×

Τῌ ΤΕΤΑΡΤῌ ΕΣΠΕΡΑΣ

Εἰς τό, Κύριε, ἐκέκραξα, Προσόμοια.

Στιχηρὰ Ἀποστολικά.

Ἦχος πλ. δʹ. Κύριε, εἰ καὶ κριτηρίῳ.

Κύριε, σὺ τοῦ Παρακλήτου τῇ αἴγλῃ, τοὺς Ἀποστόλους ἐφώτισας, καὶ φωστῆρας τέθεικας τούτους, τὴν οἰκουμένην καταυγάζοντας, τῷ νοητῷ φωτισμῷ, τῆς γνώσεώς σου Δέσποτα· διὰ τοῦτο προσκυνοῦμεν, τὴν πολλήν σου ἀγαθότητα.

Κύριε, σὺ τῶν Ἀποστόλων πρεσβείαις, περιτειχίζων τὴν ποίμνην σου, ταύτην ἐξ ἐχθρῶν ἐπηρείας, διασῴζεις ἀστασίαστον, ἥν περ τιμίῳ Σωτήρ, ὠνησάμενός σου αἵματι, τῆς δουλείας τοῦ ἀλλοτρίου, ἠλευθέρωσας ὡς εὔσπλαγχνος.

Ὤφθητε, ἐν τῷ διαδήματι Χριστοῦ, τῆς Ἐκκλησίας, ὡς τίμιοι, λίθοι διαυγεῖς λαμπηδόνας, τῇ οἰκουμένῃ ἀστράπτοντες, θεογνωσίας τὸ φῶς, Ἀπόστολοι μακάριοι, τῆς Τριάδος παραστάται, καὶ πρεσβευταὶ τῶν ψυχῶν ἡμῶν.

Ἕτερα Στιχηρά. Τοῦ Ἁγίου Νικολάου. Ὅμοια.

Κύριε, σὺ τοῦ Ἱεράρχου ταῖς θείαις, πανευπροσδέκτοις δεήσεσιν, ἐκ παντὸς κινδύνου καὶ πάσης, ἐλευθέρωσον κακώσεως, καὶ ἐπηρείας κακῶν, τοὺς δούλους σου Φιλάνθρωπε, τοὺς ἐν πίστει προσκυνοῦντας, σοῦ τὸ κράτος τὸ ἀνείκαστον.

Κύριε, σὺ τὸν Ἱεράρχην ἐν κόσμῳ, ὡς εὐωδίαν ἀνέδειξας· πάντων γὰρ πιστῶν τὰς καρδίας, εὐωδιάζει νῦν τοῖς θαύμασι, νόσους καὶ πάθη ψυχῶν, διώκων τῇ σῇ χάριτι, οὗ ταῖς πρεσβείαις, ὡς Οἰκτίρμων, τοὺς ὑμνοῦντάς σε περίσῳζε.

Κύριε, σὺ τὸν σὸν σεπτὸν Ἱεράρχην, ἐν τοῖς πέρασιν ἐδόξασας, δοὺς αὐτῷ θαυμάτων τὴν χάριν, καὶ ὑπέρμαχον ἀνέδειξας, τῶν ἐν κινδύνοις δεινοῖς, καὶ θλίψεων κακώσεσι, περιπιπτόντων καὶ αἰτούντων, τούτου ἀεὶ τὴν ἀντίληψιν.

Δόξα· καὶ νῦν. Θεοτοκίον. Ὅμοιον.

Ἴδε μου, τῆς συντετριμμένης καρδίας, τοὺς στεναγμοὺς Θεονύμφευτε, πρόσδεξαι Παρθένε Μαρία, καὶ μὴ ἀπώσῃ πανάμωμε, τὰς τῶν χειρῶν μου Ἁγνή, ἐπάρσεις ὡς φιλάγαθος, ἵνα ὑμνῶ καὶ μεγαλύνω, τὸν μεγαλύναντα τὸ γένος ἡμῶν.

Εἰς τὸν Στίχον.

Ἀπόστιχα Στιχηρά. Ἦχος πλ. δʹ.

Αποστολικά. Κύριε, εἰ καὶ κριτηρίῳ.

Κύριε, σὲ εἰλικρινῶς ἐπὶ τῆς γῆς, οἱ Ἀπόστολοι ποθήσαντες, σκύβαλα ἡγήσαντο πάντα, ἵνα μόνον σε κερδήσωσι, καὶ ὑπὲρ σοῦ αἰκισμοῖς, τὰ σώματα παρέδωκαν· διὰ τοῦτο δοξασθέντες, πρεσβεύουσιν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Στίχ. Πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς μου τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Ἰδοὺ ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν Κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς Κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς.

Κύριε, σὺ τῶν Ἀποστόλων τὴν μνήμην, ἐπὶ τῆς γῆς ἐμεγάλυνας· πάντες γὰρ ὁμοῦ συνελθόντες, ἐν αὐτῇ δοξολογοῦμέν σε, ὅτι παρέχεις ἡμῖν, διʼ αὐτῶν τὰ ἰάματα, καὶ τῷ κόσμῳ τὴν εἰρήνην, εὐχαῖς αὐτῶν καὶ τὸ μέγα ἔλεος.

Στίχ. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως, ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν. Τὸ ὄνειδος τοῖς εὐθηνοῦσι, καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις.

