Τῌ ΤΕΤΑΡΤῌ ΕΣΠΕΡΑΣ |
Εἰς τό, Κύριε, ἐκέκραξα, Προσόμοια. |
Στιχηρὰ Ἀποστολικά. |
Ἦχος πλ. αʹ. Χαίροις ἀσκητικῶν. |
|
Βέλη ἠκονημένα ὑμεῖς, τοῦ δυνατοῦ ἀποσταλέντες Ἀπόστολοι, εἰς πᾶσαν τὴν οἰκουμένην, ἀπτέρῳ τάχει σαφῶς, πάντα τῶν δαιμόνων ἀπημβλύνατε, δεινὰ καὶ πυρίφλογα, βέλη ὄντως μακάριοι, πολυθεΐαν, ἐκποδὼν ποιησάμενοι, καὶ διδάξαντες, τὴν εὐσέβειαν ἅπαντας, πρόβατα χρηματίσαντες, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, τοῦ ἀρχιποίμενος ὄντως, ὃς λύκων μέσον ἀπέστειλεν, ὑμᾶς τοῦ πραΰναι, τὴν αὐτῶν θηριωδίαν, διὰ τῆς πίστεως. |
|
Λόγῳ μαθητευθέντες Θεοῦ, ἐνυποστάτῳ τῷ βροτοῖς ὁμιλήσαντι, διʼ ἄκραν φιλανθρωπίαν, καὶ προσλαβόντι αὐτῶν, ἀληθῶς τὴν φύσιν καὶ θεώσαντι, αὐτῷ οὖν ἑπόμενοι, θείοις ἴχνεσι πάνσοφοι, καὶ τὴν πτωχείαν, τὴν αὐτοῦ ἐμιμήσασθε, πάντα σκύβαλα, ἡγησάμενοι ἔνδοξοι· ὅθεν καὶ ἀπεῤῥίψατε, χιτῶνα τὸν δεύτερον, μὴ βακτηρίαν, μὴ πήραν, ἐν τῇ ὁδῷ ἐπαγόμενοι, καὶ νῦν οὐρανίους, θησαυροὺς κληρονομῆσαι, κατηξιώθητε. |
|
Σάλου τῶν πειρασμῶν καὶ δεινῆς, ἐρεσχελίας τῶν ἀσέμνων αἱρέσεων, δαιμόνων κακοβουλίας, καὶ τῶν ἀνθρώπων πικρᾶς, συστροφῆς καὶ ζάλης παμμακάριστοι, πυρός ἀφεγγοῦς τε, καὶ αἰωνίζοντος σκώληκος, βρυγμοῦ ὀδόντων, καὶ πάσης ἄλλης κολάσεως, ταῖς πρὸς Κύριον, ἱκεσίαις λυτρώσασθαι, πάντας ἡμᾶς, καὶ τεύξασθαι, αὐτόν δυσωπήσατε, διʼ ἐγκρατείας, καὶ πόνων, τῶν ἀρετῆς ἀντιδόσεων, τυχεῖν κληρουχίας, οὐρανῶν τε Βασιλείας, καὶ μέγα ἔλεος. |
Ἕτερα Στιχηρά. Τοῦ Ἁγίου Νικολάου. Ὅμοια. |
|
Χαίροις, ἡ ἱερὰ κεφαλή, τὸ καθαρὸν τῶν ἀρετῶν καταγώγιον, ὁ θεῖος τῆς θειοτάτης, ἱερωσύνης κανών, ὁ ποιμὴν ὁ μέγας ὁ φανότατος, πυρσὸς ὁ τῆς νίκης, ἐπιφερόμενος ὄνομα, ὁ δεομένοις, συμπαθῶς ἐπικλώμενος, ὁ καμπτόμενος, ἀσθενῶν ταῖς δεήσεσι, ῥύστης ὁ ἑτοιμότατος, φρουρὸς ὁ σωτήριος, πᾶσι τοῖς πίστει τιμῶσι, τὴν πανσεβάσμιον μνήμην σου, Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος. |
|
Χαίροις, ὁ ἱερώτατος νοῦς, τὸ τῆς Τριάδος καθαρὸν ἐνδιαίτημα, ὁ στῦλος τῆς Ἐκκλησίας, ὁ τῶν πιστῶν στηριγμός, καταπονουμένων ἡ βοήθεια, ἀστὴρ ὁ ταῖς λάμψεσιν, εὐπροσδέκτων δεήσεων, διασκεδάζων, πειρασμῶν τε καὶ θλίψεων, σκότος πάντοτε, Ἱεράρχα Νικόλαε, ὅρμος ὁ γαληνότατος, ἐν ᾧ καταφεύγοντες, οἱ τρικυμίαις τοῦ βίου, περιστατούμενοι σῴζονται, Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος. |
|
Χαίροις, ὁ ζήλου θείου πλησθείς, ἀπαγωγῆς τε πονηρᾶς λυτρωσάμενος, ἀδίκως μέλλοντας θνῄσκειν, ἐπιστασίᾳ φρικτῇ, καὶ ταῖς διʼ ὀνείρων προσφοιτήσεσι, πηγὴ ἡ πηγάζουσα, ἐν τοῖς Μύροις Νικόλαε, μύρα πλουσίως, καὶ ψυχὰς καταρδεύουσα, τὰ δυσώδη τε, τῶν παθῶν ἀπελαύνουσα, μάχαιρα τὰ ζιζάνια, τῆς πλάνης ἐκτέμνουσα, πτύον λικμίζον Ἀρείου, τὰ ἀχυρώδη διδάγματα, Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος. |
Δόξα· καὶ νῦν. Θεοτοκίον. Ὅμοιον. |
|
