×

ΠΕΡΙΟΔΟΣ ΤΟΥ ΠΛ. Βʹ ΗΧΟΥ


Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ

ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

Εἰς τό, Κύριε, ἐκέκραξα, ἱστῶμεν Στίχους δʹ, καὶ ψάλλομεν Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου γʹ, δευτεροῦντες τὸ αʹ.

Δόξα. Καὶ νῦν. Θεοτοκίον, τὸ Δογματικόν.

Ἦχος πλ. βʹ.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον· τὴν σὴν γὰρ ἄχραντον ὑποδὺς γαστέρα, ὁ πάντων Δημιουργός, ἐγένετο σάρξ, οὐ τραπεὶς τὴν φύσιν, οὐδὲ φαντάσας τὴν οἰκονομίαν, ἀλλὰ τῇ ἐκ σοῦ ληφθείσῃ λογικῶς ἐμψυχωμένῃ σαρκί, καὶ ἐν αὐτῷ τὸ εἶναι λαβούσῃ, ἑνωθεὶς καθʼ ὑπόστασιν· ὅθεν εὐσεβῶς ἐν δύο φύσεσιν ἐπιδηλουμέναις, τὴν διαφορὰν ποιούμεθα. Αὐτὸν ἱκέτευε, σεμνὴ Παναγία, καταπέμψαι ἡμῖν εἰρήνην, καὶ μέγα ἔλεος.

Μετὰ τό, Καταξίωσον κ.λ.π., ψάλλομεν τὸ Ἀναστάσιμον Στιχηρόν, Τὴν ἀνάστασίν σου Χριστὲ… καὶ εἶτα τὰ παρόντα Προσόμοια.

Στιχηρὰ τῆς Θεοτόκου.

Ἦχος πλ. βʹ. Ὅλην ἀποθέμενοι.

Στίχ. Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.

Ὅρκῳ ὡς ὑπέσχετο, τῷ σῷ προπάτορι πάλαι, Θεὸς ὑπερχρόνιος, ἐπʼ ἐσχάτων τῶν χρόνων τετελείωκε, προελθὼν Ἄχραντε, ἐκ γαστρός σου θείας· καὶ γὰρ ὄντως ἐξανέτειλεν, ἐκ σοῦ ὁ Κύριος, ὁ δρακὶ συνέχων τὰ πέρατα, ὄνπερ κᾀμοὶ εὐΐλατον, ποίησον ἐν ὥρᾳ τῆς κρίσεως, Παρθένε Μαρία, αὐτοῦ τῆς Βασιλείας με τυχεῖν, διʼ ἀρετῶν ἀνυψώσεως, καὶ παθῶν νεκρώσεως.

Στίχ. Ἄκουσον, θύγατερ, καὶ ἴδε καὶ κλῖνον τὸ οὖς σου καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου· καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου.

Νοὸς καθαρότητι, ὁ Ἠσαΐας Παρθένε, πόῤῥωθεν προέφησε, ποιητὴν τῆς κτίσεως τεξομένην σε, ὦ σεμνὴ Πάναγνε· σὺ γὰρ ὤφθης μόνη, ἐξ αἰῶνος παναμώμητος· διό σου δέομαι, τὴν μεμολυσμένην καρδίαν μου, καθάρισον καὶ λάμψεως, θείας κοινωνόν με ἀνάδειξον, Κόρη τοῦ Υἱοῦ σου, καὶ στάσεως αὐτοῦ τῆς δεξιᾶς, ὅταν καθίσῃ ὡς γέγραπται, κρῖναι κόσμον ἅπαντα.

Στίχ. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.

Θανάτου κατάλυσις, διὰ τοῦ τόκου σου ὤφθη· σὺ γὰρ Κόρη πέφηκας, τῆς ζωῆς ἀφθάρτου ἐνδιαίτημα· διό σου δέομαι, ἐν πυθμένι τοῦ ᾍδου, τῶν παθῶν μου κατακείμενον, σὺ ἐξανάστησον, καὶ πρὸς εὐφροσύνην καὶ ζώωσιν, Παρθένε χειραγώγησον, πρὸς τὴν μακαρίαν ἀντίδοσιν, καὶ τῆς ἀνωλέθρου, καὶ θείας καταξίωσον χαρᾶς, ἔνθα τρυφὴ ἡ ἀΐδιος, ἔνθα φῶς ἀνέσπερον.

Δόξα. Καὶ νῦν. Θεοτοκίον Δογματικόν.

Δεῦτε πάντα τὰ ἔθνη, ἐν φωνῇ ἀγαλλιάσεως, τὴν Παναγίαν Παρθένον, καὶ Θεοτόκον ἀνευφημήσωμεν, τῆς ἀνθρωπίνης οὐσίας τὸ χωνευτήριον, τῶν ἀποῤῥήτων θαυμάτων τὸ ἐργαστήριον· ἐν αὐτῇ γὰρ γέγονε καινά, ὁ Ἄναρχος ἄρχεται, ὁ Λόγος παχύνεται, ὁ Θεὸς ἄνθρωπος γίνεται, ἵνα Θεὸν τὸν ἄνθρωπον ἀπεργάσηται, οὐ τροπῇ τῶν φύσεων, ἀλλʼ ἑνώσει τῇ καθʼ ὑπόστασιν· προέρχεται γὰρ εἷς ἐκ δύο τῶν ἐναντίων, ἐν δυσὶ τελείαις ταῖς φύσεσιν, ἀδιαιρέτως γνωριζόμενος, θεληματικῶς τε καὶ ἐνεργητικῶς, καθʼ ἑκατέραν οὐσίαν, ὁ αὐτὸς τὸ ἀληθὲς πιστούμενος, τῆς σωτηρίου οἰκονομίας, Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ παρέχων τῷ κόσμῳ ἱλασμόν, εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

__________

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

Μετὰ τὸν Προοιμιακὸν Ψαλμόν, καἰ τὸ πρῶτον Κάθισμα τοῦ Ψαλτηρίου, εἰς τό, Κύριε, ἐκέκραξα, ἱστῶμεν Στίχους ιʹ, καὶ ψάλλομεν Στιχηρὰ Ἀναστάσιμα ζʹ ἢ Ϛʹ ἢ δʹ, καὶ τοῦ Ἁγίου τῆς ἡμέρας γʹ ἢ δʹ καὶ Ϛʹ, εἴπερ ἑορτάζεται ὁ Ἅγιος.

Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου. Ἦχος πλ. βʹ.

Νίκην ἔχων Χριστέ, τὴν κατὰ τοῦ ᾍδου, ἐν τῷ Σταυρῷ ἀνῆλθες, ἵνα τοὺς ἐν σκοτει θανάτου καθημένους, συναναστήσῃς σεαυτῷ, ὁ ἐν νεκροῖς ἐλεύθερος, ὁ πηγάζων ζωὴν ἐξ οἰκείου φωτός, Παντοδύναμε Σωτήρ, ἐλέησον ἡμᾶς.

Σήμερον ὁ Χριστός, θάνατον πατήσας, καθὼς εἶπεν ἀνέστη, καὶ τὴν ἀγαλλίασιν τῷ κόσμῳ ἐδωρήσατο, ἵνα πάντες κραυγάζοντες τὸν ὕμνον οὕτως εἴπωμεν· Ἡ πηγὴ τῆς ζωῆς, τὸ ἀπρόσιτον φῶς, παντοδύναμε Σωτήρ, ἐλέησον ἡμᾶς.

Σὲ Κύριε τὸν ὄντα ἐν πάσῃ τῇ κτίσει, ἁμαρτωλοὶ ποῦ φύγωμεν; ἐν τῷ οὐρανῶ; αὐτὸς κατοικεῖς, ἐν τῷ ᾍδῃ; ἐπάτησας θάνατον, εἰς τὰ βάθη τὰ τῆς θαλάσσης; ἐκεῖ ἡ χείρ σου Δέσποτα. Πρὸς σὲ καταφεύγομεν, σοὶ προσπίπτοντες ἱκετεύομεν· Ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, ἐλέησον ἡμᾶς.

Ἕτερα Στιχηρὰ Ἀνατολικά.

Ἐν τῷ Σταυρῷ σου Χριστὲ καυχώμεθα, καὶ τὴν Ἀνάστασίν σου, ὑμνοῦμεν καὶ δοξάζομεν· σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν.

Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ· Σταυρὸν γὰρ ὑπομείνας, θανάτῳ θάνατον ὤλεσε.

Δόξα τῇ δυνάμει σου Κύριε, ὅτι κατήργησας τὸν τὸ κράτος ἔχοντα τοῦ θάνατου, ἀνεκαίνισας ἡμᾶς διὰ τοῦ Σταυροῦ σου, δωρούμενος ἡμῖν ζωὴν καὶ ἀφθαρσίαν.

Ἡ ταφή σου Κύριε, τὰ δεσμὰ τοῦ ᾍδου συντρίψασα διέῤῥηξεν, ἡ ἐκ νεκρῶν ἀνάστασις τὸν κόσμον ἐφώτισε. Κύριε δόξα σοι.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος διʼ ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλʼ ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἰς τὸν Στίχον.

Στίχ. Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο Κύριος δύναμιν καὶ περιεζώσατο.

Πύλας συντρίψας χαλκᾶς, καὶ μοχλοὺς τοῦ ᾍδου συνθλάσας, ὡς Θεὸς παντοδύναμος, γένος ἀνθρώπων πεπτωκὸς ἀνέστησας. Διὰ τοῦτο καὶ ἡμεῖς συμφώνως βοῶμεν· Ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε δόξα σοι.

Στίχ. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.