Μαρτυρικόν.

Εἴ τις ἀρετή, καὶ εἴ τις ἔπαινος, πρέπει τοῖς Ἁγίοις· ξίφεσι γὰρ ἔκλιναν τοὺς αὐχένας, διὰ σὲ τὸν κλίναντα οὐρανοὺς καὶ καταβάντα, ἐξέχεαν τὸ αἷμα αὐτῶν, διὰ σὲ τὸν κενώσαντα ἑαυτόν, καὶ μορφὴν δούλου λαβόντα, ἐταπεινώθησαν ἕως θανάτου, τὴν πτωχείαν σου μιμούμενοι. Ὧν ταῖς εὐχαῖς, κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου, ὁ Θεὸς ἐλέησον ἡμᾶς.

Δόξα· καὶ νῦν. Θεοτοκίον. Τί ὑμᾶς καλέσωμεν.

Νύμφην σε Παρθένε ἐκήρυξαν, τῆς ἀξίας τοῦ Πατρός, καὶ τῆς Θεότητος αὐτοῦ, οἱ Θεόν, ἀξιωθέντες κατιδεῖν σωματικῶς, καὶ Λόγου καὶ Θεοῦ Κόρη γεννήτριαν, καὶ Πνεύματος ἁγίου οἰκητήριον· ἐν σοὶ γὰρ πᾶν τῆς Θεότητος, σωματικῶς κατεσκήνωσε, τὸ πλήρωμα, πληρεστάτης οὔσης χάριτος.

__________

Τῌ ΠΕΜΠΤῌ ΠΡΩΪ

ΕΝ Τῼ ΟΡΘΡῼ

Μετὰ τὴν αʹ Στιχολογίαν, Καθίσματα. Αποστολικά.

Ἦχος πλ. δʹ. Τὴν Σοφίαν καὶ Λόγον.

Ὡς φωστῆρας τοῦ κόσμου, καὶ ὁδηγούς, τῆς ἡμῶν σωτηρίας, τὰς ἀπαρχάς, τοὺς θείους ὑμνήσωμεν, μαθητὰς τοῦ Θεοῦ ἡμῶν, ὅτι φῶς τοῖς ἐν σκότει, ἡμῖν ἐξανέτειλαν, καὶ τὸν Ἥλιον πᾶσι, τῆς δόξης ἐγνώρισαν· ὅθεν καὶ τὴν πλάνην, τῶν εἰδώλων καθεῖλον, Τριάδα κηρύξαντες, ἐν μιᾷ τῇ Θεότητι. Πρὸς αὐτοὺς οὖν βοήσωμεν· Ἀπόστολοι Χριστοῦ τοῦ Θεοῦ, τῶν πταισμάτων ἄφεσιν αἰτήσασθε, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν.

Ὅμοιον.

Εἰς τὰ πέρατα πάντα, διαδραμών, ὁ σοφὸς ὑμῶν φθόγγος, ὡς ἀληθῶς, τοῦ κόσμου πανεύφημοι, τοῦ Κυρίου Ἀπόστολοι, θεογνωσίαν πᾶσι, τρανῶς ἀνεκήρυξε, καὶ τῶν ἐθνῶν τὴν ἄγνοιαν, εἰς γνῶσιν μετήγαγεν· ὅθεν καὶ εἰδώλων, τὴν ἀχλὺν ἐκδιώξας, τὸ φῶς τὸ τῆς γνώσεως, τοῖς ἐν σκότει κατέλαμψε. Διὰ τοῦτο δεόμεθα· Πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν.

Δόξα· καὶ νῦν. Θεοτοκίον. Ὅμοιον.

Τὴν ψυχήν μου Παρθένε, τὴν ταπεινήν, τὴν ἐν ζάλῃ τοῦ βίου, τῶν πειρασμῶν, νῦν ὡς ἀκυβέρνητον, ποντουμένην Πανάμωμε, ἁμαρτιῶν τε φόρτῳ, φανεῖσαν ὑπέραντλον, καὶ εἰς πυθμένα ᾅδου, πεσεῖν κινδυνεύουσαν, φθάσον Θεοτόκε, τῇ θερμῇ σου πρεσβείᾳ, καὶ σῶσον παρέχουσα, τὸν λιμένα τὸν εὔδιον, ἵνα πίστει κραυγάζω σοι· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων δοῦναί μοι τὴν ἄφεσιν· σὲ γὰρ ἔχω ἐλπίδα ὁ δοῦλός σου.

Μετὰ τὴν βʹ Στιχολογίαν, ἕτερα Καθίσματα. Αποστολικά. Τὸ προσταχθέν.

Φωστῆρες ὤφθητε λαμπροί, Χριστοῦ αὐτόπται, διὰ παντὸς πᾶσαν τὴν γῆν, φωταγωγοῦντες, καὶ σοβοῦντες τὸ σκότος, τῆς πολυθεΐας, τῷ φέγγει, τῆς εὐσεβείας τῶν διδαχῶν· διό με, τὸν ἐν τῷ σκότει τῶν ἡδονῶν, ἀδεῶς πορευόμενον, φωτίσατε τῷ φωτί, τῶν θείων προσευχῶν ὑμῶν, Θεοφόροι Ἀπόστολοι.

Ὅμοιον.

