×

Τῌ ΠΕΜΠΤῌ ΕΣΠΕΡΑΣ

Εἰς τό, Κύριε, ἐκέκραξα, Προσόμοια.

Στιχηρὰ Σταυρώσιμα.

Ἦχος πλ. δʹ. Ὁ Ἄγγελός σου Κύριε.

Λαὸς ὁ ἀνομώτατος, μέσον κατέκρινεν ἀνόμων, Ἰησοῦ μου σταυρωθῆναί σε, τὸν Κύριον καὶ κτίστην τοῦ παντὸς κόσμου, καὶ ὁρῶσα τὸ τόλμημα, ἡ γῆ ἐσείετο ἅπασα, πάντων ποιητήν σε, δεικνύουσα Δέσποτα.

Νόμου κατάρας ἅπαντες, λυτρούμεθα καὶ ἐγκλημάτων· ὁ γὰρ νόμου πέλων Κύριος, ἀνυψώθη ἐν τῷ Σταυρῷ τῷ τιμίῳ, εὐλογίαν πηγάζων ἀνελλιπῆ, καὶ χάριν καὶ ἔλεος, ἡμῖν τοῖς ὑμνοῦσιν αὐτοῦ, τὰ θεῖα παθήματα.

Ἰάτρευσας φιλάνθρωπε, πληγὰς ἡμῶν, πληγεὶς τὰς χεῖρας, πρὸς ὁδοὺς δὲ βαίνειν Κύριε, σωτηρίους κατεύθυνας πάντας, πόδας σου ὀρυχθεὶς ἐπὶ Σταυροῦ, οὓς πάλαι ὁ πρωτόπλαστος, ἐν Παραδείσῳ, ἰδὼν κατεκρύπτετο.

Ἕτερα Στιχηρά. Τῆς Θεοτόκου. Ὢ τοῦ παραδόξου.

Χαῖρε Θεοτόκε Δέσποινα, χαῖρε τὸ σκῆπτρον Δαυΐδ· χαῖρε πύλη οὐράνιε· χαῖρε βάτε ἄφλεκτε· χαῖρε ὄρος κατάσκιον· χαῖρε λυχνία· χαῖρε Πανάχραντε· χαῖρε ἡ στάμνος· χαῖρε παλάτιον· χαῖρε πανάμωμε, Μήτηρ τοῦ Θεοῦ ἡμῶν· χαῖρε λαβίς· χαῖρε θεία τράπεζα· χαῖρε τοῦ κόσμου ἐλπίς.

Ἁμαρτιῶν μου τὰ κύματα, ὡς ἐν πελάγει δεινῷ, ὑπεράνω ὑψούμενα, κεφαλῆς ποντίζειν με, κατεπείγουσι Δέσποινα, ἀλλʼ ἔκτεινόν μοι, χεῖρα ὡς Πέτρῳ πρίν, βυθιζομένῳ, καὶ εἰς λιμένα με, σῷον, ὁδήγησον, μετανοίας δέομαι, Μήτηρ Θεοῦ, ἄχραντε πανύμνητε, ἐλπὶς τοῦ κόσμου παντός.

Ἐσκοτισμένος τοῖς πάθεσι, τῆς ἁμαρτίας δεινῶς, εἰς κρημνὸν ἀπογνώσεως, σπεύδω ὁ ταλαίπωρος, ἐμπεσεῖν, σύ με οἴκτειρον, εὐλογημένη θεοχαρίτωτε, λάμψον μοι φέγγος, τῆς εὐσπλαγχνίας σου, καὶ ἐφοδήγησον, εἰς ὁδοὺς εὐθείας με, παρακαλῶ, Πάναγνε καὶ δέομαι· Μὴ ὑπερίδῃς με.

Δόξα· καὶ νῦν. Σταυροθεοτοκίον. Οἱ Μάρτυρές σου Κύριε.

Ἡ Πάναγνος ὡς εἶδέ σε, Σταυρῷ κρεμάμενον ἐθελουσίως, κατανοοῦσά σου τὴν δυναστείαν, λύπῃ συνείχετο Χριστέ, καὶ ὀδυρομένη ἀνεβόα σοι· Τέκνον μή με λίπῃς τὴν τεκοῦσάν σε· δός μοι λόγον Υἱέ μου, μή με σιγῶν παρέλθῃς, Λόγε Θεοῦ τὴν δούλην σου.

Εἰς τὸν Στίχον.

Ἀπόστιχα Στιχηρά. Ἦχος πλ. δʹ. Σταυρώσιμα.

Ὑψώθης ἐν Σταυρῷ Χριστὲ ὁ Θεός, καὶ ἔσωσας τῶν ἀνθρώπων τὸ γένος, δοξάζομέν σου τὰ παθήματα.

Στίχ. Πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς μου τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Ἰδοὺ ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν Κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς Κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς.

Ἐπάγης ἐν τῷ Σταυρῷ Χριστὲ ὁ Θεός, καὶ ἤνοιξας παραδείσου τὰς πύλας, δοξάζομέν σε Λυτρωτὰ ἡμῶν.

Στίχ. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως, ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν. Τὸ ὄνειδος τοῖς εὐθηνοῦσι, καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις.

Μαρτυρικόν.

Μάρτυρες Κυρίου, πάντα τόπον ἁγιάζετε, καὶ πᾶσαν νόσον θεραπεύετε, καὶ νῦν πρεσβεύσατε, ῥυσθῆναι τῶν παγίδων τοῦ ἐχθροῦ, τὰς ψυχὰς ἡμῶν δεόμεθα.

Δόξα· καὶ νῦν. Σταυροθεοτοκίον. Οἱ Μάρτυρές σου Κύριε.

Ὁρῶσά σε σταυρούμενον, καὶ θανατούμενον ἡ Θεοτόκος· Οἴμοι! ἐκραύγαζε, πῶς τὰς ὀδύνας φέρεις, γλυκύτατε Υἱὲ; βάλλει τὴν καρδίαν μου ἡ λόγχη σου, φλέγει δὲ τὰ σπλάγχνα μου τὸ πάθος σου, ὅμως ὑμνολογῶ σε· θέλων γὰρ ταῦτα πάσχεις, σῶσαι τὸν ἄνθρωπον.

__________

Τῌ ΠΑΡΑΣΚΕΥῌ ΠΡΩΪ

ΕΝ Τῼ ΟΡΘΡῼ

Μετὰ τὴν αʹ Στιχολογίαν, Καθίσματα. Σταυρώσιμα.

Ἦχος πλ. δʹ.

Βλέπων ὁ Ληστὴς τὸν ἀρχηγὸν τῆς ζωῆς, ἐπὶ Σταυροῦ κρεμάμενον, ἔλεγεν· Εἰ μὴ Θεὸς ὑπῆρχε σαρκωθείς, ὁ σὺν ἡμῖν σταυρωθείς, οὐκ ἂν ὁ ἥλιος τὰς ἀκτῖνας ἐναπέκρυψεν, οὐδὲ ἡ γῆ σειομένη ἐκυμαίνετο. Ἀλλʼ ὁ πάντων ἀνεχόμενος· Μνήσθητί μου Κύριε, ἐν τῇ Βασιλείᾳ σου.

