Τῌ ΔΕΥΤΕΡᾼ ΕΣΠΕΡΑΣ |
Εἰς τό, Κύριε, ἐκέκραξα, Προσόμοια. |
Στιχηρὰ Δεσποτικά. |
Ἦχος πλ. δʹ. Ὢ τοῦ παραδόξου. |
|
Τίνι ψυχὴ ἐξωμοίωσαι, ἐν ῥαθυμίᾳ πολλῇ, τὴν ζωήν σου ἐξάγουσα, ὕπνῳ βαθυτάτῳ τε, χαλεπῆς καταπτώσεως, βαρυνομένη; Δράμε καὶ πρόφθασον, καὶ τῷ τὰ πάντα, εἰδότι πρόσπεσον, κλαῦσον καὶ αἴτησαι, καιρὸν μετανοίας σοι, πρὶν τοῦ πυρός, τοῦ ἀσβέστου τάλαινα, γένῃ ὑπέκκαυμα. |
|
Οἶδας Χριστὲ τὴν ἀσθένειαν, τῆς ἀνθρωπίνης σαρκός, καὶ τὸ χαῦνον τῆς φύσεως, ἐπίστασαι Δέσποτα, ὡς ποιητὴς καὶ Θεὸς ἡμῶν, τὸν σάλον κόπασον τῆς καρδίας μου, διδοὺς γαλήνην τῇ ταπεινῇ μου ψυχῇ, δίδου διόρθωσιν, τῶν ἀτόπων ἔργων μου, καὶ τοῦ πυρός, τοῦ ἀσβέστου ῥῦσαί με, ὡς μόνος εὔσπλαγχνος. |
|
Ὅλον τὸν βίον ἠνάλωσα, καὶ τὴν ζωήν μου αἰσχρῶς, καὶ ἀσώτως Φιλάνθρωπε, μὴ προσχὼν τὸ σύνολον, ταῖς ἐκεῖθεν κολάσεσιν, ἀλλὰ Θεέ μου, νῦν ἐπιστρέφοντα, δέξαι Σωτήρ μου, ὥσπερ τὸν Ἄσωτον, ταῖς τοῦ Προδρόμου σου, καὶ πάντων Ἁγίων σου, σεπταὶς λιταῖς, καὶ τῆς κυησάσης σε, Χριστὲ καὶ σῶσόν με. |
Ἕτερα Στιχηρά. Τοῦ Προδρόμου. Ὅμοια. |
|
Τῆς στειρευούσης τὸ βλάστημα, τὸ τῆς ἁγνείας φυτόν, τῶν βροτῶν ἐγκαλλώπισμα, τοῦ Δεσπότου Πρόδρομε, Ἰωάννη πανεύφημε, φύλαξ ὁ θεῖος, τῆς ταπεινῆς μου ψυχῆς, τὴν σὴν πρεσβείαν καὶ τὴν βοήθειαν, δίδου λυτρούμενος, μηχανῶν τοῦ ὄφεως, καὶ πονηρᾶς, τούτου με κακώσεως, καὶ ἐπιθέσεως. |
|
Ἵνα δοξάζω καὶ σέβωμαι, ἵνα τιμῶ καὶ ὑμνῶ, καὶ γεραίρω ἐκ πίστεως, σοῦ τὸ θεῖον ὄνομα, τὸ φαιδρὸν χαριτώνυμε, μὴ ἀφιστάνου, ποτὲ τοῦ δούλου σου, μηδὲ χωρίζου μου, θεῖε Πρόδρομε, ἀλλὰ ταῖς πτέρυξι, τῆς σεπτῆς πρεσβείας σου, διὰ παντός, σκέπε με καὶ φύλαττε ἀπὸ παντοίων κακῶν. |
|
Ὅλος ὑπάρχεις ἡδύτητος, καὶ γλυκασμοῦ θεϊκοῦ, πεπλησμένος ἀοίδιμε, καὶ εὐφραίνεις ἅπαντας, τοὺς πιστῶς προσιόντας σοι, καταγλυκαίνων τὰ αἰσθητήρια, τὰ τῆς ψυχῆς τε καὶ τὰ τοῦ σώματος, νόσων καὶ θλίψεων, συμφορῶν κακώσεων, καὶ ὀδυνῶν, ψυχοφθόρων πάντοτε, ἡμᾶς λυτρούμενος. |
Δόξα· καὶ νῦν. Θεοτοκίον. Ὅμοιον. |
|
Χαῖρε Θεοτόκε Δέσποινα, χαῖρε Θεοῦ καθαρόν, οἰκητήριον Ἄχραντε, χαῖρε θεῖον ὄχημα, τοῦ Λόγου θεοχώρητε, τὸ θεότευκτον, χαῖρε παλάτιον, θεοπάροχον, χαῖρε θησαύρισμα, θάλαμος ἔμψυχος, Θεοῦ θεία τράπεζα, καὶ κιβωτέ, καὶ κατοικητήριον, τοῦ θείου Πνεύματος. |
Εἰς τὸν Στίχον. |
Ἀπόστιχα Στιχηρά. Ἦχος πλ. δʹ. Κατανυκτικά. |
|
Σὲ τὸν Βασιλέα καὶ Δεσπότην, Ἄγγελοι ἀπαύστως ἀνυμνοῦσιν, ἐγὼ δέ σοι προσπίπτω, ὡς ὁ Τελώνης κράζων, ὁ Θεὸς ἱλάσθητί μοι, καὶ σῶσόν με. |
Στίχ. Πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς μου τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Ἰδοὺ ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν Κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς Κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς. |
|
