×

Τῌ ΔΕΥΤΕΡᾼ ΕΣΠΕΡΑΣ

Εἰς τό, Κύριε, ἐκέκραξα, Προσόμοια.

Στιχηρὰ Δεσποτικά.

Ἦχος πλ. αʹ. Χαίροις ἀσκητικῶν.

Λῦσόν μου τῆς καρδίας Σωτήρ, τὴν ἐκ δαιμόνων γενομένην μοι πώρωσιν, καὶ δός μοι δακρύων ὄμβρους, τῆς μετανοίας ὡς ἄν, τὰ πολλὰ θρηνήσω μου ἐγκλήματα, καὶ πᾶν τὸ ῥυπαῖνον, τὸν λογισμόν μου ῥυφθήσωμαι, καὶ τοῦ τῆς λήθης, σκοτασμοῦ λυτρωθήσωμαι, καὶ ἀρθήσωμαι, πρὸς καλῶν κατανόησιν, πρόσχες μοι καὶ εἰσάκουσον, ἱλάσθητι Κύριε, καὶ τὴν ἀθλίαν ψυχήν μου, τῶν τυραννούντων ἀπάλλαξον, παθῶν ὅπως εὕρω, ἐν σοὶ ἄνεσιν καὶ πράττω, τὰ σὰ θελήματα.

Χείλη μεμολυσμένα κινῶ, καὶ ῥυπαρὰς χεῖρας πρὸς σὲ Ὑπεράγαθε, καρδίαν συγκεχωσμένην, τοῖς πονηροῖς λογισμοῖς, ὀφθαλμοὺς τυφλώττων ὁ πανάθλιος, ψυχὴν περιφέρω, ἐσκοτισμένην τοῖς πάθεσι, καὶ ταῖς ἀτόποις, ἡδοναῖς ὁ παμβέβηλος συγκαλύπτομαι, καὶ οὐκ ἔχω ἀνάνευσιν, ἔκτεινον τὰς ἀχράντους σου, παλάμας φιλάνθρωπε, σῶσόν με Σῶτερ βοῶ σοι, καὶ μολυσμοῦ ἀποκάθαρον, πολλῶν ἐγκλημάτων, καὶ δεινῶν ἐπερχομένων, ὡς πολυεύσπλαγχνος.

Ψῦξον τοὺς ὀχετοὺς Ἰησοῦ, τοὺς θολερούς, καὶ τοὺς χειμάῤῥους ἀνάστειλον, καὶ ὄμβρους πολλῶν δακρύων, ἐν κατανύξει ψυχῆς, ἀγαθὲ παράσχου τῇ καρδίᾳ μου, ἰδοὺ ἀπεμάκρυνα, ἀπὸ σοῦ ὡς ὁ Ἄσωτος, καὶ ἐγυμνώθην, ἀπὸ πάσης θελήσεως, σῆς χρηστότητος, πολυέλεε Κύριε, ἥμαρτον μὴ παρίδῃς με, μὴ λάβῃ με τέλεον, ὥσπερ ὑπεύθυνον ὄντα, ὁ ἀλαζὼν καὶ παμπόνηρος, ἐχθρὸς ἀλλὰ τάχει, τῆς αὐτοῦ με τυραννίδος, Δέσποτα λύτρωσαι.

Ἕτερα Στιχηρά. Τοῦ Προδρόμου. Ὅμοια.

Ῥεῦμα σφοδρὸν καὶ πάνυ δεινόν, τῆς καταιγίδος τῶν παθῶν τῇ καρδίᾳ μου, ἐχύθη καὶ κατακλύζει, καὶ εἰς βυθὸν ζοφερόν, συνωθεῖ ἀτόπου ἀπογνώσεως, αὐτὸς ἀοράτῳ, ἐπιστασίᾳ σου φάνηθι, καὶ τῇ ἰσχύϊ, τῆς σεπτῆς συμπαθείας σου, τοῦτο ξήρανον, καὶ εἰς τέλος ἀφάνισον, ῥεῖθρά μοι παρεχόμενος, πλημμύρη ἀοίδιμε, τὰ καταρδεύοντα φρένας, καὶ νοῦν καὶ ἔννοιαν ἅπασαν, διʼ ὧν ἐκβλαστάνειν, ἱλασμὸν καὶ σωτηρίαν, δίδου μοι Πρόδρομε.

Ὅλην μου τὴν καρδίαν σοφέ, καὶ τὴν διάνοιαν ἐν σοὶ ἀνατέθεικα, γενοῦ μοι θερμὸς προστάτης, καὶ σωτηρίας ἐλπίς, βοηθὸς καὶ φύλαξ, καὶ κραταίωμα, φρουρός ἀσφαλέστατος, κυβερνήτης πανάριστος, λιμὴν καὶ τεῖχος, ἐκ κινδύνων ῥυόμενος, ἐξ ἐχθρῶν δεινῶν, ἀφαρπάζων με Πρόδρομε· ἔχεις γὰρ ἀπροσμάχητον, πρεσβείαν καὶ δύναμιν, ἔχεις παμμάκαρ ἀμέτρους, τοὺς οἰκτιρμοὺς καὶ συμπάθειαν, διʼ ὧν σκέπε φρούρει, διαφύλαττε διδούς μοι, τὸ μέγα ἔλεος.

Δός μοι κατατρυφῆσαι τῆς σῆς, εὐπρεπεστάτης, καὶ λαμπρᾶς ὡραιότητος, καθάρας τὸν ῥύπον πάντα, τῆς ἐμπαθοῦς βιοτῆς, διὰ μετανοίας καὶ δακρύων μου· καὶ γάρ σὺ ἐπίστασαι, τῆς ψυχῆς μου τὸν ἔρωτα, τὸν θεῖον πόθον, καὶ τὸ φίλτρον τὸ ἄμετρον, ὅπερ κέκτημαι, μεγαλύνων σε Πρόδρομε, πλήρωσόν μου τὴν ἔφεσιν, κἂν μέγα τὸ αἴτημα, κἂν ὑπερβαίνῃ τὰ μέτρα, τῆς ταλαιπώρου ἀξίας μου, Χριστὸν ἱκετεύων, τὸν παρέχοντα τῷ κόσμῳ, τὸ μέγα ἔλεος.

