Τῌ ΤΕΤΑΡΤῌ ΕΣΠΕΡΑΣ |
Εἰς τό, Κύριε, ἐκέκραξα, Προσόμοια. |
Στιχηρὰ Ἀποστολικά. |
Ἦχος πλ. βʹ. Ὅλην ἀποθέμενοι. |
|
Δύναμιν οὐράνιον, τοῦ Παρακλήτου λαβόντες, τῶν ἐχθρῶν τὰς φάλαγγας, οἱ Χριστοῦ Ἀπόστολοι, ἐτροπώσαντο. Βασιλεῖς ἤλεγξαν, καὶ σοφοὺς ᾔσχυναν, ἰδιῶται καὶ ἀγράμματοι, γυμνοὶ καὶ ἄοπλοι, εὐαγγελικῶς παρετάξαντο, τῷ λόγῳ δὲ τῆς χάριτος, τὰς τερατουργίας εἰργάσαντο, καὶ οὕτω τὰ ἔθνη, ὑπήκοα ποιούμενοι Χριστῷ, ἐν παῤῥησίᾳ πρεσβεύουσιν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν. |
|
Σὲ ἐπιποθήσαντες, οἱ εὐκλεεῖς Μαθηταί σου, καὶ ἀπαρνησάμενοι, ἑαυτοὺς προθύμως σοι, ἠκολούθησαν, καὶ Σταυρὸν ἄραντες, σοῦ αὐτοῦ ὀπίσω, πειθαρχοῦντες τῇ προστάξει σου, τὴν γῆν κατέλιπον, καὶ τοὺς οὐρανοὺς ἐκληρώσαντο, τὰ ἔθνη ἐπιστρέφοντες, εἰς τὴν ἀληθῆ σου ἐπίγνωσιν, καὶ νῦν διὰ πάντων, ὑπήκοοι γενόμενοι ἀεί, ἐν παῤῥησίᾳ πρεσβεύουσιν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν. |
|
Ἅπαντα τὸν βίον μου, ἐν ἀμελείᾳ διάγων, πρὸς τὸ τέλος ἔφθασα, ἄκαρπος ὁ δείλαιος, Ὑπεράγαθε, πονηρῶν πράξεων, ἐπιφέρων μόνον, νῦν φορτία τὰ δυσβάστακτα, ἅπερ φιλάνθρωπε, σκόρπισον ῥοπῇ τοῦ ἐλέους σου, καὶ δίδου μοι κατάνυξιν, καὶ ἐπιστροφὴν τὴν σωτήριον, θείαις Ἀποστόλων, πρεσβείαις εὐπροσδέκτοις ὁ Θεός, οὓς εἰς πρεσβείαν προσάγω σοι, καὶ τὴν σὲ κυήσασαν. |
Ἕτερα Στιχηρά. Τοῦ Ἁγίου Νικολάου. Τριήμερος ἀνέστης. |
|
Νικόλαε μακάριε, προσπίπτοντά με οἴκτειρον, δέομαί σου, καὶ τὰ ὄμματα σοφέ, φώτισον τῆς ψυχῆς μου, ἵνα καθαρῶς βλέψω, τὸν φωτοδότην καὶ οἰκτίρμονα. |
|
Ἐχθρῶν ἐπιζητούντων με, κακοποιῆσαι Ἅγιε, λύτρωσαί με, παῤῥησίαν πρὸς Θεόν, ὡς ἔχων Ἱεράρχα, καὶ σῶσόν με ἐκ βλάβης, καὶ ἐξ ἀνδρῶν αἱμάτων ῥῦσαί με. |
|
Λιμένα σε ἀχείμαστον, καὶ τεῖχος ἀπροσμάχητον, Ἱεράρχα, νῦν κεκτήμεθα πιστῶς, καὶ πύργον ἀσφαλείας, καὶ θύραν μετανοίας, καὶ ὁδηγὸν πιστόν, καὶ πρόμαχον. |
Δόξα· καὶ νῦν. Θεοτοκίον. Ὅμοιον. |
|
Μεγίστων δωρημάτων ἡμῖν, ὁ τόκος ὁ ἀλόχευτος, τῆς Παρθένου, πᾶσι γέγονε σαφῶς· Θεὸς γὰρ τὴν φθαρεῖσαν, καινίζει πάλιν φύσιν, καὶ ἀναπλάττει τὸ ἀνθρώπινον. |
Εἰς τὸν Στίχον. |
Ἀπόστιχα Στιχηρά. Ἦχος πλ. βʹ. Αποστολικά. |
|
Ποτὲ οἱ Μαθηταί σου Χριστέ, ἐν πλοίῳ χειμαζόμενοι, ἀνεβόων· Διδάσκαλε, σῶσον ἡμᾶς, ἀπολλύμεθα, καὶ νῦν ἡμεῖς κραυγάζομεν, Φιλάνθρωπε Σωτὴρ ἡμῶν, ῥῦσαι ἡμᾶς ἐκ τῶν ἀναγκῶν ἡμῶν δεόμεθα. |
