Τῌ ΔΕΥΤΕΡᾼ ΕΣΠΕΡΑΣ |
Εἰς τό, Κύριε, ἐκέκραξα, Προσόμοια. |
Στιχηρὰ Δεσποτικά. |
Ἦχος πλ. βʹ. Ὅλην ἀποθέμενοι. |
|
Ὅλος ἐκ νεότητος, ταῖς ἡδοναῖς ἐδουλώθην, τῆς σαρκὸς καὶ γέγονα, παθῶν καταγώγιον τυραννούντων με, τῆς ψυχῆς ὅλως δέ, ἀλογήσας Σῶτερ, ἐντολῶν σου κατεφρόνησα, ἀλλὰ ὁ πλάσας με, καὶ εἰδὼς ἡμῶν τὴν ἀσθένειαν, ὁ μόνος ἀναμάρτητος, δός μοι τὴν συγχώρησιν εὔσπλαγχνε, ὧν περ ἐν ἀγνοίᾳ καὶ γνώσει, αἰσθητῶς καὶ νοητῶς, ἀπὸ νεότητος ἥμαρτον, μόνε εὐσυμπάθητε. |
|
Τίς ἐκ τοῦ θανάτου με, τῆς ταλαιπώρου σαρκός μου, ῥύσεται, καὶ σώσει μου, τὴν ψυχὴν ἀπήμονα καὶ ἀπείραστον; τυραννεῖ βία γάρ, εὐπαθοῦσα αὕτη, καὶ ψυχῆς κατεξανίσταται, καὶ θλίβει πάλιν δέ, ἀσθενοῦσα, οἴμοι τῷ τάλανι! Ἀντέχειν οὖν οὐ δύναμαι, πρὸς τὴν ταύτης Σῶτερ ἀσθένειαν, ἀλλʼ ὦ Ποιητά μου, μὴ δώσῃς νικηθῆναι τῷ χοΐ, τὸ πνεῦμα, ὅ μοι ἐνέπνευσας, ὡς αὐτὸς εὐδόκησας. |
|
Ὅταν τῇ προστάξει σου, ἐκ τῶν δεσμῶν τοῦ σαρκίου, βουληθῇς χωρίσαι μου, τὴν ψυχὴν Ἀθάνατε, τότε φεῖσαί μου, προσηνῆ Ἄγγελον, χαροποιῶς βλέποντα, ἀποστείλας παραλήψεσθαι, καὶ διασώσεσθαι, ἀπὸ τῶν ἀρχόντων τοῦ σκότους με, εὐκόλως δυναμοῦντά με, τοῦ εὐθυπορῆσαι τὴν ἄνοδον, τὴν ἐν τῷ ἀέρι, καὶ φθάσαι εἰς προσκύνησιν τοῦ σοῦ, θρόνου φρικτοῦ ἀκατάκριτον, Θεὲ ὑπεράγαθε. |
Ἕτερα Στιχηρά. Τοῦ Προδρόμου. Ἡ ἀπεγνωσμένη. |
|
Ὁ κατεγνωσμένος ἐν ἀσωτίᾳ, σοὶ τῷ ὑπὲρ λόγον δεδοξασμένῳ, προσπίπτω, καὶ δέομαι ἐκ βάθους τῆς καρδίας, ἴδε τὴν θλῖψιν τῆς ψυχῆς μου, τῆς χαρᾶς ὁ προλάμψας, ἴδε τὰ ἕλκη τῆς καρδίας, μετανοίας ὁ κήρυξ, καὶ παράσχου μοι τὴν σωτηρίαν, διὰ τῆς θείας πρεσβείας σου Πρόδρομε, καθικετεύων τὸν Κύριον. |
|
Ὅλος ἐν κακίᾳ κατεγνωσμένος, ὅλος ἀπογνώσει βεβυθισμένος, αὐτὸς πονηρότατος, καὶ ζοφερὸς ὑπάρχω, ὅλως κατεστιγμένος ὅλος, ἐξ ἡδονῶν ἀτόπων, ὅλως δεινῶς κατεφθαρμένος, καὶ κατηχρειωμένος, σοῦ τοῖς ἴχνεσι προσπίπτω Μάκαρ, μὴ ἀποῤῥίψῃς, ἀλλὰ σῶσον Ἰωάννη με, φίλε Κυρίου καὶ Πρόδρομε. |
|
Ῥῦσαι τὴν ψυχήν μου πικροῦ θανάτου, τοῦ τῆς ἁμαρτίας καὶ τῶν πταισμάτων, πανεύφημε Πρόδρομε, καὶ ζώωσον ἐν ἔργοις θείοις, Χριστοῦ τῶν προσταγμάτων, πρεσβειῶν σου δυνάμει, παῦσον πολέμους ἀοράτως, τοὺς ἐμὲ πολεμοῦντας, καὶ ὁδήγησον ὁδοῖς εὐθείαις, τῆς αἰωνίου καὶ σωτηρίου καταπαύσεως, ταῖς πρὸς Θεὸν ἱκεσίαις σου. |
Δόξα· καὶ νῦν. Θεοτοκίον. Ὅλην ἀποθέμενοι. |
|
Σύμβολον ὀργῆς ἐστι, μνησικακία, θυμός τε, τῆς ὀργῆς ἐμφάνεια, διʼ ὧν καὶ τῶν ὕβρεων τὰ ἀλλόκοτα, ἀναιδῶς ἅλλονται, τοῦ οἰκτροῦ στόματος, τὸν ἐν τούτοις ἐνεργούμενον, ποιοῦντες ἔνοχον, πυρὸς τῆς γεέννης, ὡς γέγραπται· διὸ ψυχὴ γρηγόρησον, φεῦγε τὸν θυμὸν τὸν πικρόν, τὴν ὀργήν, μῆνιν καὶ τὴν ὕβριν, καὶ πᾶσαν τὴν δυσώδη ἐκδρομήν, τῇ Θεοτόκῳ κραυγάζουσα· Δέσποινά μου σῶσόν με. |
Εἰς τὸν Στίχον. |
Ἀπόστιχα Στιχηρά. Ἦχος πλ. βʹ. Κατανυκτικά. |
|
Μετάνοιαν οὐ κέκτημαι, ἀλλʼ οὐδὲ πάλιν δάκρυα· διὰ τοῦτο, ἱκετεύω σε Σωτήρ, πρὸ τέλους ἐπιστρέψαι, καὶ δοῦναί μοὶ μετάνοιαν, ὅπως ῥυσθήσωμαι τῆς κολάσεως. |