Δόξα· καὶ νῦν. Θεοτοκίον. Ὅμοιον.

Στῆσον τοὺς ποταμοὺς τῶν παθῶν, τῆς ἁμαρτίας μου τὸ πέλαγος ξήρανον, τῷ ῥείθρῳ τῆς σῆς πρεσβείας, καὶ πρὸς λιμένα Θεοῦ, θείων θελημάτων ἐγκαθόρμισον, ἐχθρούς καθʼ ἑκάστην, τοὺς τὴν ψυχήν μου ἐκθλίβοντας, καὶ ταῖς ἀτόποις, ἡδοναῖς ἐκταράττοντας, καταπόντισον, ἀπωλείας εἰς βάραθρα, πλήρωσον εὐφροσύνης καὶ χαρᾶς τὴν καρδίαν μου, λῦσον τὸ νέφος βοῶ σοι, τῆς ἀθυμίας μου Πάναγνε, Χριστὸν δυσωποῦσα, τὸν παρέχοντα, τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Εἰς τὸν Στίχον.

Ἀπόστιχα Στιχηρά. Ἦχος πλ. αʹ. Κατανυκτικά.

Κύριε, ἁμαρτάνων οὐ παύομαι, φιλανθρωπίας ἀξιούμενος, οὐ γινώσκω, νίκησόν μου τὴν πώρωσιν, μόνε ἀγαθέ, καὶ ἐλέησόν με.

Στίχ. Πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς μου τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Ἰδοὺ ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν Κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς Κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς.

Κύριε, καὶ τὸν φόβον σου πτοοῦμαι, καὶ τὸ πονηρὸν ποιεῖν οὐ παύομαι, τίς ἐν δικαστηρίῳ τὸν δικαστὴν οὐ πτοεῖται; ἢ τίς ἰαθῆναι βουλόμενος, τὸν ἰατρὸν παροργίζει ὡς κᾀγώ; Μακρόθυμε Κύριε, ἐπὶ τῇ ἀσθενείᾳ μου σπλαγχνίσθητι, καὶ ἐλέησόν με.

Στίχ. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως, ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν. Τὸ ὄνειδος τοῖς εὐθηνοῦσι, καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις.

Μαρτυρικόν.

Τὸν θυρεὸν τῆς πίστεως περιβαλλόμενοι, καὶ τῷ τύπῳ τοῦ Σταυροῦ, ἑαυτοὺς διαναστήσαντες, πρὸς τὰς βασάνους ἀνδρείως ἀπηυτομόλησαν, καὶ διαβόλου τὴν πλάνην καὶ τὸ θράσος κατήργησαν, οἱ Ἅγιοί σου Κύριε. Αὐτῶν ταῖς ἱκεσίαις, ὡς παντοδύναμος Θεός, τῷ κόσμῳ τὴν εἰρήνην κατάπεμψον, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Δόξα· καὶ νῦν. Θεοτοκίον.

Μακαρίζομέν σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος, τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν.

__________

Τῌ ΤΡΙΤῌ ΠΡΩΪ

ΕΝ Τῼ ΟΡΘΡῼ

Μετὰ τὴν αʹ Στιχολογίαν, Καθίσματα. Κατανυκτικά.

Ἦχος πλ. αʹ.

Κριτοῦ καθεζομένου, καὶ Ἀγγέλων ἑστώτων, σάλπιγγος ἠχούσης, καὶ φλογὸς καιομένης, τί ποιήσεις ψυχή μου, ἀπαγομένη εἰς κρίσιν; τότε γὰρ τὰ δεινά σου παρίστανται, τὰ κρυπτά σου ἐλέγχονται ἐγκλήματα· διὸ πρὸ τέλους βόησον, ὁ Θεὸς ἱλάσθητί μοι, καὶ σῶσόν με.

Ψυχή, τὰ ὧδε πρόσκαιρα, τὰ δὲ ἐκεῖ αἰώνια, ὁρῶ τὸ δικαστήριον, καὶ ἐπὶ θρόνου τὸν Κριτήν, καὶ τρέμω τὴν ἀπόφασιν, λοιπὸν σπουδῇ ἐπίστρεψον, ἡ κρίσις ἀσυγχώρητος.

Δόξα· καὶ νῦν. Θεοτοκίον. Τὸν συνάναρχον Λόγον.

Ἡ τὸ ἄνθος τὸ θεῖον, ῥίζα βλαστήσασα, κιβωτὲ καὶ λυχνία καὶ στάμνε πάγχρυσε, ἁγία τράπεζα Χριστόν, τὸν ἄρτον ζωῆς φέρουσα, ὡς Υἱόν σου καὶ Θεόν, ἐκδυσώπησον αὐτόν, σὺν τῷ ἁγίῳ Προδρόμῳ, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι, τοὺς Θεοτόκον ὁμολογοῦντάς σε.

Μετὰ τὴν βʹ Στιχολογίαν, ἕτερα Καθίσματα. Κατανυκτικά.

Θρήνησον ψυχή μου, τὴν ἑαυτῆς ῥαθυμίαν, θέλησον λοιπὸν πρὸ τελευτῆς ἐπιστρέψαι, θορύβων ἀπόστηθι βιωτικῶν, Θεῷ προσκολλήθητι τῷ ἀγαθῷ, καὶ σώσει σε, ὡς μόνος φιλάνθρωπος.

Τὸν συνάναρχον Λόγον.

Τὴν φωνὴν τοῦ Κυρίου τοῦ ἀρχιποίμενος, ἀκουσώμεθα πάντες οἱ ἁμαρτήσαντες· διʼ ἡμᾶς γὰρ ἐπὶ γῆς σαρκὶ ἐπέφανεν, εἰς μετάνοιαν καλῶν, τοὺς κατʼ ἐμὲ ἁμαρτωλούς, θαρσεῖτε καὶ μὴ θροεῖσθε· μικρὸς γάρ ἐστιν ὁ κόπος, ἀλλὰ γλυκεῖα ἡ ἀνταπόδοσις.

Δόξα· καὶ νῦν. Θεοτοκίον. Ὅμοιον.

