώπων τὸ σχῆμα, τὸ πένθιμον ἐνδυόμενος, εἰμὶ ἀθετήσας, λοιπὸν Σῶτερ μὴ εἰς τέλος, ἀφῇς ὀλέσθαι με.

Ποίαν ἀπολογίαν ψυχή, ἔχεις ἀθλία ἐν ἡμέρᾳ τῆς κρίσεως; ἢ τίς σε τῆς καταδίκης, τοῦ αἰωνίου πυρός, καὶ πασῶν βασάνων ἐξαιρήσεται; οὐδεὶς εἰμὴ σὺ σαυτῇ, ἱλεώσῃ τὸν εὔσπλαγχνον, τὰς ἀθεμίτους, καταλείψασα πράξεις σου, καὶ θεάρεστον, κτησαμένη βιότευσιν, κλαίουσα καθʼ ἑκάστην σου, τὰ ἄπειρα σφάλματα, ἅπερ καθʼ ὥραν προσπταίεις, ἔργῳ καὶ λόγῳ ἐννοίᾳ τε, Χριστὸν αἰτουμένη, παρασχεῖν σοι τὴν τελείαν, τούτων συγχώρησιν.

Μή μου κατακρατείτω Σωτήρ, τῆς ἁμαρτίας ἡ συνήθεια ἕλκουσα, μηδέ μου κυριευέτω, δαίμων ἀεὶ πολεμῶν, καὶ καταφερέτω πρὸς τὸ θέλημα, αὐτοῦ, ἀλλʼ ἐξάρπασον, τῆς αὐτοῦ δεσποτείας με, καὶ τυραννίδος, καὶ ζοφώδους κολάσεως, καὶ βασιλεύων ἐν ἐμοὶ σὺ φιλάνθρωπε, ὅλον τε σὸν γενέσθαι με, καὶ ζῇν καταξίωσον, κατὰ τὸ θέλημα Λόγε, τὸ σὸν καὶ ἔχειν ἀνάπαυσιν, ἐν σοὶ καὶ εὑρεῖν με, ἱλασμὸν καὶ σωτηρίαν, καὶ μέγα ἔλεος.

Ἕτερα Στιχηρά. Τῶν Ἀσωμάτων. Ὅμοια.

Λύμη με τῶν παθῶν τυραννεῖ, καὶ τῆς καρδίας μου τὰς κόρας ἐζόφωσε, καὶ βλέπειν οὐ σθένω ὅλως, τὰς σωτηρίους ὁδούς, προϊὼν πλανῶμαι, καὶ κρημνίζομαι, δεινῶς εἰς τὰ βάραθρα, τὰ τοῦ ᾍδου Ἀρχάγγελοι, τῶν δὲ θαυμάτων, τῶν ὑμῶν μιμνησκόμενος, θεραπεύομαι, ἀπὸ πάσης τῆς νόσου μου, ἴδοιμι τὴν εὐμένειαν, ὑμῶν νῦν ταχύτατα, σπεύσατε σβέσαι τὴν φλόγα, τὴν τῶν παθῶν μου πανσέβαστοι, πρὸς φῶς ὁδηγοῦντες, σωτηρίας με καὶ λύσιν, κακῶν μοι νέμοντες.

Ἔσχε τὸν τῆς εὐκλείας βαθμόν, τῆς καθʼ ὑμᾶς ὁ πονηρός, Ἀρχιστράτηγοι, ὁ πρῴην ὡς Ἑωσφόρος, συνανατέλλων ὑμῖν, ἀλλʼ ἐκ πονηρίας ὁ ἀντίπαλος, εἰς γῆν κατενήνεκται, καὶ τῷ σκότει ζεζόφωται, καὶ σὺν αὐτῷ με, καταῤῥάξαι ἐπείγεται, τιμηθέντα με, τῇ εἰκόνι τοῦ πλάσαντος, ὅμως εἰ καὶ προπέπτωκα, Χριστός με ἀνέστησε· φάνητε οὖν μοι προστάται, καὶ προμηθεῖς καὶ ἐπίκουροι, σοφοὶ τῷ ἀθλίῳ, σωτηρίαν μοι αἰτοῦντες, καὶ μέγα ἔλεος.

Ἔδει με κατʼ εἰκόνα Θεοῦ, γεγενημένον καὶ ὑμῖν συναρίθμιον, μηδʼ ὅλως καθυποκῦψαι, τῷ πονηρῷ φεῦ! ἐχθρῷ, ἀλλὰ συμβουλίᾳ τοῦ ἀλάστορος, ὑμᾶς οὐκ ἐζήλωσα, ἐντολὴν δὲ ἠθέτησα, καὶ ἐκπέπτωκα, τῆς τιμῆς τοῦ ποιήσαντος, Ἀρχιστράτηγοι, καὶ δουλείᾳ καθέλκομαι, ὅμως περιπαρέντα με, τοῖς πάθεσι βλέποντες, δότε μοι χεῖρα πρὸς τρίβον, τὴν ἀνωτάτω με φέρουσαν, τυχεῖν σωτηρίας, ἐξαιτοῦντές μοι καὶ κάλλους, ἀρχαίαν εὔκλειαν.