Τὰς τοῦ Κυρίου ἐν ψυχῇ, παραγγελίας, ὡς θησαυρὸν πλουτοποιόν, πιστῶς λαβόντες, οἱ Ἀπόστολοι ὤφθησαν, πᾶσιν εὐεργέται, πτωχείαν ἀποσοβοῦντες, δαιμονικήν, καὶ πάντας, καταπλουτοῦντες πλούτῳ Θεοῦ, πρὸς οὓς πάντες βοήσωμεν· Πλουτίσατε καὶ ἡμᾶς, ἀρίσταις ἐργασίαις νῦν, πενομένους δεόμεθα.

Δόξα· καὶ νῦν. Θεοτοκίον. Ἀνέστης ἐκ νεκρῶν.

Ἐκ πάσης ἀπειλῆς, καὶ κακίας ἀνθρώπων, διάσωσον ἡμᾶς, Παναγία Παρθένε· σκέπην καὶ γάρ σε πάντες, καὶ προστασίαν θερμὴν κεκτήμεθα, καὶ τῷ ἐκ σοῦ τεχθέντι, ἐν σοὶ θαῤῥοῦντες ἀεὶ προσπίπτομεν, ὃν ἐκδυσώπει ῥύσασθαι ἡμᾶς, ἐκ πάσης περιστάσεως.

Μετὰ τὴν γʹ Στιχολογίαν, ἕτερα Καθίσματα.

Ἀποστολικόν. Τὴν Σοφίαν καὶ Λόγον.

Τῇ σαγήνῃ τῶν λόγων, τῶν θεϊκῶν, ὡς ἰχθύας ζωγροῦντες, τοὺς λογικούς, τούτους προσηγάγετε, ἀπαρχὴν τῷ Θεῷ ἡμῶν, καὶ τοῦ Χριστοῦ τὰ στίγματα, ποθοῦντες ἐνδύσασθαι, μιμηταὶ τοῦ Πάθους, αὐτοῦ ἀνεδείχθητε. Ὅθεν συνελθόντες, κατὰ χρέος τιμῶμεν, Ἀπόστολοι ἔνδοξοι, τὴν ὑμῶν νῦν πανήγυριν, καὶ συμφώνως κραυγάζομεν· Πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν.

Μαρτυρικόν. Ὅμοιον.

Οἰκουμένης φωστῆρες, ἀειλαμπεῖς, ἀνεδείχθητε πίστει, μαρτυρικῇ, ὅλην ἀναθέμενοι, τὴν ἐλπίδα πρὸς Κύριον, καὶ νοητῷ ἐλαίῳ, τοῦ Πνεύματος Ἅγιοι, τὰς ψυχικάς λαμπάδας, ὑμῶν ἐφαιδρύνατε· ὅθεν καὶ κρατῆρες, νοητοὶ τοῖς ἀνθρώποις, ἰάσεις προχέοντες, ὥσπερ νάματα ὤφθητε, Ἀθλοφόροι πανεύφημοι, πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν.

Δόξα· καὶ νῦν. Θεοτοκίον.

Ἡ νοητὴ πύλη τῆς ζωῆς ἡμῶν, ἄχραντε Θεοτόκε, τοὺς προστρέχοντάς σοι πιστῶς, λύτρωσαι τῶν κινδύνων, ἵνα δοξάζωμεν τὸν πανάγιον τόκον σου, εἰς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Κανὼν τῶν Ἁγίων Ἀποστόλων.

Ἦχος πλ. δʹ. ᾨδὴ αʹ. Ὁ Εἱρμός.

Ὑγρὰν διοδεύσας ὡσεὶ ξηράν, καὶ τὴν αἰγυπτίαν, μοχθηρίαν διαφυγών, ὁ Ἰσραηλίτης ἀνεβόα· Τῷ Λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν.

Τροπάρια.

Χορὸς Ἀποστόλων φωτοειδής, φωτὶ τῷ μεγάλῳ, παριστάμενος τὴν ἐμήν, ζοφώδη καταύγασον καρδίαν, καὶ σωτηρίας πρὸς τρίβους ὁδήγησον.

Οἱ γνήσιοι φίλοι τοῦ Λυτρωτοῦ, παθῶν με φιλίας, ἐκλυτρώσασθε τὸν πολλαῖς, ἀπάταις τοῦ βίου πλανηθέντα, καὶ ἀγνωσίας νυκτὶ καλυπτόμενον.

Ῥομφαίᾳ πληγέντας τοῦ πονηροῦ, ἰάσασθε βέλη, πεφυκότες τοῦ δυνατοῦ, Ἀπόστολοι θεῖοι τοὺς ἐν πίστει, ὑπὸ τὴν σκέπην ὑμῶν καταφεύγοντας.

Θεοτοκίον.

Ὁ πλήρης κενοῦται καθὸ Θεός, καὶ σοῦ ἐκ κοιλίας, σαρκοφόρος Μήτηρ Ἁγνή, προέρχεται σῴζων εὐσπλαγχνία, τοὺς ὑπαχθέντας κακίᾳ τοῦ ὄφεως.

Κανὼν τοῦ Ἁγίου Νικολάου.

Ἡ κεκομμένη.

Σὺν ταῖς χορείαις τῶν ἄνω δυνάμεων, τῷ Βασιλεῖ καὶ Θεῷ, Μάκαρ παριστάμενος, ἡμᾶς τοὺς ἐπὶ γῆς, πιστῶς ἐξαιτουμένους σε, παντὸς πειρατηρίου χαλεποῦ, Νικόλαε περίσωζε, λύσιν ἐξαιτούμενος, ἡμῖν τῶν παραπτώσεων.