Στίχ. Πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς μου τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Ἰδοὺ ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν Κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς Κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς. |
|
Ἐν τῇ φρικτῇ παρουσίᾳ σου Χριστέ, μὴ ἀκούσωμεν, οὐκ οἶδα ὑμᾶς· τὴν γὰρ ἐλπίδα ἐπὶ σοὶ τῷ Σωτῆρι ἐθέμεθα, εἰ καὶ τὰ σὰ προστάγματα οὐ πράττομεν, διὰ τὴν ἀμέλειαν ἡμῶν, ἀλλὰ φεῖσαι τῶν ψυχῶν ἡμῶν δεόμεθα. |
Στίχ. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως, ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν. Τὸ ὄνειδος τοῖς εὐθηνοῦσι, καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις. |
Μαρτυρικόν. |
|
Οἱ μαρτυρήσαντες διὰ σὲ Χριστέ, πολλὰς βασάνους ὑπέμειναν, καὶ τέλειον ἀπέλαβον, τὸν στέφανον ἐν οὐρανοῖς, ἵνα πρεσβεύωσιν ὑπὲρ τῶν ψυχῶν ἡμῶν. |
Δόξα· καὶ νῦν. Θεοτοκίον. |
|
Μεταβολὴ τῶν θλιβομένων, ἀπαλλαγὴ τῶν ἀσθενούντων ὑπάρχουσα, Θεοτόκε Παρθένε, σῷζε πόλιν καὶ λαόν, τῶν πολεμουμένων ἡ εἰρήνη, τῶν χειμαζομένων ἡ γαλήνη, ἡ μόνη προστασία τῶν πιστῶν. |
__________ |
Τῌ ΤΡΙΤῌ ΠΡΩΪ |
ΕΝ Τῼ ΟΡΘΡῼ |
Μετὰ τὴν αʹ Στιχολογίαν, Καθίσματα. Κατανυκτικά. |
Ἦχος πλ. βʹ. |
|
Ἐννοῶ τὴν ἡμέραν τὴν φοβεράν, καὶ θρηνῶ μου τὰς πράξεις τὰς ῥυπαράς, πῶς ἀπολογήσομαι, τῷ ἀθανάτῳ Βασιλεῖ, ποίᾳ δὲ παῤῥησίᾳ ἀτενίσω τῷ Κριτῇ, ὁ ἄσωτος ἐγώ. Εὔσπλαγχνε Πάτερ, Υἱὲ μονογενές, τὸ Πνεῦμα τὸ ἅγιον, ἐλέησόν με. |
|
Εἰς τὴν κοιλάδα τοῦ κλαυθμῶνος, εἰς τὸν τόπον ὃν διέθου, ὅταν καθίσῃς Ἐλεῆμον, κρίσιν δικαίαν ποιῆσαι, μὴ δημοσιεύσῃς μου τὰ κεκρυμμένα, μηδὲ καταισχύνῃς με ἐνώπιον τῶν Ἀγγέλων, ἀλλὰ φεῖσαί μου ὁ Θεός, καὶ ἐλέησόν με. |
Δόξα· καὶ νῦν. Θεοτοκίον. Ἐλπὶς τοῦ κόσμου ἀγαθή. |
|
Τὸν πρὸ αἰώνων ἐκ Πατρός, ἄνευ μητρὸς γεννηθέντα, Υἱὸν καὶ Λόγον τοῦ Θεοῦ, ἐπʼ ἐσχάτων τῶν χρόνων, ἐκύησας σεσαρκωμένον, ἐξ ἁγνῶν αἱμάτων σου Θεοκυῆτορ ἄνευ ἀνδρός, ὃν αἴτησαι δωρήσασθαι ἡμῖν, ἁμαρτιῶν ἄφεσιν πρὸ τοῦ τέλους. |
Μετὰ τὴν βʹ Στιχολογίαν, ἕτερα Καθίσματα. Κατανυκτικά. |
|
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς· πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν· Ἐλέησον ἡμᾶς. |
|
Κύριε ἐλέησον ἡμᾶς· ἐπὶ σοὶ γὰρ πεποίθαμεν, μὴ ὀργισθῇς ἡμῖν σφόδρα, μηδὲ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν, ἀλλʼ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαγχνος, καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν· σὺ γὰρ εἶ Θεὸς ἡμῶν, καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου, καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα. |
Δόξα· καὶ νῦν. Θεοτοκίον. Αὐτόμελον. |
|
Ἐλπὶς τοῦ κόσμου ἀγαθή, Θεοτόκε Παρθένε, τὴν σὴν καὶ μόνην φοβερὰν προστασίαν αἰτοῦμεν, σπλαγχνίσθητι εἰς ἀπροστάτευτον λαόν, δυσώπησον τὸν ἐλεήμονα Θεόν, ῥυσθῆναι τὰς ψυχὰς ἡμῶν, ἐκ πάσης ἀπειλῆς, μόνη εὐλογημένη. |
Μετὰ τὴν γʹ Στιχολογίαν, ἕτερα Καθίσματα. |