Δόξα· καὶ νῦν. Θεοτοκίον. Ὅμοιον.

Λάμψον τὸν φωτισμόν σου ἐμοί, τῷ ἐν τῷ σκότει τῶν δεινῶν ἐνυπάρχοντι, τὸ φέγγος τῆς ἀληθείας, ἡ συλλαβοῦσα Θεόν, καὶ σαρκὶ τεκοῦσα Μητροπάρθενε, βυθοῦ ἀπογνώσεως, διὰ τάχους ἀνάγαγε, καὶ ἐπὶ πέτραν, ἀσφαλοῦς βιοτεύσεως, ἐπιστήριξον, τῆς ψυχῆς μου τὰ βήματα, δίκασον τοὺς ἀπαύστως με, πολεμοῦντας δαίμονας, παῦσον τὸν πόνον ἐν τάχει, τῆς ταλαιπώρου καρδίας μου, ἐλπὶς τῶν περάτων, ἡ τῷ κόσμῳ δωρουμένη, τὸ μέγα ἔλεος.

Εἰς τὸν Στίχον.

Ἀπόστιχα Στιχηρά. Ἦχος πλ. αʹ. Κατανυκτικά.

Κύριε, ἁμαρτάνων οὐ παύομαι, φιλανθρωπίας ἀξιούμενος, οὐ γινώσκω, νίκησόν μου τὴν πώρωσιν, μόνε ἀγαθέ, καὶ ἐλέησόν με.

Στίχ. Πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς μου τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Ἰδοὺ ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν Κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς Κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς.

Κύριε, καὶ τὸν φόβον σου πτοοῦμαι, καὶ τὸ πονηρὸν ποιεῖν οὐ παύομαι, τίς ἐν δικαστηρίῳ τὸν δικαστὴν οὐ πτοεῖται; ἢ τίς ἰαθῆναι βουλόμενος, τὸν ἰατρὸν παροργίζει ὡς κᾀγώ; Μακρόθυμε Κύριε, ἐπὶ τῇ ἀσθενείᾳ μου σπλαγχνίσθητι, καὶ ἐλέησόν με.

Στίχ. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως, ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν. Τὸ ὄνειδος τοῖς εὐθηνοῦσι, καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις.

Μαρτυρικόν.

Τῶν ἐπιγείων ἁπάντων, καταφρονήσαντες, καὶ τῶν βασάνων ἀνδρείως κατατολμήσαντες, τῶν μακαρίων ἐλπίδων οὐκ ἠστοχήσατε, ἀλλʼ οὐρανῶν Βασιλείας κληρονόμοι γεγόνατε, πανεύφημοι Μάρτυρες, ἔχοντες παῤῥησίαν πρὸς τὸν φιλάνθρωπον Θεόν, τῷ κόσμῳ τὴν εἰρήνην αἰτήσασθε, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Δόξα· καὶ νῦν. Θεοτοκίον.

Φοβερὸν καὶ παράδοξον, καὶ μέγα τὸ μυστήριον! ὁ ἀχώρητος ἐν γαστρὶ ἐχωρήθη, καὶ ἡ μήτηρ μετὰ τὸν τόκον Παρθένος πάλιν διέμεινε. Θεὸν γὰρ ἐγέννησεν, ἐξ αὐτῆς σαρκωθέντα. Αὐτῷ βοήσωμεν, αὐτῷ τὸν ὕμνον εἴπωμεν, σὺν Ἀγγέλοις ἀναμέλποντες· Ἅγιος εἶ Χριστὸς ὁ Θεός, ὁ διʼ ἡμᾶς ἐνανθρωπήσας δόξα σοι.

__________

Τῌ ΔΕΥΤΕΡᾼ ΠΡΩΪ

ΕΝ Τῼ ΟΡΘΡῼ

Μετὰ τὴν αʹ Στιχολογίαν, Καθίσματα.

Κατανυκτικά. Ἦχος πλ. αʹ.

Κριτοῦ καθεζομένου, καὶ Ἀγγέλων ἑστώτων, σάλπιγγος ἠχούσης, καὶ φλογὸς καιομένης, τί ποιήσεις ψυχή μου, ἀπαγομένη εἰς κρίσιν; τότε γὰρ τὰ δεινά σου παρίστανται, τὰ κρυπτά σου ἐλέγχονται ἐγκλήματα· διὸ πρὸ τέλους βόησον, ὁ Θεὸς ἱλάσθητί μοι, καὶ σῶσόν με.

Ψυχή, τὰ ὧδε πρόσκαιρα, τὰ δὲ ἐκεῖ αἰώνια, ὁρῶ τὸ δικαστήριον, καὶ ἐπὶ θρόνου τὸν Κριτήν, καὶ τρέμω τὴν ἀπόφασιν, λοιπὸν σπουδῇ ἐπίστρεψον, ἡ κρίσις ἀσυγχώρητος.