Ἐν μέσῳ δύο Λῃστῶν, ζυγὸς δικαιοσύνης, εὑρέθη ὁ Σταυρός σου, τοῦ μὲν καταγομένου εἰς ᾅδην, τῷ βάρει τῆς βλασφημίας, τοῦ δὲ κουφιζομένου πταισμάτων, πρός γνῶσιν θεολογίας, Χριστὲ ὁ Θεός, δόξα σοι.

Δόξα· καὶ νῦν. Σταυροθεοτοκίον. Τὸ προσταχθέν.

Τὸν ἐξ αἱμάτων σου ἁγνῶν σωματωθέντα, καὶ ὑπὲρ ἔννοιαν ἐκ σοῦ, σεμνὴ τεχθέντα, ἐπὶ ξύλου κρεμάμενον, μέσον τῶν κακούργων, ὁρῶσα, τὰ σπλάγχνα ἤλγεις, καὶ μητρικῶς θρηνοῦσα, ἐβόας· Οἴμοι! Τέκνον ἐμόν, τίς ἡ θεία καὶ ἄφατος, οἰκονομία σου διʼ ἧς, ἐζώωσας τὸ πλάσμα σου! Ἀνυμνῶ σου τὸ εὔσπλαγχνον.

Μετὰ τὴν βʹ Στιχολογίαν, ἕτερα Καθίσματα. Σταυρώσιμα.

Ἀνέστης ἐκ νεκρῶν.

Ἐν μέσῳ τῆς Ἐδέμ, ξύλον θάνατον ἤνθησεν, ἐν μέσῳ δὲ τῆς γῆς, ξύλον ζωὴν ἐβλάστησε· γευσάμενοι γὰρ τοῦ πρώτου, ἄφθαρτοι ὄντες, φθαρτοὶ γεγόναμεν, σχόντες δὲ τοῦ δευτέρου, τῆς ἀφθαρσίας κατετρυφήσαμεν· ἐν τῷ Σταυρῷ γὰρ ἔσωσε Χριστός, τὸ γένος τῶν ἀνθρώπων.

Τὸ προσταχθέν.

Ἐν Παραδείσῳ μὲν τὸ πρίν, ξύλον ἐγύμνωσεν, ἐπὶ τῇ γεύσει ὁ ἐχθρός, εἰσφέρων νέκρωσιν, τοῦ Σταυροῦ δὲ τὸ ξύλον, τῆς ζωῆς τὸ ἔνδυμα, ἀνθρώποις, φέρον ἐπάγη, ἐπὶ τῆς γῆς, καὶ κόσμος, ὅλος ἐπλήσθη, πάσης χαρᾶς, ὃν ὁρῶντες ὑψούμενον, Θεῷ ἐν πίστει λαοί, συμφώνως ἐκβοήσωμεν· Πλήρης δόξης ὁ οἶκός σου.

Δόξα· καὶ νῦν. Σταυροθεοτοκίον. Ὅμοιον.

Ἐκ τῶν αἱμάτων τῶν ἐμῶν, βροτὸς γεγέννησαι, ἐκ τῶν αἱμάτων δὲ τῶν σῶν, βροτοὺς ἐθέωσας, τοὺς βρώσει δὲ φθαρέντας, ζητῶν κατῆλθες, ὡς ὑπεράγαθος, ἐβόα πάλαι ἡ ἄμεμπτος, ἐν κλαυθμῷ, Χριστὸν θρηνοῦσα κρεμάμενον, ἐν Σταυρῷ, ὃν ὁρῶσα νεκρούμενον, δακρύων ἔῤῥει κρουνούς, τὰς ὄψεις καταξαίνουσα, καὶ αὐτὸν μεγαλύνουσα.

Μετὰ τὴν γʹ Στιχολογίαν, ἕτερα Καθίσματα.

Σταυρώσιμον. Ἀνέστης ἐκ νεκρῶν.

Θεώσεως ψευσθείς, ὁ Γενάρχης ἐλπίδος, φθορᾶς τοῖς ἐξ αὐτοῦ, πᾶσιν αἴτιος ὤφθη. Σὺ δέ διὰ Σταυροῦ σου, ζωὴν πηγάζεις ὡς Ὑπεράγαθος· θέλων καὶ γὰρ ἐπάγης, ἵνα τὸ πρῶτον λύσῃς κατάκριμα· διὸ ὑμνοῦμέν σου Χριστέ, τὸ πάθος τὸ ἑκούσιον.

Μαρτυρικόν.

Φωτὶ οὐρανίῳ καταλάμπεται, σήμερον αὕτη ἡ σκηνή· ἐν αὐτῇ γὰρ στρατιαὶ Ἀγγέλων ἀγάλλονται, σὺν αὐταῖς καὶ Μαρτύρων χοροὶ εὐφραίνονται, ἐπὶ τῇ μνήμῃ τῶν Ἀθλοφόρων. Αὐτῶν ταῖς παρακλήσεσι, κατάπεμψον τῷ κόσμῳ σου, τὴν εἰρήνην Χριστέ, καὶ τὸ μέγα ἔλεος.

Δόξα· καὶ νῦν. Σταυροθεοτοκίον. Ἀνέστης ἐκ νεκρῶν.

Ὢ θαύματος καινοῦ! ὢ φρικτοῦ Μυστηρίου! ἐβόα ἡ Ἀμνάς, τὸν Υἱὸν καθορῶσα, ξύλῳ Σταυροῦ παγέντα. Τί τοῦτο Λόγε Θεοῦ ἀθάνατε; πῶς νεκρὸς ὁρᾶσαι, καὶ γῆν σαλεύεις ὡς παντοδύναμος; ἀλλὰ ὑμνῶ σου τὴν φρικτήν, καὶ θείαν συγκατάβασιν.

Κανὼν Σταυρώσιμος.

Ἦχος πλ. δʹ. ᾨδὴ αʹ. Ὁ Εἱρμός.

Σταυρὸν χαράξας Μωσῆς, ἐπʼ εὐθείας ῥάβδῳ, τὴν Ἐρυθρὰν διέτεμε, τῷ Ἰσραὴλ πεζεύσαντι· τὴν δὲ ἐπιστρεπτικῶς, Φαραὼ τοῖς ἅρμασι, κροτήσας ἥνωσεν, ἐπʼ εὔρους διαγράψας, τὸ ἀήττητον ὅπλον· διὸ Χριστῷ ᾄσωμεν, τῷ Θεῷ ἡμῶν ὅτι δεδόξασται.

Τροπάρια.

Παλάμας θείας Σταυρῷ, Ἰησοῦ ἁπλώσας, πρὸς σεαυτὸν συνήγαγες, χειρῶν σου τὸ πλαστούργημα, καὶ ἐκ χειρὸς πονηροῦ, πάντας ἠλευθέρωσας, καὶ καθυπέταξας, χειρὶ κραταιοτάτῃ, Βασιλεῦ τῶν ἁπάντων· διὸ πιστοὶ ᾄσωμεν, τῷ μεγέθει σου ὅτι δεδόξασται.