Τοῦ Προδρόμου. Ἐλπὶς τοῦ κόσμου ἀγαθή. |
|
Ζωῆς ὡς ἔδειξας ὁδούς, τοῖς λαοῖς Ἰωάννη, βοῶν· Εὐθύνατε ὑμῶν τὰς καρδίας Κυρίῳ, διάσωσον πολυαμάρτητον ψυχήν, κατάνυξον πεπωρωμένον λογισμόν, καὶ ῥῦσαι κολάσεως μελλούσης σαῖς εὐχαῖς, Πρόδρομε τοῦ Σωτῆρος. |
Μαρτυρικόν. Ἀγγελικαὶ Δυνάμεις. |
|
Ἀθλητικαὶ ἐνστάσεις ἐπὶ τῷ σκάμματι, τυραννικαὶ αἰκίσεις ἐπὶ τοὺς Μάρτυρας, καὶ ἵσταντο χοροὶ τῶν Ἀσωμάτων, βραβεῖα κατέχοντες τῆς νίκης, ἐξέστησαν τυράννους, καὶ Βασιλεῖς οἱ σοφοί, καθεῖλον τὸν Βελίαρ, ὁμολογίᾳ Χριστοῦ, ὁ ἐνισχύσας αὐτούς, Κύριε δόξα σοι. |
Δόξα· καὶ νῦν. Θεοτοκίον. |
|
Πολλὰ τὰ πλήθη τῶν ἐμῶν Θεοτόκε πταισμάτων, πρὸς σὲ κατέφυγον Ἁγνή, σωτηρίας δεόμενος. Ἐπίσκεψαι τὴν ἀσθενοῦσάν μου ψυχήν, καὶ αἴτησαι τῷ Υἱῷ σου καὶ Θεῷ ἡμῶν, δοθήναί μοὶ τὴν ἄφεσιν, ὧν ἔπραξα δεινῶν, μόνη εὐλογημένη. |
Κανὼν Κατανυκτικός. |
Ἦχος πλ. βʹ. ᾨδὴ αʹ. Ὁ Εἱρμός. |
Βοηθὸς καὶ σκεπαστὴς ἐγένετό μοι εἰς σωτηρίαν, οὗτός μου Θεός, καὶ δοξάσω αὐτόν, Θεὸς τοῦ Πατρός μου καὶ ὑψώσω αὐτόν· ἐνδόξως γὰρ δεδόξασται. |
Τροπάρια. |
|
Λυτρωτά μου Ἰησοῦ, ὡς ἐλυτρώσω πολλῶν πταισμάτων, Πόρνην τὴν ποτέ, μεταγνοῦσαν καλῶς, κᾀμὲ δυσωπῶ σε, τῶν ἀμέτρων μου κακῶν, ὡς ἐλεήμων λύτρωσαι. |
|
Ὑποπλέων Ἰησοῦ, ἐν ματαιότητι διανοίας, βίου τὸ δεινόν, τοῦτο πέλαγος, φεῦ! Πολλοῖς ναυαγίοις, περιέπεσα, ἐξ ὧν, ἀπολυτρώσας σῶσόν με. |
Μαρτυρικά. |
|
Τοὺς γενναίους Ἀθλητάς, τοῦ ἀλλοτρίου τοὺς καθαιρέτας, τοὺς καρτερικῶς ἐναθλήσαντας, καὶ στέφος λαβόντας, ἐκ Θεοῦ νικητικόν, περιχαρῶς δοξάσωμεν. |
|
Ῥητορεύοντες σοφῶς, ἐν παῤῥησίᾳ Θεοῦ τὸν λόγον, ῥήτορας δεινοὺς ἐνικήσατε, καὶ πᾶσαν ἰδέαν, ἐνεγκόντες ἀλγεινῶν, μεγάλως ἐδοξάσθητε. |
Θεοτοκίον. |
|
Ὤφθης πύλη τῆς ζωῆς, θανάτου πύλας τῷ τοκετῷ σου, λύσασα Ἁγνή, ὤφθης γῆ ἐκλεκτή, διʼ ἧς ἀνυψώθη, ἀπὸ γῆς εἰς οὐρανούς, τὸ τῶν ἀνθρώπων φύραμα. |
Κανὼν τοῦ Προδρόμου. |
Ὁ αἰσθητὸς Φαραώ. |
|
Ἄγγελος θεῖος τὴν σήν, γέννησιν Ἄγγελε Θεοῦ, προμηνύει τῷ Πατρί, μεθʼ οὗ ἡμῶν μνημόνευε, ἐν ἡμέρᾳ τῆς δίκης, τοῦ εὑρεῖν ἡμᾶς ἔλεος, ἅγιε Πρόδρομε. |
|
Βλαστὸς ὑπάρχων τερπνός, ἐρήμου Πρόδρομε Χριστοῦ, ἐν ἐμοὶ τὴν ἀπαύστως, βλαστάνουσαν ἀμέλειαν, ἐκ ῥιζῶν ἀνασπάσας, μετανοίας προσφέρειν με, καρποὺς εὐόδωσον. |
|
Γαστὴρ στειρεύουσά σε, καρπογονεῖ πανευκλεῶς, γονίμους καρδίας, τὰς πρὶν ἀκάρπους δείξαντα, ἀλλὰ πίστει βοῶ σοι· Βαπτιστὰ τοὺς ἀκάρπους μου, λογισμοὺς ἔκτιλον. |
Θεοτοκίον. |
|
Δόλῳ ἀπαύστως ὁ ἐχθρός, θηρεύει με ὁ πονηρός, τῆς αὐτοῦ με ἐνέδρας, Πανάμωμε ἐξάρπασον, καὶ ποιεῖν τοῦ Δεσπότου, Θεοτόκε εὐόδωσον, μόνον τὸ θέλημα. |
ᾨδὴ γʹ. Ὁ Εἱρμός. |
Στερέωσον, Κύριε, ἐπὶ τὴν πέτραν τῶν ἐντολῶν σου, σαλευθεῖσαν τὴν καρδίαν μου, ὅτι μόνος Ἅγιος ὑπάρχεις καὶ Κύριος. |
Τροπάρια. |
|
Ἱλέῳ σου ὄμματι, ἡνίκα μέλλω ἐνώπιόν σου, παραστῆναί τε καὶ κρίνεσθαι, πρόσβλεψόν μοι μόνε, εὐδιάλλακτε Κύριε. |
|
Στενάζοντα δέξαι με, ὡς τὸν Τελώνην ψυχῆς ἐκ βάθους, καὶ μετάνοιάν μοι δώρησαι, ἁμαρτίας πάσης με, Σωτὴρ ἀπαλλάττουσαν. |