Δόξα· καὶ νῦν. Θεοτοκίον.

Τὸν συνάναρχον Λόγον.

Ἡ θερμὴ προστασία καὶ ἀπροσμάχητος, ἡ ἐλπὶς ἡ βεβαία καὶ ἀκαταίσχυντος, τεῖχος καὶ σκέπη καὶ λιμὴν τῶν προστρεχόντων σοι, Ἀειπάρθενε ἁγνή, τὸν Υἱὸν σου καὶ Θεόν, ἱκέτευε σὺν Ἀγγέλοις, εἰρήνην δοῦναι τῷ κόσμῳ, καὶ σωτηρίαν καὶ μέγα ἔλεος.

Μετὰ τὴν βʹ Στιχολογίαν, ἕτερα Καθίσματα.

Πάντες ἀγρυπνήσωμεν, καὶ Χριστῷ ὑπαντήσωμεν, μετὰ πλήθους ἐλαίου, καὶ λαμπάδων φαεινῶν, ὅπως τοῦ νυμφῶνος ἔνδον ἀξιωθῶμεν· ὁ γὰρ τῆς θύρας ἔξω φθανόμενος, ἄπρακτα τῷ Θεῷ κέκραγεν· Ἐλέησόν με.

Ἐν κλίνῃ κατακείμενος, ἁμαρτημάτων πολλῶν, συλῶμαι τὴν ἐλπίδα τῆς σωτηρίας μου· ὁ γὰρ ὕπνος τῆς ἐμῆς ῥαθυμίας, προξενεῖ μου τῇ ψυχῇ τιμωρίαν, ἀλλὰ σὺ ὁ Θεός, ὁ τεχθεὶς ἐκ Παρθένου, διέγειρόν με πρὸς τὴν σὴν ὑμνῳδίαν, ἵνα δοξάζω σε.

Δόξα· καὶ νῦν. Θεοτοκίον.

Ἁγιωτέρα τῶν Χερουβείμ, ὑψηλοτέρα τῶν οὐρανῶν Πανύμνητε, Θεοτόκον σε ἐν ἀληθείᾳ ὁμολογοῦντες, ἔχομεν ἁμαρτωλοὶ προστασίαν, καὶ εὑρίσκομεν ἐν πειρασμοῖς σωτηρίαν· διὸ μὴ παύσῃ πρεσβεύουσα ὑπὲρ ἡμῶν, κραταίωμα καὶ καταφυγὴ τῶν ψυχῶν ἡμῶν.

Μετὰ τὴν γʹ Στιχολογίαν, ἕτερα Καθίσματα.

Τὸν συνάναρχον Λόγον.

Τὸ κριτήριον τρέμω τὸ φοβερώτατον, καὶ Κριτοῦ τὴν δικαίαν φρίττω ἀπόφασιν· ἡ συνείδησις καὶ γὰρ ἀεὶ ἐλέγχει με, τῇ ἀμελείᾳ δὲ συζών, ἀπορῶ καὶ δειλιῶ, πρεσβείαις ὑμῶν ἁγίαις, ἐκλυτρώσασθε τοῦ πυρός με, οἱ τοὺς πιστοὺς φρουροῦντες Ἀρχάγγελοι.

Μαρτυρικόν.

Λάμπει σήμερον ἡ μνήμη τῶν Ἀθλοφόρων· ἔχει γὰρ καὶ οὐρανόθεν ἀπαύγασμα, ὁ χορὸς τῶν Ἀγγέλων πανηγυρίζει, καὶ τῶν ἀνθρώπων τὸ γένος συνεορτάζει· διὸ πρεσβεύουσι τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα· καὶ νῦν. Θεοτοκίον. Τὸν συνάναρχον Λόγον.

Γαβριήλ σοι τὸ χαῖρε τὸ ἐπουράνιον, ἐπὶ γῆς παραδόξως ἐναπεκόμισε· τὸν γὰρ Ἀγγέλων ποιητήν, ἐν σοὶ σαρκούμενον ὁρῶν, τὸ μελῴδημα χαρᾶς, ἀναμέλπει σοι σεμνή, βροτοὺς διʼ αὐτοῦ διδάσκων, ὡς σὺ μόνη χαρᾶς αἰτία, πᾶσιν ἀνθρώποις πεφανέρωσαι.

Κανὼν Κατανυκτικός.

Ἦχος πλ. αʹ. ᾨδὴ αʹ. Ὁ Εἱρμός.

ᾌσωμεν τῷ Κυρίῳ, τῷ ποιήσαντι θαυμαστὰ τέρατα, ἐν Ἐρυθρᾷ θαλάσσῃ, ᾠδὴν ἐπινίκιον, ὅτι δεδόξασται.

Τροπάρια.

Τὸν πολλαῖς ἀπάταις, ἐξελκόμενον καὶ δελεαζόμενον, Χριστὲ τοῦ ἀλλοτρίου, ἐπίστρεψον, οἴκτειρον, ὡς παντοδύναμος.