Οἱ σὲ προστάτην πλουτοῦντες Νικόλαε, ἡμέρας τε καὶ νυκτός, πίστει σοι κραυγάζομεν· Νῦν πρόφθασον ἡμᾶς, μεγάλως κινδυνεύοντας, δαιμόνων πονηραῖς ἐπιβουλαῖς, φθοροποιῶν ἀνθρώπων τε, ὅπως ἀναψύξεως, τυχόντες εὐφημῶμέν σε.

Ἰσχυροτάταις νευραῖς τῆς πρεσβείας σου, τοὺς ἀποπνίγειν ἡμᾶς, σπεύδοντας Νικόλαε, τελείᾳ ἀγχονίᾳ παράδος λυτρούμενος, τῆς τούτων πονηρᾶς ἐπαγωγῆς, τοὺς ἐν αἰνέσει κράζοντας· τῷ Κυρίῳ ᾄσωμεν· ἐνδόξως γὰρ δεδόξασται.

Θεοτοκίον.

Νομίμως δίχα τῆς φύσεως τέτοκας, τὸν Νομοδότην καὶ Θεόν, ἄνθρωπον γενόμενον· αὐτὸν ὡς ἀγαθόν, ἱκέτευε Πανάμωμε, ἡμῶν τὰς ἀνομίας παριδεῖν, τῶν βοώντων πάντοτε· Τῷ Κυρίῳ ᾄσωμεν· ἐνδόξως γὰρ δεδόξασται.

ᾨδὴ γʹ. Ὁ Εἱρμός.

Σὺ εἶ τὸ στερέωμα, τῶν προστρεχόντων σοι Κύριε· σὺ εἶ τὸ φῶς τῶν ἐσκοτισμένων, καὶ ὑμνεῖ σε τὸ πνεῦμά μου.

Τροπάρια.

Σθένος περιζώσατε, ἐξασθενήσασαν πάθεσι, καὶ ἡδοναῖς τὴν ἐμὴν καρδίαν, τοῦ Σωτῆρος Ἀπόστολοι.

Μίαν καταγγέλλοντες, τρισσοφαῆ Θεοῦ ἔλλαμψιν, οἱ Μαθηταὶ τῆς πολυθεΐας, τὴν ἀχλὺν ἐξηφάνισαν.

Ἕλκη πονηρότατα, τὰ τῆς καρδίας μου παύσατε, ὡς ἰατροὶ θείᾳ χειρουργίᾳ, τοῦ Σωτῆρος Ἀπόστολοι.

Θεοτοκίον.

Σῶσόν με κυήσασα, ὑπερφυῶς ἁγνὴ Δέσποινα, τὸν Λυτρωτὴν πάντων καὶ Δεσπότην, καὶ Σωτῆρα καὶ Κύριον.

Κανὼν τοῦ Ἁγίου Νικολάου. Εἱρμὸς ὁ αὐτός.

Ἵνα σε γεραίρωμεν, ἵνα τιμῶμέν σε πάντοτε, δίδου ἡμῖν χεῖρα βοηθείας, ἱεράρχα Νικόλαε.

Κοίμισον Νικόλαε, σαῖς ἀκοιμήτοις ἐντεύξεσι, τοὺς καθʼ ἡμῶν ἐπεγειρομένους, πειρασμοὺς δυσωποῦμέν σε.

Ὅλον με τοῖς πάθεσι, περιστατούμενον Ἅγιε, καὶ πειρασμοῖς πονηρῶν ἀνθρώπων, μεσιτείᾳ σου λύτρωσαι.

Θεοτοκίον.

Λύσιν δωρηθῆναί μοι, ἁμαρτιῶν Ἁγνὴ αἴτησαι, τὸν Ἀγαθὸν καὶ τῶν ἐν τῷ βίῳ, χαλεπῶν περιστάσεων.

ᾨδὴ δʹ. Ὁ Εἱρμός.

Εἰσακήκοα Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν θεότητα.

Τροπάρια.

Ὡραιώθητε ἔνδοξοι, θείαις ἀγλαΐαις καλλωπιζόμενοι, καὶ ἀκτῖσι πυρσευόμενοι, τοῦ ὑμᾶς φωστῆρας ἀναδείξαντος.

Ζάλης πάσης λυτρώσασθε, πάντων κυβερνῆται θεῖοι Ἀπόστολοι, τὸν πελάγει κινδυνεύοντα, συμφορῶν τοῦ βίου καὶ δονούμενον.

Οἱ θαλάσσας ταράξαντες, τῆς πολυθεΐας ἵπποι θεόλεκτοι, τῶν πταισμάτων μου τὴν ἄβυσσον, ζήλου θείου Ἅγιοι κατακλύσατε.

Θεοτοκίον.

Ἰσουργὸν τῷ Γεννήτορι, Λόγον ἐκ λαγόνων σου ἐσωμάτωσας· ὅθεν ὤφθης ὑπερέχουσα, ποιημάτων πάντων Κόρη Δέσποινα.

Κανὼν τοῦ Ἁγίου Νικολάου. Εἱρμὸς ὁ αὐτός.

