Τῌ ΠΑΡΑΣΚΕΥῌ ΕΣΠΕΡΑΣ |
ON FRIDAY EVENING |
Εἰς τό, Κύριε, ἐκέκραξα, Προσόμοια. |
At, Lord, I have cried, Prosomoia. |
Στιχηρὰ Δεσποτικά. |
Stichera for the Master. |
Ἦχος πλ. αʹ. Χαίροις ἀσκητικῶν. |
Mode pl. 1. Rejoice. |
|
|
Φεῖσαι τοῦ σοῦ οἰκέτου Χριστέ, ἡνίκα μέλλει ἡ ψυχή μου τοῦ σώματος, προστάξει σου χωρισθῆναι, τοῦ ἀγαγόντος εἰς ἕν, τὸν χοῦν καὶ τὸ πνεῦμα, θείῳ νεύματι, ἐχθρῶν ἀοράτων, ἐπιδρομῆς καὶ κακώσεως, ἐνεδρευόντων, ἀφειδῶς διασπᾶσαί με, καὶ κατάβρωμα, ἑαυτῶν ἀπεργάσασθαι, ῥῦσαί με καὶ ἀξίωσον, τυχεῖν ἀναψύξεως, ἔνθα ἀπέδρα ὀδύνη, καὶ στεναγμός, ἔνθα πέφυκε, τρυφῆς ὁ χειμάῤῥους, καὶ φωνὴ ἑορταζόντων, καὶ ἀγαλλίασις. |
Spare me Your humble servant, O Christ, * during the hour when my soul shall be parted from * my body, upon Your order, * which once had brought into one * the dust and the spirit by divine command. * Deliver me from attacks and abuse from the unseen foes * who lie in ambush to disjoint me unsparingly * and to make of me for themselves something to devour. * O count me worthy to attain * refreshment wherein all pain, * distress and sighing are absent, * and wherein issues the torrent of * delight, and the sound of * those who celebrate reechoes and exultation reigns. |
|
|
Ὥραν τῆς τελευτῆς δεδοικώς, καὶ τῶν δαιμόνων τὴν φρικτὴν ἐπανάστασιν, βοῶ σοι ἐκ κατωδύνου, ψυχῆς ὁ τάλας ἐγώ. Τὰς αὐτῶν παγίδας καὶ τὰ σκάνδαλα, τῇ σῇ δυναστείᾳ, Δέσποτα Κύριε σύντριψον, καὶ μὴ ἐάσῃς, τῆς αὐτῶν με σκαιότητος, παρανάλωμα, χρηματίσαι τὸν δοῦλόν σου· ἴδε μου τὴν κατήφειαν, καὶ πρόσχες τῇ θλίψει μου, καὶ τὴν ἀθλίαν ψυχήν μου, τῶν ὀδυνῶν ἐλευθέρωσον, Θεὲ πανοικτίρμον, ὁ δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος. |
|
|
|
Ὥσπερ ἡ Χαναναία Σωτήρ, κᾀγὼ βοῶ σοι· Τὴν ψυχήν μου θεράπευσον, καὶ ῥῦσαι δαιμόνων βλάβης, καὶ ἐπηρείας ἐχθρῶν, τῶν παρὰ τὴν φύσιν ἐνοχλούντων με, ἀεὶ καὶ φθειρόντων, τὸ κατʼ εἰκόνα σου Κύριε, καὶ ἐξελκόντων, λογισμοῦ τὸ κριτήριον, εἰς ἀνόητα, καὶ ψεκτὰ ἐνθυμήματα· ἅπερ ἐκ τῆς καρδίας μου ἐξάλειψον δέομαι, καὶ ἐν αὐτῇ μοι τὸν φόβον, σοῦ τὸν ἁγνότατον φύτευσον, καὶ δὸς ἐν εἰρήνῃ ἐκτελέσαι μου τὸν βίον, ἐν ταπεινώσει ψυχῆς. |
Savior, I cry aloud unto You * as did the Canaanite woman: O heal my soul, * and rescue me from demonic harm * and from ill-treatment of foes * who ever disturb me by abnormal means * defacing Your image, O Lord, in which You created me, * and who allure me * into choosing to ponder on * useless recollections and also reproachful thoughts. * Fervently I beseech of You * to blot them out from my heart, * and in their place, I entreat You, * there to implant purest fear of You. * And grant me, I pray You, * to complete my life in peace and humility of soul. |
Μαρτυρικά. |
For the Martyrs. |
|
|
Τὸν θυρεὸν τῆς πίστεως περιβαλλόμενοι, καὶ τῷ τύπῳ τοῦ Σταυροῦ, ἑαυτοὺς διαναστήσαντες, πρὸς τὰς βασάνους ἀνδρείως ἀπηυτομόλησαν, καὶ διαβόλου τὴν πλάνην καὶ τὸ θράσος κατήργησαν, οἱ Ἅγιοί σου Κύριε. Αὐτῶν ταῖς ἱκεσίαις, ὡς παντοδύναμος Θεός, τῷ κόσμῳ τὴν εἰρήνην κατάπεμψον, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος. |
Armed with the shield of faith, and rousing themselves to action with the sign of the Cross, O Lord, Your Saints of their own accord went forth courageously to the tortures, and they abolished the delusion and the audacity of the devil. At their entreaties, O omnipotent God, send peace down upon the world, and great mercy upon our souls. |
|
|
Πρεσβεύσατε ὑπὲρ ἡμῶν, ἅγιοι Μάρτυρες, ἵνα ῥυσθῶμεν τῶν ἀνομιῶν ἡμῶν· ὑμῖν γὰρ ἐδόθη χάρις, πρεσβεύειν ὑπὲρ ἡμῶν. |
Intercede on our behalf, O holy Martyrs, * that we be delivered from our iniquities. * For to you has the grace been given to intercede on our behalf. |
|
|
Ἀκορέστῳ διαθέσει ψυχῆς, Χριστὸν οὐκ ἀρνησάμενοι, ἅγιοι Μάρτυρες, τοὺς δεινοὺς καὶ διαφόρους αἰκισμούς, παθημάτων ὑπεμείνατε, τῶν τυράννων τὰ θράση κατηδαφίσατε, ἀκλινῆ καὶ ἄτρωτον τὴν πίστιν φυλάξαντες, εἰς οὐρανοὺς μετέστητε· ὅθεν καὶ παῤῥησίας τυχόντες πρὸς αὐτόν, αἰτήσασθε δωρηθῆναι, ἡμῖν τὸ μέγα ἔλεος. |
Refusing to deny Christ, O holy Martyrs, you endured the various painful tortures with an insatiable willingness of soul. You humbled the impudence of the tyrants, having kept your faith steadfast and invulnerable, and you were translated to heaven. Since you therefore have obtained confidence before the Lord, entreat Him that great mercy be granted to us. |
Δόξα· καὶ νῦν. Θεοτοκίον. |
Glory. Both now. Theotokion. |
|
|
Ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ τῆς ἀπειρογάμου Νύμφης εἰκὼν διεγράφη ποτέ. Ἐκεῖ Μωϋσῆς διαιρέτης τοῦ ὕδατος, ἐνθάδε Γαβριὴλ ὑπηρέτης τοῦ θαύματος, τότε τὸν βυθόν ἐπέζευσεν ἀβρόχως, Ἰσραήλ, νῦν δὲ τὸν Χριστὸν ἐγέννησεν ἀσπόρως ἡ Παρθένος, ἡ θάλασσα μετὰ τὴν πάροδον τοῦ Ἰσραήλ, ἔμεινεν ἄβατος, ἡ ἄμεμπτος μετὰ τὴν κύησιν τοῦ Ἐμμανουήλ, ἔμεινεν ἄφθορος, ὁ ὢν καὶ προών, καὶ φανεὶς ὡς ἄνθρωπος, Θεὸς ἐλέησον ἡμᾶς. |
In the Red Sea, an image of the Bride who knew not wedlock was depicted once. For there, of old, did Moses sever the water; and here is Gabriel, the server of the wonder. At that time Israel traversed the deep, without getting wet; and now, the Virgin gave birth to Christ, without seed. The sea, after the passage of Israel, remained impassable; the blameless Maid remained incorrupt after the conception of Emmanuel. O God, the One who is and ever was and appeared as man, have mercy on us. |
Εἰς τὸν Στίχον. |
At the Aposticha. |
Ἀπόστιχα Στιχηρά. Ἦχος πλ. αʹ. |
Aposticha. Mode pl. 1. |
Μαρτυρικόν. |
For the Martyrs. |
|
|
Τῶν ἐπιγείων ἁπάντων, καταφρονήσαντες, καὶ τῶν βασάνων ἀνδρείως κατατολμήσαντες, τῶν μακαρίων ἐλπίδων οὐκ ἠστοχήσατε, ἀλλʼ οὐρανῶν Βασιλείας κληρονόμοι γεγόνατε, πανεύφημοι Μάρτυρες, ἔχοντες παῤῥησίαν πρὸς τὸν φιλάνθρωπον Θεόν, τῷ κόσμῳ τὴν εἰρήνην αἰτήσασθε, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος. |
You disdained all earthly things, and you manfully defied the tortures. And hence you failed not in your blessed hopes, but became heirs of the Kingdom of heaven, O Martyrs, extolled throughout the world. Since to our humane God you speak with freedom, ask for peace for the world, and great mercy upon our souls. |
Νεκρώσιμα. |
For the Dead. |
Στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου, Κύριε. |
Verse: Blessed are they whom You have chosen and received, O Lord. [SAAS] |
|
|
Ἐμνήσθην τοῦ Προφήτου βοῶντος· Ἐγώ εἰμι γῆ καὶ σποδός, καὶ πάλιν κατενόησα ἐν τοῖς μνήμασι, καὶ εἶδον τὰ ὀστᾶ τὰ γεγυμνωμένα, καὶ εἶπα· Ἆρα τίς ἐστι; Βασιλεύς, ἢ στρατιώτης, ἢ πλούσιος, ἢ πένης, ἢ δίκαιος, ἢ ἁμαρτωλός; ἀλλὰ ἀνάπαυσον, Κύριε, μετὰ δικαίων τοὺς δούλους σου, ὡς φιλάνθρωπος. |
I remembered how the Prophet once said: "I am but dust and ashes"; and then I looked into the graves and saw the naked bones, and in turn I exclaimed: "Who can tell, which one was a king, which one a soldier, rich or poor, a righteous man or a sinner?" Nevertheless, O Lord, grant that Your servants may rest with the righteous, in Your love for humanity. |
Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται. |
Verse: Their souls shall dwell among good things. [SAAS] |
|
|
Σὺ ἔπλασάς με, Κύριε, καὶ ἔθηκας ἐπʼ ἐμὲ τὴν χεῖρά σου, καὶ ἐνετείλω μοι, καὶ εἶπας· Εἰς γῆν πάλιν πορεύσῃ. Ὁδήγησόν με εἰς εὐθεῖαν ὁδόν σου, συγχώρησόν μοι τὰ πλημμελήματά μου, καὶ ἄνες μοι δέομαι, ὡς φιλάνθρωπος. |
You fashioned me, O Lord, and laid your hand upon me, and You commanded me and said: You shall return again to earth. Lead me in Your straight way; forgive me my offenses, and absolve me, I entreat You, O Lover of man. |
Δόξα· καὶ νῦν. Θεοτοκίον. |
Glory. Both now. Theotokion. |
|
|
Σὲ δυσωποῦμεν, ὡς Θεοῦ Μητέρα. Εὐλογημένη, πρέσβευε σωθῆναι ἡμᾶς. |
We importune you since you are God’s Mother. O blessed one, intercede for our salvation. |
__________ |
__________ |
Τῼ ΣΑΒΒΑΤῼ ΠΡΩΪ |
ON SATURDAY MORNING |
ΕΝ Τῼ ΟΡΘΡῼ |
MATINS |
Μετὰ τὴν αʹ Στιχολογίαν. Καθίσματα Μαρτυρικά. |
After the first Psalter reading. Kathismata for the Martyrs. |
Ἦχος πλ. αʹ. Τὸν συνάναρχον Λόγον. |
Mode pl. 1. Let us worship the Word. |
|
|
Τῶν ἁγίων Μαρτύρων τὰ κατορθώματα, οὐρανῶν αἱ Δυνάμεις ὑπερεθαύμασαν, ὅτι ἐν σώματι θνητῷ, τὸν ἀσώματον ἐχθρόν, τῇ δυνάμει τοῦ Σταυροῦ, ἀγωνισάμενοι καλῶς, ἐνίκησαν ἀοράτως, καὶ πρεσβεύουσι τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν. |
All the hosts in the heavens were utterly amazed * by the feats and the contests the holy Martyrs won. * For by the power of the Cross, they competed very well; * they invisibly defeated the bodiless foe, * while in their own mortal bodies. * Now they intercede with the Master, * that He be merciful to our souls. |
|
|
Τὰ θαύματα τῶν ἁγίων σου Μαρτύρων, τεῖχος ἀκαταμάχητον, ἡμῖν δωρησάμενος, Χριστὲ ὁ Θεός, ταῖς αὐτῶν ἱκεσίαις, βουλὰς ἐθνῶν διασκέδασον, τῆς Βασιλείας τὰ σκῆπτρα κραταίωσον, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος. |
You have given us the miracles of Your holy Martyrs as an impregnable fortress, O Christ our God. At their entreaties, frustrate the plots of foreign enemies, and strengthen our nation, for You alone are good and love humanity. |
|
|
Κύριε, τὸ ποτήριον τοῦ πάθους σου, οἱ Ἀθλοφόροι σου ζηλώσαντες, κατέλιπον τὴν τοῦ βίου τερπνότητα, καὶ γεγόνασι τῶν Ἀγγέλων συμμέτοχοι. Αὐτῶν ταῖς παρακλήσεσι, παράσχου ταῖς ψυχαῖς ἡμῶν, ἱλασμὸν ἁμαρτιῶν, καὶ τὸ μέγα ἔλεος. |