Ῥεύσεως ἡμᾶς τῆς πάλαι Χριστὸς ἐπανορθῶσαι θέλων, Σταυρῷ προσπήγνυται καὶ τάφῳ τέθειται, ὃν Μυροφόροι Γυναῖκες, μετὰ δακρύων ζητοῦσαι, θρηνοῦσαι ἔλεγον· Οἴμοι Σωτὴρ τῶν ἁπάντων, πῶς κατεδέξω τάφῳ οἰκῆσαι; οἰκήσας δὲ θέλων, πῶς ἐκλάπης; πῶς μετετέθης; ποῖος δὲ τόπος τὸ σὸν ζωηφόρον κατέκρυψε σῶμα; Ἀλλὰ Δέσποτα, ὡς ὑπέσχου, ἡμῖν ἐμφάνηθι, καὶ παῦσον ἀφʼ ἡμῶν, τὸν ὀδυρμὸν τῶν δακρύων, θρηνούσαις δὲ αὐταῖς, Ἄγγελος πρὸς αὐτὰς ἀπεβόησε. Τὸν θρῆνον παυσάμεναι, τοῖς Ἀποστόλοις εἴπατε· Ὅτι ἀνέστη ὁ Κύριος, τῷ κόσμῳ δωρούμενος ἱλασμόν, καὶ τὸ μέγα ἔλεος.

Στίχ. Τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμερῶν.

Σταυρωθεὶς ὡς ἠβουλήθης Χριστέ, καὶ τὸν θάνατον τῇ ταφῇ σου σκυλεύσας, τριήμερος ἀνέστης, ὡς Θεὸς μετὰ δόξης, τῷ κόσμῳ δωρούμενος ἀτελεύτητον ζωήν, καὶ τὸ μέγα ἔλεος.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Ὁ ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό σοι Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Ἀπολυτίκιον Ἀναστάσιμον.

Ἀγγελικαὶ δυνάμεις ἐπὶ τὸ μνῆμά σου, καὶ οἱ φυλάσσοντες ἀπενεκρώθησαν, καὶ ἵστατο Μαρία ἐν τῷ τάφῳ, ζητοῦσα τὸ ἄχραντόν σου σῶμα. Ἐσκύλευσας τὸν ᾍδην, μὴ πειρασθεὶς ὑπʼ αὐτοῦ, ὑπήντησας τῇ Παρθένῳ, δωρούμενος τὴν ζωήν, ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε δόξα σοι.

Θεοτοκίον.

Ὁ τὴν εὐλογημένην καλέσας σου Μητέρα ἦλθες ἐπὶ τὸ πάθος ἑκουσίᾳ βουλῇ, λάμψας ἐν τῷ Σταυρῷ, ἀναζητῆσαι θέλων τὸν Ἀδάμ, λέγων τοῖς Ἀγγέλοις· Συγχάρητέ μοι, ὅτι εὑρέθη ἡ ἀπολομένη δραχμή, ὁ πάντα σοφῶς οἰκονομήσας, δόξα σοι.

__________

Τῌ ΚΥΡΙΑΚῌ ΕΝ Τῼ ΜΕΣΟΝΥΚΤΙΚῼ

Κανὼν Τριαδικός, οὗ ἡ ἀκροστιχίς·

Τὸν ἕκτον ὕμνον προσφέρω σοι, Θειότης.

Ἦχος πλ. βʹ. ᾨδὴ αʹ. Ὡς ἐν ἠπείρῳ πεζεύσας.

Τρεῖς ὑποστάσεις ὑμνοῦμεν θεαρχικάς, ἑνιαίας φύσεως, ἀπαράλλακτον μορφήν, ἀγαθὸν φιλανθρωπον Θεόν, τῶν πταισμάτων ἱλασμὸν ἡμῖν δωρούμενον.

Ὁ ὑπερούσιος μόνος καὶ τριλαμπής, χαρακτῆρσι Κύριος, ἐν Θεότητι μιᾷ, πεφυκὼς συνέτισον ἡμᾶς, καὶ ἀξίωσον τῆς σῆς θείας ἐλλάμψεως.

Νυμφοστολήσας ὁ Παῦλος τὴν ἐξ ἐθνῶν, Ἐκκλησίαν ἕνα σε, τρισυπόστατον Θεόν, προσκυνεῖν ἐδίδαξεν, ἐξ οὗ καὶ διʼ οὗ περ, καὶ ἐν ᾧ τὰ πάντα γέγονεν.

Θεοτοκίον.

Ἐκ τῆς γαστρός σου προῆλθεν ὁ νοητός, Θεοτόκε Ἥλιος, καὶ κατηύγασεν ἡμᾶς, τριφαοῦς Θεότητος αὐγαῖς, ὃν ὑμνοῦντες εὐσεβῶς, σὲ μακαρίζομεν.

ᾨδὴ γʹ. Οὔκ ἐστιν ἅγιος.

Κοσμήσας τρίφωτε Θεέ, Τάξεις τὰς οὐρανίους, κατεσκεύασας μέλπειν, τρισαγίαις σε φωναῖς, δέξαι μεθʼ ὧν καὶ ἡμᾶς, ἀνυμνοῦντας σοῦ τὴν ἀγαθότητα.

Τὴν μόνην ἄτρεπτον τριττήν, σύμμορφον ἑνιαίαν, θεαρχίαν ὑμνοῦντες, λιτάζομέν σε θερμῶς, ἁμαρτημάτων πολλῶν, καταπέμψαι νῦν ἡμῖν συγχώρησιν.

Ὁ Νοῦς ὁ ἄναρχος Πατήρ, σύμμορφε Θεοῦ Λόγε, καὶ τὸ Πνεῦμα τὸ θεῖον, τὸ ἀγαθὸν καὶ εὐθές, τοὺς ἀνυμνοῦντας πιστῶς, τὸ σὸν κράτος φρούρησον ὡς εὔσπλαγχνος.

Θεοτοκίον.

Νομὴν ἀνέστειλε φθορᾶς, ἄνθρωπος κατʼ οὐσίαν, γεγονὼς ὁ Θεός μου, ἐν τῇ μήτρᾳ σου Ἁγνή, καὶ τοὺς γενάρχας τῆς πρίν, καταδίκης μόνος ἠλευθέρωσε.

Κάθισμα. Ἦχος πλ. βʹ. Τὴν ὑπὲρ ἡμῶν.

Δέσποτα Θεέ, ἐπίβλεψον οὐρανόθεν, ἴδε τὴν ἡμῶν ταπείνωσιν ὡς οἰκτίρμων, καὶ σπλαγχνίσθητι φιλάνθρωπε πανάγαθε· οὐδαμόθεν γὰρ ἐλπίζομεν, συγχωρήσεως τεύξασθαι, τῶν κακῶν ὧν ἡμάρτομεν· διὸ γενοῦ μεθʼ ἡμῶν, καὶ οὐδεὶς καθʼ ἡμῶν.

Δόξα· καὶ νῦν. Θεοτοκίον.

Δέσποινα ἁγνή, ἐπίβλεψον οὐρανόθεν, ἴδε τῶν ἡμῶν τραυμάτων τὰς ἀλγηδόνας, καὶ σπλαγχνίσθητι πανάχραντε, καὶ ἴασαι τοῦ συνειδότος τὸν καύσωνα, τῷ σῷ ἐλέει δροσίζουσα, καὶ βοῶσα τοῖς δούλοις σου. Ἐγώ εἰμι μεθʼ ὑμῶν, καὶ οὐδεὶς καθʼ ὑμῶν.

ᾨδὴ δʹ. Χριστός μου δύναμις.

Ὑψοῦ διάνοιαν, Μονὰς ἡ τρίφωτος, καὶ ψυχὴν καὶ καρδίαν σῶν ὑμνητῶν, θᾶττον ἀναβίβασον, καὶ τῆς ἐλλάμψεως τῆς σῆς, καὶ λαμπρότητος ἀξίωσον.

Μετασχημάτισον, καὶ μεταμόρφωσον, ἐκ κακίας με πάσης πρὸς ἀρετήν, μόνη ἀσχημάτιστε, καὶ ἀναλλοίωτε Τριάς, ταῖς σαῖς αἴγλαις καταλάμπρυνον.

Νοήσας πρότερον, σοφῶς ὑπέστησας, τῶν Ἀγγέλων τὰς τάξεις λειτουργικάς, σοῦ τῆς ἀγαθότητος, ἡ τρισυπόστατος Μονάς, μεθʼ ὧν δέξαι μου τὴν αἴνεσιν.

Θεοτοκίον.

Ὁ φύσει ἄκτιστος, Θεὸς ἀΐδιος, τὴν κτιστὴν τῶν ἀνθρώπων προσειληφώς, φύσιν ἀνεμόρφωσεν, ἐν τῇ ἁγίᾳ σου γαστρί, Θεοτόκε ἀειπάρθενε.

ᾨδὴ εʹ. Τῷ θείῳ φέγγει σου.

Νοοῦντες φύσιν θεαρχικήν, προνοητικὴν καὶ σωστικήν, πάντων ὑπάρχουσαν Δέσποτα, τρίφωτόν τε μίαν πρὸς σὲ ὀρθρίζομεν, συγχώρησιν αἰτοῦντες τῶν παραπτώσεων.

Πατὴρ ὁ ἄναρχος καὶ Θεός, καὶ ὁ συναΐδιος Υἱός, Πνεῦμα τὸ ἅγιον στήριξον, μοναρχικωτάτη Τριάς, τοὺς σοὺς ὑμνητάς, καὶ πάσης ἐπηρείας ῥῦσαι καὶ θλίψεως.

Ῥυθμίζων λάμψεσι θεουργοῖς, καὶ πρὸς εὐαρέστησιν τῆς σῆς, τρισυποστάτου Θεότητος, Ἥλιε τῆς δόξης καθοδηγῶν με ἀεί, τῆς ἄνω Βασιλείας μέτοχον ποίησον.

Θεοτοκίον.

Ὁ πάντα φέρων καὶ συντηρῶν, τῇ παντοδυνάμῳ σου χειρί, Λόγε Θεοῦ ἀναλλοίωτε, φρούρει, καὶ συντήρει, τοὺς σὲ δοξάζοντας, πρεσβείαις τῆς τεκούσης σε Θεομήτορος.

ᾨδὴ Ϛʹ. Τοῦ βίου τὴν θάλασσαν.