Ἀπὸ πλήθους πταισμάτων μου, πλήθει περιπέπτωκα δεινῶν θλίψεων, σπεῦσον Ἅγιε βοήθει μοι, τὸν ἀγαθοδότην ἐκμιμούμενος.

Ἐμαυτὸν ἀποκλαίομαι, ζῶν ἐν ἀμελείᾳ καὶ ἀπολλύμενος· τῇ πρεσβείᾳ σου Νικόλαε, πρὸς μετάνοιάν με χειραγώγησον.

Ὁ τοὺς τρεῖς λυτρωσάμενος, πάτερ νεανίας τεθνᾶναι μέλλοντας, πάσης ῥῦσαί με κολάσεως, καὶ τῆς αἰωνίου κατακρίσεως.

Θεοτοκίον.

Γεωργεῖν με νοήματα, Ἄχραντε οὐράνια ἐνδυνάμωσον, τῆς ψυχῆς μου καὶ κατεύθυνον, πρὸς ζωῆς εἰσόδους τὰ κινήματα.

ᾨδὴ εʹ. Ὁ Εἱρμός.

Ὀρθρίζοντες βοῶμέν σοι Κύριε· Σῶσον ἡμᾶς· σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτός σοῦ ἄλλον οὐκ οἴδαμεν.

Τροπάρια.

Στενούμενον πολλοῖς πλημμελήμασι, σωτηρίας, πρὸς πλάτος ἰθύνατε, ὡς κυβερνῆται Ἀπόστολοι.

Τιμῶντά με τὸν πάντιμον δῆμον ὑμῶν, θεόπται, πάσης ἐκλυτρώσασθε, ἀτίμου πράξεως δέομαι.

Ὡς πάθη τοῦ Σωτῆρος μιμούμενοι, Ἀπόστολοι, πᾶσαν ἡδυπάθειαν, ἐκ τῆς ψυχῆς μου διώξατε.

Θεοτοκίον.

Νοσοῦσαν τὴν ψυχήν μου θεράπευσον, ἡ τεκοῦσα, πάντων τὸν ἰώμενον, τὰς νόσους πάναγνε Δέσποινα.

Κανὼν τοῦ Ἁγίου Νικολάου. Εἱρμὸς ὁ αὐτός.

Δυνάμωσον ἡμᾶς ταῖς πρεσβείαις σου, Ἱεράρχα, τηρεῖν τὰ προστάγματα, Χριστοῦ τοῦ μόνου Θεοῦ ἡμῶν.

Ὁ Μύροις παροικήσας Νικόλαε, εὐωδίας, θείας ἡμᾶς πλήρωσον, τοὺς εὐσεβῶς εὐφημοῦντάς σε.

Οἰκτείρησον ἡμᾶς ταῖς πρεσβείαις σου, θεομάκαρ, Θεὸν τὸν οἰκτίρμονα, καθικετεύων Νικόλαε.

Θεοτοκίον.

Ναμάτων ζωηῤῥύτων ἀνάπλεως, οὖσα Κόρη, πάντας ἡμᾶς πότισον, εὐσεβοφρόνως ὑμνοῦντάς σε.

ᾨδὴ Ϛʹ. Ὁ Εἱρμός.

Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις, ὅτι κακῶν ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ ᾍδῃ προσήγγισε, καὶ δέομαι ὡς Ἰωνᾶς· Ἐκ φθορᾶς ὁ Θεός με ἀνάγαγε.

Τροπάρια.

Συσσείσαντες προσευχῶν ἐπικλήσει, κατεστρέψατε ναοὺς τῶν εἰδώλων, Μύσται Χριστοῦ· ἀλλὰ δέομαι πίστει, τὰ τῆς ψυχῆς μου συντρίψατε εἴδωλα, καὶ δείξατε Θεοῦ ναόν, τὸν πολλαῖς ἁμαρτίαις ὑπεύθυνον.

Οἱ πέτρᾳ τῇ ἀῤῥαγεῖ δομηθέντες, ἐκλεκτοὶ καθάπερ λίθοι θεόπται, τὸν τὴν ἐμήν, ἐπὶ ψάμμον καρδίαν, φρενοβλαβῶς δομησάμενον σώσατε· συῤῥέουσι γὰρ πειρασμῶν, ποταμοὶ καὶ δεινῶς με χειμάζουσι.

Φιλίας τῆς πρὸς τὴν σάρκα δολίας, ἐκλυτρώσασθέ με φίλοι τοῦ Λόγου, καὶ μισητόν, διὰ πλῆθος κακίας, ἀποδειχθέντα φιλίᾳ συνδήσατε, τοῦ στέργοντος ἁμαρτωλῶν, διὰ πλῆθος ἐλέους τὴν ἄφεσιν.

Θεοτοκίον.

Ὡς ῥόδον, ὡς καθαρώτατον κρίνον, ὡς εὐῶδες σε ὀσφράδιον Κόρη, ὁ ποιητὴς ἐξ ὡραίων κοιλάδων, τῶν κοσμικῶν ἐκλεξάμενος ᾤκησε, τὴν μήτραν σου καὶ σαρκωθείς, εὐωδίας τὸν κόσμον ἐπλήρωσεν.

Κανὼν τοῦ Ἁγίου Νικολάου. Εἱρμὸς ὁ αὐτός.