Ἔχων ἁμαρτημάτων πληθύν, πεπωρωμένος, καὶ τὸν νοῦν σκοτιζόμενος, βοῶ σοι ἐν κατανύξει, καὶ συντριβῇ λογισμῶν. Κόρας τῆς ψυχῆς μου φωταγώγησον· καὶ γάρ τὸ ἀνέσπερον, φῶς ἐκύησας Ἄχραντε, τὸ καταυγάζον, οἰκουμένης τὰ πέρατα, τοῖς πυρσεύμασι, τῆς αὐτοῦ ἐπιγνώσεως, φώτισόν μου Πανάμωμε, τὸν νοῦν ταῖς λαμπρότησι, τῆς σῆς πρεσβείας γενέσθαι, υἱὸν φωτὸς ἀξιοῦσά με, Χριστὸν δυσωποῦσα, τὸν παρέχοντα τῷ κόσμῳ, τὸ μέγα ἔλεος. |
Εἰς τὸν Στίχον. |
Ἀπόστιχα Στιχηρά. Ἦχος πλ. αʹ. Αποστολικά. |
|
Μαθηταὶ τοῦ Σωτῆρος, μυστηρίων αὐτόπται γενόμενοι, τὸν μὴ θεωρούμενον, καὶ ἀρχὴν μὴ ἔχοντα, ἐκηρύξατε λέγοντες· Ἐν ἀρχῇ ἦν ὁ Λόγος· οὐκ ἐκτίσθητε πρὸ τῶν Ἀγγέλων, οὐκ ἐμάθετε παρὰ ἀνθρώπων, ἀλλʼ ἐκ τῆς ἄνωθεν σοφίας· διὸ παῤῥησίαν ἔχοντες, πρεσβεύσατε ὑπὲρ τῶν ψυχῶν ἡμῶν. |
Στίχ. Πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς μου τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Ἰδοὺ ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν Κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς Κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς. |
|
Τοὺς Ἀποστόλους Κυρίου μελῳδικῶς, ἐν ᾠδαῖς ἀνευφημήσωμεν· ἐνδυσάμενοι γὰρ τὴν τοῦ Σταυροῦ πανοπλίαν, τὴν τῶν εἰδώλων πλάνην κατήργησαν, καὶ νικηφόροι ἀνεδείχθησαν στεφανῖται· ὧν ταῖς πρεσβείαις ὁ Θεός, ἐλέησον ἡμᾶς. |
Στίχ. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως, ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν. Τὸ ὄνειδος τοῖς εὐθηνοῦσι, καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις. |
Μαρτυρικόν. |
|
Ἀκορέστῳ διαθέσει ψυχῆς, Χριστὸν οὐκ ἀρνησάμενοι, ἅγιοι Μάρτυρες, τοὺς δεινοὺς καὶ διαφόρους αἰκισμούς, παθημάτων ὑπεμείνατε, τῶν τυράννων τὰ θράση κατηδαφίσατε, ἀκλινῆ καὶ ἄτρωτον τὴν πίστιν φυλάξαντες, εἰς οὐρανοὺς μετέστητε· ὅθεν καὶ παῤῥησίας τυχόντες πρὸς αὐτόν, αἰτήσασθε δωρηθῆναι, ἡμῖν τὸ μέγα ἔλεος. |
Δόξα· καὶ νῦν. Θεοτοκίον. |
|
Χαῖρε κεχαριτωμένη, Μήτηρ Χριστοῦ τοῦ Θεοῦ, ὅτι ἐπέφανέ σοι ὁ Βασιλεὺς τῆς δόξης, καὶ ἐπεσκίασέ σοι, τὸ πανάγιον Πνεῦμα, ὡς παῤῥησίαν ἔχουσα, πρέσβευε τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν. |
__________ |
Τῌ ΠΕΜΠΤῌ ΠΡΩΪ |
ΕΝ Τῼ ΟΡΘΡῼ |
Μετὰ τὴν αʹ Στιχολογίαν, Καθίσματα. Αποστολικά. |
Ἦχος πλ. αʹ. Τὸν συνάναρχον Λόγον. |
|
Ὡς αὐτόπτας τοῦ Λόγου καὶ ὑπηρέτας Χριστοῦ, τοὺς σοφοὺς Ἀποστόλους ἀνευφημήσωμεν, ἐν ᾠδαῖς πνευματικαῖς, καὶ ὕμνοις ἅπαντες πιστοί· τὸν Χριστὸν γὰρ ἐκτενῶς, καθικετεύουσιν αὐτοί, ὑπὲρ ἡμῶν τῶν ὑμνούντων, τὴν ἱερὰν αὐτῶν μνήμην, καὶ προσκυνούντων αὐτῶν τὰ λείψανα. |
Ὅμοιον. |
|
Τοὺς Ἀποστόλους συμφώνως ἀνευφημήσωμεν, ὡς κηρύξαντας πᾶσι πιστοῖς τὴν ἄψευστον, καὶ ὀρθόδοξον τοῦ Κυρίου διδαχήν, καὶ ἐκδιώξαντας τὴν τῶν αἱρέσεων ἀχλύν, καὶ φωτισμὸν πνευματικόν, ἐκλάμψαντας ἐν τῷ κόσμῳ, τὴν χάριν τὴν τῶν δογμάτων, καὶ δυσωποῦντας τοῦ σωθῆναι ἡμᾶς. |
Δόξα· καὶ νῦν. Θεοτοκίον. Ὅμοιον. |