Τὸ ἐξαίσιον θαῦμα τὸ τῆς συλλήψεως, καὶ ὁ ἄφραστος τρόπος ὁ τῆς κυήσεως, ἐν σοὶ ἐγνώσθη ἀληθῶς, ὦ Ἀειπάρθενε, καταπλήττει μου τὸν νοῦν, καὶ ἐξιστᾷ τὸν λογισμόν, ἡ δόξα σου Θεοτόκε, τοῖς πάσιν ἐφηπλωμένη, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Μετὰ τὴν γʹ Στιχολογίαν, ἕτερα Καθίσματα.

Τοῦ Προδρόμου. Τὸν συνάναρχον Λόγον.

Ἐλισάβετ στειρώσεως ἠλευθέρωται, ἡ Παρθένος δὲ πάλιν παρθένος ἔμεινεν, ὅτε φωνῇ τοῦ Γαβριὴλ γαστρὶ συνέλαβεν, ἀλλʼ ἐν νηδύϊ προσκιρτᾷ, τὸν ἐν γαστρὶ παρθενικῇ, Θεὸν προγνοὺς καὶ Δεσπότην, ὁ Πρόδρομος Ἰωάννης, εἰς σωτηρίαν ἡμῶν σαρκούμενον.

Μαρτυρικόν. Ὅμοιον.

Τῶν ἁγίων Μαρτύρων τὰ κατορθώματα, οὐρανῶν αἱ Δυνάμεις ὑπερεθαύμασαν, ὅτι ἐν σώματι θνητῷ, τὸν ἀσώματον ἐχθρόν, τῇ δυνάμει τοῦ Σταυροῦ, ἀγωνισάμενοι καλῶς, ἐνίκησαν ἀοράτως, καὶ πρεσβεύουσι τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα· καὶ νῦν. Θεοτοκίον.

Μήτηρ Θεοῦ Παναγία, τὸ τεῖχος τῶν Χριστιανῶν, ἐπιτάχυνον ῥῦσαι λαόν σου, συνήθως κραυγάζοντά σοι ἐκτενῶς. Ἀντιτάχθητι αἰσχροῖς, καὶ ἀλαζόσι λογισμοῖς, ἵνα βοῶμέν σοι· Χαῖρε Ἀειπάρθενε.

Κανὼν Κατανυκτικός.

Ἦχος πλ. αʹ. ᾨδὴ αʹ. Ὁ Εἱρμός.

Γῆν ἐφʼ ἣν οὐκ ἔλαμψεν, οὐκ εἶδεν ἥλιος ποτέ, ἄβυσσον, ἣν οὐχ ἑώρακε γυμνήν, τὸ κῦτος οὐρανοῦ, Ἰσραὴλ διώδευσεν ἁβρόχως Κύριε, καὶ εἰσήγαγες αὐτόν, εἰς ὄρος ἁγιάσματός σου, ᾄδοντα ψάλλοντα, ἐπινίκιον ᾠδήν.

Τροπάρια.

Ἱλασμόν μοι δώρησαι, τῶν πεπραγμένων μοι Σωτήρ, καὶ ἄνες μοι, πρὸ τοῦ ἔνθεν ἀπελθεῖν, κάθαρον πολλῆς, σηπεδόνος Κύριε, ὁ καθαρίσας λεπρούς, καὶ ἀξίωσον κᾀμὲ ἀμέμπτως παραστῆναί σοι, μέλλοντι ἔρχεσθαι, κρῖναι ζῶντας καὶ νεκρούς.

Λήμην ἣν περίκειμαι, τοῖς τῆς ψυχῆς μου ὀφθαλμοῖς, κωλύουσαν, μὴ ὁρᾷν σου τὰς αὐγάς, ἃς ἐπιφανείς, ἐφʼ ἡμᾶς ἐξήπλωσας, Ἥλιε ἄδυτε, ταύτην κάθαρον Σωτήρ, καὶ δίδου ἐνοπτρίζεσθαι, Κύριε εὔσπλαγχνε, τῶν χαρίτων σου τὸ φῶς.

Μαρτυρικά.

Ἄγρυπνοι γενόμενοι, τῶν προσταγμάτων τοῦ Χριστοῦ, φύλακες, ἐκοιμίσατε ἐχθροῦ κακίαν ἅπασαν, Ἀθληταὶ μακάριοι· διὸ βαρούμενον ὕπνῳ τῶν ἁμαρτιῶν, πρὸς μετανοίας δέομαι, θείαν ἐγρήγορσιν, διεγείρατε κᾀμέ.

Σαρκὶ συμπλεκόμενοι, τῷ πολεμήτορι ἐχθρῷ, Μάρτυρες, ἐτροπώσασθε αὐτὸν τῷ ὅπλῳ τοῦ Σταυροῦ, καὶ αἱμάτων ῥεύμασι κατεποντίσατε, καὶ στεφάνους ἐκ Θεοῦ, τῆς νίκης ἐκομίσασθε, ᾄδοντες ψάλλοντες, ἐπινίκιον ᾠδήν.

Θεοτοκίον.

Ῥῦσαι συνηθείας με, ἁγνὴ Παρθένε πονηρᾶς, στήριξον, ἐπὶ πέτραν ἐντολῶν, περιτρεπόμενον μεθοδείαις Δέσποινα, τοῦ παλαιοῦ πτερνιστοῦ, καὶ ἀξίωσον κᾀμέ, Χριστῷ εὐαρεστῆσαι καλῶς, ᾄδοντα ψάλλοντα, ἐπινίκιον ᾠδήν.

Κανὼν τοῦ Προδρόμου.

Ἵππον καὶ ἀναβάτην.

Βίον καθηγνισμένον, ζωήν τε ἄϋλον, ἐπεδείξω Προφῆτα, ἐν ὑλικῷ τῷ σώματι· διὸ δυσωποῦμέν σε, μιμητάς σου ἔργασαι, τοὺς ἐν πίστει σε μακαρίζοντας.

Ἄβυσσον καταδύσας, τῆς εὐσπλαγχνίας Χριστόν, ποταμίοις ἐν ῥείθροις, αὐτὸν δυσώπει Πρόδρομε, ξηράναι τὴν ἄβυσσον, τῶν κακῶν μου δέομαι, καὶ φωτίσαι μου τὴν διάνοιαν.