Lord, Your medal-winning martyrs longed to drink the cup of Your Passion. So they forsook the delights of this life, and they became partners with the Angels. At their supplications, grant to our souls forgiveness of sins and the great mercy. |
Δόξα· καὶ νῦν. Θεοτοκίον. Τὸν συνάναρχον Λόγον. |
Glory. Both now. Theotokion. Let us worship the Word. |
|
|
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου. |
O impassable gateway of God the Lord, rejoice. * Wall and shelter of those who in you take refuge, rejoice. * Stormless haven, rejoice, O Maid who knew not man * and yet physically gave birth to your Creator and God. * Never cease interceding * on behalf of those extolling and worshiping the Son you bore. |
Μετὰ τὴν βʹ Στιχολογίαν, ἕτερα Καθίσματα. |
After the second Psalter reading, Kathismata. |
Μαρτυρικόν. |
For the Martyrs. |
|
|
Λάμπει σήμερον ἡ μνήμη τῶν Ἀθλοφόρων· ἔχει γὰρ καὶ οὐρανόθεν ἀπαύγασμα, ὁ χορὸς τῶν Ἀγγέλων πανηγυρίζει, καὶ τῶν ἀνθρώπων τὸ γένος συνεορτάζει· διὸ πρεσβεύουσι τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν. |
Today, the memorial of the victorious martyrs shines with light from heaven. ⁄ The choir of angels keeps the festival, ⁄ and mankind celebrates the feast with them. ⁄ For, they intercede before the Lord, ⁄⁄ that he may have mercy on our souls. |
Νεκρώσιμον. |
For the Dead. |
|
|
Ἀνάπαυσον Σωτὴρ ἡμῶν, μετὰ Δικαίων τοὺς δούλους σου, καὶ τούτους κατασκήνωσον ἐν ταῖς αὐλαῖς σου, καθὼς γέγραπται, παρορῶν ὡς ἀγαθός, τὰ πλημμελήματα αὐτῶν, τὰ ἑκούσια, καὶ τὰ ἀκούσια, καὶ πάντα τὰ ἐν ἀγνοίᾳ καὶ γνώσει φιλάνθρωπε. |
Grant rest with the Righteous to Your servants, O our Savior, and grant them to dwell in Your courts, as it is written. Since You are good, overlook their offences, both voluntary and involuntary, and all that they committed in knowledge or in ignorance, O Lover of man. |
Δόξα· καὶ νῦν. Θεοτοκίον. Τὸν συνάναρχον Λόγον. |
Glory. Both now. Theotokion. N/M (Let us worship the Word.) |
|
|
Θεοτόκε Παρθένε Μήτηρ ἀνύμφευτε, ἡ τὸν Σωτῆρα τοῦ κόσμου κυοφορήσασα, καὶ τεκοῦσα ἐν δυσὶ τελείαις φύσεσιν, ἐκδυσώπησον αὐτόν, σὺν Προφήταις ἱεροῖς, καὶ Μάρτυσι καὶ Ὁσίοις, ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν. |
O Virgin Mother, unwedded Bride: ⁄ you brought the Savior into the world, ⁄ and gave birth to him in the perfection of two natures: ⁄ Together with the holy prophets, martyrs, and all the saints, ⁄ entreat him, that he may grant peace to the world, ⁄⁄ and great mercy to our souls. |
Κανὼν εἰς πάντας τοὺς Ἁγίους. |
Canon for all Saints. |
Ἦχος πλ. αʹ. ᾨδὴ αʹ. Ὁ Εἱρμός. |
Mode pl. 1. Ode i. Heirmos. |
Γῆν ἐφʼ ἣν οὐκ ἔλαμψεν, οὐκ εἶδεν ἥλιος ποτέ, ἄβυσσον, ἣν οὐχ ἑώρακε γυμνήν, τὸ κῦτος οὐρανοῦ, Ἰσραὴλ διώδευσεν ἁβρόχως Κύριε, καὶ εἰσήγαγες αὐτόν, εἰς ὄρος ἁγιάσματός σου, ᾄδοντα ψάλλοντα, ἐπινίκιον ᾠδήν. |
Over land on which the sun had never shone or ever seen * and the abyss which the vault of heaven had not seen exposed before, * Israel perambulated without getting wet; * and You led them and You gave them entry unto Your Holy Mountain, * as they sang and chanted songs of victory, O Lord. [SD] |
Τροπάρια. |
Troparia. |
|
|
Σώματα προϊέμενοι, τοῖς ἀνημέροις δικασταῖς, ἠνέγκατε ἀνυποίστους αἰκισμούς, γενναῖοι Ἀθληταί, προσδοκῶντες λήψεσθαι βραβεῖα ἄνωθεν, καὶ εἰσήγαγεν ὑμᾶς Χριστός, εἰς αἰωνίους σκηνάς, χαίροντας ᾄδοντας, ἐπινίκιον ᾠδήν. |
|
|
|
Ὅσιοι καὶ Δίκαιοι, καὶ Ἱεράρχαι εὐκλεεῖς, τελέσαντες τὰ προστάγματα Θεοῦ, ἐποίμαναν λαούς, καὶ καλῶς ὡδήγησαν ἐφʼ ὕδωρ γνώσεως, ἀξίως καὶ χειμάῤῥους τῆς τρυφῆς, ἀπειλήφασι, βρύοντες πάντοτε, ἰαμάτων ποταμούς. |
|
|
|
Ἴθυνόν με, Κύριε, πρὸς τοὺς λιμένας τῆς ζωῆς, δεήσεσι Προφητῶν πανευκλεῶν, σοφῶν Ἱεραρχῶν, ἱερῶν Γυναίων τε τῶν ἀθλησάντων στεῤῥῶς, καὶ τὸν ἄρχοντα ἀεί, ἀνδρείᾳ πατησάντων φρενί, ᾄδοντα ψάλλοντα, ἐπινίκιον ᾠδήν. |
|
Νεκρώσιμον. |
For the Dead. |
|
|
Σὲ καθικετεύομεν, τὸν εὐδιάλλακτον Θεόν, ἀνάπαυσον ἐν τοῖς κόλποις Ἀβραάμ, τοὺς δούλους σου, Χριστέ, οὓς πιστῶς μετέστησας, ἐκ τῆς τοῦ βίου ταραχῆς, καὶ ἀξίωσον αὐτούς, φωτὸς διαιωνίζοντος, τούτων τὰ πταίσματα, παρορῶν ὡς ἀγαθός. |
|
Θεοτοκίον. |
Theotokion. |
|
|
Χαῖρέ σοι κραυγάζομεν, τῇ κυησάσῃ τὴν χαράν, Πανύμνητε, φωταγώγησον ἡμῶν, τὸν νοῦν καὶ τὴν ψυχήν, καὶ πρὸς τρίβους γνώσεως, πάντας ὁδήγησον, καὶ πταισμάτων ἱλασμόν, δοθῆναι πᾶσιν αἴτησαι, Δέσποινα ἄχραντε, τὸν Υἱόν σου καὶ Θεόν. |
|
Κανὼν εἰς Κοιμηθέντας. |
Canon for the Deceased. |
Τῷ Σωτῆρι Θεῷ. |
To our Savior and God. |
|
|
Θειοτάτῃ στοργῇ, οἱ Ἀθλοφόροι Χριστοῦ, τυράννων θράσος κατηδάφισαν, τοῖς μεταστᾶσι δὲ πιστοῖς, οἱ συμπαθέστατοι, αἰτοῦνται, τὴν ἄφεσιν καὶ τὴν ἀνάστασιν. |