Ἀθάνατος ὑπάρχουσα ψυχή μου, τοῖς κύμασι τοῦ βίου μὴ καλύπτου, ἀνάνηψον βοῶσα, πρὸς τὸν σὸν εὐεργέτην, ὁ Θεὸς ἱλάσθητί μοι, καὶ σῶσόν με. |
Στίχ. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως, ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν. Τὸ ὄνειδος τοῖς εὐθηνοῦσι, καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις. |
Μαρτυρικόν. |
|
Μάρτυρες Κυρίου, ἱκετεύσατε τὸν Θεὸν ἡμῶν, καὶ αἰτήσασθε ταῖς ψυχαῖς ἡμῶν, πλῆθος οἰκτιρμῶν, καὶ τὸν ἱλασμόν, τῶν πολλῶν παραπτωμάτων δεόμεθα. |
Δόξα· καὶ νῦν. Θεοτοκίον. |
|
Ἡ σκέπη σου Θεοτόκε Παρθένε, ἰατρεῖον ὑπάρχει πνευματικόν· ἐν αὐτῇ γὰρ καταφεύγοντες, ψυχικῶν νοσημάτων λυτρούμεθα. |
__________ |
Τῌ ΤΡΙΤῌ ΠΡΩΪ |
ΕΝ Τῼ ΟΡΘΡῼ |
Μετὰ τὴν αʹ Στιχολογίαν, Καθίσματα. Κατανυκτικά. |
Ἦχος πλ. δʹ. |
|
Ὄμματι εὐσπλάγχνῳ Κύριε, ἴδε τὴν ἐμὴν ταπείνωσιν, ὅτι κατὰ μικρὸν ἡ ζωή μου δαπανᾶται, καὶ ἐξ ἔργων ἐμοὶ οὐχ ὑπάρχει σωτηρία, διὰ τοῦτο δέομαι. Ὄμματι εὐσπλάγχνῳ Κύριε, ἴδε τὴν ἐμὴν ταπείνωσιν, καὶ σῶσόν με. |
Τὴν Σοφίαν καὶ Λόγον. |
|
Τὴν ἡμέραν ἐκείνην, τὴν φοβεράν, ἐννοοῦσα ψυχή μου, γρηγόρησον, ἀνάπτουσα λαμπάδα σου, ἐν ἐλαίῳ φαιδρύνουσα· οὐ γὰρ οἶδας πότε, πρὸς σὲ ἐπελεύσεται, ἡ φωνὴ ἡ λέγουσα· Ἰδοὺ ὁ Νυμφίος σου. Βλέπε οὖν ψυχή μου, μὴ νυστάξῃς καὶ μείνῃς, ἔξωθεν κρούουσα, ὡς αἱ πέντε Παρθένοι, ἀλλʼ ἀγρύπνως καρτέρησον, ἵνα ὑπαντήσῃς Χριστῷ τῷ Θεῷ, ἐν ἐλαίῳ πίονι, καὶ δῴη σοι, τὸν νυμφῶνα τὸν θεῖον τῆς δόξης αὐτοῦ. |
Δόξα· καὶ νῦν. Θεοτοκίον. Ὅμοιον. |
|
Χαριστήριον αἶνον, χρεωστικῶς, ὡς ἡ Χήρα ἐκείνη, δύο λεπτά, προσφέρω σοι Δέσποινα, ὑπὲρ πασῶν τῶν χαρίτων σου· σὺ γὰρ ὤφθης σκέπη, ὁμοῦ καὶ βοήθεια πειρασμῶν καὶ θλίψεων, ἀεί με ἐξαίρουσα. Ὅθεν ὡς ἐκ μέσου, φλογιζούσης καμίνου, ῥυσθεὶς τῶν θλιβόντων με, ἐκ καρδίας κραυγάζω σοι· Θεοτόκε βοήθει μοι, πρεσβεύουσα τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δοθῆναί μοι· σὲ γὰρ ἔχω ἐλπίδα ὁ δοῦλός σου. |
Μετὰ τὴν βʹ Στιχολογίαν, ἕτερα Καθίσματα. Κατανυκτικά. |
|
Ὡς τοῦ Κριτοῦ παρόντος, μερίμνησον ψυχή, καὶ τῆς φρικτῆς ἡμέρας, τὴν ὥραν ἐννοοῦ· ἡ γὰρ κρίσις ἀνίλεώς ἐστι, τοῖς μὴ πράξασιν ἔλεος· διὸ πρὸ τέλους βόησον. Φεῖσαί μου Σωτήρ· μόνος γὰρ ὑπάρχεις φιλάνθρωπος. |
|
Ὡς ἡ πόρνη σοι προσπίπτω, ἵνα λάβω τὴν ἄφεσιν, καὶ ἀντὶ μύρου, τὰ δάκρυα ἐκ καρδίας, προσφέρω σοι Χριστὲ ὁ Θεός, ἵνα ὡς ἐκείνην οἰκτειρήσῃς με Σωτήρ, καὶ παράσχῃς ἱλασμὸν ἁμαρτιῶν· ὡς αὐτὴ γὰρ κραυγάζω σοι· Λύτρωσαί με τοῦ βορβόρου τῶν ἔργων μου. |
Δόξα· καὶ νῦν. Θεοτοκίον. Ἀνέστης ἐκ νεκρῶν. |
|
Εἰς πέλαγος δεινῆς, ἐμπεσὼν ἀθυμίας, ἐκ πλήθους πονηρῶν, καὶ ἀθέσμων μου ἔργων, ἦλθον εἰς ἀπορίαν, καὶ ἀπογνώσει νυνὶ συνέχομαι. Δέσποινα Θεοτόκε, αὐτή με σῶσον τῇ εὐσπλαγχνίᾳ σου· ἁμαρτωλῶν σὺ γὰρ εἶ βοηθός, καὶ κάθαρσις σωτήριος. |
Μετὰ τὴν γʹ Στιχολογίαν, ἕτερα Καθίσματα. |
Κατανυκτικόν. |
Ἀνέστης ἐκ νεκρῶν. |
|