Πρόδρομε τοῦ Σωτῆρος, ἐκ μετανοίας μοι, ἀφορμὰς προξενούσας, κατάνυξιν δοθῆναί μοι, βορβόρου με πλύνουσαν, ἁμαρτίας αἴτησαι, τὸν φιλάνθρωπον ἱκετεύω σε.

Θεοτοκίον.

Τέτοκας ἀποῤῥήτως, ὠδίνων ἄνευθεν, ὃν Πατὴρ πρὸ αἰώνων, ἀῤῥεύστως ἀπεγέννησε, πανύμνητε Δέσποινα, ὃν δυσώπει σῴζεσθαι, ἀπὸ πάσης βλάβης, τοὺς σοὶ προστρέχοντας.

ᾨδὴ γʹ. Ὁ Εἱρμός.

Σαλευομένην τὴν καρδίαν μου Κύριε, τοῖς κύμασι τοῦ βίου στερέωσον, εἰς λιμένα εὔδιον, καθοδηγῶν ὡς Θεός.

Τροπάρια.

Μετανοεῖν σοι τῷ Θεῷ ἐπαγγέλλομαι, καὶ πάλιν ἁμαρτάνων τί γένωμαι; πῶς σοι ἐποφθήσωμαι, ἡνίκα κρίνῃς τὴν γῆν;

Ὅτι ἐν γνώσει καὶ ἀγνοίᾳ ἡμάρτηκα, τῷ πάντα γινώσκοντι προσέρχομαι, καὶ προσπίπτω σοι· δέξαι με ὥσπερ τὸν Ἄσωτον.

Μαρτυρικά.

Νενεκρωμένῳ λογισμῷ οἱ παράνομοι, τοὺς τὴν ζωὴν ποθοῦντας ᾐκίζοντο, νικηφόρους Μάρτυρας, ὁμολογοῦντας Χριστόν.

Χοροὶ Μαρτύρων τοῖς χοροῖς ἠριθμήθησαν, τῶν νοερῶν Ἀγγέλων ἰσάγγελοι, γεγονότες χάριτι, τοῦ θείου Πνεύματος.

Θεοτοκίον.

Τῆς μετανοίας πύλας νῦν μοι ὑπάνοιξον, πύλη φωτὸς Παρθένε καὶ εἴσοδον, τῶν παθῶν ἀπόκλεισον, τῆς ταπεινῆς μου ψυχῆς.

Κανὼν τοῦ Προδρόμου. Ὁ πήξας ἐπʼ οὐδενός.

Ἰάσεις τοῖς προσιοῦσι πίστει τῷ οἴκῳ σου, θαυμαστὲ προφῆτα πηγάζων πάντοτε, ἴασαι τὰ πάθη τῆς ἐμῆς, καρδίας δυσωπῶ σε, τὰ παναθλίως συμφυέντα μοι, ἐξ ἀπροσεξίας πανόλβιε.

Στενάζω καὶ ὀδυρμοῖς συνέχομαι πάντοτε, ἐννοῶν τὸ βῆμά σου τὸ ἀδέκαστον, μόνε δικαιότατε Κριτά, ἐν ᾧ με ἱκεσίαις, τοῦ Βαπτιστοῦ σου ἀκατάκριτον, Κύριε Θεὲ μου συντήρησον.

Τῆς νέας καὶ παλαιᾶς μεσίτης γενόμενος, μεσιτείαις θείαις ἔνδοξε Πρόδρομε, πεπαλαιωμένον με πολλαῖς, βοῶ σοι ἁμαρτίαις, τῇ μετανοίᾳ καινοποίησον, ὅπως ἐν αἰνέσει γεραίρω σε.

Θεοτοκίον.

Ἁγία Παρθενομῆτορ μόνη Πανύμνητε, ἐγκλημάτων μώμου ἡμᾶς ἀπάλλαξον, φώτισον ἡμῶν τὸν λογισμόν, ἁγίασον καρδίαν, καὶ αἰωνίου ἡμᾶς λύτρωσαι, πάντας καταδίκης δεόμεθα.

ᾨδὴ δʹ. Ὁ Εἱρμός.

Ἀκήκοα Κύριε, τὴν ἀκοήν σου καὶ ἐφοβήθην, κατενόησα τὴν οἰκονομίαν σου, καὶ ἐδόξασά σε, μόνε φιλάνθρωπε.

Τροπάρια.

Ῥημάτων σου Κύριε, καταφρονήσας φωταγωγούντων, σκότους ἔργα ἔπραξα, καὶ πτοοῦμαί σου, τὸ ἐκεῖθεν μέγα κριτήριον.

Ἱστίῳ πτερώσωμεν, ἐνθέου φόβου ψυχῆς τὸ σκάφος, πρὸς λιμένα τε μετανοίας φθάσωμεν, τῶν κακῶν φυγόντες τὰ κύματα.

Μαρτυρικά.

Σταλάζοντα Μάρτυρες γλυκασμόν, ὤφθητε θεῖα ὄρη, καὶ παράδεισος θεοφύτευτος, ζωῆς ξύλον, ἔχοντες τὸν Κύριον.

Τοξεύμασιν Ἅγιοι, ὑπομονῆς τε καὶ καρτερίας, κατεσφάξατε πολεμίους δαίμονας, καὶ στεφάνους δόξης ἐλάβετε.

Θεοτοκίον.

Ἡ πάναγνος Δέσποινα, ἁμαρτανόντων ἡ προστασία, τῶν πιπτόντων θεία ἐπανόρθωσις, ὡς Θεὸν τεκοῦσα δοξάζεται.

Κανὼν τοῦ Προδρόμου. Τὴν θείαν ἐννοήσας.

Τὰ ἄνω κατοικήσας βασίλεια, ὡς στρατιώτης ἀληθής, τοῦ Βασιλέως Χριστοῦ Βαπτιστά, αὐτὸν δυσώπει ἀπαύστως, λαὸν κατοικτειρῆσαι τιμῶντά σε.