Λυμαντικὴ ἐν Ἐδέμ, γέγονε τοῦ ξύλου, ἡ ἀπευκτὴ ἀπόγευσις, τὸν θάνατον εἰσάξασα· Χριστὸς δὲ θανατωθείς, ἐπὶ ξύλου ἅπασι, ζωὴν ἐπήγασε, καὶ ἔκτεινε τὸν ὄφιν, θεϊκῇ δυναστείᾳ· διὸ αὐτῷ ᾄσωμεν, τῷ Θεῷ ἡμῶν ὅτι δεδόξασται.

Μαρτυρικά.

Ἠνδρίσαντο Ἰησοῦ, τῶν Μαρτύρων πλήθη, Σταυρῷ τε καὶ τῷ πάθει σου, παθῶν κατεξανίστασθαι. Καὶ ἔναντι τῶν ἐχθρῶν, Βασιλέα ᾔνεσάν σε, πάσης κτίσεως· ὑπέμειναν βασάνους, καὶ κινδύνους ἀπείρους· διὸ τῆς σῆς ἔτυχον, ἀϊδίου ζωῆς τοῦ Θεοῦ ἡμῶν.

Ῥαντίσματι θεουργῷ, τοὺς χοροὺς Μαρτύρων, αἱμάτων ἀκηράτων σου, κηρύττοντάς σε ἔῤῥανας· ἐφʼ ᾧ καὶ τὰ ἑαυτῶν, διὰ σὲ ἐκένωσαν, προθύμως αἵματα, μὴ σπένδειν εἰρηκότες, τοῖς ἀψύχοις ξοάνοις, ἀλλʼ ὑπὲρ σοῦ θνήσκοντες, τοῦ Θεοῦ ἡμῶν ἄμωμα θύματα.

Σταυροθεοτοκίον.

Ὡς ἔβλεψέ σε Σταυρῷ, τὸν τὰ πάντα βλέποντα, ἡλούμενον ἡ Ἄμεμπτος, ὀδυρομένη ἔλεγε· Τί τοῦτο Τέκνον ἐμόν; τί σοι ἀνταπέδωκαν, οἱ ἀπολαύσαντες, πολλῶν σου δωρημάτων; πῶς ὑποίσω τὸν πόνον; Δόξα τῇ σῇ Εὔσπλαγχνε, καὶ Μακρόθυμε οἰκονομίᾳ φρικτῇ.

Κανὼν τῆς Θεοτόκου.

Ἁρματηλάτην Φαραώ.

Τὸ Θεοτόκον σε κηρύττειν ἄχραντον, πάσης αἱρέσεως, ἀποτροπὴν φέρει· σάρκα γὰρ γενόμενον, ἀναλλοιώτως ἔτεκες, τὸν ἐπέκεινα πάσης, Θεογεννῆτορ τῆς κτίσεως, Λόγον τοῦ Θεοῦ τὸν ἀΐδιον.

Ὡς Θεοῦ Μήτηρ παῤῥησίαν ἔχουσα, πρὸς τὸν τεχθέντα ἐκ σοῦ, μονογενῆ Λόγον, καὶ Πατρὶ συνάναρχον, καὶ συμφυῆ τῷ Πνεύματι, δυσωποῦσα μὴ παύσῃ, κινδύνων σῶσαι Πανάμωμε, τοὺς σὲ Θεοτόκον δοξάζοντας.

Σὲ Θεομῆτορ προστασίαν ἔχοντες, οὐ δειλιάσομεν, τὸ τῶν ἐχθρῶν στῖφος, τὸ ἀντιμαχόμενον, τοῖς εὐσεβῶς δοξάζουσι, τὸν ἐκ σοῦ σαρκωθέντα, Θεὸν τῶν ὅλων καὶ Κύριον· ὃν ὑπὲρ ἡμῶν ἐκδυσώπησον.

Νοῦς καὶ οὐράνιος τὸ σὸν μυστήριον, τὸ ἀκατάληπτον, κατανοεῖν ὄντως, ἀτονεῖ Πανύμνητε· τοῦ γὰρ Πατρὸς ὁ σύνθρονος, ἐν γαστρί σου σκηνώσας, ἐκ σοῦ τεχθῆναι εὐδόκησε, φύσεσι διτταῖς γνωριζόμενος.

ᾨδὴ γʹ. Ὁ Εἱρμός.

Ῥάβδος εἰς τύπον, τοῦ μυστηρίου παραλαμβάνεται· τῷ βλαστῷ γὰρ προκρίνει τὸν ἱερέα· τῇ στειρευούσῃ δὲ πρῴην, Ἐκκλησίᾳ νῦν ἐξήνθησε, ξύλον Σταυροῦ, εἰς κράτος καὶ στερέωμα.

Τροπάρια.

Μέλανα κόσμον, μετημφιάσθη ὁρῶν ὁ ἥλιος, ἐπὶ ξύλου σε ἀδίκως ἀρθέντα, καὶ διεῤῥάγησαν πέτραι, καὶ γῆ φόβῳ πᾶσα ἔφριξε, μόνε Σωτήρ, εἰς πάντων ἀπολύτρωσιν.

Ἁπλώσας χεῖρας, Μωσῆς ἐτύπου Σταυρὸν τὸν τίμιον. Τοῦτον ἠμεῖς νῦν ἐκτυποῦντες ἐμφρόνως, ἔθνη ἀλλόφυλα πάντα, τῶν δαιμόνων ἐκτρεπόμεθα, βλάβης ἐκτός, ἀπάσης διαμένοντες.

Μαρτυρικά.

Παθῶν κρατοῦντες, οἱ Ἀθλοφόροι πάθη εἰκόνιζον, πολυτρόποις πάθεσιν προσομιλοῦντες, τοῦ ἑκουσίως παθόντος, καὶ τὰ πάθη θανατώσαντος, καὶ τὴν ζωήν, τῷ κόσμῳ ἀνατείλαντος.

Ἀνεπιστρόφως, τοῦ μαρτυρίου ὁδὸν βαδίζοντες, τὰ προσκόμματα τῆς πλάνης ἐκ μέσου, οἱ εὐκλεεῖς Ἀθλοφόροι, ἐποίησαν καὶ κατήντησαν, πρὸς καταπαύσεις, τὰς θείας εὐφραινόμενοι.

Σταυροθεοτοκίον.

Νομίμων δίχα, τῶν ἀνθρωπίνων σὲ Τέκνον ἔτεκον· καὶ πῶς ἄνομοι ὑψοῦσί σε ξύλῳ, μέσον ἀνόμων τὸν μόνον, νόμους ζωῆς ἐκτιθέμενον; ἡ Θεοτόκος, θρηνοῦσα ἀπεφθέγγετο.

Κανὼν τῆς Θεοτόκου. Ὁ στερεώσας κατʼ ἀρχάς.

Νενεκρωμένον μου τὸν νοῦν, τῇ τῆς ζωῆς ἐνεργείᾳ, τῆς ἐκ σοῦ φανερωθείσης τῷ κόσμῳ, διανάστησον οὐλάς, καὶ τύπους ἐξαλείφουσα, τῆς ἁμαρτίας μόνη, Θεογεννῆτορ πανάμωμε.