Ὁ τοῦ κωφοῦ τὰ ὦτα, διανοίξας Χριστέ, τῆς ψυχῆς μου δέομαι, κωφεύοντα τὰ ὦτα διάνοιξον, ὅπως σου, τοὺς λόγους ἐνωτισθῶ.

Μαρτυρικά.

Νεοφανεῖς ἀστέρες, χρηματίζοντες τοῦ Ἡλίου Μάρτυρες, τοῦ τῆς δικαιοσύνης, τὸ σκότος σκεδάζετε, τῶν καρδιῶν ἡμῶν.

Πεπυρωμένα βέλη, θείοις ἄνθραξι τοῦ ἁγίου Πνεύματος, οἱ Ἀθληταὶ δειχθέντες, τὰ βέλη συντρίβουσι, πάντα τοῦ ὄφεως.

Θεοτοκίον.

Πύλη τῆς θείας δόξης, μετανοίας μοι πύλας ἀναπέτασον, καὶ ἐκ πυλῶν τοῦ ᾍδου, ἐξάρπασον δέομαι, τὴν ταπεινήν μου ψυχήν.

Κανὼν τῶν Ἀσωμάτων.

Ἵππον καὶ ἀναβάτην.

Μύσται τῆς θεαρχίας, τῆς φωτοδότιδος, ὡς ταῖς ταύτης ἀκτῖσι, πρωτοφανῶς λαμπόμενοι, φωτὶ καταυγάζεσθαι, τὴν ψυχήν μου Ἄγγελοι, τὸν Δεσπότην καθικετεύσατε.

Ἔχοντες παῤῥησίαν, ὡς θρόνῳ τῷ ὑψηλῷ, παριστάμενοι πάντας, τοὺς εὐσεβῶς ὑμνοῦντας ὑμᾶς, κινδύνων λυτρώσασθε, πρωτοστάται τάξεως οὐρανίου, ὦ Ἀρχιστράτηγοι.

Θεοτοκίον.

Λέλυται ἡ κατάρα, ἡ λύπη πέπαυται· ἡ γὰρ εὐλογημένη, καὶ Κεχαριτωμένη πιστοῖς, χαρὰν ἐξανέτειλεν, εὐλογίαν πᾶσιν, ἀνθηφοροῦσα Χριστὸν τοῖς πέρασι.

ᾨδὴ γʹ. Ὁ Εἱρμός.

Ἐπὶ τὰ ἔθνη ὁ Θεὸς ἐβασίλευσεν, ὁ Θεὸς κάθηται ἐπὶ θρόνου ἁγίου αὐτοῦ, καὶ ψάλλομεν αὐτῷ συνετῶς, ὡς Βασιλεῖ καὶ Θεῷ.

Τροπάρια.

Σὺ ὁ μηδένα ἀπολέσθαι βουλόμενος, ἀγαθὲ Κύριε, ἀπολλύμενον οἴκτειρον, καὶ σῶσόν με ῥοπῇ, πανοικτίρμον τοῦ ἐλέους σου.

Ὅτι ἐν γνώσει καὶ ἀγνοίᾳ ἡμάρτηκά σοι, Χριστὲ Κύριε, τῷ πάντα γινώσκοντι, προσέρχομαι, προσπίπτω σοι, δέξαι με ὥσπερ τὸν Ἄσωτον.

Μαρτυρικά.

Ἵνα τὴν ζῶσαν ἁμαρτίαν νεκρώσητε, καὶ νεκρὸν Μάρτυρες, τὸν ἐχθρὸν ἀποδείξητε, νεκρώσεως σωμάτων, μακάριοι οὐκ ἐφροντίσατε.

Πεποικιλμένοι τοῖς παθήμασι Μάρτυρες, καὶ στολαῖς αἵμασι, βεβαμμέναις κοσμούμενοι, τῷ πάντων Βασιλεῖ, στεφηφόροι νῦν παρίστασθε.

Θεοτοκίον.

Παρθενομῆτορ ἡ Θεὸν σωματώσασα, τὰς φωνάς, πρόσδεξαι τῶν βοώντων σοι πάντοτε, καὶ λύτρωσαι ἡμᾶς, τῶν ποικίλων περιστάσεων.

Κανὼν τῶν Ἀσωμάτων. Ὁ πήξας ἐπʼ οὐδενός.

Ὁ λόγῳ τοὺς χορευτὰς τῶν ἄνω Δυνάμεων, σαφῶς ὑποστήσας, τὴν σὴν χρηστότητα, τὴν ἀπειροδύναμον δεικνύς, τούτων ταῖς προστασίαις, τὴν Ἐκκλησίαν σου στερέωσον, μόνε ἀγαθὲ καὶ φιλάνθρωπε.

Θεοτοκίον.

Σὺ Μήτηρ Θεοῦ ἀσυνδυάστως γεγένησαι, τοῦ τοὺς Ἀσωμάτους χοροὺς φωτίζοντος, μίαν θεαρχίαν ἐν τρισί, μέλπειν ἀκαταπαύστως, ἁγιασμοῖς καὶ κυριότησιν, ἄχραντε Παρθένε πανύμνητε.