Ἡγίασεν ἐκ μήτρας σε Κύριος, ὁ προειδὼς τὸ εὐγενές, τῆς σῆς καρδίας ἀοίδιμε, αὐτὸν ἱκέτευε πάντας, ἡμᾶς καθαγιάσαι δεόμεθα.

Νεκροῖς εὐηγγελίσω τὴν ἔλευσιν, τοῦ νεκρωθέντος διʼ ἡμᾶς, αὐτὸν ἱκέτευε Πρόδρομε, νενεκρωμένον ζωῶσαι, κᾀμὲ ταῖς ἁμαρτίαις καὶ σῶσαί με.

Δεσμοῖς προσομιλήσας μακάριε, καὶ φυλακαῖς διὰ Χριστόν, δεσμὰ κακῶν μου διάλυσον, καὶ τὰ σεπτά με φυλάττειν, προστάγματα δυνάμωσον δέομαι.

Θεοτοκίον.

Ἐλέησόν με μόνη Πανύμνητε, τὸν ἐλεήμονα Θεόν, ὑπερβολῇ ἀγαθότητος, ἀνερμηνεύτως τεκοῦσα, καὶ ῥῦσαι αἰωνίου κολάσεως.

ᾨδὴ εʹ. Ὁ Εἱρμός.

Τὴν τάλαιναν ψυχήν μου, νυκτομαχοῦσαν τῷ σκότει τῶν παθῶν, προφθάσας οἴκτειρον, καὶ λάμψον νοητὲ Ἥλιε, ἡμεροφαεῖς ἀκτῖνας ἐν ἐμοί, τοῦ διατμῆξαι τὴν νύκτα τὸ φῶς.

Τροπάρια.

Ἐξ ἔργων σωτηρία, ἐμοὶ οὐκ ἔστι· πολλὰ γὰρ ἐπὶ τῆς γῆς, ὁ τάλας ἥμαρτον, καὶ τρέμω τὸ φρικτὸν βῆμά σου, ὅτε κατακρῖναι μέλλεις ὁ Θεός, τοὺς παραβάτας τῶν σῶν ἐντολῶν.

Πῶς ἄφρων ἐγενόμην, πῶς ἐσκοτίσθην ποιῶν τὸ πονηρόν; πῶς οὐ συνῆκά σου τὸν φόβον; ἀλλʼ εἰς γῆν νένευκα, καὶ ἐξωμοιώθην κτήνεσι πολλοῖς; ἐπίστρεψόν με Θεὲ τοῦ παντός.

Μαρτυρικά.

Τὸ νέφος τῶν Μαρτύρων, διεσκέδασαν τὰ νέφη τῶν πικρῶν βασάνων, καὶ ηὔγασαν ἡμέραν ἀληθοῦς γνώσεως, καὶ πολυθεΐας ἔλυσαν ἀχλύν, καὶ πρὸς τὸ ἄδυτον ἔφθασαν φῶς.

Ἁγίασον τὸν νοῦν μου, ταῖς τῶν ἁγίων Μαρτύρων σου, Χριστὲ πρεσβείαις δέομαι, καὶ δεῖξον φωτισμοῦ ἔμπλεων, καὶ τῆς αἰωνίου δόξης κοινωνόν, ἵνα δοξάζων ὑμνῶ σε Σωτήρ.

Θεοτοκίον.

Θεὸν ἀῤῥήτῳ Λόγῳ, Παρθενομῆτορ ἐκύησας, ἡμῖν πᾶσι μετάνοιαν διδοῦντα, τοῖς πολλὰ πταίουσι, διὰ μεσιτείας σου τῆς ἀγαθῆς, καταφυγὴ τῶν πιστῶν καὶ λιμήν.

Κανὼν τοῦ Προδρόμου. Ὁ ἀναβαλλόμενος.

Τέτοκε στειρεύουσα γαστήρ σε Πρόδρομε, τὰς στειρευούσας καλῶν καρδίας, εὐτέκνους δεικνύοντα, ἐγκάρποις σου λόγοις· διό σε μακαρίζομεν.

Ἤνθησας ὡς εὔοσμον κρίνον ἀοίδιμε, ἐν ταῖς ἐρήμοις· διὸ βοῶ σοι. Τῆς ψυχῆς μου Πρόδρομε, πᾶσαν δυσωδίαν, κακίας ἀποδίωξον.

Νόμου μέσον ἕστηκας σοφὲ καὶ χάριτος, διὸ κραυγάζω· Τροπούμενόν με ἁμαρτίας Πρόδρομε, νόμῳ οἰκτειρῆσαι, τὸν Κύριον ἱκέτευε.

Θεοτοκίον.

Πύλη ἀδιόδευτε τῆς δόξης Ἄχραντε, διάνοιξόν μοι τῆς μετανοίας πύλας, προξενούσας μοι τὰς θείας εἰσόδους, καὶ τὴν ἐκεῖ κατάπαυσιν.

ᾨδὴ Ϛʹ. Ὁ Εἱρμός.

Ὡς τὸν Προφήτην τοῦ θηρός, ἐῤῥύσω Κύριε, κἀμὲ τοῦ βυθοῦ τῶν ἀκαθέκτων παθῶν, ἀνάγαγε δέομαι, ἵνα προσθήσω τοῦ ἐπιβλέψαι με, πρὸς Ναὸν τὸν ἅγιόν σου.

Τροπάρια.

Ἰδοὺ καιρὸς ἐπιστροφῆς, κᾀγὼ κατάκειμαι, ὕπτιος ἀεί, ἀναισθησίᾳ πολλῇ, κρατούμενος πάντοτε Λόγε, τὴν πώρωσιν τῆς καρδίας μου, διαλύσας ἐλέησόν με.

Στενάζοντα ὡς ποτέ, τὸν Τελώνην οἴκτειρον, οἰκτίρμον Χριστέ, καὶ ὡς τὴν Πόρνην θερμῶς, δακρύειν ἀξίωσον, ἵνα ἐκπλύνω κᾀγὼ τὸν βόρβορον, τῶν πολλῶν μου ἐγκλημάτων.

Μαρτυρικά.