Σοφίαν καὶ σύνεσιν, θεαρχία τριφαής, τοῖς ὑμνηταῖς σου δώρησαι, καὶ τοῦ κάλλους ἀκτῖσι τοῦ φωτουργοῦ, τῆς σῆς ἀγαθότητος, καταλάμπεσθαι πάντας καταξίωσον. (δίς)

Φῶς τὸ ἀδιαίρετον, κατʼ οὐσίαν τριλαμπές, παντοκρατὲς ἀπρόσιτον, τὰς καρδίας καταύγασον τῶν πιστῶς, αἰνούντων τὸ κράτος σου, καὶ πρὸς θείαν ἀγάπην ἀναπτέρωσον.

Θεοτοκίον.

Ἐν σοὶ κατεσκήνωσεν, Ἀειπάρθενε σαφῶς, ὁ συνοχεὺς καὶ Κύριος, τῶν ἁπάντων, καὶ μίαν τρισσολαμπῆ, μορφὴν τῆς Θεότητος, προσκυνεῖν τοὺς ἀνθρώπους εἰσηγήσατο.

Κάθισμα. Ἦχος πλ. βʹ. Τὴν ὑπὲρ ἡμῶν.

Πάτερ καὶ Υἱέ, σὺν Πνεύματι τῷ ἁγίῳ, βλέψον εἰς ἡμᾶς, τοὺς πίστει σε προσκυνοῦντας, καὶ δοξάζοντας τὸ κράτος σου Εὔσπλαγχνε, σὺν τοῖς πυρίνοις οἱ πήλινοι· ἄλλον γὰρ πλήν σου οὐκ οἴδαμεν, καὶ βόησον τοῖς ὑμνοῦσί σε· Ἐγώ εἰμι μεθʼ ὑμῶν, καὶ οὐδεὶς καθʼ ὑμῶν.

Δόξα· καὶ νῦν. Θεοτοκίον.

Βλέψον εἰς ἡμᾶς, πανύμνητε Θεοτόκε, λάμψον φωτισμόν, καρδίαις ἐσκοτισμέναις, καὶ καταύγασον τὴν ποίμνην σου Πανάχραντε· ὅσα γὰρ θέλεις καὶ δύνασαι, ὡς Μήτηρ οὖσα τοῦ κτίστου σου, καὶ βόησον τοῖς αἰτοῦσί σε· Ἐγώ εἰμι μεθʼ ὑμῶν, καὶ οὐδεὶς καθʼ ὑμῶν.

ᾨδὴ ζʹ. Δροσοβόλον μὲν τὴν κάμινον.

Ῥωμαλέαν μοι διάνοιαν πρυτάνευσον, τρίφωτε χαρακτῆρσι Μονάς, τοῦ φυλάττειν σου, καὶ τηρεῖν τὰς θείας ἐντολάς, καὶ πάντοτε ψάλλειν σοι πιστῶς· Εὐλογητός εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Ὡς ταυτότητι τῆς φύσεως ὑμνούμενος, ἀφράστως ἑνιαῖος Θεός, τοῖς προσώποις δέ, τῆς Τριάδος φέρων ἀριθμόν, συντήρησον ἅπαντας ἡμᾶς, ἀπὸ ποικίλων πειρασμῶν, καὶ περιστάσεων.

Συμφυῆ καὶ συναΐδιον δοξάζομεν, ἕνα σε κατʼ οὐσίαν Θεόν, ἰδιότησιν ἀσυγχύτως ὑποστατικαῖς, Τριὰς τὸ διάφορον ἁπλῶς, προβαλλομένη ἐν μορφῇ, ἀπαραλλάκτῳ σαφῶς.

Θεοτοκίον.

Ὁ Θεὸς ὁ ὑπερούσιος προσείληφεν, Ἄχραντε, ἐκ γαστρός σου ἁγνῆς, τὸ ἡμέτερον φιλανθρώπως, φύραμα σαφῶς, καὶ πάντας ἐδίδαξε βοᾶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

ᾨδὴ ηʹ. Ἐκ φλογὸς τοῖς Ὁσίοις.

Ἱλασμὸν τῶν πταισμάτων θᾶττον παράσχου μοι, καὶ παθῶν πολυτρόπων τὴν ἀπολύτρωσιν, σύμμορφε Τριάς, καὶ Μονὰς τρισυπόστατε, ἵνα σε δοξάζω, εἰς πάντας τοὺς αἰῶνας.

Θελητὴς τοῦ ἐλέους καταγγελλόμενος, ὡς Θεὸς ἐλεήμων πάντας ἐλέησον, τρίφωτε Μονάς, καὶ Τριὰς ὁμοούσιε, τοὺς δοξολογοῦντας, τὴν σὴν μεγαλωσύνην.

Ἐκ φωτὸς ἀϊδίου, φῶς συναΐδιον, τοῦ Πατρὸς γεννηθέντα Λόγον σὺν Πνεύματι, τῷ ἐκπορευτῷ φωτὶ πίστει δοξάζομεν, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.

Ἰατρὸν τοῖς ἀνθρώποις Ἄχραντε τέτοκας, παντοδύναμον Λόγον Χριστὸν τὸν Κύριον, τῆς προγονικῆς πληγῆς, πάντας ἰώμενον, τοὺς ὑπερυψοῦντας, αὐτὸν εἰς τοὺς αἰῶνας.

ᾨδὴ θʹ. Θεὸν ἀνθρώποις.

Ὁρᾷν αἱ τάξεις Χερουβεὶμ Δέσποτα, κάλλους τοῦ σοῦ τὴν δόξαν οὐ δυνάμεναι πτέρυξι, κατακαλυπτόμεναι, ἀπαύστως τριττόν, ὕμνον ἀναβοῶσι, τὸ τρισυπόστατον, τῆς σῆς θεαρχίας ἑνικῆς κράτος δοξάζουσι.

Τὰς σὰς ἐλλάμψεις ἄδυτε Ἥλιε, σῶν οἰκετῶν παράσχου ταῖς καρδίαις, καὶ φώτισον τὰς ψυχάς, καὶ λύτρωσαι πταισμάτων πολλῶν, μόνε παντελεῆμον, καὶ τρισυπόστατε, καὶ τῆς ἀκηράτου σου ζωῆς, ἡμᾶς ἀξίωσον.

Ἡ φῶς ὁμότιμον καὶ τρισήλιον, καὶ φωτουργὸν Θεότης πεφυκυῖα καταύγασον, τοὺς πιστῶς σε μέλποντας, καὶ τῆς ζοφερᾶς, ῥῦσαι κακοπραγίας, καταξίωσον, τῶν φωτεινοτάτων σου σκηνῶν, ὡς ὑπεράγαθος.

Θεοτοκίον.

Σοφῶς τὸν ἄνθρωπον πρὶν διέπλασεν, ὁ σὸς Υἱὸς Παρθένε, καὶ φθαρέντα ἀνέπλασε, διὰ σοῦ Πανύμνητε, καὶ θείου φωτός, αἴγλης τῆς ἀνεσπέρου, πάντας ἐπλήρωσε, τοὺς σὲ Θεοτόκον ἀληθῆ, ἀεὶ δοξάζοντας.

__________

ΕΝ Τῼ ΟΡΘΡῼ

Μετὰ τὴν αʹ Στιχολογίαν, Καθίσματα. Καθίσματα Ἀναστάσιμα.

Ἦχος πλ. βʹ.

Τοῦ τάφου ἀνεῳγμένου, τοῦ ᾍδου ὀδυρομένου, ἡ Μαρία ἐβόα πρὸς τοὺς κεκρυμμένους Ἀποστόλους· Ἐξέλθετε οἱ τοῦ ἀμπελῶνος ἐργάται, κηρύξατε τὸν τῆς Ἀναστάσεως λόγον. Ἀνέστη ὁ Κύριος, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Δόξα.

Κύριε, παρίστατο τῷ τάφῳ σου Μαρία ἡ Μαγδαληνή, καὶ ἔκλαιε βοῶσα· καὶ κηπουρόν σε νομίζουσα ἔλεγε· Ποῦ ἔκρυψας τὴν αἰώνιον Ζωήν; ποῦ ἔθηκας τὸν ἐπὶ θρόνου Χερουβίμ; οἱ γὰρ τοῦτον φυλάσσοντες, ἀπὸ τοῦ φόβου ἀπενεκρώθησαν, ἢ τὸν Κύριόν μου δότε μοι, ἢ σὺν ἐμοὶ κραυγάσατε· ὁ ἐν νεκροῖς καὶ τοὺς νεκροὺς ἀναστήσας δόξα σοι.

Καὶ νῦν. Θεοτοκίον.

Προϊστορεῖ ὁ Γεδεὼν τὴν σύλληψιν, καὶ ἑρμηνεύει ὁ Δαυῒδ τὸν τόκον σου Θεοτόκε· κατέβη γὰρ ὡς ὑετὸς ἐπὶ πόκον, ὁ Λόγος ἐν τῇ γαστρί σου, καὶ ἐβλάστησας ἄνευ σπορᾶς Γῆ ἁγία, τοῦ κόσμου τὴν σωτηρίαν, Χριστὸν τὸν Θεὸν ἡμῶν ἡ Κεχαριτωμένη.

Μετὰ τὴν βʹ Στιχολογίαν, ἕτερα Καθίσματα. Καθίσματα Ἀναστάσιμα.

Ἡ Ζωὴ ἐν τῷ τάφῳ ἀνέκειτο, καὶ σφραγὶς ἐν τῷ λίθῳ ἐπέκειτο, ὡς Βασιλέα ὑπνοῦντα, στρατιῶται ἐφύλαττον Χριστόν, καὶ τοὺς ἐχθροὺς αὐτοῦ ἀορασίᾳ πατάξας, ἀνέστη ὁ Κύριος.

Δόξα.