ᾨδὴ δʹ. Ὁ Εἱρμός.

Τὰ ἔργα τῆς οἰκονομίας σου Κύριε, ἐξέστησαν τὸν προφήτην Ἀββακούμ· ἐξῆλθες γὰρ εἰς σωτηρίαν λαοῦ σου, τοῦ σῶσαι τοὺς χριστούς σου ἐλήλυθας.

Τροπάρια.

Τὰ ἔργα ἅπερ ἐν τῷ βίῳ ἐτέλεσα, ὑπάρχουσι χαλεπὰ καὶ πονηρά, ἐξ ὧν Χριστὲ ὁ Θεὸς λύτρωσαί με, μετάνοιαν γνησίαν παρέχων μοι.

Ἁπάσης ἐντολῆς σεπτῆς κατεφρόνησα, τὸν φόβον σου παρωσάμενος Χριστέ, καὶ δέδοικα τὸ ἀλάθητόν σου βῆμα, ἐν ᾧ μὴ κατακρίνῃς με εὔσπλαγχνε.

Μαρτυρικά.

Ἱμᾶσι πανταχόθεν ὄντως τεινόμενοι, καὶ μάστιξι δαπανώμενοι σφοδρῶς, καὶ ὄνυξι καταξεόμενοι Λόγε, οἱ Ἀθληταί σου πίστει ἠγάλλοντο.

Σαλεῦσαι Ἀθληταὶ ὑμᾶς θείας στάσεως, οὐκ ἴσχυσε παντελῶς ὁ πονηρός· διὸ πολλῶν σαλευομένων γενναῖοι, στηρίγματα ἐνθέως ἐδείχθητε.

Θεοτοκίον.

Σαρκοῦται ἐξ ἁγνῶν αἱμάτων σου Κύριος, μετάνοιαν τοῖς τιμῶσί σε διδοὺς Πανύμνητε, τῇ σῇ χρηστῇ μεσιτείᾳ, ὡς εὔσπλαγχνος καὶ μόνος φιλάνθρωπος.

Κανὼν τῶν Ἀσωμάτων. Τὴν θείαν ἐννοήσας.

Ἀγγέλων ὑποστήσας λαμπρότητας, θεουργικαῖς μαρμαρυγαῖς, ἀγαθοδότως ἐλάμπρυνας, ὡς δυνατὰς ἐν ἰσχύϊ, τὸν λόγον σου πληρῶσαι φιλάνθρωπε.

Γεώδη τῶν σωμάτων φρονήματα, ἀποβαλώμεθα πιστοί, τῇ πολιτείᾳ μιμούμενοι, τῶν Ἀσωμάτων τὰς τάξεις, καὶ νοῦν ἀναπτερώσωμεν πνεύματι.

Θεοτοκίον.

Γενοῦ μοι προστασία Πανάμωμε, καταφυγή τε καὶ λιμήν, παθῶν τὴν ζάλην διώκουσα, ἡ τὰς Ἀγγέλων χορείας, τῷ κάλλει ἀσυγκρίτως νικήσασα.

ᾨδὴ εʹ. Ὁ Εἱρμός.

Τὸ φῶς τὸ ἀληθινόν, Χριστὲ ὁ Θεός, πρὸς σὲ ὀρθρίζει τὸ πνεῦμά μου ἐκ νυκτός, ἐπίφανον ἐπʼ ἐμὲ τὸ πρόσωπόν σου.

Τροπάρια.

Ἀνάνηψον ψυχή, ἀνάνηψον ὕπνου, βαρέος τῆς ἐμῆς δεινῆς ἁμαρτίας, καὶ μετανοίας φωτὶ περιαυγάζου.

Νεώσωμεν τὴν ψυχήν, διʼ ἐμμελείας, καὶ κατανύξεως ὄμβροις ἀρδευθῶμεν, ὅπως βλαστήσωμεν μετανοίας στάχυν.

Μαρτυρικά.

Τοῖς ἄνθραξι στομωθέντες, τῆς ἀγάπης, οὐρανοχάλκευτα ξίφη Ἀθλοφόροι, ἐδείχθητε δυσμενῶν κόπτοντες στίφη.

Ἀδούλωτοι τῷ ἐχθρῷ, γεγενημένοι, κατεδουλώσατε τοῦτον Ἀθλοφόροι, καὶ γνήσιοι τοῦ Χριστοῦ ὤφθητε φίλοι.

Θεοτοκίον.

Παρθένε ἐν γυναιξίν, εὐλογημένη, τὰ σὰ ἐλέη παράσχου τῷ λαῷ σου· τοῦ Ἐλεήμονος γὰρ ἐδείχθης Μήτηρ.

Κανὼν τῶν Ἀσωμάτων. Ὁ ἀναβαλλόμενος.

Ἐπιπορευόμενοι, τῆς γῆς τὰ πέρατα, τὰς τοῦ Δεσπότου εὐεργεσίας, τοῖς πιστοῖς κομίζετε, καὶ περιφρουρεῖτε, πανένδοξοι Ἀρχάγγελοι.