Στίχ. Πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς μου τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Ἰδοὺ ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν Κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς Κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς. |
|
Κύριε, οἱ Ἀπόστολοι κατέλαβον, ποτὲ μὲν τὸ βάθος τῆς θαλάσσης διὰ δικτύων, ποτὲ δὲ τὸ ὕψος τῆς Βασιλείας διὰ δογμάτων, καὶ τῇ μὲν τέχνῃ, τὸν ἀκατάληπτον βυθὸν ἠρεύνησαν, τῇ δὲ πίστει, τὸν ἀπερίγραπτόν σου κόλπον ἔφθασαν, καὶ τῷ κόσμῳ ἐκήρυξαν τὸν ἄχρονον Υἱόν σου, ὧν ταῖς πρεσβείαις, καὶ πάντων τῶν Ἁγίων, ἐλέησον ἡμᾶς. |
Στίχ. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως, ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν. Τὸ ὄνειδος τοῖς εὐθηνοῦσι, καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις. |
Μαρτυρικόν. |
|
Ὁ Σταυρός σου Κύριε, τοῖς Μάρτυσι γέγονεν, ὅπλον ἀήττητον· ἔβλεπον γὰρ τὸν προκείμενον θάνατον, καὶ προβλέποντες τὴν μέλλουσαν ζωήν, τῇ ἐλπίδι τῇ εἰς σὲ ἐνεδυναμοῦντο. Αὐτῶν ταῖς παρακλήσεσιν, ἐλέησον ἡμᾶς. |
Δόξα· καὶ νῦν. Θεοτοκίον. |
|
Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς, σὲ ἱκετεύομεν, πρέσβευε Δέσποινα, μετὰ τῶν Ἀποστόλων, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν. |
__________ |
Τῌ ΠΕΜΠΤῌ ΠΡΩΪ |
ΕΝ Τῼ ΟΡΘΡῼ |
Μετὰ τὴν αʹ Στιχολογίαν, Καθίσματα. Αποστολικά. |
Ἦχος πλ. βʹ. |
|
Ὡς ἐν μέσῳ τῶν Μαθητῶν σου, παρεγένου Σωτήρ, τὴν εἰρήνην διδοὺς αὐτοῖς, ἐλθὲ καὶ μεθʼ ἡμῶν καὶ σῶσον ἡμᾶς. |
Ἐλπὶς τοῦ κόσμου ἀγαθή. |
|
Ὡς φῶς σταλέντες ἐπὶ γῆς, ἐφωτίσατε πάντας, σοφοῖς διδάγμασιν ὑμῶν, καὶ ἐν δόγμασι θείοις διώξαντες, πολυθεΐας σκοτασμόν, καὶ λάμψαντες τὸν τῆς Τριάδος φωτισμόν, καὶ σώσαντες λαοὺς πολλούς, ἐκ πλάνης ἀφεγγοῦς, Ἀπόστολοι τοῦ Σωτῆρος. |
Δόξα· καὶ νῦν. Θεοτοκίον. |
|
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε· ἐλπίζοντες εἰς σέ, μὴ ἀστοχήσωμεν· ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων· σὺ γὰρ εἶ ἡ σωτηρία, τοῦ γένους τῶν Χριστιανῶν. |
Μετὰ τὴν βʹ Στιχολογίαν, ἕτερα Καθίσματα. Αποστολικά. |
|
Τῶν Ἀποστόλων σου ἡ μνήμη Κύριε, ἀνεδείχθη ὡς Παράδεισος ὁ ἐν Ἐδέμ· ἐν αὐτῇ γὰρ ἀγάλλεται ἡ Οἰκουμένη· διὸ δίδου ἡμῖν ταῖς αὐτῶν ἱκεσίαις, εἰρήνην καὶ τὸ μέγα ἔλεος. |
|
Ἡ δωδεκὰς τῶν Ἀποστόλων Κύριε, δωδεκάπυρσος ὡς ἥλιος, ὤφθη τῇ γῇ· διʼ αὐτῶν γὰρ ἐμάρανας, πλάνης τὴν βλάβην, διʼ αὐτῶν καταυγάζεις ψυχάς, τῶν σῶν δούλων, διʼ ὧν καὶ ἡμᾶς, σῶσον εὔσπλαγχνε. |
Δόξα· καὶ νῦν. Θεοτοκίον. Ἐλπὶς τοῦ κόσμου ἀγαθή. |
|