Μαρτυρικά. |
|
Τοῖς ῥεύμασιν Ἅγιοι, τῶν παναγίων ὑμῶν αἱμάτων, ἐναγῶς λύθρον φερόμενον, ἀπεπαύσατε δαίμοσι, ποτὲ ἐπιβώμιον. |
|
Ἐν Πνεύματι Ἅγιοι, ἐῤῥιζωμένοι τῷ παναγίῳ, κατεστρέψατε σεβάσματα ἀπωλείας, πάντας πρὸς τὴν πίστιν στηρίζοντες. |
Θεοτοκίον. |
|
Συνέλαβες Ἄχραντε, τὸν συνοχέα παντὸς τοῦ κόσμου· διὰ τοῦτο ἱκετεύω σε, Λύτρωσαί με πάσης, συνεχούσης κολάσεως. |
Κανὼν τοῦ Προδρόμου. Ἐν τῇ στεῤῥᾷ τῆς πίστεως. |
|
Ἐπιστροφὴν ὁδοῦ πεπλανημένης, δίδου μοι νῦν, καὶ ἔκτεινόν μοι χεῖρα, μακάριε Πρόδρομε, ἐν πελάγει τῶν δεινῶν, διηνεκῶς θαλαττεύοντι. |
|
Ζῶ ἀμελῶς καὶ ἡ τομὴ ἐγγίζει, ταῖς σαῖς προσευχαῖς, ἀνάνευσίν μοι δίδου, ἀοίδιμε Πρόδρομε, μὴ ὡς ἄκαρπος εἰς πῦρ, ἀποπεμφθήσωμαι ἄσβεστον. |
|
Ἡ φοβερὰ ἡμέρα ἐπὶ θύραις, καὶ χαλεπά, περίκειμαι φορτία, ἐξ ὧν με ἐλάφρωσον, τοῦ Κυρίου Βαπτιστά, ταῖς καθαραῖς σου δεήσεσι. |
Θεοτοκίον. |
|
Θρόνος Θεοῦ, ἐδείχθης Θεοτόκε, ἐν ᾧ σαρκὶ καθίσας, τοῦ ἀρχαίου ἐξήγειρε πτώματος, τοὺς ἀνθρώπους ἐν φωναῖς, χαριστηρίοις ὑμνοῦντάς σε. |
ᾨδὴ δʹ. Ὁ Εἱρμός. |
Ἀκήκοεν ὁ Προφήτης, τὴν ἔλευσίν σου Κύριε, καὶ ἐφοβήθη, ὅτι μέλλεις ἐκ Παρθένου τίκτεσθαι, καὶ ἀνθρώποις δείκνυσθαι, καὶ ἔλεγεν· Ἀκήκοα τὴν ἀκοήν σου καὶ ἐφοβήθην, δόξα τῇ δυνάμει σου Κύριε. |
Τροπάρια. |
|
Κρουνούς μοι δακρύων δίδου, ξηραίνοντας τῶν παθῶν μου τὰς ἀναβλύσεις, καὶ τῆς ἁμαρτίας πάντα βόρβορον, ἀποπλύνοντας Οἰκτίρμον Κύριε, καὶ παύοντας πυρός γεέννης, αἰωνιζούσης, φλόγα μοι τὴν ἄσβεστον. |
|
Οὐ παύομαι ἐπιξέων, τὰ τραύματα τῆς ψυχῆς μου φιληδονίαις, μόνος δὲ ἀναίσθητος εἰς αἴσθησιν, ἐμαυτοῦ ἐλθεῖν μὴ προαιρούμενος, τίς γένωμαι, καὶ τί ποιήσω; Χριστέ, Οἰκτίρμον, ἴασαι καὶ σῶσόν με. |
Μαρτυρικά. |
|
Ὑδάτων τῆς ἀπωλείας, καὶ κλύδωνος τῆς κακίας, τῇ κυβερνήσει, τῇ ἐνθέῳ Μάρτυρες ἀοίδιμοι, πίστει ὑποπλέοντες τὸ πέλαγος, τὸ ἄστατον, τῆς Βασιλείας τῆς οὐρανίου, ὅρμον κατελάβετε. |
|
Φωστῆρες τῆς εὐσεβείας, λαμπτῆρες τῆς ἀληθείας γεγενημένοι, φέγγει τῶν ἀγώνων ἐμειώσατε, σκότος ἀθεΐας πολυώδυνον, θαυμάτων δὲ ταῖς φρυκτωρίαις, παθῶν ὁμίχλην, Μάρτυρες σκεδάζετε. |
Θεοτοκίον. |
|
Ἑπτάφωτόν σε λυχνίαν, τὸ πῦρ τῆς θεογνωσίας, φέρουσαν Κόρη, ὁ Προφήτης πάλαι προεώρακε, φαῖνον τοῖς ἐν σκότει κινδυνεύουσι, Πανάμωμε τῆς ἀγνωσίας· διὸ βοῶ σοι· Φώτισόν με δέομαι. |
Κανὼν τοῦ Προδρόμου. Ἀκήκοα Κύριε τὴν ἀκοήν. |
|
Ἰάτρευσον Πρόδρομε, τὴν πληγωθεῖσαν λῃστῶν ἐφόδοις, ἱκετεύω σε καρδίαν μου, δραστηρίῳ θείας σου φαρμάκῳ δεήσεως. |
|
Κατάβαλε Πρόδρομε, τὴν ἔτι ζῶσαν ἐν τῇ ψυχῇ μου, ἁμαρτίαν καὶ ἀνάνευσιν, νῦν μοι δίδου, πρὸς τὰς ἡδονὰς ὀλισθαίνοντι. |
|
Λιμὴν ἡμῖν φάνηθι, χειμαζομένοις ἐν τῷ πελάγει, τῷ τοῦ βίου τὸ κλυδώνιον, μεταβάλλων, ὅλον εἰς γαλήνην Πανόλβιε. |
Θεοτοκίον. |
|
Μὴ κρίνῃς με Κύριε, κατὰ τὰ ἔργα μου δυσωπῶ σε, ἀλλὰ ἵλεώς μοι φάνηθι, δυσωπεῖ σε, σὺν τῷ Βαπτιστῇ ἡ Τεκοῦσά σε. |
ᾨδὴ εʹ. Ὁ Εἱρμός. |