Ψυχή μου ἀμελῶς, τὴν ζωὴν δαπανῶσα, ἀνάστηθι ποτέ, πρὸς μετάνοιαν βλέψον, κλαῦσον πικρῶς ἐκ βάθους, μήπως θρηνήσῃς ἐκεῖ ἀνόητα· φρῖξον κατανοοῦσα, τὴν τοῦ Δεσπότου δευτέραν ἔλευσιν, καὶ πρὸ τῆς δίκης δίκασον σαυτήν, καὶ φεύξῃ δίκην ἔνδικον. |
Μαρτυρικόν. |
|
Φωστῆρες νοεροί, ἀνεδείχθητε ἅγιοι Μάρτυρες· τὴν γὰρ ἀχλὺν τῆς πλάνης, κατηργήσατε διὰ τῆς πίστεως, τὰς ψυχικὰς ὑμῶν λαμπάδας ἐφαιδρύνατε, καὶ τῷ Νυμφίῳ μετὰ δόξης συνεισήλθετε, εἰς τὸν οὐράνιον νυμφῶνα, καὶ νῦν ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν. |
Δόξα· καὶ νῦν. Θεοτοκίον. |
|
Τὸ ἀσάλευτον στήριγμα, τὸ τῆς πίστεως, καὶ σεβάσμιον δώρημα, τῶν ψυχῶν ἡμῶν, τὴν Θεοτόκον ἐν ὕμνοις μεγαλύνωμεν πιστοί. Χαῖρε ἡ τὴν πέτραν τῆς ζωῆς, ἐν γαστρί σου χωρήσασα, χαῖρε τῶν περάτων ἡ ἐλπίς, θλιβομένων ἀντίληψις, χαῖρε Νύμφη ἀνύμφευτε. |
Κανὼν Κατανυκτικός. |
Ἦχος πλ. δʹ. ᾨδὴ αʹ. Ὁ Εἱρμός. |
Τῷ συντρίψαντι πολέμους, ἐν βραχίονι αὐτοῦ, καὶ διαβιβάσαντι τὸν Ἰσραήλ, ἐν Ἐρυθρᾷ θαλάσσῃ, ᾄσωμεν αὐτῷ, ὡς λυτρωτῇ ἡμῶν Θεῷ, ὅτι δεδόξασται. |
Τροπάρια. |
|
Πλήρωσόν μου τὴν καρδίαν, κατανύξεως Χριστέ, ὅπως εἰσελεύσωμαι ἐν μετανοίᾳ, εἰς σκηνώματά σου, καὶ ἐξομολόγησιν, προσάξω σοι, χρεῶν με λύουσαν. |
|
Λῦσον Λόγε τῶν δεσμῶν με, τῶν ἀμέτρων μου κακῶν, ἵνα βηματίζω σου ἐν μετανοίᾳ, τὰς δικαίας τρίβους, θείαν ὁδηγούσας, εἰς κατάπαυσιν, τερπνῶν τῶν αἰωνίων. |
Μαρτυρικά. |
|
Ἤρθη μέγιστον πρὸς ὕψος, τῶν Μαρτύρων σου Χριστέ, ἡ μεγαλοπρέπεια πανευπρεπῶς· καὶ γὰρ διηθληκότες, τοῖς ὑπερφυέσι, σοῦ χαρίσμασιν ἐμεγαλύνθησαν. |
|
Ῥαντισμῷ θείων αἱμάτων, τῶν ἁγίων Ἀθλητῶν, αἷμα ἐπιβώμιον τῷ δυσμενεῖ, φερόμενον ἐπαύθη, καὶ καθηγιάσθη, τὰ ἐπίγεια, Πνεύματος χάριτι. |
Θεοτοκίον. |
|
Μετανοίας μοι Παρθένε, καθυπόδειξον ὁδούς, καὶ τῆς ἀπαγούσης με πρὸς ἁμαρτίαν, ἀπόστρεψον τρίβου, ἵνα σε ὑμνῶ, τὴν πολυΰμνητον, καὶ παμμακάριστον. |
Κανὼν τοῦ Προδρόμου. Τῷ ἐκτινάξαντι. |
|
Πρόδρομε κήρυξ τῆς μετανοίας, μετανοεῖν με ἐκ ψυχῆς, πάντοτε δυσώπει τὸν Δεσπότην καὶ Κύριον, τὸν νοῦν μου φωταγωγῶν, καὶ τὴν καρδίαν τοῦ πίστει σε τιμῶντος. |
|
Ὡς τῆς ἐρήμου κάλλιστον θρέμμα, Πρόδρομε κήρυξ τοῦ Χριστοῦ, νῦν ἐν ἐρημίᾳ με καλῶν αὐλιζόμενον, ὁδήγησον εἰς ὁδόν, τῆς σωτηρίας θείᾳ σου ἐντεύξει. |
|
Τῆς τυραννούσης με ἁμαρτίας, τῇ μεσιτείᾳ σου σοφέ, Πρόδρομε ἐν τάχει δυσωπῶ ἐλευθέρωσον, καὶ θραῦσον τὴν κατʼ ἐμοῦ, ἐγειρομένην δαιμόνων καταιγίδα. |
Θεοτοκίον. |
|
Σῶσόν με [ἁγνὴ] Μῆτερ τῆς ἀληθείας, κλυδωνιζόμενον δεινῶς, ὑπὸ τῶν παθῶν καὶ συνεχῶς βυθιζόμενον, καὶ ἴθυνόν με Σεμνή, πρὸς σωτηρίας τὸν εὔδιον λιμένα. |
ᾨδὴ γʹ. Ὁ Εἱρμός. |
Ἐστερεώθη ἡ καρδία μου ἐν Κυρίῳ, ὑψώθη κέρας μου ἐν Θεῷ μου, ἐπλατύνθη ἐπʼ ἐχθρούς μου τὸ στόμα μου, εὐφράνθην ἐν σωτηρίῳ σου. |
Τροπάρια. |
|
Ῥύπου κακίας ἀποπλύνας μου τὴν καρδίαν, ὀφθῆναι ἄμεμπτον ἐναντίον σου, ἐν ἡμέρᾳ φοβερᾷ καταξίωσον, Χριστέ μου ὡς ὑπεράγαθος. |