Προϊστορεῖ ὁ Ἰωνᾶς τὸν τάφον σου, καὶ ἑρμηνεύει Συμεὼν τὴν Ἔγερσιν τὴν ἔνθεον, ἀθάνατε Κύριε· κατέβης γὰρ ὡσεὶ νεκρὸς ἐν τῷ τάφῳ, ὁ λύσας ᾍδου τὰς πύλας, ἀνέστης δὲ ἄνευ φθορᾶς ὡς Δεσπότης, τοῦ κόσμου εἰς σωτηρίαν, Χριστὲ ὁ Θεὸς ἡμῶν, φωτίσας τοὺς ἐν σκότει.

Καὶ νῦν. Θεοτοκίον.

Θεοτόκε Παρθένε, ἱκέτευε τὸν Υἱόν σου, τὸν ἑκουσίως προσπαγέντα ἐν σταυρῷ, καὶ ἀναστάντα ἐκ νεκρῶν, Χριστὸν τὸν Θεὸν ἡμῶν, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Μετὰ τὸν Ἄμωμον καὶ τὰ Εὐλογητάρια, ἡ

Ὑπακοή.

Τῷ ἑκουσίῳ καὶ ζωοποιῷ σου θανάτῳ Χριστέ, πύλας τοῦ ᾍδου συντρίψας ὡς Θεός, ἤνοιξας ἡμῖν τὸν πάλαι Παράδεισον, καὶ ἀναστὰς ἐκ τῶν νεκρῶν, ἐῤῥύσω ἐκ φθορᾶς τὴν ζωὴν ἡμῶν.

Οἱ Ἀναβαθμοί. Ἀντίφωνον Αʹ.

Ἐν τῷ οὐρανῷ τοὺς ὀφθαλμούς μου αἴρω, πρὸς σὲ Λόγε, οἴκτειρόν με, ἵνα ζῶ σοι.

Ἐλέησον ἡμᾶς τοὺς ἐξουθενουμένους, καταρτίζων εὔχρηστα, σκεύη σου Λόγε.

Δόξα. Καὶ νῦν.

Ἁγίῳ Πνεύματι, πανσωστικὴ αἰτία, εἴ τινι τούτων κατʼ ἀξίαν πνεύσει, τάχει ἐξαίρει τῶν τῆς γῆς, πτεροῖ, αὔξει, τάττει ἄνω.

Ἀντίφωνον Βʹ.

Εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν, οὐδεὶς ἡμῶν ἀντισχεῖν ἠδύνατο, ἐχθροῦ πάλαισμα· οἱ νικῶντες γὰρ ἔνθεν ὑψοῦνται.

Τοῖς ὁδοῦσιν αὐτῶν, μή μου ληφθήτω ἡ ψυχή, ὡς στρουθίον Λόγε, οἴμοι! πῶς μέλλω τῶν ἐχθρῶν ῥυσθῆναι, φιλαμαρτήμων ὑπάρχων.

Δόξα. Καὶ νῦν.

Ἁγίῳ Πνεύματι, ἐνθέωσις τοῖς πᾶσιν, εὐδοκία, σύνεσις, εἰρήνη καὶ ἡ εὐλογία· ἰσουργὸν γὰρ τῷ Πατρί ἐστι καὶ Λόγῳ.

Ἀντίφωνον Γʹ.

Οἱ πεποιθότες ἐπὶ Κύριον ἐχθροῖς φοβεροί, καὶ πᾶσι θαυμαστικοί· ἄνω γὰρ ὁρῶσιν.

Ἐν ἀνομίαις χεῖρας αὐτῶν, ὁ τῶν δικαίων κλῆρος, ἐπίκουρόν σε ἔχων, Σῶτερ οὐκ ἐκτείνει.

Δόξα. Καὶ νῦν.

Ἁγίῳ Πνεύματι, τὸ κράτος ἐπὶ πάντων, ὅπερ αἱ ἄνω στρατηγίαι προσκυνοῦσι, σὺν πάσῃ πνοῇ τῶν κάτω.

Προκείμενον.

Κύριε, ἐξέγειρον τὴν δυναστείαν σου, καὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς.

Στίχ. Ὁ ποιμαίνων τὸν Ἰσραήλ, πρόσχες.

Πᾶσα πνοή. Εὐαγγέλιον Ἑωθινόν, τὸ ἐνδιάτακτον. Εἶτα· Ἀνάστασιν Χριστοῦ θεασάμενοι· τὸν Νʹ Ψαλμόν, καὶ τὰ λοιπὰ (ὅρα ὄπισθεν). Μετὰ ταῦτα ψάλλονται οἱ Κανόνες.

Κανὼν ὁ Ἀναστάσιμος.

Ἦχος πλ. βʹ. ᾨδὴ αʹ. Ὁ Εἱρμός.

Ὡς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραήλ, ἐν ἀβύσσῳ ἴχνεσι, τὸν διώκτην Φαραώ, καθορῶν ποντούμενον Θεῷ, ἐπινίκιον ᾠδήν, ἐβόα ᾄσωμεν.

Τροπάρια.

Ἐκτεταμέναις παλάμαις ἐπὶ Σταυροῦ, πατρικῆς ἐπλήρωσας, εὐδόκίας ἀγαθέ, Ἰησοῦ τὰ σύμπαντα· διό, ἐπινίκιον ᾠδήν, σοὶ πάντες ᾄσωμεν.

Φόβῳ σοι ὡς θεραπαινὶς ἡ τελευτή, προσταχθεῖσα πρόσεισι, τῷ Δεσπότῃ τῆς ζωῆς, διʼ αὐτῆς βραβεύοντι ἡμῖν, ἀτελεύτητον ζωήν, καὶ τὴν ἀνάστασιν.

Θεοτοκίον.

Τὸν ἑαυτῆς δεξαμένη δημιουργόν, ὡς αὐτὸς ἠθέλησεν, ἐξ ἀσπόρου σου γαστρός, ὑπὲρ νοῦν σαρκούμενον Ἁγνή, τῶν κτισμάτων ἀληθῶς, ἐδείχθης Δέσποινα.

Κανὼν Σταυροαναστάσιμος.

ᾨδὴ αʹ. Κύματι θαλάσσης.

Βήματι Πιλάτου, παρίσταται θέλων ἀνόμῳ κρίματι, ὥσπερ κριτὸς ὁ κριτής, καὶ ἐκ χειρὸς ἀδικίας, εἰς τὸ πρόσωπον ῥαπίζεται, ὁ Θεὸς ὃν φρίττουσιν, ἡ γῆ καὶ τὰ οὐράνια.

Ἥπλωσας τὰς θείας, παλάμας σου Σῶτερ, ἐν τῷ ἀχράντῳ σου, καὶ ζωηφόρῳ Σταυρῷ, καὶ συνηγάγου τὰ ἔθνη, εἰς ἐπὶ γνῶσίν σου Δέσποτα, προσκυνοῦντα Κύριε, τὴν ἔνδοξον σου Σταύρωσιν.

Σταυροθεοτοκίον.

Ἵστατο δακρύων, πηγὰς ἀφιεῖσα ἡ Ὑπεράμωμος, ἐν τῷ Σταυρῷ σου Σωτήρ, τὰς ἐκ πλευρᾶς σου ῥανίδας, τῶν αἱμάτων καθορῶσα Χριστέ, καὶ τὴν σὴν ἀνείκαστον, συμπάθειαν δοξάζουσα.

Κανὼν τῆς Θεοτόκου.

Ὡς ἐν ἠπείρῳ πεζεύσας.

Μεταλαβοῦσα ἡ Εὔα τῆς τοῦ φυτοῦ, παρηκόου βρώσεως, ἐπεισάγει τὴν ἀράν, ἀλλʼ αὐτὴν διέλυσας Ἁγνή, εὐλογίας ἀπαρχὴν Χριστὸν κυήσασα.

Ἡ μαργαρίτην τῆς θείας ἐξαστραπῆς, τὸν Χριστὸν κυήσασα, τῶν παθῶν μου τὴν ἀχλύν, καὶ πταισμάτων τάραχον, Ἁγνή, διασκέδασον φωτὶ τῆς σῆς λαμπρότητος.

Τὴν τῶν ἐθνῶν προσδοκίαν ὁ Ἰακώβ, τὸν ἐκ σοῦ σαρκούμενον, προεώρα μυστικῶς, νοεροῖς τοῖς ὄμμασι Θεόν, τὸν ῥυσάμενον ἡμᾶς τῇ μεσιτείᾳ σου.

Ἐκλελοιπότων ἀρχόντων ἐκ τῆς φυλῆς, τοῦ Ἰούδα Πάναγνε, ὁ Υἱός σου καὶ Θεός, προελθὼν ἡγούμενος τῆς γῆς, τῶν περάτων ἀληθῶς νῦν ἐβασίλευσεν.

ᾨδὴ γʹ. Ὁ Εἱρμός.

Οὐκ ἔστιν ἅγιος ὡς σύ, Κύριε ὁ Θεός μου, ὁ ὑψώσας τὸ κέρας, τῶν πιστῶν σου ἀγαθέ, καὶ στερεώσας ἡμᾶς, ἐν τῇ πέτρᾳ, τῆς ὁμολογίας σου.

Τροπάρια.

Θεὸν σταυρούμενον σαρκί, καθορῶσα ἡ κτίσις, διελύετο φόβῳ· ἀλλὰ τῇ συνεκτικῇ, παλάμῃ τοῦ διʼ ἡμᾶς, σταυρωθέντος, κραταιῶς συνείχετο.

Θανάτῳ θάνατος λυθείς, κεῖται δείλαιος ἄπνους· τῆς ζωῆς γὰρ μὴ φέρων, τὴν ἔνθεον προσβολήν, νεκροῦται ὁ ἰσχυρός, καὶ δωρεῖται, πᾶσιν ἡ ἀνάστασις.

Θεοτοκίον.

Τοῦ θείου τόκου σου Ἁγνή, πᾶσαν φύσεως τάξιν, ὑπερβαίνει τὸ θαῦμα· Θεὸν γὰρ ὑπερφυῶς, συνέλαβες ἐν γαστρί, καὶ τεκοῦσα, μένεις ἀειπάρθενος.