|
|
|
Ἐν Ἁγίων σκηναῖς, ἐν ταῖς αὐλαῖς σου Χριστέ, τοὺς μεταστάντας κατασκήνωσον, τὴν ὀφειλὴν ὑπὲρ αὐτῶν καταβαλλόμενος, τὸ αἷμά σου Δέσποτα τὸ τιμιώτατον. |
|
|
|
Ἡ σοφία Θεοῦ, ὁ ἀκριβής χαρακτήρ, ὁ πάντα φέρων τοῦ Γεννήτορος, οὓς προσελάβου οἰκτίρμον, αὐτὸς ἀνάπαυσον, διδοὺς τὴν ἀΐδιον μακαριότητα. |
|
Θεοτοκίον. |
Theotokion. |
|
|
Φωτοφόρος σκηνή, χρυσοειδὴς κιβωτός, τὸν Θεὸν Λόγον περιέχουσα, σεσαρκωμένον διʼ ἡμᾶς τὸν καταλύσαντα, θανάτου τὴν δύναμιν, ὤφθης Πανάμωμε. |
|
ᾨδὴ γʹ. Ὁ Εἱρμός. |
Ode iii. Heirmos. |
Σαλευομένην τὴν καρδίαν μου Κύριε, τοῖς κύμασι τοῦ βίου στερέωσον, εἰς λιμένα εὔδιον, καθοδηγῶν ὡς Θεός. |
|
Τροπάρια. |
Troparia. |
|
|
Ῥαβδιζομένου οὐκ ἐφείσασθε σώματος, πανεύφημοι ὁπλῖται νευρούμενοι, ταῖς ἐλπίσι Μάρτυρες, τῶν αἰωνίων τερπνῶν. |
|
|
|
Ἱεραρχίας τὴν στολὴν ἐφαιδρύνατε, ἰδέαις ἐναρέτοις ποιμάναντες, τοῦ Χριστοῦ τὸ ποίμνιον, ἐπὶ νομὰς ζωηράς. |
|
|
|
Σάρκα νεκροῦντες ἐγκρατείᾳ οἱ ὅσιοι, ζωῆς θείας μετέσχον· αὐτῶν Χριστέ, ἱεραῖς δεήσεσι, κινδύνων ῥῦσαι ἡμᾶς. |
|
Νεκρώσιμον. |
For the Dead. |
|
|
Τοῖς κοιμηθεῖσι τὴν ἐκεῖθεν ἀνάπαυσιν, Φιλάνθρωπε παράσχου, ἃ ἔπραξαν, ἐπὶ γῆς ὀφλήματα, παρορῶν ὡς Θεός. |
|
Θεοτοκίον. |
Theotokion. |
|
|
Εὐλογημένην γυναικῶν σε ὡς ἔβλεψε, κατάλογος γενναίως ἐνήθλησε, καὶ τῷ σῷ προσήνεκται, Παρθενομῆτορ Υἱῷ. |
|
Κανὼν εἰς Κοιμηθέντας. Στερέωσον ἡμᾶς ὁ Θεός. |
Canon for the Deceased. |
|
|
Ἀνδρείως ταῖς τυράννων ὁρμαῖς, ἀνθεστηκότες ἠγωνίσαντο, οἱ Ἀθληταί, καὶ πρεσβεύουσιν, ὑπὲρ τῶν κεκοιμημένων Χριστέ. |
|
|
|
Νομίμοις ἐντραφέντας τοῖς σοῖς, τοὺς μεταστάντας Ὑπεράγαθε, ἐν φωτεινοῖς σου σκηνώμασι, προσδεξάμενος ἀνάπαυσον. |
|
|
|
Ὁ μόνος ἐλεήμων Θεός, οὓς ἐξελέξω καταξίωσον, τῆς τῶν Ἁγίων λαμπρότητος, παρορῶν αὐτῶν τὰ πταίσματα. |
|
Θεοτοκίον. |
Theotokion. |
|
|
Ὑμνοῦμεν τὸν σὸν τόκον Ἁγνή, διʼ οὗ τῆς πρῴην κατακρίσεως, καὶ τῆς κατάρας ἐῤῥύσθημεν, καὶ θανάτου ἐλυτρώθημεν. |
|
ᾨδὴ δʹ. Ὁ Εἱρμός. |
Ode iv. Heirmos. |
Ἀκήκοα Κύριε, τὴν ἀκοήν σου καὶ ἐφοβήθην, κατενόησα τὴν οἰκονομίαν σου, καὶ ἐδόξασά σε, μόνε φιλάνθρωπε. |
|
Τροπάρια. |
Troparia. |
|
|
Δυνάμει σου, Κύριε, οἱ Ἀθλοφόροι ἐχθρῶν δυνάμεις κατεπάτησαν, καὶ ἰσχὺς γεγόνασι τῶν πιστῶν, καὶ μέγα κραταίωμα. |
|
|
|
Οἱ Ὅσιοι ἅπαντες, ἀγαλλιάσει, ἀγαλλιῶνται, καὶ ἐνδέδυνται οἱ Ἱερεῖς οἱ ἔνθεοι, δικαιοσύνην ὥσπερ ἱμάτιον. |
|
|
|
Ὑμνήσωμεν ἅπαντες, τοὺς θεηγόρους Θεοῦ Προφήτας, καὶ τιμήσωμεν Γυναικῶν κατάλογον, τὸν καλῶς τὸν δρόμον τελέσαντα. |
|
Νεκρώσιμον. |
For the Dead. |
|
|
Λιμένι σου Δέσποτα, τῆς Βασιλείας ἐγκαθορμίσας, οὓς μετέστησας ταραχῆς καὶ κλύδωνος, τοῦ παρόντος βίου ἀνάπαυσον. |
|
Θεοτοκίον. |
Theotokion. |
|
|
Ὁ Ἄχρονος γέγονε, νῦν ὑπὸ χρόνον ἐκ σοῦ Παρθένε· τοῦτον αἴτησαι διαλῦσαι ἅπαντα, τῆς ψυχῆς μου τὰ χρόνια πταίσματα. |
|
Κανὼν εἰς Κοιμηθέντας. Ἀκήκοα Κύριε τὴν ἀκοήν. |
Canon for the Deceased. |
|
|
Συναΐδιόν σε τῷ Πατρὶ ὁμολογοῦντες εὐσεβῶς, ἀνῃρέθησαν οἱ Μάρτυρες Χριστέ, καὶ βοῶσί σοι. Σῶσον οὓς προσελάβου δούλους σου. |
|
|
|
Ὁ γενόμενος ἐν τοῖς νεκροῖς, καὶ νεκρὸς ἐλεύθερος Χριστέ, νεκροῖς ζωὴν αἰώνιον διδούς, τὴν ἀνάπαυσιν δὸς νῦν, τοῖς μεταστᾶσι δούλοις σου. |
|
|
|
Παραγενόμενος εἰς τὸ σῶσαι, τὸ πλανώμενον Χριστέ, τὸν Παράδεισον ἀξίωσον οἰκεῖν, οὓς μετέστησας, πίστει δικαιώσας καὶ χάριτι. |
|
Θεοτοκίον. |
Theotokion. |
|
|
Ἐπεσκίασεν ἡ τοῦ Ὑψίστου, Κόρη δύναμις ἐν σοί, καὶ Παράδεισον εἰργάσατο ζωῆς, ξύλον ἔχουσα, μέσον τὸν μεσίτην καὶ Κύριον. |
|
ᾨδὴ εʹ. Ὁ Εἱρμός. |
Ode v. Heirmos. |
Τὴν τάλαιναν ψυχήν μου, νυκτομαχοῦσαν τῷ σκότει τῶν παθῶν, προφθάσας οἴκτειρον, καὶ λάμψον νοητὲ Ἥλιε, ἡμεροφαεῖς ἀκτῖνας ἐν ἐμοί, τοῦ διατμῆξαι τὴν νύκτα τὸ φῶς. |
|
Τροπάρια. |
Troparia. |
|
|
Ἰάσεις τοῖς νοσοῦσι, πηγάζει Μαρτύρων τὰ ὀστᾶ· μὴ συντριβέντα γὰρ κακίᾳ, ὡσεὶ χνοῦν ἐλέπτυναν, τὰ τῆς δυσσεβείας ἅπαντα ὀστᾶ, καὶ τὴν ἡμῶν ἀνορθοῦσι συντριβήν. |
|
|
|
Σοὺς νόμους συντηροῦσαι, Ἱεραρχίαι ἐποίμαναν λαούς, καὶ καθωδήγησαν, Οἰκτίρμον, πρὸς ζωὴν τὴν μένουσαν, οἱ δὲ Ὅσιοι, ἐνέκρωσαν παθῶν, τυραννίδα τελείῳ νοΐ. |
|
|
|
Τιμάσθωσαν Προφῆται, καὶ σὺν αὐτοῖς πάντες Δίκαιοι πιστῶς, καὶ εὐφημείσθωσαν ὁσίως αἱ πολιτευσάμεναι, καὶ διὰ βασάνων λάμψασαι ἐν γῇ, θεῖαι Γυναῖκες, ὡς δοῦλαι Χριστοῦ. |
|
Νεκρώσιμον. |
For the Dead. |
|
|
Οὓς ἐκ γῆς προσελάβου, ἐν οὐρανίοις κατάταξον σκηναῖς, πιστοὺς οἰκέτας σου, τούτων παρορῶν τὰ πταίσματα, δι''ὑπερβολὴν χρηστότητος τῆς σῆς, ὁ σαρκωθεὶς δι''ἡμᾶς τοὺς βροτούς. |
|
Θεοτοκίον. |
Theotokion. |
|
|
Ὑμνοῦμέν σε Παρθένε, διʼ ἧς ἐφάνη ὁ Θεὸς ἐπὶ γῆς, βροτὸς γενόμενος. Χαῖρε γῆ εὔκαρπε, ἡ καρποφορήσασα στάχυν μυστικὸν ἡμῖν, τὸν διατρέφοντα πᾶσαν πνοήν. |
|
Κανὼν εἰς Κοιμηθέντας. Ὀρθρίζοντες βοῶμέν σοιε. |
Canon for the Deceased. Arising very early. |
|
|
