×

Τῌ ΠΑΡΑΣΚΕΥῌ ΕΣΠΕΡΑΣ

Εἰς τό, Κύριε, ἐκέκραξα, Προσόμοια.

Στιχηρὰ Δεσποτικά.

Ἦχος πλ. δʹ.

Μάρτυρες Κυρίου, ἱκετεύσατε τὸν Θεὸν ἡμῶν, καὶ αἰτήσασθε ταῖς ψυχαῖς ἡμῶν, πλῆθος οἰκτιρμῶν, καὶ τὸν ἱλασμόν, τῶν πολλῶν παραπτωμάτων δεόμεθα.

Αὐτόμελον.

Οἱ Μάρτυρές σου Κύριε, ἐπιλαθόμενοι τῶν ἐν τῷ βίῳ, καταφρονήσαντες καὶ τῶν βασάνων, διὰ τὴν μέλλουσαν ζωήν, ταύτης κληρονόμοι ἀνεδείχθησαν· ὅθεν καὶ Ἀγγέλοις συναγάλλονται. Αὐτῶν ταῖς ἱκεσίαις, δώρησαι τῷ λαῷ σου, τὸ μέγα ἔλεος.

Εἴ τις ἀρετή, καὶ εἴ τις ἔπαινος, πρέπει τοῖς Ἁγίοις· ξίφεσι γὰρ ἔκλιναν τοὺς αὐχένας, διὰ σὲ τὸν κλίναντα οὐρανοὺς καὶ καταβάντα, ἐξέχεαν τὸ αἷμα αὐτῶν, διὰ σὲ τὸν κενώσαντα ἑαυτόν, καὶ μορφὴν δούλου λαβόντα, ἐταπεινώθησαν ἕως θανάτου, τὴν πτωχείαν σου μιμούμενοι. Ὧν ταῖς εὐχαῖς, κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου, ὁ Θεὸς ἐλέησον ἡμᾶς.

Ἕτερα Στιχηρά. Κατανυκτικά. Ὢ τοῦ παραδόξου.

Δένδρῳ ἀκάρπῳ ὡμοίωμαι, σχῆμα ὡς φύλλα κενά, περικείμενος ἅγιον, καὶ πτοοῦμαι Δέσποτα, μὴ ἐκκόψας ἐκπέμψῃς με, εἰς πῦρ τὸ ἄσβεστον καὶ αἰώνιον· ἀλλὰ παράσχου, ἐπιστροφῆς μοι καιρόν, ὅπως ἐνέγκω σοι, ἐναρέτων πράξεων, καρπὸν καλόν, καὶ ἀξιωθήσωμαι τῆς βασιλείας σου.

Κύριε, εὔσπλαγχνε Κύριε, τὸν σὸν οἰκέτην ἐμέ, τὸν πολλὰ παροργίζοντα, τὴν σὴν ἀγαθότητα, καθʼ ἑκάστην φιλάνθρωπε, μὴ ἀποῤῥίψῃς τοῦ σοῦ προσώπου Χριστέ, μηδὲ παιδεύσῃς, τῇ σῇ δικαίᾳ ὀργῇ, ἥμαρτον, ἥμαρτον, ὡς οὐδείς σοι ἕτερος, ὁμολογῶ, οἴκτειρον καὶ σῶσόν με, τῆς σῆς Μητρὸς προσευχαῖς.

Νεκρώσιμον. Ὅμοιον.

Ὅταν καθίσῃς ἐν δόξῃ σου, ὡς Βασιλεὺς τοῦ παντός, ἐπὶ θρόνου τῆς κρίσεως, παρεστώτων φόβῳ σοι, τῶν ἁγίων Ἀγγέλων σου, καὶ παραστῇ σοι, ἡ φύσις ἅπασα, κριθησομένη, ἡ τῶν ἀνθρώπων Χριστέ, τότε δεήσεσι, τῆς Μητρός σου Κύριε, ἀπὸ πασῶν, ῥῦσαι τῶν κολάσεων, τοὺς κοιμηθέντας πιστῶς.

Δόξα· καὶ νῦν. Θεοτοκίον.

Ὁ Βασιλεὺς τῶν οὐρανῶν, διὰ φιλανθρωπίαν, ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη· ἐκ Παρθένου γὰρ ἁγνῆς, σάρκα προσλαβόμενος καὶ ἐκ ταύτης προελθὼν μετὰ τῆς προσλήψεως, εἷς ἐστιν Υἱός, διπλοῦς τὴν φύσιν, ἀλλʼ οὐ τὴν ὑπόστασιν· διὸ τέλειον αὐτὸν Θεόν, καὶ τέλειον ἄνθρωπον, ἀληθῶς κηρύττοντες, ὁμολογοῦμεν Χριστὸν τὸν Θεὸν ἡμῶν, ὃν ἱκέτευε Μήτηρ ἀνύμφευτε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἰς τὸν Στίχον.