|
Ἀπειρόγαμε Νύμφη καὶ ἀειπάρθενε, σὺν τοῖς θείοις αὐτόπταις ἀνευφημοῦμέν σε, ὅτι ἐν σοὶ ὁ δυνατὸς μεγαλεῖα ἐποίησε· διʼ ἡμᾶς γὰρ καθʼ ἡμᾶς, ὁ πρὸ αἰώνων ἐκ Πατρός, τῇ μήτρᾳ σου ἐνοικήσας, εὐδόκησε γεννηθῆναι, ἵνα ἐκ πλάνης σώσῃ τὸ γένος ἡμῶν. |
Μετὰ τὴν βʹ Στιχολογίαν, ἕτερα Καθίσματα. Αποστολικά. Τὸν συνάναρχον Λόγον. |
|
Τοὺς Ἀποστόλους ἐν ὕμνοις ἀνευφημήσωμεν, ὡς αὐτόπτας τοῦ Λόγου καὶ θείους κήρυκας, καὶ τῶν ἐθνῶν πνευματικοὺς σαγηνευτὰς σαφῶς, ὅτι προσήγαγον ἡμᾶς, εἰς τὴν ἐπίγνωσιν Χριστοῦ, ῥυσάμενοι ἐκ τῆς πλάνης, τὸ γένος τὸ τῶν ἀνθρώπων, καὶ Βασιλείας κατηξίωσαν. |
Ὅμοιον. |
|
Μαθηταὶ τοῦ Σωτῆρος θεῖοι Ἀπόστολοι, οἱ σωτήριον Λόγον ἐγκατασπείραντες, εἰς τὰ πέρατα τῆς γῆς, καὶ καταυγάσαντες, τοὺς ἐν τῷ σκότει καὶ σκιᾷ, καθημένους τὴν ἐμήν, φωτίσατε σκοτισθεῖσαν, ψυχὴν παθῶν ἀμαυρώσει, ταῖς ἱκεσίαις ὑμῶν πάνσοφοι. |
Δόξα· καὶ νῦν. Θεοτοκίον. Ὅμοιον. |
|
Τῶν ἐν σοὶ τὰς ἐλπίδας Παρθένε ἄχραντε, ἐκ ψυχῆς κεκτημένων σκέπη ὑπάρχουσα, καὶ ἡμᾶς ἐκ πειρασμῶν καὶ περιστάσεων, καὶ κινδύνων χαλεπῶν, ἐλευθέρωσον Ἁγνή, πρεσβεύουσα τῷ Υἱῷ σου, σὺν τοῖς αὐτοῦ Ἀποστόλοις, σωθῆναι πάντας τοὺς ὑμνοῦντάς σε. |
Μετὰ τὴν γʹ Στιχολογίαν, ἕτερα Καθίσματα. |
Ἀποστολικόν. |
|
Κύριε, τὸ ἀπόῤῥητον μυστήριον, τῆς σῆς σαρκώσεως κηρύξαντες οἱ ἄσοφοι, φιλοσόφους κατῄσχυναν, τοὺς ῥήτορας ἁλιεῖς ἐπεστόμισαν, καὶ γεγόνασι τῶν ἐθνῶν σοφοὶ διδάσκαλοι, φωτίσαντες τὰ πέρατα, φωτὶ τῆς θείας γνώσεως, διʼ αὐτῶν δίδου ἡμῖν, τὸ μέγα ἔλεος. |
Μαρτυρικόν. |
|
Κύριε, τὸ ποτήριον τοῦ πάθους σου, οἱ Ἀθλοφόροι σου ζηλώσαντες, κατέλιπον τὴν τοῦ βίου τερπνότητα, καὶ γεγόνασι τῶν Ἀγγέλων συμμέτοχοι. Αὐτῶν ταῖς παρακλήσεσι, παράσχου ταῖς ψυχαῖς ἡμῶν, ἱλασμὸν ἁμαρτιῶν, καὶ τὸ μέγα ἔλεος. |
Δόξα· καὶ νῦν. Θεοτοκίον. Τὸν συνάναρχον Λόγον. |
|
Τὴν ταχεῖάν σου σκέπην, καὶ τὴν βοήθειαν, καὶ τὸ ἔλεος δεῖξον, ἐπὶ τὸν δοῦλόν σου, καὶ τὰ κύματα Ἁγνὴ καταπράϋνον, τῶν ματαίων λογισμῶν, καὶ τὴν πεσοῦσάν μου ψυχήν, ἀνάστησον Θεοτόκε· οἶδα γὰρ ὅτι Παρθένε, ἰσχύεις ὅσα καὶ βούλεσαι. |
Κανὼν τῶν Ἁγίων Ἀποστόλων. |
Ἦχος πλ. αʹ. ᾨδὴ αʹ. Ὁ Εἱρμός. |
Ἵππον καὶ ἀναβάτην, εἰς θάλασσαν Ἐρυθράν, ὁ συντρίβων πολέμους, ἐν ὑψηλῷ βραχίονι, Χριστὸς ἐξετίναξεν, Ἰσραὴλ δὲ ἔσωσεν, ἐπινίκιον ὕμνον ᾄδοντα. |
Τροπάρια. |
|
Ἔλλαμψιν πρωτοδότως, τὴν φωτοδότιδα, τοῦ σαρκὶ ὁμιλῆσαι, βροτοῖς καταξιώσαντος, πλουτήσαντες ἔνδοξοι, τῆς ψυχῆς μου λύσατε, πάντα ζόφον θεῖοι Ἀπόστολοι. |
|
Τείνας καθάπερ βέλη, τὸ θεῖον τόξον ὑμᾶς, εἰς τὸν σύμπαντα κόσμον, ἀπέστειλεν Ἀπόστολοι, τὰ βέλη συντρίβοντας, τοῦ Βελίαρ ἅπαντα, καὶ ἰωμένους πιστῶν τὰ τραύματα. |
|
Ἔχοντες τὴν σοφίαν, αὐτὴν διδάσκαλον, ἐσοφίσατε πάντα, Ἀπόστολοι τὰ πέρατα· διό με φωτίσατε, τοῦ δυσμενοῦς ἅπασαν, κακουργίαν ἀποκρουόμενοι. |
Θεοτοκίον. |
|