Μαρτύρων προσδεξάμενος Κύριε, τὰς αἰτήσεις, ψυχὰς ἃς μετέστησας, τοῖς ἐκλεκτοῖς σου συναρίθμησον. |
|
|
|
Προέφησας οὐκ ὄψεται θάνατον, ὁ πιστεύσας εἰς σέ· διὸ Δέσποτα, τοὺς μεταστάντας ἀνάπαυσον. |
|
|
|
Τερπνότητος τοῦ οἴκου σου Κύριε, τοὺς σοὺς δούλους τυχεῖν καταξίωσον, καὶ τῆς γλυκείας μεθέξεως. |
|
Θεοτοκίον. |
Theotokion. |
|
|
Ὁ Λόγος ὁ Πατρὶ συναΐδιος, σαρκωθεὶς ἐκ Παρθένου ἐνέκρωσε, διὰ θανάτου τὸν θάνατον. |
|
ᾨδὴ Ϛʹ. Ὁ Εἱρμός. |
Ode vi. Heirmos. |
Ὡς τὸν Προφήτην τοῦ θηρός, ἐῤῥύσω Κύριε, κἀμὲ τοῦ βυθοῦ τῶν ἀκαθέκτων παθῶν, ἀνάγαγε δέομαι, ἵνα προσθήσω τοῦ ἐπιβλέψαι με, πρὸς Ναὸν τὸν ἅγιόν σου. |
O Lord, You rescued from the whale the Prophet long ago. * I pray that You also let me rise from the sea of passions oppressing me, * so that with favor I may once again look toward Your holy temple. [SD] |
Τροπάρια. |
Troparia. |
|
|
Σῶμα προδόντες αἰκισμοῖς, οἱ Μάρτυρες, τυράννων χερσίν, ἠγάλλοντο τῇ ψυχῇ· τὴν θείαν γὰρ ἔβλεπον, ὄντως αἰώνιον ἀπόλαυσιν, καὶ τὰς θείας ἀντιδόσεις. |
|
|
|
Δόξα σοφῶν Ἱεραρχῶν, καὶ τῶν Ὁσίων σὺ ὑπάρχεις Χριστέ, ταῖς ἱκεσίαις αὐτῶν, τὸν σὸν λαὸν οἴκτειρον, ὅν περ ἰδίῳ σου αἵματι, ὡς φιλάνθρωπος ἐκτήσω. |
|
|
|
Ἐκ σοῦ λαμπόμενοι τὸν νοῦν, Προφῆται Κύριε, δηλοῦσι μακράν, τὰ ἐσόμενα τρανῶς, Γυναῖκες δὲ σθένει σου, κράτος ἐχθροῦ καταλύουσιν, ἐν ἀσκήσει καὶ ἀθλήσει. |
|
Νεκρώσιμον. |
For the Dead. |
|
|
Τοὺς μεταστάντας ἐξ ἡμῶν, πιστοὺς οἰκέτας σου, χοροῖς ἐκλεκτῶν, συναριθμῶν Ἀγαθέ, ἀνάπαυσον Κύριε, πάντα τὰ τούτων ἐγκλήματα, παρορῶν διʼ εὐσπλαγχνίαν. |
|
Θεοτοκίον. |
Theotokion. |
|
|
Ὁ διαπλάσας κατʼ ἀρχάς, τὴν Εὔαν Κύριε, Παρθένου νηδύν, καθυποδὺς τὴν ἐμήν, ἐργάζῃ ἀνάπλασιν, δούλου σχῆμα ἐνδυσάμενος, ὁ Δεσπότης τῶν ἁπάντων. |
|
Κανὼν εἰς Κοιμηθέντας. Ἐκύκλωσέ με ἄβυσσος. |
Canon for the Deceased. The deep abyss. |
|
|
Στρατεύματα Μαρτύρων σου, τὰς ἄνω Δυνάμεις μιμούμενα, Χριστὲ δυσωποῦσί σε, παράσχου φιλάνθρωπε, τοῖς μεταστᾶσι τὴν παρὰ σοῦ ἀπόλαυσιν. |
|
|
|
Ἐν τόποις ἀναψύξεως, ἐν τόποις Ἁγίων λαμπρότητος, ἐν τόποις ἀνέσεως, ὡς μόνος φιλάνθρωπος, οὓς προσελάβου ἐγκατάταξον οἰκέτας σου. |
|
|
|
Ἱλάσθητι τοῖς δούλοις σου, καὶ τούτοις πταισμάτων συγχώρησιν, παράσχου δεόμεθα, ζωῆς καταξίωσον τῆς ἀνωλέθρου, καὶ μακαρίας λήξεως. |
|
Θεοτοκίον. |
Theotokion. |
|
|
Συλλήψεως ἀσπόρου σου, τίς λόγος ὁ φράσαι δυνάμενος, τὸ θαῦμα Πανάμωμε; Θεὸν γὰρ ἐγέννησας, διʼ εὐσπλαγχνίαν ἡμῖν ἐπιδημήσαντα. |
|
ᾨδὴ ζʹ. Ὁ Εἱρμός. |
Ode vii. Heirmos. |
Πυρὸς σβεστήριον, τῶν παίδων ἡ προσευχή, δροσίζουσα κάμινον, κήρυξ τοῦ θαύματος μὴ φλογίζουσα, μηδὲ συγκαίουσα, τοὺς ὑμνολόγους Θεοῦ, τῶν Πατέρων ἡμῶν. |
|
Τροπάρια. |
Troparia. |
|
|
Ὑμεῖς πυρούμενοι, σφοδρῶν βασάνων φλογί, τὸ φίλτρον θερμότερον, Μάρτυρες ἔνδοξοι, ἐδείκνυτε τὸ πρὸς Κύριον, καταδροσίζον ὑμᾶς λογισμῷ εὐσεβεῖ. |
|
|
|
Σοφίᾳ Πνεύματος, καλλωπισθέντες σοφοί, λαοῦ ἡγήσασθε, ἱερουργήσαντες, τῆς χάριτος τὸ Εὐαγγέλιον, καὶ ὡς Χριστοῦ λειτουργοὺς εὐφημοῦμεν ὑμᾶς. |
|
|
|
Ὑμεῖς νεκρώσαντες, τὴν σάρκα πόνοις πολλοῖς, ζωῆς ἠξιώθητε, μελλούσης Ὅσιοι, πρεσβεύοντες αὐτῆς τυχεῖν ἡμᾶς, τοὺς νεκρουμένους ἀεί, ταῖς τῶν παθῶν προσβολαῖς. |
|
|
|
Μακαριώτατος, χορὸς Θεοῦ Προφητῶν, Γυναίων κατάλογος, ἀγωνισάμενος, διʼ ἀσκήσεώς τε καὶ ἀθλήσεως, καὶ καθελὼν τὸν ἐχθρόν, εὐφημοῦμεν πιστῶς. |
|
Νεκρώσιμον. |
For the Dead. |
|
|
Νεκροῖς ὁμιλήσας, ἡ πάντων Λόγε ζωή, τοὺς νῦν καταλείψαντας, βίου τὸν τάραχον, λιμένι σου θείῳ καθόρμισον, τὰς ἁμαρτίας αὐτῶν παρορῶν Ἀγαθέ. |
|
Θεοτοκίον. |
Theotokion. |
|
|
Οἱ Θεοτόκον σε, φρονοῦντες γνώμῃ εὐθείᾳ, πυρὸς αἰωνίζοντος, καὶ σκότους Δέσποινα, ῥυσθείημεν τῇ μεσιτείᾳ σου, καὶ ἀοράτων ἐχθρῶν πολεμούντων ἡμᾶς. |
|
Κανὼν εἰς Κοιμηθέντας. Ὁ ἐν καμίνῳ πυρός. |
Canon for the Deceased. Inside the furnace. |
|
|
Νῦν ἀπροσίτου φωτός, ἐμφορηθῆναι δίδου, Σῶτερ, τοῖς μεταστᾶσι, λιταῖς τῶν Ἀθλοφόρων σου. |
|
|
|
Ἐν Ἐκκλησίᾳ, Χριστέ, τῶν πρωτοτόκων τοὺς ἐν πίστει, τελειωθέντας, Οἰκτίρμον συναρίθμησον. |
|
|
|
Κεκοσμημένους στολαῖς, τῆς ἀφθαρσίας τοὺς σοὺς δούλους, τοὺς μεταστάντας πρὸς σέ, Σῶτερ ἀνάπαυσον. |
|
Θεοτοκίον. |
Theotokion. |
|
|
Ῥύμην θανάτου Ἁγνή, ζωὴν ἀσπόρως συλλαβοῦσα, τὴν οὐσιώδη Πανάμωμε διέκοψας. |
|
ᾨδὴ ηʹ. Ὁ Εἱρμός. |
Ode viii. Heirmos. |
Ἀγγέλων σύστημα, ἀνθρώπων σύλλογος, τὸν Βασιλέα καὶ Κτίστην τοῦ παντός, Ἱερεῖς ὑμνεῖτε, εὐλογεῖτε Λευῖται, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. |
|
Τροπάρια. |
Troparia. |
|
|
Ὑπερνηξάμενοι, βασάνων πέλαγος, τῇ κυβερνήσει τοῦ Λόγου Ἀθληταί, ῥείθροις τῶν αἱμάτων, ἐβυθίσατε πάσας, τὰς φάλαγγας τοῦ πλάνου, καὶ ζῆτε εἰς αἰῶνας. |
|
|
|
Σοφοὶ γενόμενοι, Ἱερουργοὶ πιστῶς, Ὀρθοδοξίας ἐφʼ ὕδωρ τὴν ὑμῖν, πιστευθεῖσαν ποίμνην, ἐξεθρέψατε, ὄντως, τρυφῆς τερπνὸν χειμάῤῥουν, τρυφᾶτε εἰς αἰῶνας. |
|
|