Ἐκ νυκτὸς ὀρθρίζοντα Φιλάνθρωπε, φώτισον δέομαι, καὶ ὁδήγησον κἀμέ, ἐν τοῖς προστάγμασί σου, καὶ δίδαξον με ποιεῖν, ἀεὶ τὸ θέλημά σου. |
Τροπάρια. |
|
Ἰδοὺ ὁ τὸ τάλαντόν σου κρύψας Χριστέ, ὀκνηρὸς δοῦλός σου, καὶ σχολάσας πονηραῖς, τῶν παθῶν ἐργασίαις, ἐγὼ ὑπάρχω· διό, μή με εἰς πῦρ ἐκπέμψῃς. |
|
Σὸς υἱὸς γενόμενος ἐν χάριτι, εὔσπλαγχνε Κύριε, ἐδουλώθην τῷ ἐχθρῷ, καὶ σοῦ ἀπεμακρύνθην, ζήσας ἀσώτως· διό, ἐπιστρέψας με σῶσον. |
Μαρτυρικά. |
|
Οἱ Μάρτυρες ἵσταντο πρὸ βήματος, θώρακα πίστεως, περιφέροντες, διό, τοῖς βέλεσι τῆς πλάνης, τρῶσαι αὐτοὺς ὁ δεινός, οὐκ ἴσχυσε Βελίαρ. |
|
Νεκρούμενοι σώμασιν οἱ Μάρτυρες, πάσας ἐνέκρωσαν, μεθοδείας τοῦ ἐχθροῦ, καὶ πρὸς ζωὴν ἀγήρω, μετέβησαν ἐν χαρᾷ, στέφος λαβόντες δόξης. |
Θεοτοκίον. |
|
Πύλη ἀδιόδευτε διάνοιξον, πύλας μοι δέομαι, μετανοίας ἀληθοῦς, καὶ δεῖξόν μοι τὴν τρίβον, τῆς σωτηρίας Ἁγνή, ἡ πάντων ὁδηγία. |
Κανὼν τοῦ Προδρόμου. Πρὸς σὲ ὀρθρίζω. |
|
Ναὸς ἐγένου, μάκαρ τῆς Τριάδος, καὶ ναῷ σου ἁγίῳ, ἰδοὺ συνηθροισμένοι, ἐν πίστει θερμῇ, δυσωποῦμέν σε Πρόδρομε, ῥῦσαι ἡμᾶς, πειρασμῶν τε, καὶ θλίψεων μακάριε. |
|
Ξενώσας πάσης, ἀρετῆς τὸν νοῦν μου, σὲ τὸν ξένην τεμόντα ὁδόν, ἐν βίῳ μάκαρ, νῦν ἐκδυσωπῶ, τῷ τῶν ὅλων Θεῷ με οἰκείωσον, βελτιῶν με ἀρίσταις ἐπιδόσεσιν. |
|
Ὁ καταδύσας, ταῖς τοῦ Ἰορδάνου, προχοαῖς τοῦ ἐλέους, τὴν ἄβυσσον Προφῆτα, τὰς βρύσεις τῶν κακῶν μου, πρεσβείαις σου ξήρανον, ὀχετούς μοι δακρύων παρεχόμενος. |
Θεοτοκίον. |
|
Πεποικιλμένη, θείαις ἀγλαΐαις, τὸν ὡραῖον ἐν κάλλει, ἐκύησας Παρθένε· αὐτόν, οὖν ἀεὶ ἐκδυσώπει, σωθῆναι ἡμᾶς ἐκ φθορᾶς, τοὺς ἐν πίστει καὶ πόθῳ σε δοξάζοντας. |
ᾨδὴ Ϛʹ. Ὁ Εἱρμός. |
Ἐβόησα, ἐν ὅλῃ καρδίᾳ μου, πρὸς τὸν οἰκτίρμονα Θεόν, καὶ ἑπήκουσέ μου, ἐξ ᾍδου κατωτάτου, καὶ ἀνήγαγεν, ἐκ φθορᾶς τὴν ζωήν μου. |
Τροπάρια. |
|
Μὴ δείξῃς με δαιμόνων ἐπίχαρμα, ἐν τῇ ἡμέρᾳ τῇ φρικτῇ, μὴ ἀκούσω τότε, φωνῆς παραπεμπούσης, εἰς τὸ πῦρ Χριστέ, Ἰησοῦ τὸ τῆς γεέννης. |
|
Ἐβύθισε βυθῷ παραπτώσεων, ὁ τῶν δικαίων με ἐχθρός, καὶ τῶν οἰκτιρμῶν σου, προστρέχω τῷ πελάγει, Ἰησοῦ πρὸς ὅρμον, ζωῆς νῦν ἴθυνόν με. |
Μαρτυρικά. |
|
Πόνων πολλῶν ἀρότρῳ νεώσαντες, ψυχῆς τὴν αὔλακα Σοφοί, τῷ ἐνθέῳ σπόρῳ, τῆς πίστεως πολύχουν, μαρτυρίου στάχυν, σαφῶς ἐγεωργεῖτε. |
|
Τοῖς τραύμασι κατετραυματίσατε, τὸν τραυματίσαντα ὑμᾶς, εὐσεβῶς ὁπλῖται· διὸ μετατεθέντες πρὸς ζωήν, τὰ πάθη, βροτῶν καὶ νῦν ἰᾶσθε. |
Θεοτοκίον. |
|
Ναὸς Θεοῦ ἐδείχθης Πανάμωμε, ἐν ᾧ οἰκήσας ἱερῶς, τὴν βροτῶν οὐσίαν, ἐθέωσε ποιήσας, τοὺς πιστούς, ναοὺς ἑαυτοῦ παραδόξως. |
Κανὼν τοῦ Προδρόμου. Ἄβυσσος ἐσχάτη. |
|
Ῥάδαμνος Προφῆτα, ῥίζης ἀκάρπου ἐβλάστησας, καὶ καρδίας στειρευούσας πάσης, θεογνωσίας ἐγκάρπους, εἰς αἴνεσιν, Κυρίου ἀπέδειξας. |
|
Σύντριψον ἐν τάχει, τὸν πονηρὸν ἐν τοῖς ποσὶν ἡμῶν, καὶ κατεύθυνον ἡμῶν τοὺς πόδας, τοὺς νοητοὺς εἰς εἰρήνης ὁδόν, ταῖς προστασίαις σου Πρόδρομε. |
|
Τείχισον Προφῆτα, δικαιοσύνης τὴν ποίμνην σου, ἐκλυτρούμενος ἡμᾶς παντοίας, ἐπιβουλῆς τῶν δαιμόνων, καὶ τῆς αἰωνιζούσης κολάσεως. |