Μόνη εὐλογημένη, θεοχαρίτωτε, εὐλογίαις ἀνθρώπων, τὸ γένος χαριτώσασα, Χριστὸν καθικέτευε, σὺν τοῖς θείοις Ἄχραντε, Ἀποστόλοις ἐλεηθῆναι ἡμᾶς. |
Κανὼν τοῦ Ἁγίου Νικολάου. |
Εἱρμὸς ὁ αὐτός. |
|
Πίστει καὶ πόθῳ Πάτερ, οἰκειωθεὶς τῷ Θεῷ, τὰ πανάγια τούτου, ἐπλήρωσας θελήματα, δι''ὧν ἐχρημάτισας, κατὰ πάντα ἅγιος, θεοφόρε Πάτερ Νικόλαε. |
|
Ἔχοντές σε προστάτην, πρὸς τὸν οἰκτίρμονα, περιστάσεσι μάκαρ, καὶ θλίψεσι κλονούμενοι, πρὸς σὲ καταφεύγομεν, δίδου χεῖρα σῴζουσαν, ἀπὸ πάσης ἡμᾶς στενώσεως. |
|
Μύρων Ἀρχιερέα, Χριστός σε ἔχρισεν, εὐωδίαις θαυμάτων, ἡμᾶς εὐωδιάζοντα· ὅθεν δυσωποῦμέν σε, δυσωδίας λύτρωσαι, ἁμαρτίας ἡμᾶς Νικόλαε. |
Θεοτοκίον. |
|
Πάλαι τῶν Προφητῶν σε, χορὸς ἐκάλεσεν, ὄρος θεῖον Παρθένε, καὶ πύλην ἀδιόδευτον· ὅθεν δυσωποῦμέν σε, μετανοίας πύλας, Παρθενομῆτορ ἡμῖν ὑπάνοιξον. |
ᾨδὴ γʹ. Ὁ Εἱρμός. |
Ὁ πήξας ἐπʼ οὐδενὸς τὴν γῆν τῇ προστάξει σου, καὶ μετεωρίσας ἀσχέτως βρίθουσαν, ἐπὶ τὴν ἀσάλευτον Χριστέ, πέτραν τῶν ἐντολῶν σου, τὴν Ἐκκλησίαν σου στερέωσον, μόνε ἀγαθὲ καὶ φιλάνθρωπε. |
Τροπάρια. |
|
Ὁ σάρκα ὑπερβολῇ, πτωχεύσας χρηστότητος, διʼ αὐτὸν πτωχεύσαντας κατεπλούτησεν, ἔνδοξοι Ἀπόστολοι ὑμᾶς, χαρίσμασι παντοίοις, καταφωτίζοντας τὰ πέρατα, θείαις καὶ σεπταῖς ἐπιγνώσεσι. |
|
Ἐπλήγην τῷ ἰοβόλῳ, ὄφεως δήγματι, καὶ τραυματισθεῖσαν καρδίαν κέκτημαι· ὅθεν σοι βοῶ τῷ διʼ ἐμέ, Χριστὲ τραυματισθέντι. Τῶν Ἀποστόλων σου δεήσεσιν, ἴασαι καὶ σῶσόν με δέομαι. |
|
Σαγήνῃ τῶν πρεσβειῶν, ὑμῶν παμμακάριστοι, ἐκ βυθοῦ κακίας τοῦ πολεμήτορος, καὶ ἐκ τρικυμίας λογισμῶν, παθῶν τε ψυχοφθόρων, ἀναγαγόντες με προσάξατε, τῷ Θεῷ τῶν ὅλων σῳζόμενον. |
Θεοτοκίον. |
|
Τὸν ὄμβρον δεξαμένη, τὸν ἐπουράνιον, σὺν τοῖς Ἀποστόλοις τοῦτον ἱκέτευε, στῆσαί μου τοὺς ὄμβρους τῶν παθῶν, τὸ πέλαγος ξηρᾶναι τῆς ἁμαρτίας μου, καὶ σῶσαί με τὸν εἰλικρινῶς σε δοξάζοντα. |
Κανὼν τοῦ Ἁγίου Νικολάου. Εἱρμὸς ὁ αὐτός. |
|
Τὰ βέλη τοῦ πονηροῦ ἀπήμβλυνας Ὅσιε, ταῖς ἀντιτυπίαις τῶν θείων πόνων σου, ἀλλὰ ταῖς πρεσβείαις σου σοφέ, τῆς τούτου κακουργίας, καὶ ἐπηρείας διατήρησον, καὶ ἡμᾶς ἀτρώτους Νικόλαε. |
|
Ὁ βίον ἀγγελικόν, ἐν γῇ ἐνδειξάμενος, νῦν σὺν τοῖς Ἀγγέλοις ἀεὶ παρίστασαι, θρόνῳ τῆς Τριάδος ἱερῷ, ἡμῖν ἁμαρτημάτων, καὶ πειρασμῶν λύσιν αἰτούμενος, Πάτερ Ἱεράρχα Νικόλαε. |
|
Νοός μου τὰς ἀμαυρώσεις, πάσας ἀπέλασον, σοῦ ταῖς σελασφόροις εὐχαῖς Νικόλαε, κόπασον τὸν σάλον τῶν παθῶν, κυβέρνησόν με Πάτερ, πρὸς ἀπαθείας ὅρμον δέομαι, ὅπως ἐν αἰνέσει δοξάζω σε. |
Θεοτοκίον. |
|
Παρέστης ἐκ δεξιῶν, Χριστοῦ ὡς Βασίλισσα, κροσσωτοῖς χρυσέοις θεοχαρίτωτε, περιβεβλημένη ἀληθῶς, ἡμῖν τὴν Βασιλείαν, τῶν οὐρανῶν τῇ μεσιτείᾳ σου, Κόρη προξενοῦσα πρεσβείαις σου. |
ᾨδὴ δʹ. Ὁ Εἱρμός. |
Τὴν θείαν ἐννοήσας σου κένωσιν, ἐξεστηκὼς ὁ Ἀββακούμ, Χριστὲ ἐν τρόμῳ ἐβόα σοι· Εἰς σωτηρίαν λαοῦ σου, τοῦ σῶσαι τοὺς χριστούς σου ἐλήλυθας. |
Τροπάρια. |
|