Παράδεισος ἡ καρδία σου ὤφθη, ζωῆς ξύλον κεκτημένη ἐν μέσῳ, τὸν Λυτρωτήν, ὃν δυσώπει ἀπαύστως, τοῦ Παραδείσου ποιῆσαι οἰκήτορας, Νικόλαε πάντας ἡμᾶς, τοὺς θερμόν σε προστάτην πλουτήσαντας.

Ῥαθύμως μου τὴν ζωὴν διανύων, ἀδαῶς ἐξαμαρτάνω ὁ τάλας, καὶ τὴν ἐκεῖ, ἀπαραίτητον κρίσιν, κατανοῶν ἀγωνίᾳ συνέχομαι. Οἰκτείρησόν με ὁ Θεός, Νικολάου πρεσβείαις, ὡς εὔσπλαγχνος.

Ἐξαίφνης ἐπερχομένης μοι Μάκαρ, καταιγίδος πειρασμῶν πολυτρόπων, διὰ πληθύν, τῶν ἐμῶν ἐγκλημάτων, μή με ἐάσῃς βοῶ ἀπροστάτευτον· ἀλλʼ οἴκτειρον ὡς συμπαθής, βοηθείας νῦν χεῖρα ὀρέγων μοι.

Θεοτοκίον.

Παλάτιον ὑψηλοῦ Βασιλέως, καὶ πυρίμορφος γεγένησαι θρόνος, τῶν Χερουβεὶμ ἀνωτέρα Παρθένε, καὶ Σεραφεὶμ ὑπὲρ νοῦν χρηματίσασα, ἐντεῦθέν σε πᾶσα πνοή, ὡς Μητέρα δοξάζει τοῦ κτίσαντος.

ᾨδὴ ζʹ. Ὁ Εἱρμός.

Παῖδες Ἑβραίων ἐν καμίνῳ, κατεπάτησαν τὴν φλόγα θαρσαλέως, καὶ εἰς δρόσον τὸ πῦρ, μετέβαλον βοῶντες· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰώνας.

Τροπάρια.

Νύξ με συνέχει ἀμελείας, καὶ καλύπτει με ὁμίχλη ἁμαρτίας· φῶς τοῦ κόσμου σοφοί, Ἀπόστολοι δειχθέντες, νῦν καταυγάσαι σπεύσατε, τὴν ζοφώδη μου καρδίαν.

Ἄλλο στερέωμα δειχθέντες, διηγούμενοι Θεοῦ ἡμῶν τὴν δόξαν, ἀδοξίας παθῶν, λυτρώσασθε τοὺς πίστει, τῇ κραταιᾷ προστρέχοντας, θεηγόροι ὑμῶν σκέπῃ.

Πύρινοι ἄνθρακες ὀφθέντες, ἀναπτόμενοι πυρὶ τοῦ Παρακλήτου, πᾶσαν ὕλην ἡμῶν, συμφλέξατε κακίας, καὶ τοῦ πυρὸς λυτρώσασθε, τοῦ ἀσβέστου εἰς αἰῶνας.

Θεοτοκίον.

Ὄρος προβλέπει Δανιήλ σε, ἀχειρότμητος ἐξ οὗ ἐτμήθη λίθος· τὴν λιθώδη διό, κατάνυξον ψυχήν μου, πεπωρωμένην Δέσποινα, ταῖς πικραῖς φιληδονίαις.

Κανὼν τοῦ Ἁγίου Νικολάου. Εἱρμὸς ὁ αὐτός.

Ἔβλυσας ῥεῖθρα διδαγμάτων, τῶν αἱρέσεων ξηραίνων τοὺς χειμάῤῥους, καὶ πιστῶν τὰς ψυχάς, πλουσίως καταρδεύων, ἱερουργὲ Νικόλαε· διὰ τοῦτό σε τιμῶμεν.

Ἴσχυσας σθένει τῆς Τριάδος, δυναμούμενος τὰ ξόανα τῆς πλάνης, ἀφανίσαι· διό, πιστῶς σε λιτανεύω· Τὰ τοῦ νοός μου εἴδωλα, ἐμπαθῆ μείωσον Πάτερ.

Μύρων ὁσίως προεδρεύων, μετὰ θάνατον πηγάζεις θεῖα μύρα, τὰ δυσώδη ἡμῶν, Νικόλαε παμμάκαρ, ἀποσοβῶν νοσήματα, τῶν πιστῶς σοι προσιόντων.

Θεοτοκίον.

Ἔστησας ῥύμην τοῦ θανάτου, τὸν ἀθάνατον Θεὸν ἀποτεκοῦσα· ὃν δυσώπει Ἁγνή, τὰ πάθη θανατῶσαι, τοῦ ταπεινοῦ μου σώματος, καὶ ζωῆς με ἀξιῶσαι.

ᾨδὴ ηʹ. Ὁ Εἱρμός.

Ἑπταπλασίως κάμινον, τῶν Χαλδαίων ὁ τύραννος, τοῖς θεοσεβέσιν, ἐμμανῶς ἐξέκαυσε· δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών, τὸν Δημιουργόν, καὶ Λυτρωτὴν ἀνεβόα, οἱ παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Τροπάρια.