Λόγῳ σου πειθόμενοι, Λόγε Θεοῦ καὶ Πατρός, τῆς οὐρανίου ταξιαρχίας, οἱ κλεινοὶ διάκοσμοι, τῷ τῆς σῆς λαμπάδος, φωτὶ περιαυγάζονται.

Θεοτοκίον.

Ὅλην μου τὴν ἔφεσιν, πρὸς σὲ μετάστησον, τῆς ὑπὲρ λόγον ἐπιθυμίας, γλυκασμὸν ἡ φέρουσα, τοῖς σὲ Θεοτόκον, ἁγνὴν ἐπιγινώσκουσι.

ᾨδὴ Ϛʹ. Ὁ Εἱρμός.

Τοῦ κήτους τὸν Προφήτην ἐλυτρώσω, ἐμὲ δὲ ἐκ βυθοῦ ἁμαρτημάτων, ἀνάγαγε Κύριε καὶ σῶσόν με.

Τροπάρια.

Οὐκ ἔστιν ἐν τῷ βίῳ ἁμαρτία, ἣν μόνος οὐκ ἐτέλεσα ὁ τάλας, μόνε ἀναμάρτητε, οἰκτείρησόν με.

Ἱστίῳ πτερωθῶμεν προθυμίας, καὶ σωτηρίου μετανοίας, ὅπως προφθάσαντες, ἅπαντες σωθείημεν.

Μαρτυρικά.

Κηρύκων, Ἀποστόλων καὶ Μαρτύρων, τοῖς ἄθλοις καταυγάζεται ἡ κτίσις, διʼ ὧν ἡμᾶς φώτισον φιλάνθρωπε.

Τὰ σκεύη, τὰ χωρήσαντα τὴν αἴγλην, τῆς θείας καὶ σεπτῆς φωτοδοσίας, τοὺς Μάρτυρας ἅπαντες τιμήσωμεν.

Θεοτοκίον.

Παρθένε τῶν πιστῶν ἡ προστασία, ῥυσθῆναι ἀπὸ πάσης ἁμαρτίας, δυσώπει τὸν Κύριον, τοὺς δούλους σου.

Κανὼν τῶν Ἀσωμάτων. Μαινομένην κλύδωνι.

Ἱερῶς κοσμούμενοι, τῶν Ἀγγέλων δῆμοι ἐκλεκτοί, φωτοδότοις λάμψεσι φαιδρύνονται, τὰς θεουργοὺς ἐκφαντορίας μιμούμενοι.

Θεοτοκίον.

Συνέλαβες Ἄχραντε, τὸν τῶν ὅλων κτίστην καὶ Θεόν, ὃν σὺν τρόμῳ βλέπουσι γηθόμενοι, πανευλαβῶς παρεστηκότες οἱ Ἄγγελοι.

ᾨδὴ ζʹ. Ὁ Εἱρμός.

Εὐλογητὸς εἶ ὁ Θεός, ὁ βλέπων ἀβύσσους, καὶ ἐπὶ θρόνου δόξης καθήμενος, ὁ ὑπερύμνητος, καὶ ὑπερένδοξος.

Τροπάρια.

Εὐλογητὸς εἶ ὁ Θεός, ὁ διʼ εὐσπλαγχνίαν, μετανοοῦντας πάντας δεχόμενος, ὁ ὑπερύμνητος, καὶ ὑπερένδοξος.

Ἴασαι εὔσπλαγχνε Σωτήρ, τὰ πολλὰ μου πάθη, ὁ τὴν ἐμὴν γινώσκων ἀσθένειαν, ὁ ὑπερύμνητος, καὶ ὑπερένδοξος.

Μαρτυρικά.

Ῥώμῃ τῇ θείᾳ κρατυνθείς, χορὸς Ἀθλοφόρων, τοὺς δυσμενεῖς βοῶν κατεπάλαισεν, ὁ ὑπερύμνητος, καὶ ὑπερένδοξος.

Ὁ ἐνισχύσας τοὺς σοφούς, Ἀθλοφόρους Λόγε, ὑπενεγκεῖν πολύπλοκα βάσανα, δεήσεσιν αὐτῶν, πάντας οἴκτειρον.

Θεοτοκίον.

Εὐλογητὸς εἶ ὁ Θεός, ὁ μήτραν Παρθένου, καθυποδὺς καὶ σώσας τὸν ἄνθρωπον, ὁ ὑπερύμνητος, καὶ ὑπερένδοξος.

Κανὼν τῶν Ἀσωμάτων. Ὁ ὑπερυψούμενος.

Τὴν ἀπειροδύναμον, ἀναφαίνων δύναμιν, ὑμᾶς Ἀρχιστράτηγοι, Χριστὸς ὑπεστήσατο, διδάξας ἀναμέλπειν, ὁ Θεὸς εὐλογητὸς εἶ.

Ὁ πληθὺν ἀμέτρητον, Ἀσωμάτων τάξεων, κοσμῶν ἀγαθότητι, πιστῶν τὰ συστήματα, ἀξίωσον ὑμνεῖν σε, ὁ Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.