Ἡ θύρα Ἰησοῦς ὁ Θεὸς ἡμῶν, καθυπανοίξας τὴν αὐτοῦ, τοῖς Ἀποστόλοις ἐπίγνωσιν, πᾶσι τοῖς ἔθνεσι θύραν, διήνοιξε τοῖς τούτων διδάγμασι. |
|
Υἱὲ Θεοῦ υἱοὺς κατὰ μέθεξιν, τοῦ οὐρανίου σου Πατρός, τοὺς Ἀποστόλους ἀνέδειξας, ταῖς παρακλήσεσι τούτων, υἱοὺς φωτὸς ἡμᾶς πάντας ποίησον. |
|
Οἱ θρόνων ἐπὶ δώδεκα μέλλοντες, σὺν τῷ Κριτῇ καὶ Βασιλεῖ, δεδοξασμένως καθέζεσθαι, τῆς φοβερᾶς καὶ φρικτῆς με, Ἀπόστολοι λυτρώσασθε κρίσεως. |
Θεοτοκίον. |
|
Τοῦ θείου κιβωτὲ ἁγιάσματος, ἁγίασόν μου τὴν ψυχήν, τὸν λογισμὸν φωταγώγησον, διαπαντὸς δυσωποῦσα Χριστὸν σὺν Ἀποστόλοις σωθῆναί με. |
Κανὼν τοῦ Ἁγίου Νικολάου. Εἱρμὸς ὁ αὐτός. |
|
Ῥεόντων ἀντηλλάξω τὰ μέλλοντα, ὧν κληρονόμους καὶ ἡμᾶς, εὐχαῖς ἁγίαις σου ποίησον, πειρατηρίων παντοίων, λυτρούμενος τοῦ βίου Νικόλαε. |
|
Ὁ Μύρων προεδρεύσας Νικόλαε, πάσας αἰσθήσεις τῆς ἐμῆς, καρδίας μύρισον Ἅγιε, πάθη δυσώδη ἐκ ταύτης, εὐχαῖς σου ἐκδιώκων ἑκάστοτε. |
|
Συντρίψας τοῦ ἐχθροῦ μηχανήματα, τοὺς ὁρατοὺς ἡμῶν ἐχθρούς, καὶ ἀοράτους Νικόλαε, διηνεκῶς πολεμοῦντας, τελείᾳ ἀφανείᾳ παράπεμψον. |
Θεοτοκίον. |
|
Ἁγία Θεοτόκε βοήθει μοι, ταῖς ἡδοναῖς διηνεκῶς, βυθιζομένῳ τοῦ σώματος, καὶ ῥαθυμίας ἐν κλίνῃ, ἀεὶ κατακειμένῳ καὶ στένοντι. |
ᾨδὴ εʹ. Ὁ Εἱρμός. |
Ὁ ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον, πρὸς σὲ ὀρθρίζω καὶ σοὶ κραυγάζω· Τὴν ψυχήν μου φώτισον, τὴν ἐσκοτισμένην, Χριστὲ ὡς μόνος εὔσπλαγχνος. |
Τροπάρια. |
|
Οἱ πνευματοῤῥήτορες σοφοὶ Ἀπόστολοι, ἐν ὑπερώῳ πυρὸς ἐν εἴδει, τὸ Πνεῦμα τὸ ἅγιον, αὐτοῖς προσφοιτῆσαν, φρικτῶς καθυπεδέξαντο. |
|
Βέλη ἐκλεκτὰ ὑμᾶς Χριστὸς ἀπέστειλε, συνθλῶντας βέλη τῆς πονηρίας· διό με ἰάσασθε, τετραυματισμένον, τοῦ δυσμενοῦς τοῖς βέλεσι. |
|
Οἱ καταστρεψάμενοι τῆς ἀσεβείας τὴν γῆν, καταστραφεῖσαν ταῖς πλημμελείαις, τὴν ἐμὴν διάνοιαν, δρόσῳ ἰαμάτων, Ἀπόστολοι ἰάσασθε. |
Θεοτοκίον. |
|
Μὴ καταδικάσῃς με, μὴ ἀποῤῥίψῃς με, τοῦ σοῦ προσώπου, ἐκδυσωπεῖ σε, ἡ ἁγνῶς τεκοῦσά σε, καὶ τῶν Ἀποστόλων, ὁ δῆμος πολυέλεε. |
Κανὼν τοῦ Ἁγίου Νικολάου. Εἱρμὸς ὁ αὐτός. |
|
Ξόανα κατέαξας εἰδώλων Ἅγιε, βουλὰς ἀπράκτους αἱρετιζόντων, ἔδειξας Νικόλαε, καὶ ἀπαγομένους πρὸς θάνατον ἐξήρπασας. |
|
Ὤρθρισας πρὸς Κύριον ἐκ βρέφους Ὅσιε, καὶ ταῖς ἐκεῖθεν φωτοχυσίαις, ὅλως κατηγλάϊσαι· διὸ τῆς ψυχῆς μου, τὰ νέφη ἀποδίωξον. |
|
Σὲ καθικετεύομεν Πάτερ Νικόλαε, τῇ ὥρᾳ ταύτῃ, ἐν μέσῳ πάντων, γενοῦ τῶν καλούντων σε, τὰ πρὸς σωτηρίαν διδοὺς ἡμῖν αἰτήματα. |
Θεοτοκίον. |
|
Ὁ ἀπερινόητος θεοχαρίτωτε, περιοχήν σε σωματοφόρος γενόμενος ἔσχηκε, βροτοὺς ἀπαλλάττων, περιεχούσης θλίψεως. |
ᾨδὴ Ϛʹ. Ὁ Εἱρμός. |
Μαινομένην κλύδωνι, ψυχοφθόρῳ Δέσποτα Χριστέ, τῶν παθῶν τὴν θάλασσαν κατεύνασον, καὶ ἐκ φθορᾶς, ἀνάγαγέ με ὡς εὔσπλαγχνος. |
Τροπάρια. |
|
Νεμομένην ἔστησας, τῆς κακίας σῆψιν τῶν ἐθνῶν, τὰς ψυχὰς φιλάνθρωπε, τῷ ἄλατι, τῶν διδαχῶν τῶν ἱερῶν Ἀποστόλων σου. |
|