Ἁγία Δέσποινα Ἁγνή, τοῦ Θεοῦ ἡμῶν Μήτηρ, ἡ τῶν ἁπάντων ποιητήν, ἀποῤῥήτως τεκοῦσα, ἱκέτευε σὺν Ἀποστόλοις ἱεροῖς, ἑκάστοτε τὴν ἀγαθότητα αὐτοῦ, παθῶν ἡμᾶς λυτρώσασθαι, καὶ ἄφεσιν ἡμῖν, δοῦναι ἁμαρτημάτων. |
Μετὰ τὴν γʹ Στιχολογίαν, ἕτερα Καθίσματα. |
Ἀποστολικόν. |
|
Τῇ σαγήνῃ τῆς ἐνθέου πίστεως, τὰς διπλόας ἀνατρέψαντες οἱ ἁλιεῖς, ἐκ βυθοῦ ματαιότητος εἵλκυσαν πάντας, καὶ παρέσχον αὐτοὺς τῷ Θεῷ εὐσεβοῦντας, καὶ τοῦτον ἀεὶ μεγαλύνοντας. |
Μαρτυρικόν. |
|
Τῶν Ἁγίων σου ἡ μνήμη Κύριε, ἀνεδείχθη ὡς παράδεισος ὁ ἐν Ἐδέμ· ἐν αὐτῇ γὰρ ἀγάλλεται πᾶσα ἡ κτίσις. Διὸ παράσχου ἡμῖν, τῇ αὐτῶν παρακλήσει, εἰρήνην καὶ τὸ μέγα ἔλεος. |
Δόξα· καὶ νῦν. Θεοτοκίον. |
|
Ἐν τῷ Ναῷ ἑστῶτες τῆς δόξης σου, ἐν οὐρανῷ ἑστάναι νομίζομεν· Θεοτόκε, πύλη ἐπουράνιε, ἄνοιξον ἡμῖν τὴν θύραν τοῦ ἐλέους σου. |
Κανὼν τῶν Ἁγίων Ἀποστόλων. |
Ἦχος πλ. βʹ. ᾨδὴ αʹ. Ὁ Εἱρμός. |
Ὡς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραήλ, ἐν ἀβύσσῳ ἴχνεσι, τὸν διώκτην Φαραώ, καθορῶν ποντούμενον Θεῷ, ἐπινίκιον ᾠδήν, ἐβόα ᾄσωμεν. |
Τροπάρια. |
|
Φῶς πεφυκότες τοῦ κόσμου φωτιστικαῖς, θεηγόροι λάμψεσι, καταυγάσατε ἡμᾶς, καὶ παθῶν λυτρώσατε νυκτός, καὶ ὁμίχλης πειρασμῶν, θεομακάριστοι. |
|
Ἄρχοντας γῆν ἐπὶ πᾶσαν Πνεῦμα ὑμᾶς, τὸ σεπτὸν κατέστησε, τοῦ Κυρίου Μαθηταί, τοῦ ἀέρος ἄρχοντας· διό, ἐτροπώσασθε πιστούς, ἐκλυτρωσάμενοι. |
|
Ἐκ τοῦ πυρὸς τοῦ ἀΰλου ὡς φωταυγεῖς, ἀναφθέντες ἄνθρακες, τὰ ὑλώδη μου σοφοί, πάθη καταφλέξατε πρὸς φῶς, ἀπαθείας καὶ ζωῆς, καθοδηγοῦντές με. |
Θεοτοκίον. |
|
Τῶν Ἀποστόλων πρεσβείαις καὶ Προφητῶν, καὶ Μαρτύρων Κύριε, Ἰησοῦ παμβασιλεῦ, καὶ τῆς κυησάσης σε Ἁγνῆς, κατοικτείρησον λαόν, ἡμαρτηκότα σοι. |
Κανὼν τοῦ Ἁγίου Νικολάου. |
Ὁ αἰσθητὸς Φαραώ. |
|
Ἐν οὐρανοῖς κατοικῶν, χαρμονικῶς Πάτερ σοφέ, ἐπὶ γῆς τῶν ἐν πίστει, συμφώνως ἀνυμνούντων σε, πᾶσαν λύπην καρδίας, πονηρὰν διασκέδασον, τῇ μεσιτείᾳ σου. |
|
Κατὰ παθῶν βλαβερῶν, κατὰ ἐχθρῶν φθοροποιῶν, κατὰ πάσης τοῦ πλάνου, κακίας νῦν ἐνίσχυσον, τοὺς τῇ σκέπῃ σου Πάτερ τῇ ἁγίᾳ Νικόλαε, πίστει προστρέχοντας. |
|
Τραυματισθέντας ἡμᾶς, ὑπʼ ἀοράτων τοξευτῶν, τῇ μοτώσει τῆς σῆς Νικόλαε πρεσβείας, περιποίησαι, ὅπως ὑγιῶς βηματίζωμεν, τὰς τοῦ Κυρίου ὁδούς. |
Θεοτοκίον. |
|
Ὁ συνυπάρχων Πατρί, ὁ συναΐδιος Υἱός, ἐπʼ ἐσχάτων βουληθείς, κατῴκησε τὴν μήτραν σου, εἰς ἡμῶν Θεοτόκε, τῶν πιστῶν ἀναγέννησιν· ὅθεν ὑμνοῦμέν σε. |
ᾨδὴ γʹ. Ὁ Εἱρμός. |
Οὐκ ἔστιν ἅγιος ὡς σύ, Κύριε ὁ Θεός μου, ὁ ὑψώσας τὸ κέρας, τῶν πιστῶν σου ἀγαθέ, καὶ στερεώσας ἡμᾶς, ἐν τῇ πέτρᾳ, τῆς ὁμολογίας σου. |
Τροπάρια. |
|