|
Ἴσχυσε δόλῳ θανατῶσαί με ὁ βελίαρ, τῷ κέντρῳ Λόγε τῆς ἁμαρτίας· ἀλλʼ αὐτός με ζωηφόροις ἰάτρευσον, φαρμάκοις τῆς μετανοίας Χριστέ. |
Μαρτυρικά. |
|
Στῶμεν ἀνδρείως ἐπεφώνουν οἱ Ἀθλοφόροι, ἀλλήλοις μή τις ἀποστατήσῃ· ὁ Δεσπότης βοηθὸς ἡμῶν πάρεστιν, ἀθλοῦσι γενναιοτάτῳ νοΐ. |
|
Τοὺς ὑπερτίμους λίθους πάντες τῆς Ἐκκλησίας, τοὺς θείους πύργους τῆς εὐσεβείας, τοὺς τῆς πλάνης καθαιρέτας ἐν ᾄσμασι, τιμῶμεν πιστοὶ τοὺς Μάρτυρας. |
Θεοτοκίον. |
|
Κατεῤῥαγμένων ἐπανόρθωσις Θεοτόκε, πτωθέντα ἔγειρον ἐκ βόθρου, τῶν κακῶν μου καὶ ἑδραίωσον Δέσποινα, ἐν πέτρᾳ τῶν τοῦ Θεοῦ ἐντολῶν. |
Κανὼν τοῦ Προδρόμου. Στερέωσον ἡμῶν τὸν νοῦν. |
|
Ὄμβρησον κἀμοὶ σταγόνα μετανοίας, ὁ ἐν ποταμῷ τὴν ἄβυσσον βαπτίσας, τῆς εὐσπλαγχνίας τὸν Κύριον τῶν ἁπάντων, Πρόδρομε κήρυξ ἀξιάγαστε. |
|
Περιστατικαῖς συγχύσεσι τοῦ βίου, πάντοτε τὸν νοῦν κλονούμενος προσφεύγω, ὑπὸ τὴν σκέπην σου Πρόδρομε τοῦ Σωτῆρος· σπεῦσον βοήθησον τῷ δούλῳ σου. |
|
Ἐν νυκτεριναῖς εὐχαῖς ἐπικαλοῦμαι, τὸν ἡμερινὸν λαμπτῆρά σε τοῦ κόσμου· Θεομακάριστε Πρόδρομε φώτισόν μου, τὰ τῆς καρδίας αἰσθητήρια. |
Θεοτοκίον. |
|
Φώτισον ἁγνὴ Παρθένε τὴν ψυχήν μου, φῶς τὸ ἐκ φωτὸς τεκοῦσα Θεοτόκε, καὶ τῆς μερίδος με δεῖξον τῶν σωζομένων, ἵνα ὑμνῶ σε τὴν Πανύμνητον. |
ᾨδὴ δʹ. Ὁ Εἱρμός. |
Ἀκήκοα Κύριε, τὴν ἀκοήν σου καὶ ἐφοβήθην, ὅτι ἀῤῥήτῳ βουλῇ, Θεὸς ὢν ἀΐδιος, ἐκ τῆς Παρθένου προῆλθες σαρκωθείς. Δόξα τῇ δόξῃ σου Χριστέ, δόξα τῇ δυνάμει σου. |
Τροπάρια. |
|
Ἐπλάνησε γεύσει με, τῆς ἁμαρτίας ἐχθρὸς ὁ πλάνος, καὶ ἀπὸ σοῦ Ἀγαθέ, πόῤῥω ἀπεμάκρυνε, καὶ τοῖς ὁδοῦσι κατάβρωμα αὐτοῦ, εἰργάσατο μόνε Σωτήρ· σπεῦσον ἐξελέσθαι με. |
|
Τὰ ἄδηλα Κύριε, καὶ κρύφιά μου αὐτὸς γινώσκεις· ἡμαρτηκότα πολλά, τοῖς πολλοῖς σου οἴκτειρον, ὡς συμπαθὴς οἰκτιρμοῖς μόνε Σωτήρ, καὶ μετανοίας μοι καιρόν, δίδου καθαρτήριον. |
Μαρτυρικά. |
|
Ὡς κύμασι Μάρτυρες, περικυκλούμενοι ταῖς βασάνοις, τῇ κυβερνήσει Χριστοῦ, πρὸς λιμένας ἤχθητε, τῆς οὐρανῶν Βασιλείας παρʼ αὐτοῦ, νίκης στεφάνοις ἀληθῶς, κατακλεϊζόμενοι. |
|
Νεώσαντες Μάρτυρες, τῇ εὐσεβείᾳ γῆν τῆς καρδίας, ὁμολογίας αὐτῇ, σπόρον κατεβάλετε, καὶ μαρτυρίου ἐδρέψασθε σαφῶς, ἑκατοστεύοντα τερπνόν, ἄσταχυν πανεύφημοι. |
Θεοτοκίον. |
|
Πανύμνητε Δέσποινα, μεγαλοφώνως ἀναβοῶ σοι· πλήρωσον πάσης χαρᾶς, τὴν ἐμὴν διάνοιαν, παρεχομένη μοι πένθος ἀγαθόν, καὶ μετανοίας ἀφορμάς, καὶ γνῶσιν σωτήριον. |
Κανὼν τοῦ Προδρόμου. Εἰσακήκοα Κύριε. |
|
Ἐμαυτὸν ἀποκλαίομαι, βίον ἀδιόρθωτον ἔχων πάντοτε· σῶσον οἴκτειρόν με Πρόδρομε, τὸν ἐν ἁμαρτίαις ἀπολλύμενον. |
|
Ἐν εὐχαῖς καὶ δεήσεσιν, εὕροιμι συλλήπτορά σε Μακάριε, τὴν ψυχήν μου ἐνισχύοντα, καὶ τὸν λογισμόν μου καταυγάζοντα. |
|
Βαπτιζόμενον κλύδωνι, τῶν ἁμαρτημάτων καὶ κινδυνεύοντα, Βαπτιστὰ Θεοῦ κυβέρνησον, πρὸς γαλήνην θείας ἐπιγνώσεως. |
Θεοτοκίον. |
|