Θεοτοκίον. |
|
Ὕμνον σοι Παρθένε, εὐχαριστίας προσάγομεν, διὰ σοῦ Ἁγνὴ οἱ σεσωσμένοι, ἐκ τῆς ἀρχαίας κατάρας, καὶ πᾶσαν εὐλογίαν καρπούμενοι. |
ᾨδὴ ζʹ. Ὁ Εἱρμός. |
Ἡμάρτομεν, ἠνομήσαμεν, ἠδικήσαμεν ἐνώπιόν σου, οὐδὲ συνετηρήσαμεν, οὐδὲ ἐποιήσαμεν, καθὼς ἐνετείλω ἡμῖν, ἀλλὰ μὴ παραδῴης ἡμᾶς εἰς τέλος, ὁ τῶν Πατέρων Θεός. |
Τροπάρια. |
|
Ἀποσκοπῶ εἰς τὸ ἔλεος, σοῦ τὸ ἄμετρον ἄμετρα πταίσας, οἶδά σου τὴν συμπάθειαν, οἶδα τὸ μακρόθυμον, καὶ τὸ ἀνεξίκακον· μετανοίας μοι δώρησαι οἰκτίρμον, καρποὺς καὶ σῶσόν με. |
|
Ἰάτρευσον τῆς καρδίας μου, τὰ ἀνίατα πάθη Οἰκτίρμον δίδου ἀποκοπὴν τῶν χρεῶν μου, τὸ βαρύτατον φορτίον ἐλάφρυνον, ἵνα ἐν κατανύξει σε δοξάζω ἀεί, τὸν τῶν Πατέρων Θεόν. |
Μαρτυρικά. |
|
Στρεβλούμενοι, συγκοπτόμενοι, δαπανώμενοι πυρὶ ἐνύλῳ, λέουσιν ἐκδιδόμενοι βρῶμα, καὶ τεινόμενοι τροχοῖς, οὐκ ἠρνήσαντό σε, τὸν ζῶντα Θεὸν ἡμῶν οἱ θεῖοι, καὶ ἱεροὶ Ἀθληταί. |
|
Μερίζεσθε ἐκ τοῦ, σώματος, ἀλλʼ ἀμέριστοι Θεοῦ ὁρᾶσθε, Μάρτυρες διʼ ἑνώσεως, θείας τοῦ ἑνώσαντος, ἑαυτὸν ἀῤῥεύστως ἡμῖν, ὃν ἀεὶ δυσωπήσατε σωθῆναι, πάσης ἀνάγκης ἡμᾶς. |
Θεοτοκίον. |
|
Ἐβλάστησας ἄνευ σπέρματος, ὃν ἐγέννησε Πατὴρ ἀῤῥεύστως, ἔμεινας μετὰ τόκον, παρθένος ὡς πρὸ τοῦ τόκου· διὸ μεμακάρισαι, καὶ δεδόξασαι Ἄχραντε ἀπαύστως, ὡς Μήτηρ οὖσα Θεοῦ. |
Κανὼν τοῦ Προδρόμου. Οἱ Παῖδες ἐν Βαβυλῶνι. |
|
Φωνὴ τοῦ Λόγου ὑπάρχων, νῦν τὰς φωνὰς ἡμῶν πρόσδεξαι, Βαπτιστά, καὶ παθῶν καὶ κινδύνων, καὶ πολλῶν περιστάσεων, καὶ αἰωνίου λύτρωσαι, τὸν λαόν σου κολάσεως. |
|
Χειρὶ δεικνύεις Προφῆτα, Ἀμνὸν Θεοῦ κόσμου αἴροντα, ἁμαρτίας ἀεί, ὃν δυσώπει ἀφαιρεῖν μου, τὰ πταίσματα τὰ χαλεπὰ καὶ χρόνια, καὶ ζωῆς ἀξιῶσαί με. |
|
Ψυχή μου σπεῦσον καὶ κρᾶξον, τὸν σκοτασμὸν καταλείψασα, τῶν ἀλόγων πράξεων. Οἴκτειρόν με Ἰησοῦ, παρακλήσεσι τοῦ Βαπτιστοῦ καὶ ῥῦσαί με, τοῦ βορβόρου τῶν ἔργων μου. |
Θεοτοκίον. |
|
ᾯ παρειστήκεισαν τρόμῳ, τὰ ἐπουράνια Τάγματα, τοῦτον τίκτεις Ἁγνὴ ἑνωθέντα, τοῖς βροτοῖς ἀγαθότητι, ὃν ἐκτενῶς ἱκέτευε, οἰκτειρῆσαι τοὺς δούλους σου. |
ᾨδὴ ηʹ. Ὁ Εἱρμός. |
Ὃν Στρατιαὶ οὐρανῶν δοξάζουσι καὶ φρίττει τὰ Χερουβεὶμ καὶ τὰ Σεραφείμ, πᾶσα πνοὴ καὶ κτίσις ὑμνεῖτε, εὐλογεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. |
Τροπάρια. |
|
Ἀποσκοπῶ εἰς τὸ μέγα ἔλεος, τῶν οἰκτιρμῶν σου, Χριστέ, ὥσπερ ὁ Δαυΐδ, πταίσας ὑπὲρ ἐκεῖνον, καὶ κράζω σὺν ἐκείνῳ. Μόνε ἐλεῆμον, ἐλέησόν με διὰ τάχους. |
|
Τέλος χρηστόν, γενέσθαι μοι εὔχομαι, καὶ θέσθαι ταῖς πονηραῖς, πράξεσί ποτε, τέλος οὐ προθυμοῦμαι, πεπωρωμένην ἔχων, τὴν ἐμὴν καρδίαν, οἰκτείρησόν με Θεοῦ Λόγε. |
Μαρτυρικά. |
|
Ὡς ἐκλεκτά, καὶ ἄμωμα θύματα, τυθέντι ὑπὲρ ὑμῶν, τῷ μονογενεῖ, Λόγῳ ἐθελουσίως, προσήχθητε θυσίας, πάσας καταργοῦντες, τὰς τῶν δαιμόνων Ἀθλοφόροι. |
|
Νευρῶν τομάς, ὀδόντων ἐκρίζωσιν, ἀφαίρεσίν τε χειρῶν, ξέσεις τε μελῶν, πᾶσαν ποινήν τε ἄλλην, ἠνέγκατε γενναίως, Μάρτυρες, ὑμνοῦντες, Χριστὸν τὸν μόνον ἀθλοθέτην. |