Μεγαλομάρτυρες Χριστοῦ, μεγάλως πταίσαντα, μεγάλης φλογὸς τῆς ἐν γεέννῃ ἐκεῖ, μενούσης με ῥύσασθε, ἵνα μεγάλως κᾀγὼ πανένδοξοι, τὴν ὑμῶν δοξάζω μνήμην.

Ἀγωνισάμενοι καλῶς, λαμπρῶς ἐστέφθησαν οἱ Ἀθληταί σου, ζωαρχικῇ δεξιᾷ, ὦ Θεὲ καὶ Κύριε· διὸ τούτων σεπταῖς παρακλήσεσι, σῶσον πάντα τὸν λαόν σου.

Θεοτοκίον.

Θεοχαρίτωτε σκηνή, τοῦ ἁγιάσματος σεπτὴ κιβωτέ, λυχνία θείου φωτός, ἄρτου ζωῆς τράπεζα, Λόγου παλάτιον ἔμψυχον, οἶκον Πνεύματός με δεῖξον.

Κανὼν τοῦ Προδρόμου. Μαινομένην κλύδωνι.

Ἀποῤῥήτοις λάμψεσι, διαλάμπων Πρόδρομε Χριστοῦ, ἐνεργεῖ πρεσβείᾳ σου καταύγασον, τὰς καρδίας τῶν εὐσεβῶς ἀνυμνούντων σε.

Ῥαθυμίας ὕπνῳ με, συσχεθέντα Πρόδρομε Χριστοῦ, καταυγάσας χάριτι διέγειρον, τοῦ προθύμως τὰ θεῖα πράττειν θελήματα.

Ἀπὸ πάσης θλίψεως, ἐναντίας λύτρωσαι ἡμᾶς, τοὺς προστάτην θεῖόν σε πλουτήσαντας, καὶ πρεσβευτὴν πρὸς τὸν Δεσπότην μακάριε.

Θεοτοκίον.

Καταιγὶς χειμάζει με, ἁμαρτίας Ἄχραντε ἁγνή, σπεῦσον ἐξελέσθαι με εἰσάγουσα, μετανοίας πρὸς τοὺς λιμένας Πανάμωμε.

ᾨδὴ ζʹ. Ὁ Εἱρμός.

Πυρὸς σβεστήριον, τῶν παίδων ἡ προσευχή, δροσίζουσα κάμινον, κήρυξ τοῦ θαύματος μὴ φλογίζουσα, μηδὲ συγκαίουσα, τοὺς ὑμνολόγους Θεοῦ, τῶν Πατέρων ἡμῶν.

Τροπάρια.

Τὰς ἀνομίας μου, τὰς ἀδικίας μου Σωτήρ, τὰ ἄπειρα πταίσματα, Χριστὲ συγχώρησον, καὶ μελλούσης με ῥῦσαι κολάσεως, διὰ τὸ πλῆθος τῶν σῶν οἰκτιρμῶν.

Ὥσπερ ὁ Ἄσωτος, κατεδαπάνησα νῦν, τὸν πλοῦτον ὃν εἴληφα, καὶ λιμῷ φθείρομαι, ὑστερούμενος ἐνθέου βρώσεως, μετανοοῦντα Σωτήρ, δέξαι καὶ σῶσόν με.

Μαρτυρικά.

Νεκρὸν εἰργάσασθε, τὸν πολεμοῦντα ἐχθρόν, τὰ μέλη νεκρούμενοι, πολλαῖς κολάσεσιν, ἀξιάγαστοι Κυρίου Μάρτυρες· διὸ οἱ πιστοὶ εὐσεβῶς, εὐφημοῦμεν ὑμᾶς.

Δαιμόνων φάλαγγας, τυράννων πᾶσαν πληθύν, τοξεύμασι Μάρτυρες, ἐτραυματίσατε, καρτερίας τε καὶ γενναιότητος, καὶ πρὸς ζωὴν ἀληθῆ, μετετέθητε νῦν.

Θεοτοκίον.

Λιμὴν σωτήριος, ἐδείχθης πᾶσιν Ἁγνή, παθῶν τὸ κλυδώνιον καταπραΰνουσα, πρὸς γαλήνην τε πάντας μετάγουσα, τῆς μετανοίας σεμνή, τοὺς ἐν γῇ ταπεινούς.

Κανὼν τοῦ Προδρόμου. Ὁ ὑπερυψούμενος.

Λόγοις δυσωποῦμέν σε, τὸν τοῦ Λόγου Πρόδρομον, Πατρῴαν ὡς ἔλυσας, φωνὴν ἐν τῷ τίκτεσθαι, διάλυσον τοὺς βρόχους, τῶν ἡμῶν ἁμαρτημάτων.

Ἥλιε πολύφωτε, λάμψον μετανοίας μοι, σωτήριον ἔλλαμψιν, καὶ σκότους με λύτρωσαι παθῶν παρενοχλουντων, τὴν ζοφώδη μου καρδίαν.

Στεῖραν ψυχὴν κέκτημαι, καὶ καρδίαν ἄτεκνον, στείρας θεῖον βλάστημα, καρποὺς μετανοίας με, βλαστάνειν ἐκδυσώπει, Βαπτιστὰ Χριστοῦ ἀπαύστως.

Τριαδικόν.

Ἴσον τῷ Γεννήτορι, τὸν Υἱὸν δοξάζομεν, καὶ Πνεῦμα τὸ ἅγιον, Τριάδα ἀχώριστον, ἐνθέως μελῳδοῦντες, ὁ Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.

Θέον ἀπεκύησας, παιδίον Πανάμωμε, Χριστὸν τὴν ἀνάπλασιν, ἡμῶν ἐργαζόμενον, τῶν πεπαλαιωμένων, τῇ ἀρχαίᾳ παραβάσει.

ᾨδὴ ηʹ. Ὁ Εἱρμός.

Ἀγγέλων σύστημα, ἀνθρώπων σύλλογος, τὸν Βασιλέα καὶ Κτίστην τοῦ παντός, Ἱερεῖς ὑμνεῖτε, εὐλογεῖτε Λευῖται, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Τροπάρια.