Ταπεινώσασα σῶσόν με, τὸν ὑψηλοφρόνως πολιτευόμενον, ἡ τεκοῦσα τὸν ὑψώσαντα, τὴν ταπεινωθεῖσαν φύσιν Πάναγνε. |
ᾨδὴ εʹ. Ὁ Εἱρμός. |
Τὸν ζόφον τῆς ψυχῆς μου, διασκέδασον φωτοδότα Χριστὲ ὁ Θεός, τὸ ἀρχέγονον σκότος, διώξας τῆς ἀβύσσου, καὶ δώρησαί μοι τὸ φῶς, τῶν προσταγμάτων σου Λόγε, ἵνα ὀρθρίζων δοξάζω σε. |
Τροπάρια. |
|
Ὁ πόρνην καθαρίσας, καὶ λεπροὺς τῇ προστάξει Δημιουργὲ τοῦ παντός, τῆς εἰδεχθοῦς ἁμαρτίας, τὴν ταπεινήν μου ψυχήν, καθάρισον καὶ στολαῖς, ἐξαστραπτούσαις ὡραίαν, ἀπέργασαι δέομαι. |
|
Δεσμῶν με ἀπολύσας, τῶν πολλῶν μου ἁμαρτημάτων Χριστὲ ὁ Θεός, ἀνεμποδίστως βαδίζειν, εὔθυνον τὰς ὁδούς σου, ὅπως λυθεὶς τῆς σαρκός, εἰς καταπαύσεις ἁγίας, σκηνώσας δοξάζω σε. |
Μαρτυρικά. |
|
Ὑφάναντες ἐκ πόνων, ἑαυτοῖς ἱμάτιον δόξης οἱ Μάρτυρες, καὶ στολισθέντες κοσμίως, τὰ ἄνω κατοικοῦσι, βασίλεια ἐν χαρᾷ, νίκης στεφάνοις ὡραίοις, ἐγκαλλωπιζόμενοι. |
|
Ῥεόντων τὰ ἑστῶτα, ἀντηλλάξασθε θεοφρόνως πανεύφημοι· στενοχωρίᾳ γὰρ πόνων, ποικίλων συσχεθέντες, πρὸς πλατυσμὸν ἀληθῆ, τῆς οὐρανίου Βασιλείας, Σοφοὶ κατηντήσατε. |
Θεοτοκίον. |
|
Ἁγία Θεοτόκε, ἡ τὸν ἅγιον Λόγον ἀποτεκοῦσα σαρκί, ἀναπαυόμενον μόνον, ἐν πᾶσι τοῖς ἁγίοις, ἁγίασόν μου τὸν νοῦν, ταῖς πονηραῖς ἐργασίαις, ἀεὶ ἐπιμένοντα. |
Κανὼν τοῦ Προδρόμου. Ὁ ἐκ νυκτὸς ἀγνοίας. |
|
Ἐν τῇ νυκτὶ τοῦ βίου, περιπλανώμενον ἔνδοξε Πρόδρομε, λύχνος ὢν τοῦ Ἡλίου, τῆς δικαιοσύνης καταύγασον. |
|
Περιστατούμενόν με, καὶ ἐπηρείαις δαιμόνων κλονούμενον, στήριξόν με ἐν πέτρᾳ, θείων θελημάτων ἀοίδιμε. |
|
Ἐν τῇ μελλούσῃ κρίσει, ἡνίκα μέλλω Κυρίῳ παρίστασθαι, εὕροιμί σε προστάτην, δίκης με φρικτῆς ἐξαιρούμενον. |
Θεοτοκίον. |
|
Ὡς ὑπερτέρα ἁπάντων, τῶν ποιημάτων ὑπέρτερον δεῖξόν με, τοῦ ἐχθροῦ τῶν παγίδων, Μήτηρ τοῦ Θεοῦ ἀειπάρθενε. |
ᾨδὴ Ϛʹ. Ὁ Εἱρμός. |
Ὡς τὸν Προφήτην ἐῤῥύσω, ἐκ βυθοῦ κατωτάτου Χριστὲ ὁ Θεός, κἀμὲ τῶν πταισμάτων μου, ῥῦσαι ὡς φιλάνθρωπος, καὶ κυβέρνησον τὴν ζωήν μου δέομαι. |
Τροπάρια. |
|
Μετανοοῦντά με δέξαι, ὡς ποτὲ Νινευΐτας ἀπειθήσαντας, τῷ θείῳ κηρύγματι, Χριστὲ τοῦ Προφήτου σου, καὶ κυβέρνησον τὴν ζωήν μου δέομαι. |
|
Ὡς ὁ τελώνης στενάζω, ὡς ἡ πόρνη δακρύω ὡς Πέτρος βοῶ, πολλοῖς βυθιζόμενος, Χριστὲ πλημμελήμασι· Βοηθείας μοι χεῖρα δὸς καὶ σῶσόν με. |
Μαρτυρικά. |
|
Νεοφανεῖς ὡς ἀστέρες, φρυκτωρίαις τῶν ἄθλων αὐγάζετε, πάντα τὸν περίγειον, κόσμον καὶ διώκετε, πλάνης Μάρτυρες σκότος τὸ βαθύτατον. |
|
Μακαριώτατον τέλος, εὑρηκότες μακάριοι Μάρτυρες, Θεὸν τὸν μακάριον, γεραίρετε πάντοτε, ἐνηδόμενοι τούτου ταῖς λαμπρότησι. |
Θεοτοκίον. |
|
Ἡ μανναδόχος σε στάμνος, Θεοτόκε ποτὲ προεικόνισε· Χριστὸν γὰρ ἐβλάστησας, τὸ μάννα τῆς γνώσεως, ἑπομβρίζοντα πᾶσι τοῖς τιμῶσί σε. |
Κανὼν τοῦ Προδρόμου. Χιτῶνά μοι παράσχου. |
|
Τῷ κήτει συσχεθεὶς τῶν πειρασμῶν, ἐκ βάθους καρδίας μου, κραυγάζω σοι Πρόδρομε· Ὀδυνῶν με χαλεπῶν ἐλευθέρωσον. |