Θεοτοκίον. |
|
Νέον ἡμῖν, βρέφος ἀπεκύησας, τὸν παλαιὸν ἡμερῶν, νέας ἐπὶ γῆς, τρίβους ὑποδεικνύοντα, καὶ τὴν παλαιωθεῖσαν φύσιν καινουργοῦντα, Ἀνύμφευτε εὐλογημένη. |
Κανὼν τοῦ Προδρόμου. Νόμων πατρῴων. |
|
Ἐπὶ τὸν Λόγον, βαπτιζόμενον, περιστερᾶς ἐν εἴδει Πνεῦμα τὸ ἅγιον, ἐθεάσω κατερχόμενον, καὶ φωνῆς ἐπακοῦσαι, κατηξιώθης, μάκαρ τοῦ Πατρός. Οὗτός ἐστιν, ὁ Υἱός μου ὁ σύνθρονος, ᾧ μέλπει πᾶσα κτίσις. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. |
|
Πυρὶ Προφῆτα, σῶν δεήσεων, τὰ φρυγανώδη πάθη τῆς διανοίας μου, καταφλέξας ἐσβεσμένον μου, τὸν λύχνον τῆς καρδίας, ἄναψον πάλιν, ὅπως τηλαυγῶς κατανοῶν, ἀναμέλπω τοῦ Κτίσαντος, τὸ φῶς τῶν προσταγμάτων. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. |
|
Ὁ κατακρύψας, δοῦλος τάλαντον, ὅπερ εἰς ἐργασίαν ἐκ Θεοῦ εἴληφα, ἐγὼ πέφυκα ὁ ἄθλιος, καὶ τί ποιήσω, ὅταν εἰς κρίσιν ἔλθῃς, ἑκάστου τὸ ἔργον ἐκζητῶν; Πρόφθασον τοίνυν Προφῆτα, κραυγάζοντά με πίστει. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. |
Θεοτοκίον. |
|
Συντήρησόν μου, τὴν διάνοιαν, ἐν ταπεινώσει Κόρη θεοχαρίτωτε, ἡ τῷ τόκῳ σου συντρίψασα, ἐπάρσεις τῶν δαιμόνων, καὶ ὕψωσόν με, ἀπὸ τῆς κοπρίας τῶν παθῶν, καὶ πεινῶντα τὴν χάριν σου, κόρεσον μελῳδοῦντα. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. |
ᾨδὴ θʹ. Ὁ Εἱρμός. |
Ἀσπόρου συλλήψεως, ὁ τόκος ἀνερμήνευτος, Μητρὸς ἀνάνδρου, ἄσπορος ἡ κύησις. Θεοῦ γὰρ ἡ γέννησις καινοποιεῖ τὰς φύσεις· διό σε πᾶσαι αἱ γενεαί, ὡς Θεόνυμφον Μητέρα, ὀρθοδόξως μεγαλύνομεν. |
Τροπάρια. |
|
Ἰησοῦ φιλάνθρωπε, ὁ μόνος τὴν ἀσθένειαν, ἡμῶν γινώσκων· ταύτην γὰρ ἐφόρεσας, διʼ οἶκτον βουλόμενος, αὐτὴν ἀποκαθάραι· διὸ τοὺς σπίλους τοὺς πονηρούς, καὶ τὰ ἕλκη τῶν παθῶν μου, ἀποκάθαρον, καὶ σῶσόν με. |
|
Ὡς Πόρνη τὰ δάκρυα, προσφέρω σοι φιλάνθρωπε, ὡς ὁ Τελώνης, στενάζων κραυγάζω σοι· Ἱλάσθητι σῶσόν με, ὥσπερ ἡ Χαναναία. Ἐλέησόν με, ἐκβοῶ, ὡς τὸν Πέτρον μεταγνόντα, συγχωρήσεως ἀξίωσον. |
Μαρτυρικά. |
|
Σαρκὶ συμπλεκόμενοι, ἀσάρκῳ κοσμοκράτορι, πυγμαῖς τῶν ἄθλων, τοῦτον κατεβάλετε, καὶ νίκης τὸν στέφανον, ἐδέξασθε ἀξίως· διὸ πρεσβεύσατε ἐκτενῶς, ὑπὲρ πάντων τῶν ἐν πίστει, εὐφημούντων ὑμᾶς Ἅγιοι. |
|
Ἡγίασας Κύριε, τὴν γῆν ἁγίοις αἵμασι, τῶν σῶν Ἁγίων, καὶ τούτων Πανάγιε, τὰ πνεύματα πνεύμασι, Δυνάμεων ἁγίων, συνάπτεις πάντοτε, διʼ αὐτῶν, ἁγιάζων τοὺς ἐν πίστει, ἀληθεῖ σε ἁγιάζοντας. |
Θεοτοκίον. |
|
Φωνήν σοι προσάγομεν, τὴν τοῦ Ἄγγέλου Πάναγνε, εὐλογημένη. Χαῖρε ἡ χωρήσασα, Θεὸν τὸν ἀχώρητον, χαῖρε κατάρας λύσις, καὶ εὐλογίας εἰσαγωγή, χαῖρε μόνη Παραδείσου, ἡ τὴν θύραν ἀνεῴξασα. |
Κανὼν τοῦ Προδρόμου. Ξενίας δεσποτικῆς. |
|
Ἰάτρευσόν μου τὸν νοῦν, φιληδονίαις τοῦ βίου, δεινῶς τραυματισθέντα, καὶ παῦσον τὸ σφοδρῶς, συνταράσσον με κλυδώνιον, καὶ δεῖξόν μοι τῆς μετανοίας, τὰς ὁδοὺς τὰς εὐθείας, Κυρίου Πρόδρομε. |
|