Πάθεσι κλονούμενον, σύ με νῦν στερέωσον, ἡ πᾶσι πηγάσασα, πιστοῖς τὴν ἀπάθειαν, τοῖς πίστει μελῳδοῦσιν, ὁ Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ ηʹ. Ὁ Εἱρμός.

Τὸν Ποιητὴν τῆς κτίσεως, ὂν φρίττουσιν Ἄγγελοι, ὑμνεῖτε λαοί, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Τροπάρια.

Νεκρὸν ταῖς παραβάσεσι, γενόμενον Κύριε, ζώωσόν με, ἵνα σε δοξάζω, εἰς πάντας τοὺς αἰῶνας.

Λαμπρύνας μετανοίᾳ με, σκότους ἁμαρτίας ῥῦσαι Κύριε, ἵνα σε δοξάζω, εἰς πάντας τοὺς αἰῶνας.

Μαρτυρικά.

Οἱ ἀθλοφόροι Μάρτυρες, τὴν φλόγα τῆς πλάνης κατεπάτησαν, δρόσον οὐρανόθεν, λαβόντες παραδόξως.

Γῆ ὥσπερ πίων Ἅγιοι, στάχυν ἀληθῶς ἑκατοστεύοντα, τῷ ἀγωνοθέτῃ Χριστῷ καρποφορεῖτε.

Θεοτοκίον.

Ἐκ σοῦ Θεὸς ἀνέτειλε, καὶ θεογνωσίᾳ κατελάμπρυνε, τοὺς ἐσκοτισμένους, πανύμνητε Παρθένε.

Κανὼν τῶν Ἀσωμάτων. Σοὶ τῷ παντουργῷ.

Ἕλκει με τὰ νῦν, τοὺς τῶν Ἀγγέλων δήμους, ὑμνῆσαι τοῖς ᾄσμασι, καρδίας ἔφεσις, οἷς περ συμμέλπω. Τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Μύσται τῆς ἁπλῆς, καὶ τρισηλίου αἴγλης, σωθῆναι πρεσβεύσατε, τοὺς πίστει μέλποντας. Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.

Πύλη τοῦ φωτός, παρθενομῆτορ Κόρη, φωτί σου καταύγασον, τοὺς σοὶ προστρέχοντας· σὺ γὰρ ὑπάρχεις, ἐλπὶς καὶ προστασία, μόνη Παναγία, ἀεὶ εὐλογημένη.

ᾨδὴ θʹ. Ὁ Εἱρμός.

Σὲ τὴν μακαρίαν ἐν γυναιξί, καὶ εὐλογημένην ὑπὸ Θεοῦ, τῶν ἀνθρώπων τὸ γένος, ὕμνοις μεγαλύνομεν.

Τροπάρια.

Ἵλεως γενοῦ μοι Κύριε, ἄμετρα ἀφρόνως πταίσαντι, καὶ τῆς σῆς με Λόγε, Βασιλείας καταξίωσον.

Ὡς τοὺς Νινευΐτας ἔσωσας, πάλαι μεταγνόντας μόνε Σωτήρ, καὶ ἡμᾶς τοὺς ὑμνοῦντάς σε, σῶσον τῷ ἐλέει σου.

Μαρτυρικά.

Σάρκα παραδόντες πάσαις πληγαῖς, ἄπληγον ἐσώσατε ψυχήν, Ἀθλοφόροι Κυρίου, τῆς θείας δόξης μέτοχοι.

Ἡμεροφαεῖς ἀστέρες ἐν γῇ, πάντων καταυγάζοντες τὰς ψυχάς, Ἀθλοφόροι τοῦ πάντων, Κυρίου ἀνεδείχθητε.

Θεοτοκίον.

Φέρεις ὥσπερ θρόνος πύρινος, νεύματι τὸν πάντα φέροντα, καὶ θηλάζεις Παρθένε, τὸν πάντα διατρέφοντα.

Κανὼν τῶν Ἀσωμάτων. Ἠσαΐα χόρευε.

Τῶν ταγμάτων ἔξαρχοι, πεφυκότες τῶν Ἀγγελικῶν, φαιδρότατε Μιχαήλ, θεῖε Γαβριήλ, τῆς θείας σαρκώσεως, παναληθής, κήρυξ γεγονώς, πάντας φρουρήσατε, τοὺς ὑμνοῦντας ὑμᾶς ἔνδοξοι.

Ὁ πλουσίαις δόσεσιν, ὑπερχέων σοῦ τὸν θησαυρόν, ὁ τάξεις παραγαγών, τὰς Ἀγγελικάς, μεθʼ ὧν ἐλευσόμενος, οἷα κριτής, πάντων καὶ Θεός, φεῖσαί μου Δέσποτα, προσπεφευγότος τῷ ἐλέει σου.

Θεοτοκίον.