Τὸν βυθὸν ἐπίστασαι, τῶν κακῶν μου Δέσποτα Χριστέ, δός μοι χεῖρα σῶσόν με φιλάνθρωπε, ἱκεσίαις τῶν ἱερῶν Ἀποστόλων σου. |
|
Κριτὰ δικαιότατε, ἐν ἡμέρᾳ δίκης φοβερᾶς, τῆς φρικτῆς με ῥῦσαι κατακρίσεως, τῶν εὐκλεῶν σου Ἀποστόλων δεήσεσι. |
Θεοτοκίον. |
|
Τὸν ἀπεγνωσμένον με, ὑπὸ πλήθους τῶν ἀνομιῶν, σωτηρίας Κύριε ἀξίωσον, τῶν Μαθητῶν, καὶ τῆς Μητρός σου δεήσεσι. |
Κανὼν τοῦ Ἁγίου Νικολάου. Εἱρμὸς ὁ αὐτός. |
|
Ἵλεων ἀπέργασαι, τὸν Δεσπότην σοῦ ταῖς προσευχαῖς, πᾶσι τοῖς τιμῶσί σε Νικόλαε, ὅπως ἡμῖν λύσιν πταισμάτων δωρήσηται. |
|
Νοσημάτων λύτρωσαι, καὶ σκανδάλων τῶν βιωτικῶν, πειρασμῶν καὶ θλίψεων Νικόλαε, τοὺς πρεσβευτήν σε κεκτημένους πρὸς Κύριον. |
|
Ἰατρόν σε ἄριστον, ὁ Δεσπότης ἔδειξε Χριστός· διὸ τὰ νοσήματα θεράπευσον, τῶν εὐσεβῶς σοι προσιόντων Νικόλαε. |
Θεοτοκίον. |
|
Κυοφόρος ἄνανδρος, Θεομῆτορ πέφηνας Ἁγνή· διὰ τοῦτο πίστει ἱκετεύω σε, τῆς ψυχῆς μου τὴν ῥαθυμίαν ἀπέλασον. |
ᾨδὴ ζʹ. Ὁ Εἱρμός. |
Ὁ ὑπερυψούμενος, τῶν πατέρων Κύριος, τὴν φλόγα κατέσβεσε, τοὺς παῖδας ἐδρόσισε, συμφώνως μελῳδοῦντας· Ὁ Θεὸς εὐλογητὸς εἶ. |
Τροπάρια. |
|
Ὁ ὑπερυψούμενος, τῶν Πατέρων Κύριος, ὑμᾶς ὑπερύψωσε, καὶ πᾶσαν κατέῤῥαξεν, ἐχθροῦ τὴν δυναστείαν, Μαθηταὶ Χριστοῦ θεόπται. |
|
Ῥύπον τῆς κακίας μου, ῥείθροις κατανύξεως, ὑμῶν παρακλήσεσιν, Ἀπόστολοι πλύνατε, διδάσκοντες κραυγάζειν, ὁ Θεὸς εὐλογητὸς εἶ. |
|
Πυρὶ θείου, Πνεύματος, ὕλην κατεφλέξατε, πάσης ματαιότητος· διὸ φλογιζούσης με, λυτρώσασθε γεέννης, Μαθηταὶ Θεοῦ τοῦ Λόγου. |
Θεοτοκίον. |
|
Ἡ τῆς καταπτώσεως, τοῦ Ἀδὰμ ἀνόρθωσις, ἔγειρον πεσόντα με, κακίας πρὸς βάραθρα, πρεσβείαις σου Παρθένε, καὶ τῶν θείων Ἀποστόλων. |
Κανὼν τοῦ Ἁγίου Νικολάου. Εἱρμὸς ὁ αὐτός. |
|
Ὅλος ἀνακείμενος, τῷ Θεῷ Νικόλαε, ὅλον με διάσωσον, τοῦ βίου τοῖς πάθεσιν, ἀθλίως καθʼ ἑκάστην, περιπίπτοντα θεόφρον. |
|
Λαμπτὴρ θεαυγέστατε, τὸν νοῦν μου καταύγασον, παθῶν ἀμαυρότησιν, ἀεὶ σκοτιζόμενον, καὶ δίδου εὐσχημόνως, παροδεύειν ἐν τῷ βίῳ. |
|
Ἄπαν ἀνοιγόμενον, κατʼ ἐμοῦ Νικόλαε, εὐχαῖς σου ἀπόφραξον, στόμα πονηρότατον, καὶ ῥῦσαι ὁρατῶν με, δυσμενῶν καὶ ἀοράτων. |
Θεοτοκίον. |
|
Ἐκ σοῦ ἡμῖν ἔλαμψεν, ἀνέσπερος Ἥλιος, νεφέλη ὁλόφωτε, Χριστὸς ὁ Θεὸς ἡμῶν, φωτίζων τοὺς ἐν σκότει, ἀγνωσίας Θεοτόκε. |
ᾨδὴ ηʹ. Ὁ Εἱρμός. |
Σοὶ τῷ παντουργῷ, ἐν τῇ καμίνῳ παῖδες, παγκόσμιον πλέξαντες, χορείαν ἔψαλλον· Πάντα τὰ ἔργα τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. |
Τροπάρια. |
|
Σὺ τὰς νοητάς, τῶν Ἀποστόλων Λόγε, νεφέλας ἐξήπλωσας, ἐπιῤῥαινούσας, ἡμῖν, ὄμβρους πανσόφων, καὶ θείων διδαγμάτων, καὶ καταρδευούσας, ἡμᾶς εἰς τοὺς αἰῶνας |
|
Οἱ περικαλλεῖς, τῆς Ἐκκλησίας στῦλοι, οἱ ταύτην βαστάζοντες, πίστεως δόγμασι, σεσαθρωμένην, ψυχῆς μου τὴν οἰκίαν, θείᾳ τεχνουργίᾳ, στηρίξατε θεόπται. |
|
Στέναξον ψυχή, καὶ ὀχετοὺς δακρύων, ἐξ ὅλης προσάγαγε, καρδίας κράζουσα, μόνε οἰκτίρμον, σῶσον ἱλάσθητί μοι, ταῖς τῶν Μαθητῶν σου, πρεσβείαις εὐπροσδέκτοις. |