Σαλευομένην πάθεσι, τὴν ψυχήν μου στηρίξατε, οἱ τῆς Ἐκκλησίας, ἀῤῥαγεῖς θεμέλιοι, οἱ στῦλοι οἱ ἄσειστοι, τὰ τῶν πιστῶν προπύργια, οἱ σαγηνευταί, τῶν ἐν βυθῷ ἀπωλείας, οἱ εὔδιοι λιμένες, οἱ ἀεὶ μελῳδοῦντες· Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Τὸν ἐν μνημείῳ κείμενον, σκοτεινῆς ἀπογνώσεως, καὶ ἐν κατωτάτῳ, ἡδονῶν συμπτώσεως, ὑμῶν παρακλήσεσιν, ἀναγαγεῖν σπλαγχνίσθητε, τὴν τοῦ Διδασκάλου, εὐσπλαγχνίαν πλουτῆσαι, σαφῶς ἀξιωθέντες, μαθηταὶ τοῦ Σωτῆρος, Ἀπόστολοι θεόπται, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.

Ὅτι φαιδρὰ ἐν κάλλεσιν, ἀρετῶν ὤφθης Πάναγνε, τὴν καλλοποιόν, τοῦ Πλαστουργοῦ εὐπρέπειαν, ἐν μήτρᾳ ἐχώρησας· ὃν ἐκτενῶς ἱκέτευε, τὴν ἐν ἁμαρτίαις, τῶν παθῶν συσχεθεῖσαν, ψυχήν μου καὶ τὸ κάλλος, τὸ ἀρχαῖον ζητοῦσαν, Ἁγνὴ εὐπρεπεστάτως, λαμπρῦναι εἰς αἰῶνας.

Κανὼν τοῦ Ἁγίου Νικολάου. Οἱ θεοῤῥήμονες Παῖδες.

Λελαμπρυσμένος θεόφρον, ὦ Ἱεράρχα, ταῖς φωτοβόλοις ἀκτῖσι, τῆς τρισηλίου θεότητος, τῶν παθῶν μου τὸ σκότος, εὐχαῖς σου διάλυσον.

Ὁ στρατηλάτας ῥυσάμενος τοῦ θανάτου, ἐπιστασίᾳ φρικώδει, Ἱερομύστα Νικόλαε, πάσης θανατηφόρου, βλάβης ἡμᾶς λύτρωσαι.

Σαλευομένους δαιμόνων ταῖς ἐπηρείαις, καὶ ἀδικούντων ἀνθρώπων, ταῖς προσευχαῖς σου ἡμᾶς στήριξον, ἀβλαβεῖς διασώζων, παμμάκαρ Νικόλαε.

Θεοτοκίον.

Ἱκετηρίαν προσάγαγε τῷ Κυρίῳ, κατοικτειρῆσαι καὶ σῶσαι, τοὺς ἐπὶ σοὶ καταφεύγοντας, Παναγία Παρθένε, ἀνθρώπων βοήθεια.

ᾨδὴ θʹ. Ὁ Εἱρμός.

Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός, καὶ τῆς γῆς κατεπλάγη τὰ πέρατα, ὅτι Θεός, ὤφθη τοῖς ἀνθρώποις σωματικῶς, καὶ ἡ γαστήρ σου γέγονεν, εὐρυχωροτέρα τῶν οὐρανῶν· διό σε Θεοτόκε, Ἀγγέλων καὶ ἀνθρώπων, ταξιαρχίαι μεγαλύνουσι.

Τροπάρια.

Λεόντων ψυχοφθόρων σθένει Θεοῦ, οἱ συνθλάσαντες μύλας Ἀπόστολοι, ὑπὸ Χριστοῦ, ἄρχοντες κατέστητε ψαλμικῶς, ἐπὶ τῆς γῆς τῷ πνεύματι, ταύτην ὑποτάττοντες εὐσεβῶς· διό μου τὰς ἀτάκτους, κινήσεις τῆς καρδίας, νόμῳ τῷ θείῳ ὑποτάξατε.

Ὡραῖον παρὰ πάντας υἱοὺς βροτῶν, τὸν ὀφθέντα ἐν κόσμῳ κηρύξαντες, Λόγον Θεοῦ, πόδας ὡραιώθητε ἀγαθούς, ὡς εὐαγγελιζόμενοι, πάνσοφοι εἰρήνην τε καὶ ζωήν· διὸ ταραττομένην, πάθεσι τὴν ψυχήν μου, ὑμῶν πρεσβείαις εἰρηνεύσατε.

Νεκρώσαντες τὰ μέλη τὰ ἐπὶ γῆς, τὴν ζωὴν ὁλικῶς ἀνεδύσασθε, διὰ παθῶν, πάθος εἰκονίσαντες τὸ σεπτόν· διὸ θανατωθέντα με, βέλει τῆς κακίας τοῦ πονηροῦ, ζωώσατε φαρμάκοις, γνησίας μετανοίας, θεομακάριστοι Ἀπόστολοι.

Θεοτοκίον.

Νοσοῦσαν τὴν ψυχήν μου πάθει δεινῷ, ἡ τεκοῦσα Θεὸν ὑπεράγαθον, ὡς συμπαθής, ἴασαι καὶ λύτρωσαι τῶν ἀεί, κολαφιζόντων Ἄχραντε, καὶ ἐπεμβαινόντων μοι δυσμενῶν, σωζόμενός σε ὅπως, προθύμως μεγαλύνω, τὴν μεγαλύνασαν τὸ γένος ἡμῶν.

Κανὼν τοῦ Ἁγίου Νικολάου. Κυρίως Θεοτόκον.