Νοερῶς Ἀρχάγγελοι, Ἐξουσίαι, θρόνοι Χερουβείμ, Δυνάμεις καὶ Σεραφείμ, Ἄγγελοι φαιδροί, Ἀρχαί, Κυριότητες, τῷ σῷ Υἱῷ, ἄχραντε σεμνή, τρόμῳ λατρεύουσι, Θεοτόκε παμμακάριστε.

Εἰς τὸν Στίχον τῶν Αἴνων.

Ἀπόστιχα Στιχηρά. Ἦχος πλ. αʹ. Κατανυκτικά.

Οἴμοι! τί ὡμοιώθην ἐγὼ τῇ ἀκάρπῳ συκῇ, καὶ πτοοῦμαι τὴν κατάραν, σὺν τῇ ἐκκοπῇ; ἀλλʼ ἐπουράνιε γεωργέ, Χριστὲ ὁ Θεός, τὴν χερσωθεῖσάν μου ψυχήν, καρποφόρον ἀνάδειξον, καὶ ὡς τὸν Ἄσωτον υἱὸν δέξαι με, καὶ ἐλέησόν με.

Στίχ. Ἐνεπλήσθημεν τὸ πρωΐ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ εὐφράνθημεν ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν· εὐφρανθείημεν ἀνθʼ ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν, ὧν εἴδομεν κακά. Καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν.

Τὰ πλήθη τῶν πταισμάτων μου, πάριδε Κύριε, ὁ ἐκ Παρθένου τεχθείς, καὶ πάσας ἐξάλειψον τὰς ἀνομίας μου, λογισμόν μοι παρέχων ἐπιστροφῆς, ὡς μόνος φιλάνθρωπος δέομαι, καὶ ἐλέησόν με.

Στίχ. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφʼ ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφʼ ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον.

Μαρτυρικόν.

Εὐλογημένος ὁ στρατός, τοῦ Βασιλέως τῶν οὐρανῶν· εἰ γὰρ καὶ γηγενεῖς ὑπῆρχον οἱ Ἀθλοφόροι, ἀλλὰ ἀγγελικὴν ἀξίαν ἔσπευδον φθάσαι, τῶν σωμάτων καταφρονήσαντες, καὶ διὰ τῶν παθημάτων, τῆς τῶν Ἀσωμάτων ἀξιωθέντες τιμῆς. Εὐχαῖς αὐτῶν Κύριε, κατάπεμψον ἡμῖν τὸ μέγα σου ἔλεος.

Δόξα· καὶ νῦν. Θεοτοκίον.

Παῦσον τὸν πόνον, τῆς πολυστενάκτου ψυχῆς μου, ἡ παύσασα πᾶν δάκρυον, ἀπὸ προσώπου τῆς γῆς· σὺ γὰρ βροτῶν τὰς ὀδύνας διώκεις, ἁμαρτωλῶν τὴν κατήφειαν λύεις. Σὲ πάντες κεκτήμεθα, ἐλπίδα καὶ στήριγμα, Παναγία Μητροπάρθενε.

__________

ΕΝ Τῌ ΛΕΙΤΟΥΡΓΙᾼ

Οἱ Μακαρισμοί. Ἦχος πλ. αʹ.

Ὁ λῃστὴς ἐν τῷ Σταυρῷ, Θεὸν εἶναί σε πιστεύσας Χριστέ, ὡμολόγησέ σε εἰλικρινῶς ἐκ καρδίας. Μνήσθητί μου Κύριε βοῶν, ἐν τῇ βασιλείᾳ σου.

Ψυχοφθόροι με λῃσταί, ὁδῷ τοῦ βίου συναντήσαντες, κατεπλήγωσάν με, ἀλλὰ τῇ σῇ εὐσπλαγχνίᾳ νῦν προστρέχων, ἴασαι Χριστέ, καὶ σῶσόν με δέομαι.

Ἐπουράνιοι χοροί, ὑμνολογοῦσί σε τὸν πάντων Θεόν, τούτων Δέσποτα ἱεραῖς μεσιτείαις, τὰ πολλά μου πάριδε κακά, καὶ σῶσόν με δέομαι.

Μαρτυρικόν.

Τῶν Ἀγγέλων τοῖς χοροῖς, συναριθμούμενοι Χριστοῦ Ἀθληταί, καὶ πληρούμενοι φωτισμοῦ ἀνεσπέρου, τὰ δυσώδη πάθη τῆς ἐμῆς, καρδίας μειώσατε.

Δόξα.

Μετὰ δόξης ὦ Τριάς, ταῖς τῶν Ἀγγέλων ὑμνουμένη φωναῖς, τὴν κεκακωμένην ἐκ τῶν δαιμόνων ψυχήν μου, σῷ ἐλέει ὅλην ὑγιῆ, ἀνάδειξον δέομαι.

Καὶ νῦν. Θεοτοκίον.

Ἡ διʼ Ἀγγέλου τὴν χαράν, ἐν τῇ νηδύϊ δεξαμένη Ἁγνή, σκυθρωπάζουσαν πονηραῖς ἐργασίαις, τὴν ψυχήν μου πλήρωσον χαρᾶς, πρὸς φῶς ὁδηγοῦσά με.