Τὸ θεῖον Πνεῦμα ταῖς ὑμῶν, γλώσσαις ἀναχωνεῦσαν, ἐπελεύσει φρικώδει, συντριβέντας πρὸς ζωήν, καινοποιεῖ διʼ ὑμῶν, τοὺς ἀνθρώπους ἔνδοξοι Ἀπόστολοι. |
|
Ἐν γνώσει Λόγε πλημμελῶν, ποίαν ἔξω συγγνώμην, ἐν ἡμέρᾳ τῆς δίκης; διὰ τοῦτό σοι βοῶ· Διὰ τῶν σῶν Μαθητῶν, οἴκτειρόν με τὸν αὐτοκατάκριτον. |
|
Οἱ μιμησάμενοι Χριστοῦ, τὰ σωτήρια πάθη, τῆς ψυχῆς μου τὰ πάθη, τὰ χρόνια καὶ δεινά, ἰάσασθε ἰατροί, πεφυκότες ἔνδοξοι Ἀπόστολοι. |
Θεοτοκίον. |
|
Ἡμαρτηκότα με Χριστέ, διὰ τῶν Ἀποστόλων, καὶ τῆς σὲ κυησάσης, ἐπιστρέψας ὡς Θεός, ἐλέησον καὶ πυρός, αἰωνίου Σῶτερ ἐλευθέρωσον. |
Κανὼν τοῦ Ἁγίου Νικολάου. Ἐν τῇ στεῤῥᾷ τῆς πίστεως. |
|
Νίκην σαφῶς, κατὰ τῶν ψυχοφθόρων ᾖρας παθῶν ἡμῶν Νικόλαε παμμάκαρ· ὑφʼ ὧν ἡμᾶς πάντοτε, πορθουμένους χαλεπῶς, σαῖς προσευχαῖς ἀπολύτρωσαι. |
|
Μέλη σαρκός, νεκρώσας ἐγκρατείᾳ, πρὸς τὴν ζωήν, μετέβης τὴν ἀγήρω, ἣν καὶ ἡμᾶς πρέσβευε, ἀπολήψεσθαι σοφέ, χαρμονικῶς εὐφημοῦντάς σε. |
|
Ἐπισκοπῶν, ἡμᾶς ἐξ οὐρανίου περιωπῆς, μὴ παύσῃ Ἱεράρχα, ἀποσοβῶν ἅπαντα, τὰ τοῦ βίου δυσχερῆ, σαῖς πρὸς Θεὸν παρακλήσεσι. |
Θεοτοκίον. |
|
Λύσιν ἡμῖν, Ἁγνὴ ἁμαρτημάτων, τὸν Λυτρωτήν, δοθῆναι ἐκδυσώπει, τὸν σκοτασμὸν Ἄχραντε, τῶν ψυχῶν ἡμῶν ἀεί, ταῖς σαῖς πρεσβείαις σκεδάζουσα. |
ᾨδὴ δʹ. Ὁ Εἱρμός. |
Χριστός μου δύναμις, Θεὸς καὶ Κύριος, ἡ σεπτὴ Ἐκκλησία, θεοπρεπῶς, μέλπει ἀνακράζουσα, ἐκ διανοίας καθαρᾶς, ἐν Κυρίῳ ἐορτάζουσα. |
Τροπάρια. |
|
Λιμένες εὔδιοι, λιμένες ἄκλυστοι, γαληνόν με, πρὸς ὅρμον ἀληθινῆς, μετανοίας σώσατε, ἁμαρτημάτων χαλεπῶν, τρικυμίᾳ χειμαζόμενον. |
|
Ψυχή μου στέναξον, ψυχή μου δάκρυσον, ταπεινή μου καρδία, τῷ Ἀγαθῷ, ὁλικῶς κολλήθητι, ὅπως μελλούσης σε φλογός, καὶ κολάσεως λυτρώσηται. |
|
Σωτῆρα Κύριον, σωτῆρες πέλοντες, τῶν βροτῶν, δυσωπεῖτε, ὅπως ἡμᾶς, σώσῃ ὡς φιλάνθρωπος, πειρατηρίων χαλεπῶν, παμμακάριστοι Ἀπόστολοι. |
Θεοτοκίον. |
|
Παρθένε ἄχραντε, Παρθένε ἄμωμε, μετὰ τῶν Ἀποστόλων ὑπὲρ ἡμῶν, ἱκεσίαν ποίησον, ὅπως ῥυσθείη μὲν δεινῶν, πειρασμῶν καὶ περιστάσεων. |
Κανὼν τοῦ Ἁγίου Νικολάου. Ἀκήκοα Κύριε τὴν ἀκοήν. |
|
Ἰάτρευσον Ἅγιε, τὴν πληγωθεῖσαν ὑπὸ τοῦ πλάνου, ἀδιόρθωτον καρδίαν μου, ἱκετεύων, τὸν ἀγαθοδότην Θεὸν ἡμῶν. |
|
Συνέτριψας ξόανα, τῆς ἀπωλείας, Χριστοῦ θεράπον· ὅθεν πίστει ἱκετεύω σε, τοῦ νοός μου κάκιστα, ἰνδάλματα μείωσον. |
|
Μυρίπνοος γέγονας, δικαιοσύνης ἔργοις θεόφρον, καὶ τῶν Μύρων κατεκόσμησας, τὴν καθέδραν, Πάτερ Ἱεράρχα Νικόλαε. |
Θεοτοκίον. |
|