Ὡς ῥύστης τῶν ἐν θλίψει, σὲ λιτανευόντων, ῥῦσαί με πάσης κακίας Νικόλαε, τῶν ὀρωμένων παμμάκαρ, καὶ ἀοράτων ἐχθρῶν.

Συνὼν ταῖς οὐρανίαις, νῦν χοροστασίαις, παναγιώτατε πάτερ Νικόλαε, τὸν Ἀγαθὸν ἐκδυσώπει, τοῦ ἐλεῆσαι ἡμᾶς.

Ἡ κρίσις ἐπὶ θύραις· πρόσεχε ψυχή μου, καὶ τῷ Κριτῇ καὶ Θεῷ ἀναβόησον· Ταῖς Νικολάου πρεσβείαις, Κύριε σῶσόν με.

Θεοτοκίον.

Φωτὸς οὖσα δοχεῖον, φώτισον Παρθένε, τὴν σκοτισθεῖσαν ψυχήν μου τοῖς πάθεσιν, ὅπως ἐν πίστει καὶ πόθῳ, ἀεὶ δοξάζω σε.

Εἰς τὸν Στίχον τῶν Αἴνων.

Ἀπόστιχα Στιχηρά. Ἦχος πλ. δʹ.

Αποστολικά. Κύριε, εἰ καὶ κριτηρίῳ.

Κύριε, σὲ εἰλικρινῶς ἐπὶ τῆς γῆς, οἱ Ἀπόστολοι ποθήσαντες, σκύβαλα ἡγήσαντο πάντα, ἵνα μόνον σε κερδήσωσι, καὶ ὑπὲρ σοῦ αἰκισμοῖς, τὰ σώματα παρέδωκαν· διὰ τοῦτο δοξασθέντες, πρεσβεύουσιν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Στίχ. Ἐνεπλήσθημεν τὸ πρωΐ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ εὐφράνθημεν ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν· εὐφρανθείημεν ἀνθʼ ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν, ὧν εἴδομεν κακά. Καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν.

Ὅμοιον.

Κύριε, σὺ τῶν Ἀποστόλων τὴν μνήμην, ἐπὶ τῆς γῆς ἐμεγάλυνας· πάντες γὰρ ὁμοῦ συνελθόντες, ἐν αὐτῇ δοξολογοῦμέν σε, ὅτι παρέχεις ἡμῖν, διʼ αὐτῶν τὰ ἰάματα, καὶ τῷ κόσμῳ τὴν εἰρήνην, εὐχαῖς αὐτῶν καὶ τὸ μέγα ἔλεος.

Στίχ. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφʼ ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφʼ ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον.

Μαρτυρικόν.

Τὸν θώρακα τῆς πίστεως, ἐνδυσάμενοι καλῶς, καὶ τῷ τύπῳ τοῦ Σταυροῦ, καθοπλίσαντες ἑαυτούς, στρατιῶται εὐσθενεῖς ἀνεδείχθητε, τοῖς τυράννοις ἀνδρείως ἀντικατέστητε, καὶ διαβόλου τὴν πλάνην κατηδαφίσατε, νικηταὶ γενόμενοι, τῶν στεφάνων ἠξιώθητε, πρεσβεύσατε τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα· καὶ νῦν. Θεοτοκίον.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

__________

ΕΝ Τῌ ΛΕΙΤΟΥΡΓΙᾼ

Οἱ Μακαρισμοί. Ἦχος πλ. δʹ.

Μνήσθητι ἡμῶν, Χριστὲ Σωτὴρ τοῦ κόσμου, ὥσπερ τοῦ λῃστοῦ, ἐμνήσθης ἐπὶ ξύλου, καὶ καταξίωσον πάντας μόνε Οἰκτίρμον, τῆς οὐρανίου Βασιλείας σου.

Σάλπιγγες Χριστοῦ, Ἀπόστολοι δειχθέντες, τοὺς ἐν τοῖς μνημείοις, τῆς κακοπιστίας, ἀνακειμένους ἠγείρατε καὶ ἐνθέου, ζωῆς μετόχους ἀπειργάσασθε.

Σπείραντες Χριστοῦ, τὸν λόγον Θεηγόροι, πάντων τῶν ἐθνῶν, καρδίας τὰς ἀκάρπους, καρποφορούσας εἰργάσασθε θείαν γνῶσιν· ὅθεν ἀξίως μακαρίζεσθε.

Μαρτυρικόν.

Πάσης ἑαυτούς, γυμνώσαντες κακίας, μέσον τῶν δεινῶν, ἐχώρησαν γενναίως, καὶ οὐρανόθεν ἱμάτιον σωτηρίου, οἱ Ἀθληταὶ περιεβάλοντο.

Δόξα.

Νέκρωσον σεπτή, Τριὰς ἡ παναγία, πάθη τὰ δεινά, ψυχῆς μου τῆς ἀθλίας, ταῖς ἱκεσίαις τῶν θείων σου Ἀποστόλων, ἵνα δοξάζω σε σωζόμενος.

Καὶ νῦν. Θεοτοκίον.

Χαῖρε ἡ λαβίς, τοῦ ἄνθρακος τοῦ θείου· χαῖρε Προφητῶν, σφραγὶς καὶ Ἀποστόλων, τὸ περιήχημα ἄχραντε Θεοτόκε, διʼ ἧς φθορᾶς ἠλευθερώθημεν.