|
Ἀξίνῃ μετανοίας ἀληθοῦς, τὴν ὕλην καθάρισον, Σοφὲ τῆς καρδίας μου, καρποφόρον ἀρεταῖς ἐργαζόμενος. |
|
Ψυχή μου μετανόησον θερμῶς· ἡ κρίσις ἐφέστηκεν· ἀνάνηψον κράζουσα· Ἰησοῦ μου ὁ Θεὸς σύ με οἴκτειρον. |
Θεοτοκίον. |
|
Ἡ μόνη διὰ λόγου ἐν σαρκί, τὸν Λόγον κυήσασα, ῥῦσαι νῦν δεόμεθα, τῶν παγίδων τοῦ ἐχθροῦ τὰς ψυχὰς ἡμῶν. |
ᾨδὴ ζʹ. Ὁ Εἱρμός. |
Ὁ διʼ Ἀγγέλου Παῖδας, ἐκ πυρὸς διασώσας, καὶ τὴν βροντῶσαν κάμινον, μεταβαλὼν εἰς δρόσον, εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν πατέρων ἡμῶν. |
Τροπάρια. |
|
Ὅτι ἐν ἀνομίαις, συνελήφθην Οἰκτίρμον, καὶ γεννηθεὶς ἡμάρτηκα, ὑπὲρ ἀνθρώπους πάντας, ἐπιστροφῆς μοι δὸς καιρόν, δικαιοῦντά με. |
|
Ὑπεραρθεὶς ἀφρόνως, ὡς ὁ πρὶν Φαρισαῖος, πτῶμα δεινὸν κατέπεσα, καὶ καθορῶν με χαίρει, ὁ δυσμενής. Λόγε Θεοῦ, μὴ παρίδῃς με. |
Μαρτυρικά. |
|
Δῆμος σεπτῶν Μαρτύρων, στρατὸς δυσμαχώτατος, παρεμβολὴ ἁγία τε, ἐπολιτογραφήθη, ἐν οὐρανοῖς ἐπὶ γῆς, ἀριστεύσασα. |
|
Ἐθελουσίως πάθος, ὑπελθόντες γενναῖοι, ἀθανασίας πρόξενον, ῥεῖθρα τῶν ἰαμάτων, ἀναπηγάζετε βροτῶν, πάθη παύοντες. |
Θεοτοκίον. |
|
Ὑπὲρ αἰτίαν τίκτεις, τοῦ παντὸς τὸν αἴτιον, ὑπερβολῇ χρηστότητος, βροτὸν γεγενημένον· ὅθεν συμφώνως σε Ἁγνή, μακαρίζομεν. |
Κανὼν τοῦ Προδρόμου. Ὁ ἐν ἀρχῇ τὴν γῆν. |
|
Ὁ τὰς ὁδοὺς Κυρίου ἑτοιμάσας, τὰς πρὸς Θεόν κατεύθυνόν μου τρίβους, ἵνα κραυγάζω· Εὐλογητὸς εἶ, Κύριε ὁ Θεὸς τῶν πατέρων ἡμῶν. |
|
Κήρυξ φωτὸς φώτισον τὴν ψυχήν μου, καὶ τοῦ δεινοῦ ἀπάλλαξόν με σκότους, καὶ τῆς γεέννης τῆς φλογιζούσης, τὸν προσφεύγοντά σοι ἀδιστάκτῳ ψυχῇ. |
|
Στείρας βλαστὸς κατάκαρπος ὑπάρχων, τὴν τῆς ἐμῆς καρδίας ἀκαρπίαν, εὔκαρπον δεῖξον ταῖς σαῖς πρεσβείαις, μεταποιούμενος Βαπτιστὰ τοῦ Χριστοῦ. |
Θεοτοκίον. |
|
Ἡ ἐκλεκτὴ ἀμνὰς τοῦ Θεοῦ Λόγου, τοῖς ἐκλεκτοῖς προβάτοις με ἐν ὥρᾳ, φοβερωτάτῃ καταριθμῆσαι, ἱκέτευε τὸν ἐκ σοῦ σαρκωθέντα Θεόν. |
ᾨδὴ ηʹ. Ὁ Εἱρμός. |
Ὁ στεγάζων ἐν ὕδασι, τὰ ὑπερῷα αὐτοῦ, ὁ τιθεὶς θαλάσσῃ ὅριον ψάμμον, καὶ συνέχων τὸ πᾶν, σὲ ὑμνεῖ ἥλιος, σὲ δοξάζει σελήνη, σοὶ προσφέρει ὕμνον πᾶσα κτίσις, τῷ Δημιουργῷ καὶ Κτίστῃ εἰς τοὺς αἰώνας. |
Τροπάρια. |
|
Χεῖρας πάσας ἐμόλυνας, ἀκαθαρσίᾳ ψυχή, καὶ πῶς ταύτας αἴρεις ἐπὶ τὸ ὕψος, ὁμιλοῦσα Θεῷ; πόδας ἠχρείωσας, ἐπὶ ἔργα βαδίζοντας, αἰσχύνης· σπεῦσον πορευθῆναι, διὰ μετανοίας εἰς τρίβους σωτηρίας. |
|
Οὐκ ἐνέμεινα Κύριε, ταῖς ἐντολαῖς σου ποτέ· οὐκ ἐποίησά σου ἡμέραν μίαν, θέλημα Ἀγαθέ· ποίοις οὖν ὄμμασιν, ἀτενίσω σοι, ποιουμένῳ κρίσιν τὴν δικαίαν, καὶ τοὺς ὑπευθύνους ἐκπέμποντι εἰς κρίσιν; |
Μαρτυρικά. |
|
Ὑφαπτούσας ἐσβέσατε, πολυθεΐας σοφοί, Ἀθληταὶ καμίνους καθάπερ ὕδωρ, ἐκκενοῦντες πολύ, τὰ ὑμῶν αἵματα, τὰ ἀδίκως χυθέντα, διʼ ἀγάπην τοῦ πεποιηκότος· ὅθεν τὸν χειμάῤῥουν τρυφῆς κληρονομεῖτε. |
|