Ῥήσεις τῶν θείων Προφητῶν, καὶ τὰς αὐτῶν προφητείας, ἐπεσφράγισας τεκοῦσα τὸν Λόγον, τὸν λαλοῦντα διʼ αὐτῶν, καὶ τὰς αὐτῶν πληρώσαντα, θεηγορίας μόνη, εὐλογημένη Πανάμωμε.

Ἀπειρογάμως ἐκ Πατρός, τὸν πρὸ αἰώνων ἀφράστως, ἐν γαστρί σου συλλαβοῦσα Παρθένε, ἀπεγέννησας ἡμῖν, Θεὸν ὁμοῦ καὶ ἄνθρωπον, ἐν ἑκατέρᾳ φύσει, τέλειον οὐ διαιρούμενον.

Σοῦ τὴν ἁγίαν ὁ Θεός, γαστέρα κατασκηνώσας, ἐσαρκώθη Θεομῆτορ ὡς οἶδε, καὶ διέσωσεν ἡμᾶς, τοῖς ζωηφόροις πάθεσιν· ὅθεν σε σωτηρίας, πύλην Παρθένε γινώσκομεν.

ᾨδὴ δʹ. Ὁ Εἱρμός.

Εἰσακήκοα Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν θεότητα.

Τροπάρια.

Τῷ Σταυρῷ σου Παράδεισος, Σῶτερ ἀνεῴχθη καὶ ὁ κατάκριτος, εἰσῳκίσθη πάλιν ἄνθρωπος, τὴν σὴν μεγαλύνων ἀγαθότητα.

Ὡσεὶ κέδρον εὐσέβειαν, πίστιν ὡς κυπάρισσον τὴν ἀγάπην τε, ὡσεὶ πεύκην περιφέροντες, τὸν Σταυρὸν τὸν θεῖον προσκυνήσωμεν.

Νεκρωθέντας ἐζώωσας, Σῶτερ τοὺς ἀνθρώπους νεκρὸς γενόμενος, καὶ τὸν ὄφιν ἀπενέκρωσας, τὸν τὴν ἁμαρτίαν ἐπεισάξαντα.

Μαρτυρικά.

Τῶν παθῶν χρηματίσαντες, σύμμορφοι οἱ θεῖοι τοῦ Χριστοῦ Μάρτυρες, κοινωνοὶ καὶ τῆς λαμπρότητος, τῆς ἐπουρανίου ἐχρημάτισαν.

Ὡραιώθητε Μάρτυρες, Λόγῳ τῷ ὡραίῳ εὐαρεστήσαντες· ἐλαμπρύνθητε τὸν Ἥλιον, τῆς δικαιοσύνης ἀγαπήσαντες.

Σταυροθεοτοκίον.

Νέον βρέφος ἐκύησας, τὸν πρὸ τῶν αἰώνων ὄντα παντέλειον, καὶ Σταυρῷ Κόρη πανάμωμε, τελειοῦντα πάντα ἀγαθότητι.

Κανὼν τῆς Θεοτόκου. Σύ μου ἰσχύς.

Μετὰ Θεόν, σὲ προστασίαν κεκτήμεθα· σὺ γὰρ Μήτηρ, Θεοῦ ἐχρημάτισας, τοῦ ποιητοῦ καὶ δημιουργοῦ, καὶ τὴν ἡμετέραν, μορφὴν λαβόντος Πανάμωμε, καὶ ταύτην σεσωκότος, ἐκ φθορᾶς καὶ θανάτου, καὶ τῇ ἑαυτοῦ δόξῃ δοξάσαντος.

Ὡς ἐκ φυλῆς, τοῦ βασιλέως ὑπάρχουσα, τὸν τῶν ὅλων, κατεξουσιάζοντα, Λόγον Θεὸν τέτοκας ἡμῖν, σάρκα γεγονότα, καὶ μείναντα ἀναλλοίωτον· διό σε Θεοτόκον, ἀληθῶς καὶ κυρίως, Παναγία Παρθένε δοξάζομεν.

Θεὸν ἐκ σοῦ, τὸν σαρκωθέντα δυσώπησον, τὸν ἀτρέπτως, ὃ ἦν διαμείναντα, καὶ φυσικῶς ἴσον τῷ Πατρί, καὶ σοὶ τῇ Τεκούσῃ, γενόμενον ὁμοούσιον, συγχώρησιν πταισμάτων, καὶ ψυχῶν σωτηρίαν, τοῖς ὑμνοῦσί σε πίστει δωρήσασθαι.

Νῦν τὴν ὀφρύν, τῶν ἀθετούντων κατάβαλε, τῆς εἰκόνος, Κόρη τὴν προσκύνησιν, σοῦ τῆς σεπτῆς, καὶ τοῦ ὑπὲρ νοῦν, ἐκ σοῦ σαρκωθέντος, καὶ κόσμον ὅλον φωτίσαντος, καὶ πάντων τῶν ἁγίων· τοὺς δὲ πίστει τιμῶντας, καταφαίδρυνον μόνη Πανύμνητε.

ᾨδὴ εʹ. Ὁ Εἱρμός.

Ὢ τρισμακάριστον ξύλον! ἐν ᾧ ἐτάθη Χριστός, ὁ Βασιλεὺς καὶ Κύριος· διʼ οὗ πέπτωκεν ὁ ξύλῳ ἀπατήσας, τῷ ἐν σοὶ δελεασθείς, Θεῷ τῷ προσπαγέντι σαρκί, τῷ παρέχοντι, τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.

Τροπάρια.

Καταστολὴν ἀφθαρσίας, τοὺς γυμνωθέντας ἡμᾶς, ἐνδῦσαι ἐφιέμενος, ἀπεδύθης καὶ σταυρῷ ὑπετάθης, καὶ ἐγύμνωσας ἐχθροῦ, Χριστὲ τὰ πανουργεύματα· διὰ τοῦτό σου, τὰ παθήματα δοξάζομεν.

Αἷμα πλευρᾶς ἀποστάξαν, σωτηριώδους σαφῶς, τὸν κόσμον ἀπεκάθηρεν, ἐπιβώμιά τε αἵματα καταπαῦσαν, τοὺς φθαρέντας τῷ καρπῷ, τῆς βρώσεως ἀνέπλασε, καὶ ἐπήγασεν, ἀφθαρσίαν ταῖς ψυχαῖς ἡμῶν.

Μαρτυρικά.

Λελαμπρυσμένοι τῷ κάλλει, πολυειδῶν αἰκισμῶν, οἱ Μάρτυρες οἱ ἔνδοξοι, θείῳ αἵματί τε σημειωθέντες, τὴν κωλύουσαν τὸ πρίν, διήλθοσαν ῥομφαίαν σαφῶς, καὶ ἐσκήνωσαν, γεγηθότες εἰς Παράδεισον.

Ὡς θαυμαστὸς σὺ ὑπάρχεις, ἐν τοῖς ἁγίοις Χριστέ, τοῖς πίστει σε ποθήσασι! διὰ σοῦ γὰρ πλουτισθέντες τὰ θεῖα, ἰαμάτων ποταμούς, ἐν τῷ κόσμῳ ἀναβλύζουσι, καὶ ξηραίνουσι, διεκχύσεις τῶν παθῶν ἡμῶν.

Σταυροθεοτοκίον.