|
Φωστῆρες Ὅσιοι, πιστῶν ἐδείχθητε, ὡς ἐκτελέσαντες ἔργα τοῦ φωτός, καὶ πρὸς θεῖον φέγγος μετετέθητε, σκότους ἡμᾶς ἐλευθερῶσαι, Χριστὸν ἐκδυσωπεῖτε. |
|
|
|
Εὐφραίνου σύλλογος, Γυναικῶν στάδιον, πλῆρες παντοίων ἀνύσας αἰκισμῶν, καὶ χορὸς ἀγάλλου, Προφητῶν καὶ Δικαίων, τῶν εὐαρεστησάντων, Χριστῷ εἰς τοὺς αἰῶνας. |
|
Νεκρώσιμον. |
For the Dead. |
|
|
Ῥομφαίαν Δέσποτα, τὴν στρεφομένην, δίδου τοῖς σοῖς δούλοις, ἀκωλύτως διελθεῖν, μεταστᾶσι τοῦ βίου, ἔνδον τοῦ Παραδείσου, αὐτοὺς κατασκηνώσας, ὡς μόνος ἐλεήμων. |
|
Θεοτοκίον. |
Theotokion. |
|
|
Ὡς πύλην φέρουσαν, πρὸς θείαν εἴσοδον, ὡς εὐδιάβατον κλίμακα Θεοῦ, ὡς τῶν σῳζομένων ἀπλανῆ ὁδηγίαν, τὴν Κεχαριτωμένην ὑμνήσωμεν Παρθένον. |
|
Κανὼν εἰς Κοιμηθέντας. Τὸν ἐκ Πατρὸς πρὸ αἰώνων. |
Canon for the Deceased. Before the ages. |
|
|
Ὁ τῶν ἁγίων Μαρτύρων, τοὺς ἀγῶνας προσδεξάμενος, καὶ διʼ αὐτῶν ἀναπαύων, τοὺς ἐν πίστει κοιμηθέντας τῇ σῇ, σὲ Σωτὴρ ὑμνοῦμεν, καὶ σὲ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας. |
|
|
|
Ὑπερκοσμίου σου δόξης, λαμπηδόσι καταστράπτεσθαι, τοὺς ἐξ ἡμῶν μεταστάντας, καταξίωσον ὡς εὔσπλαγχνος, σὲ Σωτὴρ ὑμνοῦντας, καὶ ὑπερυψοῦντας, εἰς πάντας τοὺς αἰῶνας. |
|
|
|
Σὺν ταῖς ἁγίων χορείαις, οὓς μετέστησας κατάταξον, καὶ Ἀβραὰμ ἐν τοῖς κόλποις, τῷ Λαζάρῳ συναρίθμησον, σὲ Σωτὴρ ὑμνοῦντας, καὶ ὑπερυψοῦντας, εἰς πάντας τοὺς αἰῶνας. |
|
Θεοτοκίον. |
Theotokion. |
|
|
Κεκοσμημένη τῷ κάλλει, τῆς ἁγνείας Μητροπάρθενε, καλλοποιὸν εὐπρεπείας, ἐνδιαίτημα γεγένησαι· ὅθεν σε ὑμνοῦμεν, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας. |
|
ᾨδὴ θʹ. Ὁ Εἱρμός. |
Ode ix. Heirmos. |
Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεάν, τοῖς φοβουμένοις αὐτόν. |
For He who is all-powerful, as God almighty, has done * great things for me, and holy is His name. * And his mercy is on those who truly fear Him * from generation to generation. [SD] |
Τροπάρια. |
Troparia. |
|
|
Ἱερουργοὶ Ποιμένες, Προφητῶν ἁγίων χορός, Δικαίων ἀναρίθμητον πλῆθος, Μαρτύρων σύλλογος, ἱεραῖς μελῳδίαις μακαριζέσθωσαν, πρεσβεύοντες σωθῆναι τὰς ψυχάς ἡμῶν. |
|
|
|
Ὡς θαυμαστῶς ἀσκήσας, τῶν Ἁγίων δῆμος ὁ σοφός, θαυμάτων ἐπιδείξεσι πολλῶν, νῦν τεθαυμάστωται, ταῖς αὐτῶν ἱκεσίαις, θαυμαστὲ Κύριε, θαυμάστωσον εἰς πάντας τὰ ἐλέη σου. |
|
|
|
Σὺν Ἱερομάρτυσι, τελεσάντων δρόμον καλῶς, Γυναίων ἀναρίθμητος πληθύς, ἥ τε ἀθλήσασα, καὶ ἀσκήσασα πόθῳ, μακαριζέσθω πιστῶς, Ἀγγέλων ταῖς χορείαις συνυπάρχουσα. |
|
Νεκρώσιμον. |
For the Dead. |
|
|
Ἡ τῶν ἁγίων πάντων, δυσωπεῖ σε Λόγε πληθύς· ἀνάπαυσον τὰ πλήθη τῶν πιστῶς, μετατεθέντων ἐκ γῆς, διὰ πλῆθος ἐλέους, τὰ πεπραγμένα αὐτοῖς ἅπαντα, ἐν βίῳ παραβλέπων ὡς μὀνος ἀγαθός. |
|
Θεοτοκίον. |
Theotokion. |
|
|
Φρενοβλαβῶς Παρθένε, ἁμαρτίας πράξας πολλάς, τὴν κόλασιν ἐκδέχομαι λοιπόν, ἀφʼ ἧς με λύτρωσαι, ἀδιστάκτῳ καρδίᾳ τῇ θείᾳ σκέπῃ σου, προστρέχοντα, τῆς μόνης προστασίας τῶν πιστῶν. |
|
Κανὼν εἰς Κοιμηθέντας. Σὲ τὴν ὑπὲρ νοῦν. |
Canon for the Deceased. You, transcending mind. |
|
|
Ἄθλων ἱερῶν οἱ Μάρτυρες ἔπαθλα, εἰληφότες δωρήσασθαι, σὲ νῦν ἱκετεύουσι, τοῖς πιστῶς μεταστᾶσι Σῶτερ ἄνεσιν. |
|
|
|
Νέκρωσιν ὑπέστης μόνε Ἀθάνατε, ὁ νεκροῖς τὴν Ἀνάστασιν, παρέχων ὡς εὔσπλαγχνος, καὶ τῆς ἀθανασίας τὴν λαμπρότητα. |
|
|
|
Ὤρθωσας ἡμᾶς, πεσόντας εἰς θάνατον, καὶ ζωὴν τὴν αἰώνιον, ἐλπίζειν ἐδίδαξας, ἧς τυχεῖν τοὺς σοὺς δούλους Σῶτερ δώρησαι. |
|
Θεοτοκίον. |
Theotokion. |
|
|
Νόμου αἱ σκιαί, παρῆλθον τῷ τόκῳ σου, ἡ ἀλήθεια ἔλαμψεν, ἡ χάρις δεδώρηται, Θεοτόκε· διό σε μεγαλύνομεν. |
|
Ἀπόστιχα τῶν Αἴνων. |
Aposticha of Lauds. |
Μαρτυρικά. Ἦχος πλ. αʹ. |
For the Martyrs. Mode pl. 1. |
|
|
Οἱ ἅγιοι Μάρτυρες, ἐπὶ τῆς γῆς ἠγωνίσαντο, τῷ ἀέρι ἐνεκαρτέρησαν, τῷ πυρὶ παρεδόθησαν, τὸ ὕδωρ αὐτοὺς ὑπεδέξατο, ἐκείνων ἐστὶν ἡ φωνή. Διήλθομεν διὰ πυρός καὶ ὕδατος, καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν. ταῖς πρεσβείαις αὐτῶν, ὁ Θεὸς ἐλέησον ἡμᾶς. |
They struggled on earth, and persevered in the heights: ⁄ they were handed over to fire, and the water received them. ⁄ It is said of them: We went through fire and through water, ⁄ and you have brought us forth to a place of rest. ⁄⁄ By their intercessions, O God, have mercy on us. |
|
|
Οἱ Ἀθλοφόροι σου Κύριε, τὰς τάξεις τῶν ἀγγέλων μιμησάμενοι, ὡς ἀσώματοι ταῖς βασάνοις ἐνεκαρτέρησαν, μονολόγιστον ἐλπίδα ἔχοντες, τῶν ἐπηγγελμένων ἀγαθῶν τὴν ἀπόλαυσιν· ταῖς πρεσβείαις αὐτῶν, Χριστὲ ὁ Θεὸς ἡμῶν, τὴν εἰρήνην δώρησαι τῷ κόσμῳ σου, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος. |
Your victory-bearers, Lord, imitated the ranks of angels, ⁄ for they held up under tortures as though they were bodiless, ⁄ having only one thought: the hope of enjoying the promised blessings. ⁄ By their intercessions, Christ our God, ⁄⁄ grant peace to the world, and to our souls, great mercy. |