Ἀνύμφευτε Δέσποινα, εὐλογημένη Θεοκυῆτορ, τοὺς ὑμνοῦντάς σε περίσῳζε, πάσης βλάβης, μόνη τῶν ἀνθρώπων βοήθεια. |
ᾨδὴ εʹ. Ὁ Εἱρμός. |
Τῷ θείῳ φέγγει σου Ἀγαθέ, τὰς τῶν ὀρθριζόντων σοι ψυχάς, πόθῳ καταύγαυσον δέομαι, σὲ εἰδέναι Λόγε Θεοῦ, τὸν ὄντως Θεόν, ἐκ ζόφου τῶν πταισμάτων, ἀνακαλούμενον. |
Τροπάρια. |
|
Ὁδὸν τὴν φέρουσαν εἰς ζωήν, διὰ στενωτάτης ἀγωγῆς, καὶ πειρασμῶν τε καὶ θλίψεων, Μαθηταὶ τοῦ Λόγου, σαφῶς ὁδεύσαντες, τὰς τρίβους τῆς ψυχῆς μου ἐξομαλίσατε. |
|
Λύχνοι τῆς θείας ἀνατολῆς, ῥύσασθε ἐκ σκότους με παθῶν, καὶ ἡδονῶν ἀμαυρότητος, καὶ πειρατηρίων καὶ περιστάσεων, καὶ ζάλης καὶ κινδύνων, Χριστοῦ Ἀπόστολοι. |
|
Τόμοι τοῦ Λόγου θεοειδεῖς, βίβλῳ με γραφῆναι τῆς ζωῆς, ἐκδυσωπεῖτε Ἀπόστολοι, τῶν ἁμαρτιῶν μου τὸ χαλεπώτατον, ῥηγνύντες γραμματεῖον, ταῖς προσευχαῖς ὑμῶν. |
Θεοτοκίον. |
|
Ἡ σωτηρία μου καὶ ἐλπίς, σῶσόν με ἐλπίζοντα εἰς σέ, πάντων ἐλπὶς ἀκαταίσχυντε, ταῖς πρὸς τὸν Δεσπότην σου παρακλήσεσι, τῶν θείων Μαθητῶν τε, μόνη Πανύμνητε. |
Κανὼν τοῦ Ἁγίου Νικολάου. Ὁ τὸ φῶς ἀνατέλλων. |
|
Νυσταγμῷ ἀμελείας κρατούμενον, πρόθυμόν με ἀπέργασαι, ἱεραῖς μεσιτείαις σου Νικόλαε. |
|
Ἰησοῦν τὸν Σωτῆρα ἱκέτευε, Ἱεράρχα Νικόλαε, αἰωνίου κολάσεώς με ῥύσασθαι. |
|
Κοσμικῶν με σκανδάλων διάσωσον, καὶ δαιμόνων κακώσεως, Ἱεράρχα Νικόλαε πρεσβείαις σου. |
Θεοτοκίον. |
|
Ὁ τὸ εἶναι ἡμῖν παρεχόμενος, σοῦ τὴν μήτραν κατῴκησε Θεοτόκε, ὃν αἴτησαι σωθῆναι ἡμᾶς. |
ᾨδὴ Ϛʹ. Ὁ Εἱρμός. |
Τοῦ βίου τὴν θάλασσαν, ὑψουμένην καθορῶν, τῶν πειρασμῶν τῷ κλύδωνι, ἐν εὐδίῳ λιμένι σου προσδραμών, βοῶ σοι· Ἀνάγαγε, ἐκ φθορᾶς τὴν ζωήν μου Πολυέλεε. |
Τροπάρια. |
|
Ὡς πλάκες θεόγραφοι, τὰς τοῦ Πνεύματος σαφῶς, νομοθεσίας ἔνδοξοι, ἐν ταῖς ψυχαῖς ἐσχήκατε ἀψευδῶς, διʼ ὧν τὸν ἐν γράμματι, κατηργήσατε νόμον, κόσμον σώσαντες. |
|
Ψυχὴ ἁμαρτάνουσα, συνηθείᾳ τε κακῇ, φρενοβλαβῶς δουλεύουσα, ἐπιστροφῇ ἐπίστρεψον καὶ Θεῷ, οἰκτίρμονι βόησον· Διὰ τῶν Ἀποστόλων, Λόγε σῶσόν με. |
|
Προβάτοις με σύνταξον, δεξιοῖς ἐν τῇ φρικτῇ, καὶ φοβερᾷ ἐλεύσει σου, τῶν ἐκλεκτῶν προβάτων σου προσευχαῖς, τῶν θείων Κηρύκων σου, ὁ τυθείς, ὑπὲρ πάντων Ἀμνὸς ἄκακος. |
Θεοτοκίον. |
|
Χορὸς ἱκετεύει σε, Ἀσωμάτων λειτουργῶν, Υἱὲ Θεοῦ προάναρχε, ἐκδυσωπεῖ σε δῆμος τῶν Μαθητῶν, διὰ τῆς Τεκούσης σε, τῷ λαῷ σου παράσχου, τὰ ἐλέη σου. |
Κανὼν τοῦ Ἁγίου Νικολάου. Τῷ κήτει καταποθείς. |
|
Λαμπτῆρά σε νοητόν, ἔχουσα ἡ κτίσις Νικόλαε, φωτίζεται ἀκτῖσι, τῶν ἀπείρων θαυμασίων σου. |
|
Ἀνύστακτε πρεσβευτά, τῶν σοὶ προστρεχόντων Νικόλαε, ὕπνου χαλεπωτάτου, ῥαθυμίας με ἀπάλλαξον. |