Νενοσηκότας Παρθένε, τῇ ἁμαρτίᾳ ἡμᾶς, ἰάτρευσας κυήσασα, τὸν Σωτῆρα ἰατρόν τε τῶν ὅλων, καὶ ἐν ξύλῳ τοῦ Σταυροῦ, τραυματισθέντα Ἄχραντε, τὸν παρέχοντα, ἀφθαρσίαν ταῖς ψυχαῖς ἡμῶν.

Κανὼν τῆς Θεοτόκου. Ἵνα τί με ἀπώσω.

Ἀπειράνδρως Παρθένε, τὸν ἀπεριόριστον φύσει θεότητος, ἀνδρωθέντα Λόγον, διʼ ἡμᾶς τοὺς ἀνθρώπους συνέλαβες, ἐξ αἱμάτων Κόρη, παρθενικῶν διαπλασθέντα, ὑπέρ λόγον καὶ νόμον τῆς φύσεως.

Ὡραιώθης Παρθένε, τοῖς τῆς παρθενίας σου ἀχράντοις κάλλεσι, καὶ τῆς πρώτης Εὔας, περιέστειλας αἶσχος τὸ δύσμορφον, τὸν Χριστὸν τεκοῦσα, περιβολὴν ἀθανασίας, χαριζόμενον τοῖς σὲ γεραίρουσι.

Ἀληθῆ Θεοτόκον, πάντες ἐπιγνόντες σε πάναγνε Δέσποινα, τὸν ἐκ σοῦ τεχθέντα, Θεὸν Λόγον εἰδότες κηρύττομεν, ἐν δυσὶν οὐσίαις, θελητικαῖς αὐτεξουσίαις, ὑπὲρ λόγον καὶ νόμον τῆς φύσεως.

Οἱ σὲ τεῖχος πλουτοῦντες, καὶ τῇ προστασίᾳ σου περιφρουρούμενοι, τῇ σῇ θείᾳ δόξῃ, ἐγκαυχώμενοι σὲ μακαρίζομεν· σὺ γὰρ Παναγία, τὴν τῶν ψυχῶν ἡμῶν πηγάζεις, εὐφροσύνην καὶ τὴν ἀγαλλίασιν.

ᾨδὴ Ϛʹ. Ὁ Εἱρμός.

Νοτίου θηρὸς ἐν σπλάγχνοις, παλάμας Ἰωνᾶς, σταυροειδῶς διεκπετάσας, τὸ σωτήριον πάθος, προδιετύπου σαφῶς· ὅθεν τριήμερος ἐκδύς, τὴν ὑπερκόσμιον ἀνάστασιν ὑπεζωγράφησε, τοῦ σαρκὶ προσπαγέντος Χριστοῦ τοῦ Θεοῦ, καὶ τριημέρῳ ἐγέρσει, τὸν κόσμον φωτίσαντος.

Τροπάρια.

Σταυρὸς ἐπάγη ἐν τόπῳ, Κρανίου μέσον γῆς, καὶ τὴν ἐν μέσῳ Παραδείσου, ἐκβλαστήσασαν ξύλῳ, πληγὴν ἰάσατο· ὁ γὰρ Μεσσίας Ἰησοῦς, μέσον ἀνόμων, μόνος δίκαιος λῃστῶν κρεμάμενος, ἑαυτῷ συνανύψωσεν ἅπαντας, καὶ τὸν ἐξ ὕψους πεσόντα, εἰς χάος ἀπέῤῥιψε.

Τὸ τόξον Χριστὲ ἐντείνας, τοῦ θείου καὶ πανσέπτου, Σταυροῦ ἔῤῥιψας βέλη, κατὰ τοῦ παλαμναίου, τοὺς ἥλους σου τῶν χειρῶν, καὶ ἐγκατέπηξας αὐτοῦ, εἰς τὴν ὀργίλον καὶ παμβέβηλον καρδίαν Δέσποτα, καὶ τελείως αὐτὸν ἐθανάτωσας, καὶ ὑπʼ αὐτοῦ τοὺς θανόντας, Οἰκτίρμον ἐζώωσας.

Μαρτυρικά.

Αἱμάτων ῥεύσαντα ῥεῖθρα, σωμάτων ἐξ ἁγίων, Ἀθλητῶν ἔσβεσαν πᾶσαν, τῆς εἰδωλομανίας, πυρὰν ἐν Πνεύματι, καὶ Ἐκκλησίας τὰς σεπτάς, αὔλακας ἢρδευσαν, καὶ ἄσταχυν βλαστάνειν ἔπεισαν, σωτηρίου ἐλπίδος καὶ πίστεως, διʼ ὧν ἐκτρέφεται πᾶσα, ψυχὴ θείᾳ χάριτι.

Ὑφῆπτον τὸ πῦρ πλειόνως, τῆς γνώμης τῆς ἐνθέου, εὐσεβῶς οἱ Ἀθλοφόροι, ὀπηνίκα ἐνύλῳ, πυρὶ φλογίζεσθαι, πονηροτάτων δικαστῶν, ψήφῳ ἐδίδοντο, καὶ ἄφλεκτοι διεφυλάττοντο, ἐνεργείᾳ καὶ χάριτι Πνεύματος, τοῦ στεφανώσαντος τούτους, νομίμως ἀθλήσαντας.

Σταυροθεοτοκίον.

Ῥομφαία τὴν σὴν διῆλθε, καρδίαν καθορώσης, σὸν Υἱὸν ἄχραντε Κόρη, ἡπλωμένον ἐν ξύλῳ, καὶ πάθη φέροντα, καὶ λόγχῃ θείαν πλευράν, ἐξορυττόμενον, θελήματι καὶ κατασφάττοντα, ἐν αὐτῇ τὸν πολέμιον δράκοντα· ὅθεν θρηνοῦσα μητρικῶς, τοῦτον ἐμεγάλυνες.

Κανὼν τῆς Θεοτόκου. Ἱλάσθητί μοι Σωτήρ.

Ἐπῆλθε τὸ παντουργόν, ἐπὶ σὲ Πνεῦμα Πανάμωμε, καὶ Λόγος ὁ τοῦ Θεοῦ, ἐν σοὶ κατεσκήνωσε, καὶ σάρξ ἐχρημάτισεν, ἀνεκδιηγήτως, διαμείνας ἀναλλοίωτος.

Ὡς ἔμψυχος κιβωτός, τὸν Νομοθέτην ἐχώρησας, ὡς ἅγιος δὲ ναός, ἐδέξω τὸν Ἅγιον, γενόμενον ἄνθρωπον, ἐπʼ εὐεργεσίᾳ, τῶν ἀνθρώπων Παναμώμητε.

Κυρίαν σε τοῦ παντός, καὶ Δέσποιναν ὀνομάζομεν· τὸν ὄντως ὄντα Θεόν, ἀῤῥήτως γὰρ τέτοκας, τὸν πάντα ποιήσαντα, καὶ διακρατοῦντα, καὶ συνέχοντα Πανάμωμε.

Θεὸν τεχθέντα ἐκ σοῦ, ἐπέγνωμεν Θεονύμφευτε· ὃν ἐξιλέωσαι νῦν, ἡμῖν ὡς ἰσχύουσα, τοῖς πίστει κραυγάζουσι, δωρηθῆναι λύσιν, τῶν πταισμάτων Παναμώμητε.