Κανὼν Σταυροαναστάσιμος.

Σὲ τὸν ἐπὶ ὑδάτων.

Τάφῳ τριημερεύσας, ἀνέστησας ζωοποιῷ ἐγέρσει, τοὺς πρὶν θανατωθέντας, οἳ καταδίκης λυόμενοι, χαρμονικῶς ἠγάλλοντο. Ἰδοὺ ἡ λύτρωσις, ἦλθες, Κύριε, κραυγάζοντες.

Δόξα τῇ σῇ ἐγέρσει, Σωτὴρ ἡμῶν, ὅτι ἡμᾶς ἐξ ᾍδου, φθορᾶς καὶ τοῦ θανάτου, ἐῤῥύσω ὡς παντοδύναμος, καὶ μελῳδοῦντες λέγομεν· οὐκ ἔστιν ἅγιος, πλήν σου Κύριε φιλάνθρωπε.

Θεοτοκίον.

Σὺ τὸν ἐκ σοῦ τεχθέντα, ὡς ἔβλεψας τιτρωσκόμενον λόγχῃ, ἐτρώθης τὴν καρδίαν Ὑπεραγία πανάμωμε, καὶ θαμβουμένη ἔλεγες· Τί σοι ἀπέδωκε, τέκνον, δῆμος ὁ παράνομος;

Κανὼν τῆς Θεοτόκου.

Οὔκ ἐστιν ἅγιος.

Ῥευστήν μου σάρκα καὶ θνητήν, πάναγνε Θεομῆτορ, ἐκ γαστρός σου ἀφράστως, προσλαβὼν ὁ ἀγαθός, καὶ ἀφθαρτίσας αὐτήν, αἰωνίως ἑαυτῷ συνέδησε.

Θεὸν σαρκούμενον ἐκ σοῦ, καθορῶντες Παρθένε, ἐξεπλήττοντο φόβῳ, τῶν Ἀγγέλων οἱ χοροί, καὶ ὡς Μητέρα Θεοῦ, ἀσιγήτοις ὕμνοις σε γεραίρουσιν.

Ἐξέστη ὄρος νοητόν, βλέπων σε ὁ Προφήτης, Δανιὴλ ἐξ οὗ λίθος, ἐτμήθη ἄνευ χειρῶν, καὶ τῶν δαιμόνων βωμούς, Θεομῆτορ κραταιῶς συνέτριψεν.

Οὐ σθένει λόγος σε βροτῶν, οὔτε γλῶσσα Παρθένε, εὐφημῆσαι ἀξίως· ἐκ σοῦ γὰρ ἄνευ σπορᾶς, ὁ ζωοδότης Χριστός, σαρκωθῆναι Πάναγνε ηὐδόκησε.

ᾨδὴ δʹ. Ὁ Εἱρμός.

Χριστός μου δύναμις, Θεὸς καὶ Κύριος, ἡ σεπτὴ Ἐκκλησία, θεοπρεπῶς, μέλπει ἀνακράζουσα, ἐκ διανοίας καθαρᾶς, ἐν Κυρίῳ ἐορτάζουσα.

Τροπάρια.

Τὸ ξύλον ἤνθησε, Χριστὲ τῆς ὄντως ζωῆς· ὁ Σταυρὸς γὰρ ἐπάγη, καὶ ἀρδευθείς, αἵματι καὶ ὕδατι, ἐξ ἀκηράτου σου πλευρᾶς, τὴν ζωὴν ἡμῖν ἐβλάστησεν.

Οὐκ ἔτι ὄφις μοι, ψευδῶς τὴν θέωσιν, ὑποβάλλει· Χριστὸς γὰρ ὁ θεουργός, τῆς ἀνθρώπων φύσεως, νῦν ἀκωλύτως τὴν τρίβον, τῆς ζωῆς μοι ἀνεπέτασεν.

Θεοτοκίον.

Ὡς ὄντως ἄφθεγκτα, καὶ ἀκατάληπτα, τὰ τῆς σῆς Θεοτόκε, θεοπρεποῦς, πέφυκε κυήσεως, τοῖς ἐπὶ γῆς καὶ οὐρανοῦ, Ἀειπάρθενε μυστήρια.

Κανὼν Σταυροαναστάσιμος.

Τὴν ἐν Σταυρῷ σου.

Τὸν τίμιον Σταυρόν σου σέβομεν, καὶ τοὺς ἥλους Χριστέ, καὶ τὴν ἁγίαν λόγχην, σὺν τῷ καλάμῳ, στέφανον τὸν ἐξ ἀκανθῶν· δι''ὧν ἐκ τῆς τοῦ ᾍδου φθορᾶς ἐῤῥύσθημεν.

Τάφος Σωτὴρ σε ὑπεδέξατο, ἑκουσίως νεκρόν, ὑπὲρ ἡμῶν ὀφθέντα, ἀλλʼ οὐδαμῶς δεδύνηται Λόγε κατασχεῖν· ὡς Θεὸς γὰρ ἀνέστης, σῴζων τὸ γένος ἡμῶν.

Θεοτοκίον.

Θεοκυῆτορ ἀειπάρθενε, ἡ Σωτῆρα Χριστόν, βροτοῖς ἀποτεκοῦσα, κινδύνων, καὶ κολάσεων, λύτρωσαι ἡμᾶς, τοὺς προσφεύγοντας πίστει, τῇ θείᾳ σκέπῃ σου.

Κανὼν τῆς Θεοτόκου.

Χριστός μου δύναμις.

Ὑμνοῦμεν Ἄχραντε, σὲ τὴν πανάμωμον· διὰ σοῦ οἱ σωθέντες καὶ εὐσεβῶς, μέλποντες κραυγάζομεν· Εὐλογημένη ἡ Θεόν, Ἀειπάρθενε κυήσασα.

Τὸ φῶς τὸ ἄδυτον, Παρθένε τέτοκας, τοῖς ἐν σκότει τοῦ βίου διὰ σαρκός, φαῖνον Παμμακάριστε, καὶ τοῖς ὑμνοῦσί σε χαράν, Ἀειπάρθενε ἐπήγασας.

Ἡ χάρις ἤνθησεν, ὁ νόμος πέπαυται, διὰ σοῦ Παναγία· σὺ γὰρ Ἁγνή, τέτοκας τὸν Κύριον, τὸν παρεχόμενον ἡμῖν, Ἀειπάρθενε τὴν ἄφεσιν.

Νεκρόν με ἔδειξε, φυτοῦ ἀπόγευσις, τῆς ζωῆς δὲ τὸ ξύλον ἐκ σοῦ φανέν, Πάναγνε ἀνέστησε, καὶ Παραδείσου τῆς τρυφῆς, κληρονόμον με κατέστησε.

ᾨδὴ εʹ. Ὁ Εἱρμός.

Τῷ θείῳ φέγγει σου Ἀγαθέ, τὰς τῶν ὀρθριζόντων σοι ψυχάς, πόθῳ καταύγαυσον δέομαι, σὲ εἰδέναι Λόγε Θεοῦ, τὸν ὄντως Θεόν, ἐκ ζόφου τῶν πταισμάτων, ἀνακαλούμενον.

Τροπάρια.

Ὑποχωρεῖ μοι τὰ Χερουβείμ, νῦν καὶ ἡ φλογίνη ῥομφαία, Δέσποτα νῶτά μοι δίδωσι, σὲ ἰδόντα Λόγε Θεοῦ, τὸν ὄντως Θεόν, λῃστῇ ὁδοποιήσαντα, τὸν Παράδεισον.

Οὐκ ἔτι δέδοικα τὴν εἰς γῆν, Δέσποτα Χριστὲ ἐπιστροφήν· σὺ γὰρ ἐκ γῆς με ἀνήγαγες, ἐπιλελησμένον, διʼ εὐσπλαγχνίαν πολλήν, πρὸς ὕψος ἀφθαρσίας, τῇ ἀναστάσει σου.

Θεοτοκίον.

Τοὺς Θεοτόκον σε ἐκ ψυχῆς, Δέσποινα τοῦ κόσμου ἀγαθή, ὁμολογοῦντας διάσωσον· σὲ γὰρ προστασίαν, ἀκαταμάχητον, κεκτήμεθα τὴν ὄντως, θεογεννήτριαν.

Κανὼν Σταυροαναστάσιμος.

Θεοφανείας σου Χριστέ.

Βρώσει τοῦ ξύλου ἐν Ἐδέμ, ἀπατηθεὶς εἰς φθορὰν κατώλισθεν, ὁ γενάρχης παρακούσας Κύριε, ἐντολῆς τῆς σῆς Ὑπεράγαθε, ἀλλὰ τοῦτον διὰ Σταυροῦ, πάλιν ἀνήγαγες εἰς τὸ πρῶτον κάλλος, ὑπήκοος τῷ Πατρὶ Σῶτερ γενόμενος.

Τῷ σῷ θανάτῳ ἀγαθέ, τὸ τοῦ θανάτου ἠφάνισται κράτος, καὶ πηγὴ ζωῆς ἡμῖν ἀνέβλυσε, καὶ ἀθανασία δεδώρηται· διὰ τοῦτό σου τὴν Ταφήν, καὶ τὴν Ἀνάστασιν πίστει προσκυνοῦμεν, διʼ ἧς ὡς Θεός, κόσμον πάντα κατεφώτισας.

Θεοτοκίον.

Ὁ κατοικῶν ἐν οὐρανοῖς, καὶ ποιητὴς τῶν ἁπάντων Κύριος, ἐν τῇ σῇ Πανάμωμε, κατῴκησεν, ἀποῤῥήτως μήτρᾳ δοξάσας σε, ὑπερτέραν τῶν οὐρανῶν, ἁγιωτέραν τε ταγμάτων ἀΰλων· διὸ νῦν οἱ ἐπὶ γῆς, σὲ μακαρίζομεν.