|
Ἐῤῥύσω πάλαι σοφέ, μέλλοντας ἀδίκως τεθνήξεσθαι· ὡσαύτως οὖν με ῥῦσαι, συμβαινουσῶν παραπτώσεων. |
Θεοτοκίον. |
|
Παρθένε μόνη ἁγνή, κεχαριτωμένη βοήθει μοι, ἀεὶ χειμαζομένῳ, ταῖς τοῦ βίου περιστάσεσι. |
ᾨδὴ ζʹ. Ὁ Εἱρμός. |
Δροσοβόλον μὲν τὴν κάμινον εἰργάσατο, Ἄγγελος τοῖς ὁσίοις παισί· τοὺς Χαλδαίους δὲ καταφλέγον, πρόσταγμα Θεοῦ, τὸν τύραννον ἔπεισε βοᾷν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν πατέρων ἡμῶν. |
Τροπάρια. |
|
Τῷ ἀγκίστρῳ τῷ τοῦ λόγου ἀνελκύσαντες, βυθοῦ τῆς πλάνης ἅπαντας, προσηγάγετε τῷ τυθέντι, Λόγῳ διʼ ἡμᾶς, Ἀπόστολοι μέλποντες αὐτῷ· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν πατέρων ἡμῶν. |
|
Τῷ φανέντι ὕλῃ σώματος Ἀπόστολοι, ἀμέσως ὁμιλήσαντες, ἐφωτίσθητε φωτοδότοις, λάμψεσιν αὐτοῦ· διό με φωτίσατε βοᾶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν πατέρων ἡμῶν. |
|
Τὸν ποιμένα τὸν καλὸν ἐκδυσωπήσατε, εἰς ὄρη με πλανώμενον, παραβάσεως ἐκζητῆσαι, θεῖοι Μαθηταί, καὶ σῶσαι βοῶντα ἐμμελῶς· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν πατέρων ἡμῶν. |
Θεοτοκίον. |
|
Σὺν Προφήταις Ἀποστόλοις τε καὶ Μάρτυσι, Παρθένε, ὃν ἐκύησας, καθικέτευε λυτρωθῆναι, πάντας τῶν δεινῶν, τοὺς φόβῳ κραυγάζοντας αὐτῷ· Εὐλογητὸς εἶ ὁ Θεος, ὁ τῶν πατέρων ἡμῶν. |
Κανὼν τοῦ Ἁγίου Νικολάου. Ὁ τῶν ὁσίων σου Παίδων. |
|
Ῥώμῃ τοῦ Θεοῦ παμμάκαρ, αἱρετιζόντων στῖφος, κατεπάτησας, καὶ τῆς τούτων ἀπάτης, τὸ ποίμνιον διέσωσας. |
|
Ὁ ἐποφθεὶς τοῖς πλωτῆρσι, καὶ τὴν πόλιν σου θρέψας, κινδυνεύουσαν, ψυχοφθόρου λιμοῦ με, εὐχαῖς σου Πάτερ λύτρωσαι. |
|
Στήριξον Πάτερ εὐχαῖς σου, τοὺς σὲ προσκαλουμένους εἰς βοήθειαν, κατευνάζων δαιμόνων, τὸ πονηρὸν κλυδώνιον. |
Θεοτοκίον. |
|
Δέσποινα πάντων ἀνθρώπων, ἁγία Θεοτόκε, τῆς δουλείας με τῶν παθῶν, σαῖς πρεσβείαις, τελείως ἐλευθέρωσον. |
ᾨδὴ ηʹ. Ὁ Εἱρμός. |
Ἐκ φλογὸς τοῖς ὁσίοις, δρόσον ἐπήγασας, καὶ δικαίου θυσίαν, ὕδατι ἔφλεξας· ἅπαντα γὰρ δρᾷς, Χριστὲ μόνῳ τῷ βούλεσθαι· σὲ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας. |
Τροπάρια. |
|
Χερσωθείσας καρδίας κατενεώσατε, τῷ ἀρότρῳ τοῦ λόγου, ἐγκατασπείραντες, δόγμα τὸ σεπτόν, στάχυν ἑκατοστεύοντα, τοὺς διασωθέντας, ἐδρέψασθε θεόπται. |
|
Πρεσβειῶν τῇ δρεπάνῃ ἐπικαθάρατε, τὰ ζιζάνια πάντα τῆς διανοίας μου, θεῖοι γεωργοί, τοῦ Σωτῆρος Ἀπόστολοι, ὅπως σωτηρίας, καρποφορήσω στάχυν. |
|
Τοῦ ἐχθροῦ τὴν κακίαν κατακοιμίσαντες, ἐκοιμήθητε ὕπνον δικαίοις πρέποντα, ἄγρυπνοι ἡμῶν, πρεσβευταὶ χρηματίσαντες, Μαθηταὶ τοῦ Λόγου, εἰς πάντας τοὺς αἰῶνας. |