Ὑπερέβητε Ἅγιοι, τῆς ταπεινώσεως, τὸ γεῶδες σῶμα καὶ τὰς βασάνους, ὥσπερ πάσχοντος, ἄλλου ἠνέγκατε, ἐκτεμνόμενοι χεῖράς τε, καὶ πόδας· ὅθεν ὑπερτέρας, νῦν καταξιοῦσθε ζωῆς εἰς τοὺς αἰῶνας. |
Θεοτοκίον. |
|
Κυματούμενον σάλῳ με, τῆς ἁμαρτίας Ἁγνή, τῇ σῇ μεσιτείᾳ πρὸς σωτηρίους, μετανοίας βοῶ, ἴθυνον Δέσποινα, παγγαλήνους λιμένας, ὅπως βλέψω φῶς σωτηρίας, ἐσκοτισμένος ἀεὶ τῇ ῥαθυμίᾳ. |
Κανὼν τοῦ Προδρόμου. Τὸν ἄναρχον Βασιλέα. |
|
Τὸν αἴροντα ἁμαρτίας τοῦ κόσμου, Ἀμνὸν Θεοῦ ὃν ὑπέδειξας πᾶσι, δυσώπει Βαπτιστά, τὰ πάθη μου νεκρῶσαι, καὶ σῶσαι τὴν ψυχήν μου. |
|
Ἐμάκρυνας φυγαδεύων Προφῆτα, ηὐλίσθης δὲ ἐν ἐρήμῳ ἀβάτῳ· διό σε δυσωπῶ, τὰ πάθη τῆς ψυχῆς μου, ἐρήμωσον ἐν τάχει. |
|
Ἐλάφρυνον τὸν κλοιὸν τῆς ψυχῆς μου, πολέμησον τοὺς ἐμὲ πολεμοῦντας, Κυρίου Βαπτιστά, καὶ ἄτρωτρόν με δεῖξον, τῆς τούτων κακουργίας. |
Θεοτοκίον. |
|
Ἡ ἄμπελος ἡ τὸν βότρυν τεκοῦσα, τὸν πέπειρον κατανύξεως πόμα, ποτίζουσά με νῦν, ἀνάστειλον τὴν μέθην, Παρθένε τῶν κακῶν μου. |
ᾨδὴ θʹ. Ὁ Εἱρμός. |
Εὐλογητὸς ὁ Κύριος, ὁ Θεὸς τοῦ Ἰσραήλ, ὁ ἐγείρας κέρας σωτηρίας ἡμῖν, ἐν οἴκῳ Δαυῒδ τοῦ παιδὸς αὑτοῦ· ἐν οἷς ἐπεσκέψατο ἡμᾶς, ἀνατολὴ ἐξ ὕψους, καὶ κατεύθυνεν ἡμᾶς, εἰς ὁδὸν εἰρήνης. |
Τροπάρια. |
|
Ἵνα κἀγὼ σωζόμενος, εὐχαρίστως σε Χριστέ, μεγαλύνω βλέψον εἰς ἐμὲ τὸν πολλάς, πληγὰς ἐπὶ νώτου δεξάμενον, καὶ ἴασαι οἶνον ἐπʼ αὐτάς, καὶ ἔλαιον προχέων, τὰ τῆς σῆς γνωρίσματα, Σῶτερ εὐσπλαγχνίας. |
|
Ὡς τὸν λῃστὴν εὐγνώμονα, ἀναπέμψαντα φωνήν, ἐλυτρώσω φόνων καὶ μυρίων κακῶν, ὡς ᾤκτειρας πόρνην δακρύσασαν, ὡς Πέτρον τὸν μέγαν μαθητήν, καὶ Δαυῒδ τὸν Προφήτην, καὶ ἐμὲ ἐλέησον, τὸν ἀπεγνωσμένον. |
Μαρτυρικά. |
|
Συμμορφωθέντες πάθεσι, τοῦ παθόντος διʼ ἡμᾶς, Ἀθλοφόροι τούτῳ συνδοξάζεσθε, νῦν θεούμενοι θείαις μεθέξεσι, καὶ λάμποντες ὑπὲρ τὰς αὐγάς, τοῦ αἰσθητοῦ ἡλίου, καὶ καταφωτίζοντες, πάντων τὰς καρδίας. |
|
Ἡ ἀρετὴ ἐξέλαμψε, τῶν ἁγίων Ἀθλητῶν· πᾶσα πόλις τούτους θησαυροὺς ἀληθῶς, ἀσύλους πλουτεῖ διὰ πίστεως, ἀστράπτοντας χάριν δαψιλῆ, θαυμάτων παραδόξων· οὓς ὑμνολογήσωμεν, ὡς κοινοὺς προστάτας. |
Θεοτοκίον. |
|
Φωτιστικαῖς Πανάμωμε, ἀστραπαῖς τοῦ ἐκ τῆς σῆς, προελθόντος μήτρας Υἱοῦ καὶ Θεοῦ, τοὺς πίστει ὑμνοῦντάς σε φαίδρυνον, καὶ σκότους ἡμᾶς τοῦ ἀφεγγοῦς, καὶ τῆς αἰωνιζούσης, ἐξελοῦ κολάσεως, τῇ σῇ μεσιτείᾳ. |
Κανὼν τοῦ Προδρόμου. Τὸν προδηλωθέντα. |
|
Μέλλων τῷ φρικτῷ σου, παρίστασθαι Λόγε θρόνῳ, καὶ τῶν πράξεων τῶν ἐμῶν, εἰσπράττεσθαι εὐθύνας, ποίαν εὕρω ἀπολογίαν ὁ τάλας; Κύριε Θεέ μου τότε φεῖσαί μου. |
|
Ὡς φωνὴ τοῦ Λόγου, κατεύθυνον τὰς φωνάς μου, πρὸς Θεὸν σοφὲ Βαπτιστά, καὶ ῥῦσαί με κακίας, τῶν δαιμόνων καὶ ἐπηρείας ἀνθρώπων, ἵνα κατὰ χρέος μακαρίζω σε. |
|
Θρέψον με Χριστοῦ, ἐντολῶν τροφῇ ἀθανάτῳ, πότισόν με πόμα ζωῆς, Βαπτιστὰ καὶ Προφῆτα, καὶ παράστησον τῷ Θεῷ σεσωσμένον, τὸν ὑπὸ τὴν σκέπην σου προστρέχοντα. |
Θεοτοκίον. |
|