Θεοτοκίον. |
|
Σιὼν ἐκλεκτή, τοῦ Βασιλέως πόλις, τῆς ἄνω πολίτην με, ποίησον πόλεως, μετὰ τῶν θείων, Μαθητῶν δυσωποῦσα, ἄχραντε Παρθένε, τὸν ἄχρονον Υἱόν σου. |
Κανὼν τοῦ Ἁγίου Νικολάου. Εἱρμὸς ὁ αὐτός. |
|
Μύρων γεγονώς, Ἀρχιεράρχης μέγας, ψυχῆς μου Νικόλαε, αἰσθήσεις μύρισον, ὅπως ἐκφύγω, παθῶν τὴν δυσωδίαν, καὶ τοῦ Παρακλήτου, εἰσδέξωμαι τὴν χάριν. |
|
Ἔστησας σοφέ, τῆς σῆς ἁγίας γλώσσης, τοῖς ῥεύμασι ῥεύματα, Ἀρείου δύσφημα· ὅθεν βοῶ σοι· τὴν ῥύσιν τῶν παθῶν μου, ξήρανον, εὐχαῖς σου, Νικόλαε παμμάκαρ. |
|
Λύτρωσαι ἡμᾶς, ἁμαρτιῶν εὐχαῖς σου, δαιμόνων κακώσεως, ἐθνῶν ἁλώσεως, πάντων ἀνθρώπων, πονηροτάτης βλάβης, ἵνα σε ὡς ῥύστην, ἡμῶν ἀνευφημῶμεν. |
Τριαδικόν. |
|
Οἱ τριαδικῶς, τὴν μοναρχίαν πίστει, ἀπαύστως δοξάζοντες, ἀναβοήσωμεν· Πάτερ καὶ Λόγε, καὶ πανάγιον Πνεῦμα, σὲ ὑμνολογοῦμεν, εἰς πάντας τοὺς αἰῶνας. |
Θεοτοκίον. |
|
Σάρκα διʼ ἡμᾶς, ἐκ σοῦ Θεὸς φορέσας, ἁγνὴν σὲ Πανάμωμον, παντὸς τοῦ γένους ἡμῶν, θείαν Παρθένε, δεικνύει προστασίαν· ὅθεν σε ὑμνοῦμεν, πιστοὶ μεγαλοφώνως. |
ᾨδὴ θʹ. Ὁ Εἱρμός. |
Ἠσαΐα χόρευε, ἡ Παρθένος ἔσχεν ἐν γαστρί, καὶ ἔτεκεν υἱὸν τὸν Ἐμμανουήλ, Θεόν τε καὶ ἄνθρωπον· Ἀνατολὴ ὄνομα αὐτῷ· ὂν μεγαλύνοντες, τὴν Παρθένον μακαρίζομεν. |
Τροπάρια. |
|
Οὐρανοὶ κατάστεροι, ἀγλαΐαις θείων ἀρετῶν, ἐδείχθητε νοητῶς, μέσον τὸν Χριστόν, ὡς Ἥλιον ἔχοντες, καὶ τὸ τῆς γῆς, πλήρωμα σοφοί, κατεφωτίσατε· διὰ τοῦτο μακαρίζεσθε. |
|
Τοῦ Χριστοῦ τὰ στίγματα, ἐν τῷ θείῳ σώματι ὑμῶν, ὡς κόσμον πανευπρεπῆ, φέροντες σοφοί, τὴν κατατακεῖσάν μου, δαιμονικοῖς βέλεσι ψυχήν, ταῖς πρὸς τὸν Κύριον, μεσιτείαις θεραπεύσατε. |
|
Λάκκῳ κατωτάτῳ με, ἁμαρτίας κείμενον Χριστέ, καὶ ῥαθυμίας δεινῆς, ὕπνῳ τὴν ψυχήν, ἐπιβαρυνόμενον, διὰ τῶν σῶν Λόγε μαθητῶν, ὥσπερ τὸν Λάζαρον, ἐξεγείρας σῶσον Κύριε. |
Θεοτοκίον. |
|
Τῆς ψυχῆς μου εὔθυνον, τὰς πορείας, Λόγε τοῦ Θεοῦ, πρὸς τρίβους τῶν ἐντολῶν, σοῦ τῶν ἀπλανῶν, ἔχων τὴν τεκοῦσάν σε, δυσωποῦσαν ἄχραντον Ἁγνὴν καὶ τοὺς πανσόφους σου, Ἀποστόλους πολυέλεε. |
Κανὼν τοῦ Ἁγίου Νικολάου. Εἱρμὸς ὁ αὐτός. |
|
Ἱεράρχης ἔνθεος, χρηματίσας πάσας τοῦ Χριστοῦ, ἐφύλαξας ἐντολάς· ὅθεν τῶν πιστῶν, φύλαξ θεῖος γέγονας, ἀπὸ πάσης τούτους συντηρῶν, Πάτερ Νικόλαε, ἐπηρείας καὶ κακώσεως. |
|
Ὥς ποτε διέθρεψας, ἀποροῦσαν ἄρτου ἐν λιμῷ, τὴν πόλιν σου ὡς καλός, Ὅσιε ποιμήν, ὡσαύτως διάθρεψον, τὴν ψυχήν μου ἄρτῳ νοητῷ, Πάτερ Νικόλαε, σὲ προστάτην εὐμοιρήσασαν. |
|
Σὲ τὸν μέγαν ἥλιον, τὸν ἐν ὕψει κείμενον ἀεί, τῆς Ἐκκλησίας Χριστοῦ, Ὅσιε ποιμήν, πιστῶς ἱκετεύομεν, σελασφόροις λάμψεσι φωτός, σκότος ἀπέλασον, ἁμαρτίας τῶν ψυχῶν ἡμῶν. |
|
Ἤγγικεν ὡς γέγραπται, ἡ ἡμέρα ἡ περιφανής, τῆς παρουσίας Χριστοῦ, ἄγονε ψυχή, ἀπόθου τὸ ῥάθυμον, καὶ προθύμως βόησον Χριστῷ. Κύριε σῶσόν με, Νικολάου παρακλήσεσι. |
Θεοτοκίον. |
|