Θεοτοκίον. |
|
Τοῦ πυρὸς τοῦ ἀσβέστου ῥῦσαί με Κύριε, Προφητῶν καὶ Μαρτύρων καὶ Ἀποστόλων σου, καὶ τῆς ἐν γαστρί, χωρησάσης ἀῤῥήτως σε, Κόρης ἀπειράνδρου, πρεσβείαις εὐπροσδέκτοις. |
Κανὼν τοῦ Ἁγίου Νικολάου. Οἱ ὅσιοί σου Παῖδες. |
|
Ἐν ὕψει πολιτείας φαεινοτάτης, ἀναδραμὼν ὥσπερ γνώριμος, πάσῃ τῇ οἰκουμένῃ θαυματουργίαις, θεοφόρε ποικίλαις, φωτίζεις τοὺς ἐν σκότει Νικόλαε. |
|
Χαρίτωσον ἐνθέως ἐπαγρυπνοῦντας, τοὺς σὲ τιμῶντας Νικόλαε, κατακοίμισον τὴν κακίαν, ἐχθραινόντων ἀνθρώπων, ἡμῖν ἐπεμβαινόντων Νικόλαε. |
|
Ὁ πάσας τὰς παγίδας τοῦ διαβόλου, σθένει συντρίψας τοῦ Πνεύματος, ἐκ τούτων ῥῦσαί με σαῖς πρεσβείαις, κυβερνῶν τὴν ζωήν μου, θεόφρον Ἱεράρχα Νικόλαε. |
Θεοτοκίον. |
|
Ὑμνοῦμέν σε Παρθένε Θεοκυῆτορ, διʼ ἧς ἀρὰ ἀπεστείρωται, καὶ εὐλογία πᾶσιν ἐπῆλθε, τοῖς εἰδόσι σε μόνην, Μητέρα τοῦ Θεοῦ ἡμῶν ἄνανδρον. |
ᾨδὴ θʹ. Ὁ Εἱρμός. |
Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον, ὂν οὐ τολμᾶ Ἀγγέλων ἀτενίσαι τὰ τάγματα· διὰ σοῦ δὲ Πάναγνε ὡράθη βροτοῖς, Λόγος σεσαρκωμένος· ὂν μεγαλύνοντες, σὺν ταῖς οὐρανίαις στρατιαῖς, σὲ μακαρίζομεν. |
Τροπάρια. |
|
Θεὸν ἀνθρώποις προσομιλήσαντα, καὶ τὸ θνητὸν ἑνώσει ἀσυγκρίτῳ θεώσαντα, εἰς τὸν σύμπαντα κόσμον κηρύξαντες, πάντας ἀθέου πλάνης, ἠλευθερώσατε· ὅθεν μακαρίζεσθε ἀεί, θεῖοι Ἀπόστολοι. |
|
Χριστοῦ τὸ πάθος ἐξεικονίζοντες, διὰ παθῶν τοῦ σώματος ποικίλων Ἀπόστολοι, τῆς σαρκός μου τὰ πάθη νεκρώσατε, καὶ τὴν ἐξασθενοῦσαν, καὶ κινδυνεύουσαν, καὶ νενεκρωμένην μου ψυχὴν ζωοποιήσατε. |
|
Ὁδὸς γενοῦ μοι καθοδηγοῦσά με, πρὸς ἀπλανῆ ὁδὸν τῶν ἐντολῶν σου Φιλάνθρωπε, ἁμαρτίας πεσόντι εἰς βάραθρα, καὶ περιπλανωμένῳ, καὶ ἀποκλίναντι, ἐπὶ τὰς ὁδούς τὰς πονηράς, καὶ κινδυνεύοντι. |
Θεοτοκίον. |
|
Χοροὶ Ἀγγέλων καὶ Ἀρχαγγέλων τε, Ἐξουσιών, Δυνάμεις, καὶ Ἀρχαί, Κυριότητες, Χερουβεὶμ καὶ Σεραφείμ, καὶ θρόνοι Χριστέ, δῆμος τῶν Ἀποστόλων, σὺν τῇ Τεκούσῃ σε, μόνε δυσωποῦσι Βασιλεῦ. Σῶσον τοὺς δούλους σου. |
Κανὼν τοῦ Ἁγίου Νικολάου. Ἡ τὸ Χαῖρε διʼ Ἀγγέλου. |
|
Ἱερέων, καλλονὴ θαυμάτων βρύσις, ἐκδυσώπει, Θεὸν τὸν φιλάνθρωπον, ἁμαρτημάτων, εὑρεῖν ἡμᾶς ἄφεσιν. |
|
Ὥσπερ πάλαι, τοὺς δεσμώτας ἐλυτρώσω, τοῦ θανάτου, ἡμᾶς οὕτω λύτρωσαι, πειρατηρίων, τοῦ βίου Νικόλαε. |
|
Σὺ ἐν Μύροις, τῆς Λυκίας τεθαμμένος, μύρα βρύεις, πάντοτε Νικόλαε, τὴν δυσωδίαν, τῶν παθῶν διώκοντα. |
|
Ἡ τοῦ Κτίστου, παρουσία ἐπὶ θύραις, μὴ ἀμέλει, ψυχὴ ἀλλὰ βόησον· Ταῖς Νικολάου, Χριστὲ εὐχαῖς σῶσόν με. |