Δέσποινα Παρθένε, ἁγνὴ καὶ δεδοξασμένη, μετὰ τοῦ Προδρόμου τὸν σόν, Υἱὸν καὶ Βασιλέα, καθικέτευε ἀπὸ πάσης ἀνάγκης, σῶσαι τοὺς πιστῶς σε μακαρίζοντας. |
Εἰς τὸν Στίχον τῶν Αἴνων. |
Ἀπόστιχα Στιχηρά. Ἦχος πλ. δʹ. Κατανυκτικά. |
|
Ὅταν λάβω κατὰ νοῦν, τὰ πλήθη τῶν πεπραγμένων μοι δεινῶν, καὶ εἰς ἔννοιαν ἔλθω, τῆς φοβερᾶς ἐκείνης ἐτάσεως, τρόμῳ συνεχόμενος, πρὸς σὲ καταφεύγω τὸν φιλάνθρωπον Θεόν. Διὸ μή με παρίδῃς ἱκετεύω σε, μόνε ἀναμάρτητε, δώρησαι κατάνυξιν τῇ ταπεινῇ μου ψυχῇ, πρὸ τελευτῆς καὶ σῶσόν με. |
Στίχ. Ἐνεπλήσθημεν τὸ πρωΐ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ εὐφράνθημεν ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν· εὐφρανθείημεν ἀνθʼ ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν, ὧν εἴδομεν κακά. Καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν. |
|
Δάκρυά μοι δὸς ὁ Θεός, ὡς ποτὲ τῇ γυναικὶ τῇ ἁμαρτωλῷ, καὶ ἀξίωσόν με βρέχειν τοὺς πόδας σου, τοὺς ἐμὲ ἐκ τῆς ὁδοῦ τῆς πλάνης ἐλευθερώσαντας, καὶ μύρον εὐωδίας σοι προσφέρειν, βίον καθαρόν, ἐν μετανοίᾳ μοι κτισθέντα, ἵνα ἀκούσω κᾀγὼ τῆς εὐκταίας σου φωνῆς. Ἡ πίστις σου σέσωκέ σε, πορεύου εἰς εἰρήνην. |
Στίχ. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφʼ ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφʼ ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον. |
Μαρτυρικόν. |
|
Μεγάλως ἠγωνίσασθε Ἅγιοι, τὰς βασάνους τῶν ἀνόμων, ὑπομείναντες γενναίως, καὶ Χριστὸν ὁμολογοῦντες, ἐναντίον βασιλέων, καὶ πάλιν μεταστάντες ἐκ τοῦ βίου, δυνάμεις ἐνεργεῖτε ἐν τῷ κόσμῳ, καὶ ἀσθενεῖς θεραπεύετε, ἐκ τῶν παθῶν αὐτῶν Ἅγιοι. Πρεσβεύσατε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν. |
Δόξα· καὶ νῦν. Θεοτοκίον. |
|
Ἐγὼ Παρθένε ἁγία Θεοτόκε, τῇ σκέπῃ σου προστρέχω, οἶδα ὅτι τεύξομαι τῆς σωτηρίας· δύνασαι γὰρ Ἁγνὴ βοηθῆσαί μοι. |
__________ |
ΕΝ Τῌ ΛΕΙΤΟΥΡΓΙᾼ |
Οἱ Μακαρισμοί. Ἦχος πλ. δʹ. |
|
Μνήσθητι ἡμῶν, Χριστὲ Σωτὴρ τοῦ κόσμου, ὥσπερ τοῦ λῃστοῦ, ἐμνήσθης ἐπὶ ξύλου, καὶ καταξίωσον πάντας μόνε Οἰκτίρμον, τῆς οὐρανίου Βασιλείας σου. |
|
Πέλαγος Χριστέ, ὑπάρχων εὐσπλαγχνίας, ψῦξον τῶν ἐμῶν, πταισμάτων τὰ πελάγη, καὶ κατανύξεως δάκρυσί με ἐκπλύνας, ὅλον καθάρισον ὡς Εὔσπλαγχνος. |
|
Πάλαι τὸν Χριστόν, ἐν ὕδασι βαπτίσας, θεῖε Βαπτιστά, παθῶν με τρικυμίαις, κλυδωνιζόμενον ὅρμῳ τῆς μετανοίας, σαῖς ἱκεσίαις ἐγκαθόρμισον. |
Μαρτυρικόν. |
|
Αἵμασιν ὑμῶν, ἁγίοις Ἀθλοφόροι, σβέσαντες πυράν, τῆς εἰδωλομανίας, ῥεῖθρα πηγάζετε, πάντοτε ἰαμάτων, πάθη ποικίλα θεραπεύοντες. |
Δόξα. |
|
Ἄναρχε Πατήρ, Υἱὲ καὶ θεῖον Πνεῦμα, ταῖς τοῦ Βαπτιστοῦ, πρεσβείαις δυσωπῶ σε. Τὰ πολυχρόνια πάθη τὰ τῆς ψυχῆς μου, παῦσον καὶ σῶσόν με τὸν δοῦλόν σου. |
Καὶ νῦν. Θεοτοκίον. |
|
Λύτρωσαι ἡμᾶς, παθῶν τῆς ἀτιμίας, καὶ τῆς χαλεπῆς, ἐν ἅδῃ τιμωρίας, ταῖς ἱκεσίαις σου Ἄχραντε Θεοτόκε, τοὺς εὐσεβῶς σε μακαρίζοντας. |