Ἰδοὺ προσῴζεσαν, καὶ κατεσάπησαν, οἱ τῆς ψυχῆς μου μώλωπες Χριστέ, καὶ ταλαιπωρήσας, κατεκάμφθην διόλου, φαρμάκοις μετανοίας, Σωτὴρ ἰάτρευσόν με.

Δολίως ὄφις με, ὁ πονηρότατος, ἀποσυλήσας, ἐπλήρωσε κακῶν, καὶ στενάζων κράζω· Μὴ ἀπώσῃ με Λόγε, τὸν κατακεκριμένον, καὶ τεταπεινωμένον.

Μαρτυρικά.

Οὐ παρετράπητε, κρείττονος στάσεως, τοὺς τοῦ Σταυροῦ δέ, Πανεύφημοι ἐχθρούς, τοὺς ὑποσκελίζειν, ὑμᾶς ὑπολαβόντας, ἐπτώσατε τελείως, σοφοὶ ἀνατραπέντας.

Ὑμᾶς πανεύφημοι, Κυρίου Μάρτυρες, οὐ πῦρ, οὐ ξίφος, οὐ θῆρες, οὐ λιμός, οὐ τροχὸς μερίζων, οὐδὲ βάσανος ἄλλη, κατίσχυσε χωρίσαι, Θεοῦ τοῦ φιλανθρώπου.

Θεοτοκίον.

Ἀγγέλών καύχημα, βροτῶν διάσωσμα, ἐγγυητής μου γενοῦ, Μῆτερ Θεοῦ, ὅπως ἐπιστρέψω, καὶ κομίσωμαι λύσιν, τῶν προημαρτημένων, ἐν γνώσει καὶ ἀγνοίᾳ.

Κανὼν τοῦ Προδρόμου. Σοὶ τῷ παντουργῷ.

Δῆμον προχοαῖς, ταῖς Ἰορδάνου λούεις, κηρύττων μετάνοιαν, μέγιστε Πρόδρομε· ὅθεν βοῶ σοι· Τὰ τῶν παθῶν μου ῥεῖθρα, ξήρανον πηγὰς μοι, δακρύων ἐπιπέμπων.

Ἔντρομος γενοῦ, ἐννοουμένη ὅλη, ψυχὴ τὸ κριτήριον, τοῦ Παντοκράτορος, κράζουσα· οἰκτίρμον, διὰ τοῦ Βαπτιστοῦ σου, οἴκτειρόν με σῶσον, καὶ τῶν βασάνων ῥῦσαι.

Χείλη ῥυπαρά, καὶ μολυνθεῖσαν γλῶσσαν, κινῶ σοι πρὸς δέησιν, ἅγιε Πρόδρομε, σπεῦσον ἐν τάχει, βοήθει μοι παντοίαις, προσβολαῖς τοῦ πλάνου, ἀπαύστως κλονουμένῳ.

Τριαδικόν.

Ὄμβρισον ἡμῖν, Πάτερ Υἱὲ καὶ Πνεῦμα, Τριὰς ὁμοούσιε, πταισμάτων ἄφεσιν, ὅπως τυχόντες, παντελοῦς σωτηρίας, σὲ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.

Ὕψωσας ἡμᾶς, τῷ ὑψηλῷ σου τόκῳ, βαράθρων συμπτώσεως, θεοχαρίτωτε· ὅθεν φωναῖς σε, χαριστηρίοις πίστει, Κόρη ἀνυμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θʹ. Ὁ Εἱρμός.

Ὅτι ἐποίησέ σοι μεγαλεῖα ὁ δυνατός, Παρθένον ἀναδείξας σε, Ἁγνὴν μετὰ τὴν κύησιν, ὡς τεκοῦσαν ἀσπόρως, τὸν ἑαυτῆς ποιητήν· διό σε Θεοτόκε μεγαλύνομεν.

Τροπάρια.

Ἴνα σου μεγαλύνω τὸ μακρόθυμον δυνατέ, μακροθύμησον ἔτι ἐπʼ ἐμοί, καὶ μὴ ἐκκόψῃς με, ὡς τὴν ἄκαρπον Λόγε συκῆν, κραυγάζω σοι, ὅπως τῆς μετανοίας, καρπούς προσφέρω σοι.

Ὡς φοβερὸς σὺ μόνε κραταιὲ καὶ δυνατέ! καὶ τίς σου ὑποστήσεται τὴν φοβερὰν ἀπειλήν, ὅταν μέλλῃς εἰς κρίσιν αὐτὸς καθέζεσθαι; ἐν ᾗ συντήρησόν με ἀκατάκριτον.

Μαρτυρικά.

Σωμάτων ἀλγηδόνας ἀλγηδόσι θείαις ὑμῶν, ἐξαίρετε Κυρίου Ἀθληταί· διὸ ἰάσασθε, τῆς ψυχῆς μου τὰ πάθη χαλεπώτατα, ἰατῆρες ὡς ὄντες ἐμπειρότατοι.

Ἡλιακῶν ἀκτίνων ἐξαστράπτει πλέον ὑμῶν, ἡ θήκη τῶν λειψάνων, τὰς αὐγάς, τῆς θείας χάριτος, καὶ λαμπρύνει καρδίας, καὶ καταυγάζει ψυχάς, τῶν πίστει Ἀθλοφόροι εὐφημούντων ὑμᾶς.

Θεοτοκίον.

Φωτοειδὴς νεφέλη προηγουμένη νέου λαοῦ, πρὸς γῆν ἐπαγγελίας ἀληθῶς, θεοχαρίτωτε ἀνεδείχθης, καὶ πύλη εἰσάγουσα πρὸς ζωήν· διό σε Θεοτόκε μεγαλύνομεν.

Κανὼν τοῦ Προδρόμου. Ἠσαΐα χόρευε.

Ἰδοὺ ἡ εὐπρέπεια, τοῦ σοῦ οἴκου, οἷα οὐρανός, γνωρίζεται ἐπὶ γῆς, Πρόδρομε Χριστοῦ, ἐν ᾧ ἀφικόμενος, ἀγλαΐαις θείαις φρυκτωρεῖς, τοὺς καθʼ ἑκάστην σε, νῦν ἐν τούτῳ, μακαρίζοντας.