ᾨδὴ ζʹ. Ὁ Εἱρμός.

Ἔκνοον πρόσταγμα τυράννου δυσσεβοῦς, λαοὺς ἐκλόνησε, πνέον ἀπειλῆς καὶ δυσφημίας θεοστυγοῦς. Ὅμως τρεῖς Παῖδας οὐκ ἐδειμάτωσε, θυμὸς θηριώδης, οὐ πῦρ βρόμιον· ἀλλʼ ἀντηχούντι δροσοβόλῳ πνεύματι, πυρὶ συνόντες ἔψαλλον· Ὁ ὑπερύμνητος, τῶν πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Τροπάρια.

Ὅτε ἐφήπλωσαι ἐν ξύλῳ τοῦ Σταυροῦ, καθάπερ ἄμπελος, Λόγε τοῦ Πατρός, γλεῦκος ἀπέσταξας μυστικόν, παύων τὴν μέθην τῆς παραβάσεως, καὶ πάντας εὐφραίνων, τοὺς εἰδότας σε, Θεὸν καὶ Κτίστην, ἑκουσίως πάσχοντα, καὶ σῴζοντα τοὺς ψάλλοντας· Ὁ ὑπερύμνητος, τῶν πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Σταύρωσιν ἤνεγκας Χριστέ μου Ἰησοῦ, τὴν ἐπονείδιστον, παύων τὰ βροτῶν, πάντα ὀνείδη καὶ στεναγμούς· χολῆς ἐγεύσω πικρίαν ἅπασαν, ἐξαίρων κακίας· ἐπλήγης ἡμῶν, πληγὰς Οἰκτίρμον, ψυχικὰς ἰώμενος, καὶ ψάλλειν προτρεπόμενος· Ὁ ὑπερύμνητος, τῶν πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Μαρτυρικά.

Πόνοις τὴν ἄπονον γενναῖοι Ἀθληταί, ζωὴν ἐκτήσασθε· ὅθεν τοὺς ἡμῶν, πόνους κουφίζετε παντελῶς, χάριν λαβόντες ἐξ ὕψους ἔνδοξοι, ἰᾶσθαι τὰ πάθη, καὶ πνεύματα, ἀποδιώκειν, καὶ πιστῶν προΐστασθαι, καὶ σῴζειν τοὺς κραυγάζοντας· Ὁ ὑπερύμνητος, τῶν πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ἔστητε Μάρτυρες πρὸ βήματος Χριστόν, ἀνακηρύττοντες, σάρκα διʼ ἡμᾶς, ἀναλαβόντα δίχα φθορᾶς· καὶ μιμηταὶ τῶν παθῶν αὐτοῦ δεικνύμενοι ὄντως, πυρὸς κάκωσιν, ὑπέστητε, καὶ πᾶσαν ἄλλην, βάσανον ἠνέγκατε, ἐν εὐφροσύνῃ ψάλλοντες· Ὁ ὑπερύμνητος, τῶν πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Σταυροθεοτοκίον.

Λύπης πεπλήρωμαι ὁρῶσά σε Υἱέ, ἀδίκως πάσχοντα· τέτρωμαι ψυχήν, λόγχῃ τρωθέντος σου τὴν πλευράν· ἡ Θεοτόκος ἐβόᾳ κλαίουσα, καὶ ὀδυρομένη, μόνη Δέσποινα· ἣν ἐπαξίως, πάντες μακαρίζομεν, καὶ εὐσεβῶς κραυγάζομεν· Ὁ ὑπερύμνητος, τῶν πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Κανὼν τῆς Θεοτόκου. Θεοῦ συγκατάβασιν.

Ἰδοὺ νῦν πεπλήρωται, Δαυῒδ τοῦ θείου ἡ θεία πρόῤῥησις· λιτανεύουσιν ὄντως, τῷ σῷ προσώπῳ θεογεννῆτορ Ἁγνή, οἱ κεκτημένοι τὸν πλοῦτον τῆς χάριτος, καὶ εὐλογοῦντες Θεόν, τὸν τῶν πατέρων ἡμῶν.

Νῦν πάντα πεπλήρωται, φωτὸς τοῦ θείου διὰ σοῦ Πάναγνε· σὺ γὰρ πύλη ἐφάνης, διʼ ἧς τῷ κόσμῳ Θεὸς ὡμίλησε, καταφωτίζων τοὺς πίστει κραυγάζοντας· Εὐλογητός ὁ Θεός, ὁ τῶν πατέρων ἡμῶν.

Λυτρούμενοι Πάναγνε, τῷ θείῳ τόκῳ τῆς παρθενίας σου, τῶν δεσμῶν τοῦ θανάτου, καὶ τῆς κατάρας τοῦ πρωτοπλάστου Ἀδάμ, σὲ Θεοτόκον φρονοῦντες κραυγάζομεν· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν πατέρων ἡμῶν.

Κυρίαν σε Δέσποιναν, καὶ Θεοτόκον πάντες δοξάζομεν· διὰ σοῦ γὰρ ὁ Πλάστης, τὴν σωτηρίαν τῇ φύσει πάσῃ σαφῶς ἐβράβευσε· καὶ διὰ τοῦτο συμφώνως κραυγάζομεν· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν πατέρων ἡμῶν.

ᾨδὴ ηʹ. Ὁ Εἱρμός.

Εὐλογεῖτε Παῖδες, τῆς Τριάδος ἰσάριθμοι, δημιουργὸν Πατέρα Θεόν· ὑμνεῖτε τὸν συγκαταβάντα Λόγον, καὶ τὸ πῦρ εἰς δρόσον μεταποιήσαντα· καὶ ὑπερυψοῦτε, τὸ πᾶσι ζωὴν παρέχον, Πνεῦμα πανάγιον εἰς τοὺς αἰῶνας.

Τροπάρια.

Εὐλογεῖτε ξύλον, διʼ οὗ πᾶσα ἠφάνισται, ἡ ἐν Ἐδὲμ δολία ἀρά, φυεῖσα βρώσει πονηρᾷ τοῦ ξύλου· καὶ Χριστὸς ὑψοῦται ὁ ὑπεράγαθος, ὁ ἀνυψωθῆναι, ἐν τούτῳ ἐθελουσίως, αἱρετισάμενος διʼ εὐσπλαγχνίαν.

Ἱερῶς ἐδήλου, ἐναλλὰξ ὁ ἀοίδιμος, ἐπευλογῶν ἐγγόνους ποτέ, τὸν τύπον τοῦ ἡγιασμένου ξύλου· διʼ οὗ εὐλογία πᾶσι δεδώρηται, τοῖς κατηραμένοις, κακίστῃ τοῦ ξύλου βρώσει, καὶ ὀλισθήσασι κακῶν εἰς βάθη.

Ἀνορθοῦται ἅπαν, τὸ ἀνθρώπινον Δέσποτα, σοῦ ὀρθωθέντος ἐπὶ τοῦ Σταυροῦ, καὶ στῖφος, πίπτει πονηρῶν δαιμόνων, καὶ τὰ διεστῶτα ἕνωσιν δέχεται, καὶ ὑπερυψοῦται, τὸ κράτος τῆς ἐξουσίας, καὶ τῆς δυναστείας σου εἰς τοὺς αἰῶνας.