|
|
Ἐν ταῖς βασάνοις ὄντες οἱ Ἅγιοι, ἀγαλλόμενοι ἐβόων· Συναλλάγματα ἡμῖν ἐστι ταῦτα πρὸς τὸν Δεσπότην· ἀντὶ γὰρ τῶν ἐπανισταμένων μωλώπων τῷ σώματι, φωτεινόν ἔνδυμα ἐν τῇ ἀναστάσει ἐπανθήσει ἡμῖν, ἀντὶ δεσμωτηρίων, ὁ Παράδεισος, καὶ ἀντὶ τῆς μετὰ τῶν κακούργων καταδίκης, ἡ μετὰ τῶν Ἀγγέλων διαγωγή. Εὐχαῖς αὐτῶν Κύριε, σῶσον τὰς ψυχὰς ἡμῶν. |
In their torments, the Saints cried out, rejoicing: ⁄ This is the exchange we make with the Master. ⁄ In return for the wounds inflicted on our bodies, ⁄ he will clothe us at the resurrection with a garment of light. ⁄ In return for dishonor, we shall receive crowns; ⁄ in return for imprisonment, paradise; ⁄ in return for condemnation with evildoers, life with the Angels. ⁄⁄ Through their prayers, O Lord, save our souls. |
Νεκρώσιμον. |
For the Dead. |
|
|
Οὐκ ἔστι τῶν ἐν βίῳ τερπνῶν οὐδέν, ὃ οὐ παρελεύσεται, οὐ πλοῦτος, οὐ τυραννίς, οὐ νεότητος ἄνθος· ὁ γὰρ θάνατος πάντα ἐπίσης λυμαίνεται, διαδέχεται δὲ τὰ μὴ σαλευόμενα· σπείρεται γὰρ ἐν φθορᾷ, ἐν ἀφθαρσίᾳ ἐγείρεται, σπείρεται ἐν ἀτιμίᾳ, ἐν δόξῃ ἀνίσταται. Διὸ Χριστέ, οὓς προσελάβου δούλους σου, μετὰ δικαίων ἀνάπαυσον ὡς φιλάνθρωπος. |
There is not a single thing in this life that will not pass away, neither wealth, nor tyranny, nor the bloom of youth. For death destroys them all alike, and then come things immovable. It is sown in corruption, it rises in incorruption; it is sown in indignity, it resurrects in glory. Therefore, O Christ, grant rest with the righteous to Your servants whom You have taken, as the One who loves humanity. |
Δόξα· καὶ νῦν. Θεοτοκίον. |
Glory. Both now. Theotokion. |
|
|
Ὑπὸ τὴν σὴν εὐσπλαγχνίαν, καταφεύγομεν Θεοτόκε, τὰς ἡμῶν ἱκεσίας μὴ παρίδῃς ἐν περιστάσει, ἀλλʼ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, μόνη Ἁγνή, μόνη εὐλογημένη. |
Beneath your tender compassion we take refuge, O Theotokos. Despise not our supplications in distress, but deliver us from all peril. You alone are pure; you alone are blessed. |
Εἰ δέ ἐστιν, Ἀλληλούϊα, λέγομεν τὰ ἀνωτέρω Μαρτυρικὰ εἰς τοὺς Αἴνους, Ἀπόστιχα δὲ ταῦτα. |
When Alleluia is sung at Matins, we sing the foregoing hymns for the Martyrs as Lauds, and the following Aposticha. |
Ἦχος πλ. αʹ. Χαίροις ἀσκητικῶν. |
Mode pl. 1. N/M (Rejoice.) |
|
|
Αἴγλῃ τοῦ σοῦ προσώπου Χριστέ, τοὺς μεταστάντας, ὡς οἰκτίρμων κατάταξον, σκηνώσας εἰς τόπον χλόης, ἐπὶ ὑδάτων τῆς σῆς, ἀκραιφνοῦς καὶ θείας ἀπολαύσεως, ἐν κόλποις ἀνέσεως, Ἀβραὰμ τοῦ προπάτορος, ἔνθα τὸ φῶς σου, καθαρῶς ἀναφαίνεται, καὶ προχέονται, αἱ πηγαὶ τῆς χρηστότητος, ἔνθα περιχορεύουσι, τρανῶς ἀγαλλόμενοι, πάντων Δικαίων οἱ δῆμοι, περὶ τὴν σὴν ἀγαθότητα, μεθʼ ὧν ἀριθμήσας, τοὺς οἰκέτας σου παράσχου, τὸ μέγα ἔλεος. |
With the splendor of your countenance, O Christ, ⁄ in your compassion, shine on the departed; ⁄ lead them to a place of green pasture, beside the still waters of your divine rest. ⁄ Give them repose, according to their hearts’ desire, with Abraham the forefather, ⁄ where your light is made manifest in all its purity, ⁄ and the streams of your love flow out, ⁄ where the choirs of saints rejoice, and exult in your goodness. ⁄⁄ place your suppliants with them, and grant them your great mercy. |
Στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου, Κύριε. |
Verse: Blessed are they whom You have chosen and received, O Lord. [SAAS] |
|
|
Ψάλλειν παναρμονίῳ φωνῇ, δοξολογεῖν τε τὸ σὸν κράτος εὐδόκησον, Οἰκτίρμον τοὺς μεταστάντας, ἐκ τῶν προσκαίρων, πρὸς σέ, τὸν Δεσπότην πάντων καὶ φιλάνθρωπον, διδοὺς ὡραιότητα, τοῦ σοῦ κάλλους ἐλλάμπεσθαι, καὶ τῆς γλυκείας, καὶ τερπνῆς μετουσίας σου, ἀπολαύειν τε, καὶ τρυφᾷν καθαρώτερον, ἔνθα περὶ τὸν θρόνον σου, χορεύουσιν Ἄγγελοι, καὶ τῶν Ἁγίων οἱ δῆμοι, χαρμονικῶς περιέπουσι· μεθʼ ὧν τοῖς σοῖς δούλοις, τὴν ἀνάπαυσιν παράσχου, καὶ μέγα ἔλεος. |
Grant to your departed to sing * your praise, O Lord, with a voice that is harmonious, * to give glory to your great might and mercy to those who are now * taking leave of their cares * and turning to you, * O Master and loving Lord, * as you give beauty and your light, * bestowing sweetness * and communion with divine joy. * Grant as well to them * as a loving God that they may * take rest and take enjoyment of your all-holy purity. * At your throne the angels and the saints attend you with songs of praise; * with them grant your servants * your great mercy and as well, O Lord, sweet rest eternal. |
Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται. |
Verse: Their souls shall dwell among good things. [SAAS] |
|
|