Ὡράθης μέσον ἑστώς, τῆς Παλαιᾶς τε καὶ Νέας, τὴν μὲν Προφῆτα παύων, τῆς δὲ τὸ φῶς δηλῶν, ᾧ πορεύεσθαι εὐόδωσον, ἡμᾶς ἐν συνειδότι θείῳ, ὅπως σκότους ῥυσθῶμεν, διαιωνίζοντος. |
|
Συνήφθης ταῖς Στρατιαῖς, ταῖς οὐρανίαις θεόφρον, μεθʼ ὧν Χριστὸν δυσώπει, τοὺς ἐπὶ γῆς ἡμᾶς, διασῴζεσθαι τιμῶντάς σε, ἐν τῷ σεπτῷ σου τούτῳ οἴκῳ, Βαπτιστὰ Ἰωάννη, Κυρίου Πρόδρομε. |
|
Ἡμέρα πλήρης θυμοῦ, ἡμέρα σκότους ὑπάρχει, τοῖς ἔργα σχοῦσι σκότους, ἡ δίκη ἡ φρικτή, Βαπτιστὰ Χριστοῦ καὶ Πρόδρομε, ἱκεσίαις σου τότε ῥῦσαι, κατακρίσεως πάσης, τοὺς σὲ γεραίροντας. |
Θεοτοκίον. |
|
Φανεῖσα τῶν Χερουβείμ, ἁγιωτέρα Παρθένε, ὡς τὸν Θεὸν τεκοῦσα τὸν ὑπεράγιον, πάντας ἡμᾶς καθαγίασον, τοὺς ἐν φωναῖς ἁγίαις πίστει, ἐν νυκτὶ καὶ ἡμέρα, σὲ ἁγιάζοντας. |
Εἰς τὸν Στίχον τῶν Αἴνων. |
Ἀπόστιχα Στιχηρά. Ἦχος πλ. βʹ. Κατανυκτικά. |
|
Τὰ τῆς καρδίας μου τραύματα, ἐκ πολλῶν ἁμαρτημάτων φυέντα μοι, ἰάτρευσον Σωτήρ, ὁ τῶν ψυχῶν καὶ σωμάτων ἰατρός, παρέχων τοῖς αἰτοῦσι, πταισμάτων τὴν συγχώρησιν ἀεί, παράσχου μοι δάκρυα μετανοίας, διδούς μοι τὴν λύσιν τῶν ὀφλημάτων Κύριε, καὶ ἐλέησόν με. |
Στίχ. Ἐνεπλήσθημεν τὸ πρωΐ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ εὐφράνθημεν ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν· εὐφρανθείημεν ἀνθʼ ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν, ὧν εἴδομεν κακά. Καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν. |
|
Γυμνόν με εὑρὼν τῶν ἀρετῶν ὁ ἐχθρός, τῷ βέλει τῆς ἁμαρτίας ἔτρωσεν, ἀλλὰ σὺ ὡς ἰατρὸς ψυχῶν τε καὶ σωμάτων, τὰ τραύματα τῆς ψυχῆς μου θεράπευσον, ὁ Θεός καὶ ἐλέησόν με. |
Στίχ. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφʼ ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφʼ ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον. |
Μαρτυρικόν. |
|
Κύριε, εἰμὴ τοὺς Ἁγίους σου εἴχομεν πρεσβευτάς, καὶ τὴν ἀγαθότητά σου συμπαθοῦσαν ἡμῖν, πῶς ἐτολμῶμεν Σωτὴρ ὑμνῆσαί σε, ὃν εὐλογοῦσιν ἀπαύστως Ἄγγελοι; Καρδιογνῶστα, φεῖσαι τῶν ψυχῶν ἡμῶν. |
Δόξα· καὶ νῦν. Θεοτοκίον. |
|
Οὐδεὶς προστρέχων ἐπὶ σοί, κατῃσχυμμένος ἀπὸ σοῦ ἐκπορεύεται, ἁγνὴ Παρθένε Θεοτόκε, ἀλλʼ αἰτεῖται τὴν χάριν, καὶ λαμβάνει τὸ δώρημα, πρὸς τὸ συμφέρον τῆς αἰτήσεως. |
__________ |
ΕΝ Τῌ ΛΕΙΤΟΥΡΓΙᾼ |
Οἱ Μακαρισμοί. Ἦχος πλ. βʹ. |
|
Μνήσθητί μου, ὁ Θεὸς ὁ Σωτήρ μου, ὅταν ἔλθῃς ἐν τῇ Βασιλείᾳ σου, καὶ σῶσόν με, ὡς μόνος φιλάνθρωπος. |
|
Ὁ τοῦ Πέτρου, προσδεξάμενος τὸν θρῆνον, πρόσδεξαί μου Χριστὲ τὴν μετάνοιαν, καὶ σῳζομένων, τῇ τάξει με σύνταξον. |
|
Ὁ κηρύξας, τὴν μετάνοιαν ἀνθρώποις, τοῦ Κυρίου Βαπτιστὰ καὶ Πρόδρομε, μετανοεῖν με ἐκ ψυχῆς ἱκέτευε. |
Μαρτυρικόν. |
|
Τρικυμίας, ἐνεγκόντες παθημάτων, Ἀθλοφόροι βροτῶν τὰ νοσήματα, νῦν ἐξιᾶσθε· ὅθεν μακαρίζεσθε. |
Δόξα. |
|
Ὁ Προφήταις, δοξαζόμενος Θεός, ὁ ἐν Τριάδι ἁπλῇ ἀσυγχύτῳ τε, ταῖς τοῦ Προδρόμου, σῶσον ἱκεσίαις με. |
Καὶ νῦν. Θεοτοκίον. |
|
Προστασία, τῶν ἐν θλίψεσι βεβαίᾳ, πρόστηθί μοι τοῦ βίου τοῖς πάθεσι, προσομιλοῦντι, καὶ σῶσόν με δέομαι. |