Μαρτυρικά.

Μακαρίαν δόξαν, καὶ τρυφὴν ἀδαπάνητον, καὶ φωταυγῆ σκηνώματα, νῦν κληροῦσθε θεῖοι Ἀθληταὶ Κυρίου, καὶ σὺν οὐρανίαις ἑνοῦσθε τάξεσι, καὶ τῶν ἀοιδίμων, ἐλπίδων ὑμῶν τὸ πέρας, νῦν κατειλήφατε ἐν εὐφροσύνῃ.

Ἡ ὑμῶν ἀνδρεία, ὑπὲρ ἥλιον ἔλαμψε, φωτοειδεῖς Χριστοῦ Ἀθληταί, καὶ πᾶσαν τὴν τοῦ διαβόλου πλάνην, θεϊκῇ δυνάμει ἐναπημαύρωσε, καὶ πιστῶν καρδίας, Μάρτυρες εὐσεβοφρόνων, ἐφωταγώγησεν εἰς τοὺς αἰῶνας.

Σταυροθεοτοκίον.

Νοητὴν νεφέλην, καὶ σκηνὴν ἁγιάσματος, θρόνον Θεοῦ καὶ πύλην, φωτὸς λυχνίαν καὶ ἀνατολὴν τοῦ Λόγου, οἱ πιστοί σε πάντες κατονομάζομεν, πάναγνε Παρθένε, τοῦ πάντα τεκτηναμένου, Μήτηρ ὑπάρχουσα εὐλογημένη.

Κανὼν τῆς Θεοτόκου. Ἑπταπλασίως κάμινον.

Φωτὸς ἀδύτου γέγονας, ἐνδιαίτημα Πάναγνε, ταῖς τῆς παρθενίας, καλλοναῖς ἀστράπτουσα, καὶ πάντας κατηύγασας, τοὺς Θεοτόκον σε ἀληθῆ, καθομολογοῦντας, ἐκ ψυχῆς καὶ βοῶντας· Οἱ παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Λόγον Θεοῦ τὸν ἄναρχον, καὶ Πατρὶ συννοούμενον, τὸν ἐκ τοῦ μὴ ὄντος, πατρικῷ βουλήματι, τὸ πᾶν συστησάμενον, θεοπρεπῶς γεγέννηκας, σάρκα γεγονότα, διʼ ἡμᾶς τοὺς ἀνθρώπους· διό σε Θεοτόκον, ὀρθοδόξως φρονοῦμεν, Χριστὸν ὑπερυψοῦντες, εἰς πάντας τοὺς αἰῶνας.

Ἱερωτέρα πέφηνας, Θεοτόκε πανάμωμε, τῆς ὑπερκοσμίου, τῶν Ἀγγέλων τάξεως· τῶν τούτων γὰρ τέτοκας, δημιουργὸν καὶ Κύριον, ἐκ παρθενικῆς, ἀπειρογάμου νηδύος, ἐν δύο ταῖς οὐσίαις, ἀσυγχύτως ἀτρέπτως, μιᾷ δὲ ὑποστάσει, Θεὸν σεσαρκωμένον.

Νενεκρωμένην Πάναγνε, τὴν ψυχήν μου τοῖς πταίσμασι, καὶ κατεφθαρμένην, ἰοβόλοις δήγμασι, Θεὸν τὸν δυνάμενον, ζωοποιεῖν τὰ σύμπαντα, ἡ ἀπειρογάμως, ὑπὲρ φύσιν τεκοῦσα, ἀνάστησον βοῶσαν· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

ᾨδὴ θʹ. Ὁ Εἱρμός.

Ὁ διὰ βρώσεως τοῦ ξύλου, τῷ γένει προσγενόμενος θάνατος, διὰ Σταυροῦ κατήργηται σήμερον· τῆς γὰρ προμήτορος ἡ παγγενής, κατάρα διαλέλυται, τῷ βλαστῷ τῆς ἁγνῆς Θεομήτορος· ἢν πᾶσαι αἱ δυνάμεις, τῶν οὐρανῶν μεγαλύνουσι.

Τροπάρια.

Ἱερωτάτως σε ὑψοῦντες, Οἰκτίρμον προσκυνοῦμέν σου λόγχην τε, καὶ τὸν Σταυρὸν τὸν σπόγγον τὸν κάλαμον, καὶ τοὺς χερσὶ παγέντας καὶ ποσίν, ἁγίους ἥλους Δέσποτα· διʼ ὧν εὕρομεν τελείαν ἄφεσιν, καὶ τῆς ἐν Παραδείσῳ, διαγωγῆς ἠξιώθημεν.

Ὢ πῶς ἀδίκως κατεκρίθης, παγῆναι δικαιότατε μόνε, πάντων Βασιλεῦ ἐν ξύλῳ σταυρούμενος, τοῦ δικαιῶσαι πάντας ἐκζητῶν, τοὺς πίστει τὰ παθήματα, τὰ ἑκούσια καὶ τὴν οἰκονομίαν σου, δοξάζοντας ἀπαύστως, καὶ σὲ ἀεὶ μεγαλύνοντας.

Μαρτυρικά.

Σῶμα προδόντες ταῖς βασάνοις, οἱ Μάρτυρες οἱ ἔνδοξοι ἤνεγκαν, τοὺς αἰκισμοὺς τὸν βίαιον θάνατον, τὰς ἐκτομὰς μελῶν τοὺς σπαραγμούς, πυρός τε τὴν κατάφλεξιν, τῷ πρὸς Κύριον φίλτρῳ πυρούμενοι· διὸ στεφανηφόροι, ἐν οὐρανοῖς πολιτεύονται.

Ἡ Ἀποστόλων καὶ Μαρτύρων, γλυκύτης ταῖς εὐχαῖς αὐτῶν πάντων ἡμῶν, τὰς εὐχάς ὡς Εὔσπλαγχνος πλήρωσον, ἁμαρτημάτων λύσιν καὶ δεινῶν, παρέχων ἀπολύτρωσιν, καὶ τῆς σῆς Βασιλείας ἀξίωσον, Χριστὲ Θεὲ τῶν ὅλων, ὁ διʼ ἡμᾶς ὀφθεὶς ἄνθρωπος.

Σταυροθεοτοκίον.

Φωτοειδὴς παστὰς ὠράθης, Παρθένε τοῦ οἰκήσαντός σου τὴν ἄφθορον, νηδὺν καὶ πάθος μακάριον, καθυπομείναντος ἐθελοντί, καὶ πᾶσι τὴν ἀπάθειαν, παρασχόντος διʼ ἄφατον ἔλεος· ὃν πίστει προσκυνοῦντες, σὲ εὐσεβῶς μεγαλύνομεν.

Κανὼν τῆς Θεοτόκου. Ἐξέστη ἐπὶ τούτῳ.

Νικῶσαν τὰς αἱρέσεις νεανικῶς, τὴν σεπτὴν Ἐκκλησίαν ἀνάδειξον, ἣν ὁ Χριστός, αἵματι τιμίῳ τῷ ἑαυτοῦ, ὡς ἀγαθὸς ἐκτήσατο, Κεχαριτωμένη ὁ σὸς Υἱός· καὶ σῶσον ἐκ κινδύνων, καὶ τῆς ἐπικρατείας, τῆς κατεχούσης ἡμᾶς Δέσποινα.