Ὅπου τῶν Προφητῶν ὁ χορός, τῶν Ἀποστόλων καὶ Μαρτύρων τὰ τάγματα, καὶ πάντες οἱ ἀπʼ αἰῶνος, δικαιωθέντες τῷ σῷ, σωτηρίῳ πάθει καὶ τῷ αἵματι, διʼ οὗ ἐξηγόρασας, τὸν αἰχμάλωτον ἄνθρωπον, ἐκεῖ τοὺς πίστει, κοιμηθέντας ἀνάπαυσον, ὡς φιλάνθρωπος, συγχωρῶν ὅσα ἥμαρτον· μόνος γὰρ ἀναμάρτητος, ἐν γῇ πεπολίτευσαι, ἅγιος μόνος καὶ μόνος, ἐν τεθνεῶσιν ἐλεύθερος· διὸ τοῖς σοῖς δούλοις, τὴν ἀνάπαυσιν παράσχου, καὶ μέγα ἔλεος. |
Grant rest to those asleep now in faith, * where prophets'' choirs and ranks of martyrs and apostles * and all from the ages who have been made in you justified * in your saving passion and salvific blood, * through which you redeemed humanity from our captivity, * as many sins as we commit, you forgive them all; * loving God you are, and the friend of all humankind; * for you alone are without sin, the earth you have civilized, * you alone may we call holy and you alone are made free in death; * therefore grant your servants * your great mercy and as well, O Lord, sweet rest eternal. |
Δόξα· καὶ νῦν. Θεοτοκίον. |
Glory. Both now. Theotokion. |
|
|
Νόμῳ τῆς ἁμαρτίας ἡμᾶς, δεδουλωμένους ἠλευθέρωσας, Δέσποινα, ἐν μήτρᾳ τὸν νομοδότην, καὶ Βασιλέα Χριστόν, συλλαβοῦσα μόνη Μητροπάρθενε, διʼ οὗ δικαιούμεθα, δωρεᾷ τε καὶ χάριτι, ὃν νῦν δυσώπει, τὰς ψυχὰς τῶν εἰδότων σε, θεομήτορα, βίβλῳ ζώντων ἐγγράψασθαι, ὅπως τῇ μεσιτείᾳ σου, σωθέντες Πανάμωμε, τῆς τοῦ Υἱοῦ σου εὐκταίας, ἀπολυτρώσεως τύχωμεν, αὐτὸν ἀνυμνοῦντες, τὸν παρέχοντα τῷ κόσμῳ τὸ μέγα ἔλεος. |
Lady, when you conceived in your womb * the very Giver of the Law, namely Christ the King, * O only Mother and Virgin, you freed the human race * that had been in bondage to the law of sin. * Through Him we are justified by His free gift and grace divine. * Will you implore Him to inscribe in the book of life * those acknowledging that you are the Mother of God, * so that we who are saved through your entreaties, all-blameless one, * may thus obtain what we long for, namely redemption from Christ your Son, * whom we are extolling * as the Savior who is granting great mercy to the world. |
__________ |
__________ |
ΕΝ Τῌ ΛΕΙΤΟΥΡΓΙᾼ |
LITURGY |
Οἱ Μακαρισμοί. Ἦχος πλ. αʹ. |
The Beatitudes. Mode pl. 1. |
|
|
Ὁ λῃστὴς ἐν τῷ Σταυρῷ, Θεὸν εἶναί σε πιστεύσας Χριστέ, ὡμολόγησέ σε εἰλικρινῶς ἐκ καρδίας. Μνήσθητί μου Κύριε βοῶν, ἐν τῇ βασιλείᾳ σου. |
|
|
|
Τὸν ἀρχέκακον ἐχθρόν, θανόντες Μάρτυρες ὠλέσατε, καὶ διήλθετε, πρὸς τὰ ἄνω στεφθέντες, θείαις νίκαις τῷ παμβασιλεῖ, Θεῷ παριστάμενοι. |
Holy Martyrs, as you died, * you destroyed the evil archenemy, * and you passed away into the heights of heaven, * where you stand near God the King of all, * with halos of victory. |
|
|
Ἱερωσύνης τῷ φωτί, οἱ Ἱεράρχαι λαμπρυνόμενοι, ἐδοξάσθησαν, καὶ Ὁσίων τὰ πλήθη, ἀϊδίου ἔτυχον ζωῆς· ὅθεν μακαρίζονται. |
Being illumined with the light * of the holy priesthood, the Hierarchs * have been glorified; and the Saints who were monastics * have attained eternal life on high. * Hence they are beatified. |
Μαρτυρικόν. |
For the Martyrs. |
|
|
Σὺν τοῖς χοροῖς τῶν ἐκλεκτῶν, ἐν τόπῳ Δέσποτα ἀνέσεως, οὓς μετέστησας, κατασκήνωσον Λόγε, παραβλέψας τούτων τὰ ἐν γῇ, Σῶτερ πλημμελήματα. |
Master, grant a place of rest * to those whom You have taken from this life * with the hosts of the elect in heaven, overlooking * all their sins committed while on earth, * O Logos and Savior Christ. |
Δόξα. |
Glory. |
|
|
Ὦ Τριάς, Ἱεραρχῶν, καὶ τῶν Μαρτύρων τοῖς ἀγῶσι σεπτῶν, δυσωπήθητι, καὶ τοῖς πίστει θανοῦσι, σωτηρίαν δώρησαι ψυχῆς, καὶ τὸ μέγα ἔλεος. |
Holy Trinity, we pray, * be implored by sacred struggles endured * by the Hierarchs and Martyrs, and grant Your great mercy * and salvation to the souls of all * who have died with faith in You. |
Καὶ νῦν. Θεοτοκίον. |
Both now. Theotokion. |
|
|
Ἡ τὸν ἀχώρητον παντί, Θεοχαρίτωτε χωρήσασα, καὶ κυήσασα, ὑπὲρ φύσιν καὶ λόγον, τοῦτον πᾶσιν ἵλεων ἡμῖν, γενέσθαι ἱκέτευε. |
Lady, full of grace divine, * you contained the uncontainable God, * and you bore Him, transcending nature and reason. * Earnestly entreat Him now to be * merciful toward us all. |
ΤΕΛΟΣ ΤΟΥ ΠΛΑΓΙΟΥ ΠΡΩΤΟΥ ΗΧΟΥ |
END OF MODE PL. 1 |
Θρηνῳδὸς εἶ σύ, καὶ φιλοικτίρμων, ἄγαν· |
Mournful you are and greatly pitying, |
Ἀλλʼ εἰς τὰ πολλὰ καὶ χορεύεις εὐρύθμως. |
But for the most part rhythmically you dance. |
Ὁ μουσικὸς νοῦς, ὃν ἐγνώρισε τέχνη, |
O mind, which art with music has informed, |
Τίς ἡ παρεκκλίνουσα κλῆσις πλαγίων; |
Which is the bent oblique of plagal tones? |
Πέμπτον σε τάξις, ἀλλὰ πρῶτον τοῦ μόνου |
Rank holds you fifth, but first of the unique, |
Ἔχει σε, καὶ λέγει σε, Πρῶτε πλαγίων. |
And calls you so, O Plagal of the First. [EL] |