Κανὼν τῆς Θεοτόκου.

Τῷ θείῳ φέγγει σου.

Ἁγνείᾳ λάμψασα τηλαυγῶς, θεῖον ἐνδιαίτημα τοῦ Δεσπότου Πανύμνητε γέγονας· σὺ γὰρ μόνη μήτηρ ὄντως ἐδείχθης Θεοῦ, ἀγκάλαις ὥσπερ βρέφος, τοῦτον βαστάσασα.

Φοροῦσα κάλλος τὸ νοητόν, τῆς ὡραιοτάτης σου ψυχῆς, Νύμφη Θεοῦ ἐχρημάτισας, κατεσφραγισμένη τῇ παρθενίᾳ σεμνή, καὶ φέγγει τῆς ἁγνείας, κόσμον φαιδρύνουσα.

Θρηνείτω σύστημα δυσσεβῶν, τῶν μὴ κηρυττόντων σε, διαῤῥήδην ἁγνὴν Θεομήτορα· σὺ γὰρ πύλη θείου φωτὸς ἐδείχθης ἡμῖν, τὸν ζόφον τῶν πταισμάτων διασκεδάζουσα.

ᾨδὴ Ϛʹ. Ὁ Εἱρμός.

Τοῦ βίου τὴν θάλασσαν, ὑψουμένην καθορῶν, τῶν πειρασμῶν τῷ κλύδωνι, ἐν εὐδίῳ λιμένι σου προσδραμών, βοῶ σοι· Ἀνάγαγε, ἐκ φθορᾶς τὴν ζωήν μου Πολυέλεε.

Τροπάρια.

Σταυρούμενος Δέσποτα, τοῖς μὲν ἥλοις τὴν ἀράν, τὴν καθʼ ἡμῶν ἐξήλειψας, τῇ δὲ λόγχῃ νυττόμενος τὴν πλευράν, Ἀδὰμ τὸ χειρόγραφον, διαῤῥήξας τὸν κόσμον ἠλευθέρωσας.

Ἀδὰμ κατενήνεκται, διʼ ἀπάτης πτερνισθείς, πρὸς τὸ τοῦ ᾅδου βάραθρον· ἀλλʼ ὁ φύσει Θεός τε καὶ συμπαθής, κατῆλθες πρὸς ἔρευναν, καὶ ἐπʼ ὤμων βαστάσας συνανέστησας.

Θεοτοκίον.

Ἡ πάναγνος Δέσποινα, ἡ τεκοῦσα τοῖς βροτοῖς, τὸν κυβερνήτην Κύριον, τῶν παθῶν μου τὸν ἄστατον καὶ δεινόν, κατεύνασον τάραχον, καὶ γαλήνην παράσχου τῇ καρδίᾳ μου.

Κανὼν Σταυροαναστάσιμος.

Συνεσχέθη ἀλλʼ οὐ κατεσχέθη.

Χριστοκτόνος, καὶ προφητοκτόνος, ἔφυ Ἑβραίων ἡ πληθύς· ὡς γὰρ προφήτας πάλαι, ἀληθείας ὄντας μυστικὰς ἀκτῖνας, κτεῖναι οὐκ ἐδεδοίκει, οὕτω καὶ νῦν τὸν Κύριον, ὃν ἐκήρυττον ἐκεῖνοι τότε, φθόνῳ βαλλόμενοι ἔκτειναν, ἀλλʼ ἡμῖν, γέγονε ζωή, αὐτοῦ ἡ νέκρωσις.

Συνεσχέθης, ἀλλʼ οὐ κατεσχέθης, Σῶτερ, ἐν τῷ μνήματι· εἰ γὰρ καὶ ἑκουσίως, ἀπεγεύσω τοῦ θανάτου Λόγε, ἀλλʼ ἀνέστης ὡς Θεὸς ἀθάνατος, συνεγείρας τοὺς δεσμίους τοὺς ἐν ᾍδῃ, καὶ χαρὰν γυναιξὶν ἀντὶ τῆς λύπης, τῆς πρὶν ἀνταλλαξάμενος.

Θεοτοκίον.

Ἄτιμόν σου, καὶ ἐκλεῖπον ὤφθη, εἶδος σαρκὸς παρὰ βροτούς, ἐν τῷ καιρῷ τοῦ πάθους, τῆς Θεότητος καὶ γὰρ οὐσίᾳ, ὡραῖος κάλλει, τῷ Δαυΐδ ἐδείκνυσο· ἀλλὰ ῥάβδῳ σου τῆς Βασιλείας, ἐχθρῶν συντρίψας ἰσχύν, ἔλεγεν ἡ Ἁγνή· ὦ Υἱέ μου, καὶ Θεέ, τάφου ἀνάστηθι.

Κανὼν τῆς Θεοτόκου.

Τοῦ βίου τὴν θάλασσαν.

Ὁ μέγας προέγραψεν, ἐν Προφήταις Μωϋσῆς, σὲ κιβωτὸν καὶ τράπεζαν, καὶ λυχνίαν καὶ στάμνον συμβολικῶς, σημαίνων τὴν σάρκωσιν, τὴν ἐκ σοῦ τοῦ ὑψίστου Μητροπάρθενε.

Νεκροῦται ὁ θάνατος, καταργεῖται καὶ φθορά, τὸ τοῦ Ἀδὰμ κατάκριμα, τῷ καρπῷ σου, ὦ Δέσποινα προσβαλών· ζωὴν γὰρ ἐγέννησας, ἐκ φθορᾶς λυτρουμένην τοὺς ὑμνοῦντάς σε.

Ὀ νόμος ἠσθένησε, καὶ παρῆλθεν ἡ σκιά, τῆς ὑπὲρ νοῦν καὶ ἔννοιαν, ἐκφανθείσης μοι χάριτος τῆς ἐκ σοῦ Παρθένε κυήσεως, τοῦ Θεοῦ, καὶ Σωτῆρος πολυΰμνητε.

Κοντάκιον. Τὴν ὑπὲρ ἡμῶν.

Τῇ ζωαρχικῇ παλάμῃ τοὺς τεθνεῶτας, ἐκ τῶν ζοφερῶν κευθμώνων ὁ Ζωοδότης, ἀναστήσας ἅπαντας Χριστὸς ὁ Θεός, τὴν ἀνάστασιν ἑβράβευσε, τῷ βροτείῳ φυράματι· ὑπάρχει γὰρ πάντων Σωτήρ, ἀνάστασις καὶ ζωή, καὶ Θεὸς τοῦ παντός.

Ὁ Οἶκος.

Τὸν Σταυρὸν καὶ τὴν Ταφήν σου Ζωοδότα, ἀνυμνοῦμεν οἱ πιστοὶ καὶ προσκυνοῦμεν, ὅτι τὸν ᾍδην ἔδησας Ἀθάνατε, ὡς Θεὸς παντοδύναμος, καὶ νεκροὺς συνανέστησας, καὶ πύλας τοῦ ᾍδου συνέτριψας, καὶ κράτος τοῦ θανάτου καθεῖλες ὡς Θεός. Διὸ οἱ γηγενεῖς δοξολογοῦμέν σε πόθῳ τὸν ἀναστάντα, καὶ καθελόντα ἐχθροῦ τὸ κράτος τοῦ πανώλους, καὶ πάντας ἀναστήσαντα τοὺς ἐπὶ σοὶ πιστεύσαντας, καὶ κόσμον λυτρωσάμενον ἐκ τῶν βελῶν τοῦ ὄφεως, καὶ ὡς μόνον δυνατόν, ἐκ τῆς πλάνης τοῦ ἐχθροῦ λυτρωσάμενον ἡμᾶς· ὅθεν ἀνυμνοῦμεν εὐσεβῶς τὴν Ἀνάστασίν σου, διʼ ἧς ἔσωσας ἡμᾶς, ὡς Θεὸς τοῦ παντός.

ᾨδὴ ζʹ. Ὁ Εἱρμός.

Δροσοβόλον μὲν τὴν κάμινον εἰργάσατο, Ἄγγελος τοῖς ὁσίοις παισί· τοὺς Χαλδαίους δὲ καταφλέγον, πρόσταγμα Θεοῦ, τὸν τύραννον ἔπεισε βοᾷν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν πατέρων ἡμῶν.

Τροπάρια.

Ὀδυρόμενος τῷ πάθει σου ὁ ἥλιος, ζόφον περιεβάλετο, καὶ ἐν ἡμέρᾳ ἐπὶ πᾶσαν, Δέσποτα τὴν γῆν, τὸ φῶς συνεσκότασε βοῶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν πατέρων ἡμῶν.

Ἠμφιάσαντο Χριστὲ τῇ καταβάσει σου, φέγγος τὰ καταχθόνια· ὁ προπάτωρ δὲ θυμηδίας, ἔμπλεως ὀφθείς, χορεύων ἐσκίρτησε βοῶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν πατέρων ἡμῶν.

Θεοτοκίον.

Διὰ σοῦ Μήτηρ Παρθένε φῶς ἀνέτειλε, πάσῃ τῇ οἰκουμένῃ φαιδρόν· τὸν γὰρ κτίστην σὺ τῶν ἁπάντων, τέτοκας Θεόν· ὃν αἴτησαι Πάναγνε ἡμῖν, καταπεμφθῆναι τοῖς πιστοῖς, τὸ μέγα ἔλεος.

Κανὼν Σταυροαναστάσιμος.

Ἄφραστον θαῦμα.

Ὢ ξένου τρόπου! τὸν Ἰσραὴλ ὁ ῥυσάμενος, ἐκ δουλείας τῆς τοῦ Φαραώ, σταυροῦται ἑκὼν ὑπʼ αὐτοῦ, καὶ λύει σειρὰς ἀμπλακημάτων, ᾧ πίστει μελῳδοῦμεν· Λυτρωτὰ ὁ Θεὸς εὐλογητὸς εἶ.