Ὡς ὑπάρχων γνήσιος, τοῦ Δεσπότου, φίλος Βαπτιστά, φιλεῖν με τοῦτον εὐθείᾳ, γνώμῃ ἀκλινεῖ, παμμάκαρ καρδίωσον, καὶ τὰ πάθη τὰ φθοροποιά, ἀποβδελύττεσθαι, συνωθοῦντα πρὸς ἀπώλειαν.

Σὺ οὐκ ἔφυς κάλαμος, ἐναντίοις, πνεύμασι σοφέ, κλονούμενος, ἀλλʼ ἡμῶν, θεῖος στηριγμός, καὶ ἄσειστον ἔρεισμα, Ἐκκλησίας, ἣν ταῖς σαῖς εὐχαῖς, τήρει ἀκλόνητον, ἀποπαύων ἄπαν σκάνδαλον.

Ἡ τοῦ Κτίστου ἔλευσις, ἐπὶ θύραις, τί οὖν πενθεῖς, σαυτὴν ἀθλία ψυχή, ζῶσα ἀμελῶς; ἀνάνηψον βόησον, τῷ Κυρίῳ. Φεῖσαί μου Σωτήρ, ταῖς παρακλήσεσι, τοῦ Προδρόμου ὡς φιλάνθρωπος.

Θεοτοκίον.

Φωτοφόρον ὄχημα, τοῦ Ἡλίου, ὤφθης ἀληθῶς, τοῦ λάμψαντος ἐκ τῶν σῶν, ἄχραντε ἁγνή, λαγόνων καὶ λύσαντος, τῆς ἀπάτης σκότος χαλεπόν· ὅθεν ἐν πίστει σε, κατὰ χρέος μεγαλύνομεν.

Εἰς τὸν Στίχον τῶν Αἴνων.

Ἀπόστιχα Στιχηρά. Ἦχος πλ. αʹ. Κατανυκτικά.

Οἴμοι! τί ὡμοιώθην ἐγὼ τῇ ἀκάρπῳ συκῇ, καὶ πτοοῦμαι τὴν κατάραν, σὺν τῇ ἐκκοπῇ; ἀλλʼ ἐπουράνιε γεωργέ, Χριστὲ ὁ Θεός, τὴν χερσωθεῖσάν μου ψυχήν, καρποφόρον ἀνάδειξον, καὶ ὡς τὸν Ἄσωτον υἱὸν δέξαι με, καὶ ἐλέησόν με.

Στίχ. Ἐνεπλήσθημεν τὸ πρωΐ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ εὐφράνθημεν ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν· εὐφρανθείημεν ἀνθʼ ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν, ὧν εἴδομεν κακά. Καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν.

Τὰ πλήθη τῶν πταισμάτων μου, πάριδε Κύριε, ὁ ἐκ Παρθένου τεχθείς, καὶ πάσας ἐξάλειψον τὰς ἀνομίας μου, λογισμόν μοι παρέχων ἐπιστροφῆς, ὡς μόνος φιλάνθρωπος δέομαι, καὶ ἐλέησόν με.

Στίχ. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφʼ ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφʼ ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον.

Μαρτυρικόν.

Οἱ ἅγιοι Μάρτυρες, ἐπὶ τῆς γῆς ἠγωνίσαντο, τῷ ἀέρι ἐνεκαρτέρησαν, τῷ πυρὶ παρεδόθησαν, τὸ ὕδωρ αὐτοὺς ὑπεδέξατο, ἐκείνων ἐστὶν ἡ φωνή. Διήλθομεν διὰ πυρός καὶ ὕδατος, καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν. ταῖς πρεσβείαις αὐτῶν, ὁ Θεὸς ἐλέησον ἡμᾶς.

Δόξα· καὶ νῦν. Θεοτοκίον.

Ἡ ἐλπὶς τῶν ἀπηλπισμένων, ἡ ζωὴ τῶν ἀπεγνωσμένων, ἡ ἀντίληψις τῶν εἰς σὲ προστρεχόντων, ἁγία Δέσποινα Θεοτόκε Παρθένε, τὴν βοήθειάν σου κατάπεμψον ἡμῖν.

__________

ΕΝ Τῌ ΛΕΙΤΟΥΡΓΙᾼ

Οἱ Μακαρισμοί. Ἦχος πλ. αʹ.

Ὁ λῃστὴς ἐν τῷ Σταυρῷ, Θεὸν εἶναί σε πιστεύσας Χριστέ, ὡμολόγησέ σε εἰλικρινῶς ἐκ καρδίας. Μνήσθητί μου Κύριε βοῶν, ἐν τῇ βασιλείᾳ σου.

Ὡς ἐδικαίωσας Χριστέ, τὴν Πόρνην κλαύσασαν ἐξ ὅλης ψυχῆς, οὕτω Δέσποτα, καὶ ἐμὲ ἀπογνόντα, ἀπὸ πάσης ῥῦσαι ἀγαθέ, κολάσεως δέομαι.

Τὸν προδραμόντα τοῦ Χριστοῦ, καὶ ἑτοιμάσαντα ὁδοὺς ἀγαθάς, μακαρίσωμεν Ἰωάννην συμφώνως, ὅπως τούτου θείαις προσευχαῖς, πταισμάτων ῥυσθείημεν.

Μαρτυρικόν.

Οἱ τὸ ποτήριον Χριστοῦ, πιόντες Μάρτυρες προθύμῳ ψυχῇ, θολερῶν ἡμᾶς ἁμαρτημάτων καὶ νόσων, ἑπομβρίαις θείων προσευχῶν, λυτρώσασθε Ἅγιοι.

Δόξα.

Ἀκατάληπτε Θεέ, ἡ παντοδύναμος Τριὰς καὶ Μονάς, τοῦ Προδρόμου σου ταῖς πρεσβείαις με σῶσον, λυτρουμένη σκότους καὶ φλογός, τῆς ἀποκειμένης μοι.

Καὶ νῦν. Θεοτοκίον.

Διὰ παντὸς ταῖς πονηραῖς, Παρθένε πράξεσι σπιλούμενος, σὲ τὴν ἄσπιλον τοῦ Δεσπότου Μητέρα, ἱκετεύω, ῥύπου με παντός, καθάρισον Δέσποινα.