Ῥιφθέντας οὐρανίου διαγωγῆς, καὶ πεσόντας ἀθλίως εἰς θάνατον, πάλιν ἡμᾶς, Μήτηρ γενομένη τοῦ Λυτρωτοῦ, ἀνεκαλέσω Πάναγνε, καὶ πρὸς τὴν ἀρχαίαν πάλιν δραμεῖν, ἠξίωσας πατρίδα· διό σε Θεοτόκε, ἀκαταπαύστως μεγαλύνομεν.

Ῥαδίως Θεοτόκε διαπερᾷν, τὸν τοῦ βίου παράσχου μοι κλύδωνα, τῶν πειρασμῶν, τὰς ἐπαναστάσεις καὶ τῶν παθῶν, ὡς ἀγαθὴ πραΰνουσα, καὶ καθοδηγοῦσα πρὸς ἀρετῆς, οὐράνιον πορείαν, ὅπως ὡς εὐεργέτιν, ἀκαταπαύστως μεγαλύνω σε.

Σωτῆρα ὡς τεκοῦσα καὶ λυτρωτήν, σωτηρίας με Κόρη ἀξίωσον, ἐπιτυχεῖν, Πάναγνε πταισμάτων μου τὰς σειράς, ταῖς σαῖς πρεσβείαις λύουσα· πάντα γὰρ ὡς θέλεις σὺ κατορθοῖς, ὡς φέρουσα ἐν κόλποις, τὸν πάντων Βασιλέα, τὸν ἀγαθότητι ἀσύγκριτον.

Εἰς τὸν Στίχον τῶν Αἴνων.

Ἀπόστιχα Στιχηρά. Ἦχος πλ. δʹ. Σταυρώσιμα.

Τοῦ Μωϋσέως ἡ ῥάβδος, τὸν τίμιον Σταυρόν σου, προετύπου Σωτὴρ ἡμῶν· ἐν αὐτῷ γὰρ σῴζεις, ὡς ἐκ βυθοῦ θαλάσσης, τὸν λαόν σου Φιλάνθρωπε.

Στίχ. Ἐνεπλήσθημεν τὸ πρωΐ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ εὐφράνθημεν ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν· εὐφρανθείημεν ἀνθʼ ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν, ὧν εἴδομεν κακά. Καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν.

Αὐτόμελον.

Ὁ ἐν Ἐδὲμ Παράδεισός ποτε, τὸ ξύλον τῆς γνώσεως, ἀνεβλάστησεν ἐν μέσῳ τῶν φυτῶν· ἡ Ἐκκλησία σου Χριστέ, τὸν Σταυρόν σου ἐξήνθησε, τὸν πηγάσαντα τῷ κόσμῳ τὴν ζωήν· ἀλλὰ τὸ μὲν ἐθανάτωσε, βρώσει φαγόντα τὸν Ἀδάμ, τὸ δὲ ἐζωοποίησε, πίστει σωθέντα τὸν Λῃστήν· οὗ τῆς ἀφέσεως, κοινωνοὺς ἡμᾶς ἀνάδειξον, Χριστὲ ὁ Θεός, ὁ τῷ πάθει σου λύσας, τὴν καθʼ ἡμῶν μανίαν τοῦ ἐχθροῦ, καὶ ἀξίωσον ἡμᾶς, τῆς βασιλείας σου Κύριε.

Στίχ. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφʼ ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφʼ ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον.

Μαρτυρικόν. Αὐτόμελον.

Τί ὑμᾶς καλέσωμεν Ἅγιοι; Χερουβίμ; ὅτι ὑμῖν ἐπανεπαύσατο Χριστός. Σεραφίμ; ὅτι ἀπαύστως ἐδοξάσατε αὐτόν. Ἀγγέλους; τὸ γὰρ σῶμα ἀπεστράφητε. Δυνάμεις; ἐνεργεῖτε ἐν τοῖς θαύμασι. Πολλὰ ὑμῶν τὰ ὀνόματα, καὶ μείζονα τὰ χαρίσματα, πρεσβεύσατε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα· καὶ νῦν. Σταυροθεοτοκίον. Αὐτόμελον.

Ὢ τοῦ παραδόξου θαύματος! ὢ μυστηρίου φρικτοῦ! ὁ τῇ φύσει ἀθάνατος, πῶς ἐν ξύλῳ κρέμαται; πῶς θανάτου νῦν γεύεται; πῶς κατακρίνεται ὁ ἀνεύθυνος; Κρῦψον τὸ φῶς σου, καὶ φρῖξον ἥλιε, βλέπων τὸ τόλμημα· ἡ Παρθένος ἔλεγεν ἐν στεναγμοῖς, βλέπουσα σταυρούμενον, Χριστὸν ὃν ἔτεκε.

__________

ΕΝ Τῌ ΛΕΙΤΟΥΡΓΙᾼ

Οἱ Μακαρισμοί. Ἦχος πλ. δʹ.

Μνήσθητι ἡμῶν, Χριστὲ Σωτὴρ τοῦ κόσμου, ὥσπερ τοῦ λῃστοῦ, ἐμνήσθης ἐπὶ ξύλου, καὶ καταξίωσον πάντας μόνε Οἰκτίρμον, τῆς οὐρανίου Βασιλείας σου.

Ἔτεινας Χριστέ, παλάμας ἐπὶ ξύλου, καὶ τὰς πονηράς, ἀρχὰς καὶ ἐξουσίας, παρεδειγμάτισας σώσας τῆς τούτων βλάβης, τοὺς εὐσεβῶς σε μεγαλύνοντας.

Λόγχῃ κεντηθείς, κρεμάμενος ἐν ξύλῳ, ἔβλυσας ἡμῖν, κρουνοὺς ἀθανασίας, θανατωθεῖσιν ἀφρόνως τῇ παραβάσει· ὅθεν ἐν φόβῳ ἀνυμνοῦμέν σε.

Μαρτυρικόν.

Ξένοι τῶν τῆς γῆς, δεικνύμενοι ἡδέων, ξέναις ἑαυτούς, ἐξέδωκαν βασάνοις, οἱ Ἀθληταὶ τραυματίσαντες τὸν Βελίαρ, τοῖς ἑαυτῶν ἁγίοις τραύμασι.

Δόξα.

Μίαν τοῦ Πατρός, καὶ Πνεύματος καὶ Λόγου, ἄναρχον ἀρχήν, πιστοὶ δοξολογοῦντες, δεῦτε προσπέσωμεν λύσιν τῶν ἐγκλημάτων, αὐτῷ αἰτοῦντες ὡς Θεῷ ἡμῶν.

Καὶ νῦν. Σταυροθεοτοκίον.

Τὸν Ἐμμανουήλ, Ἀμνὸν Θεοῦ καὶ Λόγον, βλέπουσα σαρκί, κρεμάμενον ἐν ξύλῳ, Ἀμνὰς ἡ μόνη ἀμίαντος καὶ Παρθένος, λύπῃ συνείχετο δακρύουσα.