Σὲ τὸν Σωτῆρα, ἐν τῷ Κρανίῳ ἐσταύρωσαν, παρανόμων παῖδες ἀσεβεῖς, τὸν πύλας χαλκᾶς, καὶ μοχλοὺς συνθλάσαντα, εἰς σωτηρίαν ἡμῶν τῶν μελῳδούντων· Λυτρωτὰ ὁ Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.

Εὔας τῆς πάλαι, ἐλευθερίαν κυήσασα, τῆς κατάρας λύεις τὸν Ἀδάμ, Παρθένε ἁγνή· διὸ μετʼ Ἀγγέλων σε, σὺν τῷ Υἱῷ σου ὑμνοῦμεν καὶ βοῶμεν· Λυτρωτὰ ὁ Θεὸς εὐλογητός εἶ.

Κανὼν τῆς Θεοτόκου.

Δροσοβόλον μὲν τὴν κάμινον.

Νεανίας τρεῖς ἡ κάμινος οὐκ ἔφλεξε, γέννησιν προτυποῦσα τὴν σήν· τὸ γὰρ θεῖον πῦρ, σὲ μὴ φλέξαν ᾤκησεν ἐν σοί, καὶ πάντας ἐδίδαξε βοᾶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Μακαρίζουσι τὰ πέρατα σὲ Πάναγνε, μῆτερ ὡς προεφήτευσας, φωτιζόμενα, φωτοβόλοις λάμψεσι ταῖς σαῖς, καὶ χάριτι μέλποντα βοᾶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Ὀλεθρίους μὲν ὀδόντας μοι ἐνέπειρεν, ὄφις ὁ πονηρότατος, ἀλλʼ αὐτοὺς ὁ σὸς Θεομῆτορ ἔθλασεν Υἱός, ἰσχὺν δέ μοι δέδωκε βοᾶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Ἱλαστήριον τῆς φύσεως σὺ πέφυκας, μόνη θεομακάριστε· τὸν ἐπʼ ὤμων γάρ, Χερουβείμ, καθήμενον Θεόν, ἀγκάλαις βαστάζουσα βοᾷς· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

ᾨδὴ ηʹ. Ὁ Εἱρμός.

Ἐκ φλογὸς τοῖς ὁσίοις, δρόσον ἐπήγασας, καὶ δικαίου θυσίαν, ὕδατι ἔφλεξας· ἅπαντα γὰρ δρᾷς, Χριστὲ μόνῳ τῷ βούλεσθαι· σὲ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Τροπάρια.

Ἰουδαίων τὸν πάλαι προφητοκτόνον λαόν, θεοκτόνον ὁ φθόνος, νῦν ἀπειργάσατο, σὲ ἐπὶ Σταυροῦ, ἀναρτήσαντα Λόγε Θεοῦ· ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Οὐρανίους ἁψῖδας, οὐ καταλέλοιπας, καὶ εἰς ᾅδην φοιτήσας, ὅλον συνήγειρας, κείμενον Χριστέ, ἐν σαπρίᾳ τὸν ἄνθρωπον, σὲ ὑπερυψοῦντα, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.

Ἐκ φωτὸς φωτοδότην Λόγον συνέλαβες, καὶ τεκοῦσα ἀφράστως, τοῦτον δεδόξασαι· Πνεῦμα γὰρ ἐν σοί, Κόρη θεῖον ἐσκήνωσεν· ὅθεν σε ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Κανὼν Σταυροαναστάσιμος.

Ἔκστηθι φρίττων οὐρανέ.

Ἔφριξε πᾶσα ἀκοή, ὅπως ὁ Ὕψιστος ἑκών, ἦλθεν ἐπὶ γῆς, τοῦ ᾍδου τὴν ἰσχὺν χειρώσασθαι, διὰ Σταυροῦ καὶ ταφῆς, καὶ πάντας διεγεῖραι κραυγάζειν· Οἱ παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Πέπαυται ᾍδου τυραννίς, καὶ τὸ βασίλειον ἐξουδένωται λοιπόν. Σταυρῷ γὰρ ἐπὶ γῆς πηγνύμενος, ὁ ἐπὶ πάντων Θεός, τὴν τούτου δυναστείαν καθεῖλεν, ὃν παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ὢ τῆς ἀφράστου σου Χριστέ, φιλανθρωπότητος, καὶ ἀῤῥήτων ἀγαθῶν! ἐμὲ γὰρ καθορῶν ὀλλύμενον, ἐν τῇ τοῦ ᾍδου φρουρᾷ, τὰ πάθη ὑπομείνας ἐῤῥύσω· διό σε εὐλογοῦμεν, τὸν τῶν ὅλων Δεσπότην, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Κανὼν τῆς Θεοτόκου.

Ἐκ φλογὸς τοῖς Ὁσίοις.

Διαχρύσῳ ἐσθῆτι ὥσπερ βασίλισσαν, ὁ Υἱός σου λαμπρύνας, αἴγλῃ τοῦ Πνεύματος, σὲ ἐκ δεξιῶν, αὐτοῦ ἔστησε Πάναγνε, ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Ὁ θελήματι μόνῳ κόσμον πηξάμενος, ἐξ ἀχράντου σου μήτρας σάρκα δανείζεται, ἄνωθεν αὐτήν, ἀναπλάσαι βουλόμενος, ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Συναφείας τοῦ Λόγου πρός με τὸν ἄνθρωπον, ἐνδιαίτημα θεῖον Πάναγνε πέφυκας, λάμψασα σαφῶς, παρθενίας λαμπρότησιν· ὅθεν σε ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Χρυσαυγῆς σε λυχνία προδιετύπωσε, δεξαμένην ἀφράστως Φῶς τὸ ἀπρόσιτον, γνώσει τῇ αὐτοῦ καταυγάζον τὰ σύμπαντα· ὅθεν σε ὑμνοῦμεν, Ἁγνὴ εἰς τοὺς αἰῶνας.

ᾨδὴ θʹ. Ὁ Εἱρμός.

Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον, ὂν οὐ τολμᾶ Ἀγγέλων ἀτενίσαι τὰ τάγματα· διὰ σοῦ δὲ Πάναγνε ὡράθη βροτοῖς, Λόγος σεσαρκωμένος· ὂν μεγαλύνοντες, σὺν ταῖς οὐρανίαις στρατιαῖς, σὲ μακαρίζομεν.

Τροπάρια.

Παθῶν ἀμέτοχος σὺ διέμεινας, Λόγε Θεοῦ σαρκὶ προσομιλήσας τοῖς πάθεσιν, ἀλλὰ λύεις τῶν παθῶν τὸν ἄνθρωπον, πάθεσι χρηματίσας, πάθος Σωτὴρ ἡμῶν· μόνος γὰρ ὑπάρχεις ἀπαθής, καὶ παντοδύναμος.

Φθορὰν θανάτου καταδεξάμενος, διαφθορᾶς ἐτήρησας τὸ σῶμά σου ἄγευστον· ἡ δὲ σὴ ζωοποιὸς καὶ θεία ψυχή, Δέσποτα ἐν τῷ ᾅδῃ, οὐ καταλέλειπται· ἀλλʼ ὥσπερ ἐξ ὕπνου ἀναστάς, ἡμᾶς συνήγειρας.

Τριαδικόν.

Θεὸν Πατέρα Υἱὸν συνάναρχον, πάντες βροτοὶ ἐν χείλεσιν ἁγνοῖς μὲν δοξάζομεν, τὴν δὲ ἄῤῥητον καὶ ὑπερένδοξον, Πνεύματος παναγίου, δύναμιν σέβομεν· μόνη γὰρ ὑπάρχεις πανσθενής, Τριὰς ἀχώριστος.

Κανὼν Σταυροαναστάσιμος.

Μὴ ἐποδύρου μου Μῆτερ.

Εἰ καὶ ἐν τάφῳ κατῆλθες, ὡς θνητὸς ζωοδότα, ἀλλὰ τοῦ ᾍδου τὴν ἰσχύν, διέλυσας Χριστέ, συνεγείρας νεκρούς, οὓς καὶ συγκατέπιε, καὶ ἀνάστασιν πᾶσι, παρέσχες ὡς Θεός, τοῖς ἐν πίστει καὶ πόθῳ, σὲ μεγαλύνουσιν.

Ἀγαλλιάσθω ἡ κτίσις, καὶ ἀνθείτω ὡς κρίνον· ὁ γὰρ Χριστὸς ἐκ τῶν νεκρῶν ἠγέρθη ὡς Θεός. Ποῦ σου θάνατε, νῦν τὸ κέντρον; κράζομεν. Ποῦ σοῦ ᾅδη τὸ νῖκος; Κάθεῖλέ σε εἰς γῆν, ὁ ὑψώσας τὸ κέρας ἡμῶν, ὡς εὔσπλαγχνος.

Σταυροθεοτοκίον.

Φέρεις τὸν φέροντα πάντα, καὶ κατέχεις ὡς βρέφος, ἐν ταῖς χερσὶ τὸν ἐκ χειρὸς ῥυόμενον ἡμᾶς, πολεμίου ἐχθροῦ ἄχραντε Δέσποινα, καὶ ὁρᾷς ἐπὶ ξύλου ὑψούμενον Σταυροῦ, τὸν ἐκ βόθρου κακίας ἡμᾶς ὑψώσαντα.

Κανὼν τῆς Θεοτόκου.

Θεὸν ἀνθρώποις.

Ἀστὴρ ἐκλάμπων αὐγαῖς Θεότητος, ἐξ Ἰακὼβ τοῖς ζόφῳ κρατουμένοις ἀνέτειλε· διὰ σοῦ νῦν Πάναγνε, Χριστὸς ὁ Θεός, Λόγος σεσαρκωμένος, ᾧ φωτιζόμενοι, σὺν ταῖς οὐρανίαις στρατιαῖς, σὲ μακαρίζομεν.