Φαεινὴν λυχνίαν σε, ὁ Προφήτης ἔβλεψεν Ἁγνή, λαμπάδιον νοητόν, φέρουσαν Χριστόν, διʼ οὗ ἐφωτίσθημεν, οἱ ἐν σκότει κείμενοι κακῶν, σὲ μακαρίζοντες, Θεοτόκε ἀειπάρθενε. |
Εἰς τὸν Στίχον τῶν Αἴνων. |
Ἀπόστιχα Στιχηρά. Ἦχος πλ. αʹ. Αποστολικά. |
|
Μαθηταὶ τοῦ Σωτῆρος, μυστηρίων αὐτόπται γενόμενοι, τὸν μὴ θεωρούμενον, καὶ ἀρχὴν μὴ ἔχοντα, ἐκηρύξατε λέγοντες· Ἐν ἀρχῇ ἦν ὁ Λόγος· οὐκ ἐκτίσθητε πρὸ τῶν Ἀγγέλων, οὐκ ἐμάθετε παρὰ ἀνθρώπων, ἀλλʼ ἐκ τῆς ἄνωθεν σοφίας· διὸ παῤῥησίαν ἔχοντες, πρεσβεύσατε ὑπὲρ τῶν ψυχῶν ἡμῶν. |
Στίχ. Ἐνεπλήσθημεν τὸ πρωΐ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ εὐφράνθημεν ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν· εὐφρανθείημεν ἀνθʼ ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν, ὧν εἴδομεν κακά. Καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν. |
|
|
Τοὺς Ἀποστόλους Κυρίου μελῳδικῶς, ἐν ᾠδαῖς ἀνευφημήσωμεν· ἐνδυσάμενοι γὰρ τὴν τοῦ Σταυροῦ πανοπλίαν, τὴν τῶν εἰδώλων πλάνην κατήργησαν, καὶ νικηφόροι ἀνεδείχθησαν στεφανῖται· ὧν ταῖς πρεσβείαις ὁ Θεός, ἐλέησον ἡμᾶς. |
Στίχ. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφʼ ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφʼ ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον. |
Μαρτυρικόν. |
|
Ἐν ταῖς βασάνοις ὄντες οἱ Ἅγιοι, ἀγαλλόμενοι ἐβόων· Συναλλάγματα ἡμῖν ἐστι ταῦτα πρὸς τὸν Δεσπότην· ἀντὶ γὰρ τῶν ἐπανισταμένων μωλώπων τῷ σώματι, φωτεινόν ἔνδυμα ἐν τῇ ἀναστάσει ἐπανθήσει ἡμῖν, ἀντὶ δεσμωτηρίων, ὁ Παράδεισος, καὶ ἀντὶ τῆς μετὰ τῶν κακούργων καταδίκης, ἡ μετὰ τῶν Ἀγγέλων διαγωγή. Εὐχαῖς αὐτῶν Κύριε, σῶσον τὰς ψυχὰς ἡμῶν. |
Δόξα· καὶ νῦν. Θεοτοκίον. |
|
Ἡ προεκλελεγμένη, εἰσάκουσον τῆς φωνῆς ἡμῶν, καὶ δώρησαι τὰ αἰτήματα ταῖς ψυχαῖς ἡμῶν, λύτρωσαι ἡμᾶς παθῶν καὶ τῶν ὀδυνῶν, διὰ τῶν Ἀποστόλων, πάντα δυναμένη ὡς Μήτηρ Θεοῦ. |
__________ |
ΕΝ Τῌ ΛΕΙΤΟΥΡΓΙᾼ |
Οἱ Μακαρισμοί. Ἦχος πλ. αʹ. |
|
Ὁ λῃστὴς ἐν τῷ Σταυρῷ, Θεὸν εἶναί σε πιστεύσας Χριστέ, ὡμολόγησέ σε εἰλικρινῶς ἐκ καρδίας. Μνήσθητί μου Κύριε βοῶν, ἐν τῇ βασιλείᾳ σου. |
|
Ὥσπερ νεφέλαι φωτειναί, τὴν γῆν διήλθετε τὸ ὕδωρ τὸ ζῶν, ἐπιῤῥαίνοντες, καὶ καρδίας τακείσας, ἁμαρτίαις θεῖοι Μαθηταί, πλουσίως ἠρδεύσατε. |
|
Ὥσπερ ἀκτῖνες μυστικαί, ἡλίου λάμψαντος ἐκ Κόρης ἁγνῆς, ἐφωτίσατε, τοὺς ἐν σκότει ἀγνοίας, καθημένους θεῖοι Μαθηταί, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν. |
Μαρτυρικόν. |
|
Τὰς πυρακτώσεις τῶν δεινῶν, καθυπομείναντες προθύμῳ ψυχῇ, κατεφλέξατε, τῶν εἰδώλων τὴν πλάνην, καὶ πρὸς θείαν ἐπαναψυχήν, μετήλθετε Μάρτυρες. |
Δόξα. |
|
Ἴνα δραχμὴν τὴν ἐν βυθῷ, τῷ τῶν πταισμάτων συγχωσθεῖσαν, Χριστὲ ἐξάρῃς, καὶ Πατρὶ προσαγάγῃς, Ἀποστόλους κήρυκας τελεῖς, διὰ θείου Πνεύματος. |
Καὶ νῦν. Θεοτοκίον. |
|
Τῶν Ἀποστόλων καλλονή, Θεοχαρίτωτε ὑπάρχουσα, ἀμαυρούμενον, ἡδοναῖς με τοῦ βίου, μετανοίας λάμπρυνον αὐγαῖς, ὅπως μακαρίζω σε. |