Θεοτοκίον. |
|
Φῶς τεκοῦσα, τῆς καρδίας μου τὰς κόρας, ἀβλεπτούσας, Πανύμνητε φώτισον, ἵνα ὑμνῶ σε, διὰ σοῦ σῳζόμενος. |
Εἰς τὸν Στίχον τῶν Αἴνων. |
Ἀπόστιχα Στιχηρά. Ἦχος πλ. βʹ. Αποστολικά. |
|
Ποτὲ οἱ Μαθηταί σου Χριστέ, ἐν πλοίῳ χειμαζόμενοι, ἀνεβόων· Διδάσκαλε, σῶσον ἡμᾶς, ἀπολλύμεθα, καὶ νῦν ἡμεῖς κραυγάζομεν, Φιλάνθρωπε Σωτὴρ ἡμῶν, ῥῦσαι ἡμᾶς ἐκ τῶν ἀναγκῶν ἡμῶν δεόμεθα. |
Στίχ. Ἐνεπλήσθημεν τὸ πρωΐ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ εὐφράνθημεν ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν· εὐφρανθείημεν ἀνθʼ ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν, ὧν εἴδομεν κακά. Καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν. |
|
|
Κύριε, οἱ Ἀπόστολοι κατέλαβον, ποτὲ μὲν τὸ βάθος τῆς θαλάσσης διὰ δικτύων, ποτὲ δὲ τὸ ὕψος τῆς Βασιλείας διὰ δογμάτων, καὶ τῇ μὲν τέχνῃ, τὸν ἀκατάληπτον βυθὸν ἠρεύνησαν, τῇ δὲ πίστει, τὸν ἀπερίγραπτόν σου κόλπον ἔφθασαν, καὶ τῷ κόσμῳ ἐκήρυξαν τὸν ἄχρονον Υἱόν σου, ὧν ταῖς πρεσβείαις, καὶ πάντων τῶν Ἁγίων, ἐλέησον ἡμᾶς. |
Στίχ. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφʼ ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφʼ ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον. |
Μαρτυρικόν. |
|
Τοὺς ἐκλεκτοὺς ἐθαυμάστωσε, καὶ Ἁγίους ὁ Θεὸς ἡμῶν. Ἀγαλλιᾶσθε καὶ εὐφραίνεσθε, πάντες οἱ δοῦλοι αὐτοῦ· ὑμῖν γὰρ ἡτοίμασε τὸν στέφανον, καὶ τὴν Βασιλείαν αὐτοῦ. Ἀλλʼ αἰτοῦμεν, καὶ ἡμῶν μὴ ἐπιλάθησθε. |
Δόξα· καὶ νῦν. Θεοτοκίον. Τριήμερος ἀνέστης. |
|
Μεγάλων χαρισμάτων ἁγνή, Παρθένε Θεομῆτορ σεμνή, ἠξιώθης, ὅτι ἔτεκες σαρκί, τὸν ἕνα τῆς Τριάδος, Χριστὸν τὸν ζωοδότην, εἰς σωτηρίαν τῶν ψυχῶν ἡμῶν. |
__________ |
ΕΝ Τῌ ΛΕΙΤΟΥΡΓΙᾼ |
Οἱ Μακαρισμοί. Ἦχος πλ. βʹ. |
|
Μνήσθητί μου, ὁ Θεὸς ὁ Σωτήρ μου, ὅταν ἔλθῃς ἐν τῇ Βασιλείᾳ σου, καὶ σῶσόν με, ὡς μόνος φιλάνθρωπος. |
|
Ὡς νεφέλαι, ἐπωμβρίσατε τὸ ὕδωρ, ἐν τῷ κόσμῳ, τῆς ἐνθέου γνώσεως, πεφωτισμένοι, Κυρίου Ἀπόστολοι. |
|
Ὡς ἀκτῖνες, μυστικαὶ διαδραμόντες, εἰς τὸν κόσμον Ἀπόστολοι ἔνδοξοι, ἀνθρώπων γένος, πίστει ἐφωτίσατε. |
Μαρτυρικόν. |
|
Τῶν βασάνων, τῷ πυρὶ προσομιλοῦντες, θείαν δρόσον ὑμᾶς ἀναψύχουσαν, παρὰ Κυρίου, ἐδέξασθε Μάρτυρες. |
Δόξα. |
|
Τὴν ἁγίαν, καὶ σεπτὴν πιστοὶ Τριάδα, προσκυνοῦντες συμφώνως βοήσωμεν· Τῶν Ἀποστόλων, λιταῖς σῶσον πάντας ἡμᾶς. |
Καὶ νῦν. Θεοτοκίον. |
|
Ἡ τεκοῦσα, διὰ λόγου ὑπὲρ λόγον, Θεοτόκε Πατρὶ τὸν συνάναρχον, αὐτὸν δυσώπει, σῶσαι τὰς ψυχὰς ἡμῶν. |