Ῥωσθεὶς δυνάμει τῇ σῇ καὶ χάριτι, σοὶ τὴν ᾠδὴν προθύμως, ἐκ καρδίας ἀνέθηκα, ἀλλὰ ταύτην πρόσδεξαι Παρθένε ἁγνή, χάριν ἀντιδιδοῦσα, σοῦ τὴν πολύφωτον, ἐκ τῶν ἀκηράτων θησαυρῶν, θεομακάριστε.

Ἱστὸς ἐδείχθης σαφῶς Θεότητος, ἐν ᾧ στολὴν τοῦ σώματος, ὁ Λόγος ἐξύφανε, θεουργήσας τὴν ἐμὴν Παρθένε μορφήν, ἥν περ ἐνδεδυμένος, πάντας διέσωσε, τοὺς ἐκ διανοίας καθαρᾶς, σὲ μεγαλύνοντας.

Νεκροῖς ἀνάστασις νῦν δεδώρηται, διὰ τῆς σῆς ἀφράστου καὶ ἀῤῥήτου κυήσεως, Θεοτόκε πάναγνε· ζωὴ γὰρ ἐκ σοῦ, σάρκα περικειμένη, πᾶσιν ἐξέλαμψε, καὶ τὸ τοῦ θανάτου ἀμειδές, σαφῶς διέλυσε.

Ἐξαποστειλάριον, τὸ ἐνδιάτακτον Ἑωθινόν.

Εἰς τοὺς Αἴνους.

Στιχηρὰ Ἀναστάσιμα. Ἦχος πλ. βʹ.

Ὁ Σταυρός σου Κύριε, ζωὴ καὶ ἀνάστασις ὑπάρχει τῷ λαῷ σου· καὶ ἐπʼ αὐτῷ πεποιθότες, σὲ τὸν ἀναστάντα, Θεὸν ἡμῶν ὑμνοῦμεν· ἐλέησον ἡμᾶς.

Ἡ ταφή σου, Δέσποτα, Παράδεισον ἤνοιξε τῷ γένει τῶν ἀνθρώπων· καὶ ἐκ φθορᾶς λυτρωθέντες, σὲ τὸν ἀναστάντα, Θεὸν ἡμῶν ὑμνοῦμεν· ἐλέησον ἡμᾶς.

Σὺν Πατρὶ καὶ Πνεύματι, Χριστὸν ἀνυμνήσωμεν, τὸν ἀναστάντα ἐκ νεκρῶν, καὶ πρὸς αὐτὸν ἐκβοῶμεν· Σὺ ζωὴ ὑπάρχεις, ἡμῶν καὶ ἀνάστασις, ἐλέησον ἡμᾶς.

Τριήμερος ἀνέστης Χριστέ, ἐκ τάφου, καθὼς γέγραπται, συνεγείρας τὸν Προπάτορα ἡμῶν· διό σε καὶ δοξάζει, τὸ γένος τῶν ἀνθρώπων, καὶ ἀνυμνεῖ σου τὴν Ἀνάστασιν.

Ἕτερα Στιχηρὰ Ἀνατολικά.

Κύριε, μέγα καὶ φοβερὸν ὑπάρχει, τῆς σῆς Ἀναστάσεως τὸ μυστήριον· οὕτω γὰρ προῆλθες ἐκ τοῦ τάφου, ὡς νυμφίος ἐκ παστάδος, θανάτῳ θάνατον λύσας, ἵνα τὸν Ἀδὰμ ἐλευθερώσῃς· ὅθεν ἐν οὐρανοῖς, Ἄγγελοι χορεύουσι, καὶ ἐπὶ γῆς ἄνθρωποι δοξάζουσι, τὴν εἰς ἡμᾶς γενομένην, εὐσπλαγχνίαν σου φιλάνθρωπε.

Ὦ παράνομοι Ἰουδαῖοι, ποῦ εἰσιν αἱ σφραγῖδες, καὶ τὰ ἀργύρια, ἃ ἐδώκατε τοῖς στρατιώταις; οὐκ ἐκλάπη ὁ θησαυρός, ἀλλὰ ἀνέστη ὡς δυνατός, αὐτοὶ δὲ κατῃσχύνθητε, ἀρνησάμενοι Χριστόν, τὸν Κύριον τῆς δόξης, τὸν παθόντα καὶ ταφέντα, καὶ ἀναστάντα ἐκ νεκρῶν, αὐτὸν προσκυνήσωμεν.

Σφραγισθέντος τοῦ μνήματος, πῶς ἐσυλήθητε Ἰουδαῖοι, φύλακας καταστήσαντες, καὶ σημεῖα θέντες; τῶν θυρῶν κεκλεισμένων, προῆλθεν ὁ Βασιλεύς· ἢ ὡς νεκρόν παραστήσατε, ἢ ὡς Θεὸν προσκυνήσατε, σὺν ἡμῖν μελῳδοῦντες· Δόξα Κύριε τῷ Σταυρῷ σόυ, καὶ τῇ Ἀναστάσει σου.

Τὸ ζωοδόχον σου μνῆμα, αἱ μυροφόροι Γυναῖκες, ὀδυρόμεναι κατέλαβον Κύριε, καὶ μύρα βαστάζουσαι, τὸ Σῶμά σου τὸ ἄχραντον μυρίσαι ἐπεζήτουν, εὗρον δὲ φωτοφόρον Ἄγγελον, ἐν τῷ λίθῳ καθήμενον, καὶ πρός, αὐτὰς φθεγγόμενον καὶ λέγοντα· Τί δακρύετε τὸν ἐκ πλευρᾶς πηγάσαντα τῷ κόσμῳ τὴν ζωήν; τί ἐπιζητεῖτε ὥσπερ θν ητόν ἐν μνήματι τὸν Ἀθάνατον; δραμοῦσαι δὲ μᾶλλον, ἀπαγγείλατε τοῖς αὐτοῦ Μαθηταῖς, τῆς αὐτοῦ ἐνδόξου Ἀναστάσεως τὴν παγκόσμιον χαρμονήν, ἐν ᾗ καὶ ἡμᾶς Σωτήρ φωτίσας, δώρησαι ἱλασμὸν καὶ τὸ μέγα ἔλεος.

Δόξα. Τὸ Ἑωθινὸν τῆς Κυριακῆς.

Καὶ νῦν. Θεοτοκίον.

Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε· διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾅδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεις ἐζωοποιήθημεν· διὸ ἀνυμνοῦντες βοῶμεν· Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας δόξα σοι.

Δοξολογία μεγάλη, καὶ μετʼ αὐτήν, τὸ τροπάριον·

Ἦχος δʹ.

Σήμερον σωτηρία τῷ κόσμῳ γέγονεν. ᾌσωμεν τῷ ἀναστάντι ἐκ τάφου καὶ ἀρχηγῷ τῆς ζωῆς ἡμῶν· καθελὼν γὰρ τῷ θανάτῳ τὸν θάνατον, τὸ νῖκος ἔδωκεν ἡμῖν, καὶ τὸ μέγα ἔλεος.

ἀντὶ τοῦ πάλαι ψαλλομένου εἰς τὸν πλ. α, πλ. β, βαρὺν καὶ πλ. δ ἦχον, ἔχοντος οὕτως·

Ἦχος πλ. δʹ.

Ἀναστὰς ἐκ τοῦ μνήματος, καὶ τὰ δεσμὰ διαῤῥήξας τοῦ ᾍδου, ἔλυσας τὸ κατάκριμα, τοῦ θανάτου Κύριε, πάντας ἐκ τῶν παγίδων τοῦ ἐχθροῦ ῥυσάμενος, ἐμφανίσας σεαυτὸν τοῖς, Ἀποστόλοις σου, ἐξαπέστειλας αὐτοὺς ἐπὶ τὸ κήρυγμα, καὶ διʼ αὐτῶν τὴν εἰρήνην παρέσχες τῇ οἰκουμένῃ, μόνε πολυέλεε.

__________

ΕΝ Τῌ ΛΕΙΤΟΥΡΓΙᾼ

Τὰ Τυπικά, καὶ οἱ Μακαρισμοί.

Ἦχος πλ. βʹ.

Μνήσθητί μου, ὁ Θεὸς ὁ Σωτήρ μου, ὅταν ἔλθῃς ἐν τῇ Βασιλείᾳ σου, καὶ σῶσόν με, ὡς μόνος φιλάνθρωπος.

Διὰ ξύλου, τὸν Ἀδὰμ ἀπατηθέντα, διὰ ξύλου Σταυροῦ πάλιν ἔσωσας, Λῃστὴν βοῶντα· Μνήσθητί μου, Κύριε, ἐν τῇ βασιλείᾳ σου.

ᾍδου πύλας, καὶ μοχλοὺς συντρίψας Ζωοδότα, νεκροὺς ἀνέστησας ἅπαντας, Σωτὴρ βοῶντας· Δόξα τῇ ἐγέρσει σου.

Μνήσθητί μου, ὁ τὸν θάνατον σκυλεύσας, τῇ ταφῇ σου καὶ τῇ Ἀναστάσει σου, χαρᾶς τὰ πάντα, πληρώσας ὡς εὔσπλαγχνος.

Μυροφόροι, ἐν τῷ μνήματι ἐλθοῦσαι, τοῦ Ἀγγέλου κραυγάζοντος ἤκουον· Χριστὸς ἀνέστη, φωτίσας τὰ σύμπαντα.

Τὸν ἐν ξύλῳ, τοῦ Σταυροῦ προσηλωθέντα, καὶ τὸν κόσμον ἐκ πλάνης ῥυσάμενον, συμφώνως πάντες, Χριστὸν ἀνυμνήσωμεν.

Δόξα.

Τὸν Πατέρα, καὶ Υἱὸν δοξολογοῦμεν, καὶ τὸ Πνεῦμα τὸ ἅγιον, λέγοντες· Τριὰς ἁγία, σῶσον τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.

Ἡ ἀῤῥήτως, ἐπʼ ἐσχάτων συλλαβοῦσα, καὶ τεκοῦσα τὸν Κτίστην τὸν ἴδιον, Παρθένε σῷζε, τοὺς σὲ μεγαλύνοντας.