Ἀπόστιχα Στιχηρά. Ἦχος πλ. δʹ.

Μαρτυρικόν.

Μάρτυρες Κυρίου, πάντα τόπον ἁγιάζετε, καὶ πᾶσαν νόσον θεραπεύετε, καὶ νῦν πρεσβεύσατε, ῥυσθῆναι τῶν παγίδων τοῦ ἐχθροῦ, τὰς ψυχὰς ἡμῶν δεόμεθα.

Νεκρώσιμα.

Στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου, Κύριε.

Θρηνῷ καὶ ὀδύρομαι, ὅταν ἐννοήσω τὸν θάνατον, καὶ ἴδω ἐν τοῖς τάφοις κειμένην, τὴν κατʼ εἰκόνα Θεοῦ, πλασθεῖσαν ἡμῖν ὡραιότητα, ἄμορφον, ἄδοξον, μὴ ἔχουσαν εἶδος, ὢ τοῦ θαύματος! τί τὸ περὶ ἡμᾶς, τοῦτο γέγονε μυστήριον, πῶς παρεδόθημεν τῇ φθορᾷ; πῶς συνεζεύχθημεν τῷ θανάτῳ; ὄντως Θεοῦ προστάξει, ὡς γέγραπται, τοῦ παρέχοντος τοῖς μεταστᾶσι τὴν ἀνάπαυσιν.

Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.

Ὁ θάνατός σου Κύριε, ἀθανασίας γέγονε πρόξενος· εἰ μὴ γὰρ ἐν μνήματι κατετέθης, οὐκ ἂν ὁ Παράδεισος ἠνέῳκτο· διὸ τοὺς μεταστάντας ἀνάπαυσον, ὡς Φιλάνθρωπος.

Δόξα· καὶ νῦν. Θεοτοκίον.

Ἁγνὴ Παρθένε, τοῦ Λόγου πύλη, τοῦ Θεοῦ ἡμῶν Μήτηρ, ἱκέτευε σωθῆναι ἡμᾶς.

__________

Τῼ ΣΑΒΒΑΤῼ ΠΡΩΪ

ΕΝ Τῼ ΟΡΘΡῼ

Μετὰ τὴν αʹ Στιχολογίαν. Καθίσματα Μαρτυρικά.

Ἦχος πλ. δʹ.

Φωστῆρες νοεροί, ἀνεδείχθητε ἅγιοι Μάρτυρες· τὴν γὰρ ἀχλὺν τῆς πλάνης, κατηργήσατε διὰ τῆς πίστεως, τὰς ψυχικὰς ὑμῶν λαμπάδας ἐφαιδρύνατε, καὶ τῷ Νυμφίῳ μετὰ δόξης συνεισήλθετε, εἰς τὸν οὐράνιον νυμφῶνα, καὶ νῦν ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν.

Τὸ προσταχθέν.

Διʼ ἐγκρατείας τῶν παθῶν, τὰς πυριφλέκτους, ἀπονεκρώσαντες ὁρμάς, καὶ τὰς κινήσεις, τοῦ Χριστοῦ οἱ Μάρτυρες, ἔλαβον τὴν χάριν, τὰς νόσους ἀποδιώκειν, τῶν ἀσθενῶν, καὶ ζῶντες καὶ μετὰ τέλος, θαυματουργεῖν, ὄντως θαῦμα παράδοξον! ὅτι ὀστέα γυμνά, ἐκβλύζουσιν ἰάματα. Δόξα τῷ μόνῳ Θεῷ ἡμῶν.

Τὴν Σοφίαν καὶ Λόγον.

Οἰκουμένης φωστῆρες, ἀειλαμπεῖς, ἀνεδείχθητε πίστει, μαρτυρικῇ, ὅλην ἀναθέμενοι, τὴν ἐλπίδα πρὸς Κύριον, καὶ νοητῷ ἐλαίῳ, τοῦ Πνεύματος Ἅγιοι, τὰς ψυχικάς λαμπάδας, ὑμῶν ἐφαιδρύνατε· ὅθεν καὶ κρατῆρες, νοητοὶ τοῖς ἀνθρώποις, ἰάσεις προχέοντες, ὥσπερ νάματα ὤφθητε, Ἀθλοφόροι πανεύφημοι, πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν.

Δόξα· καὶ νῦν. Θεοτοκίον.

Ὁ διʼ ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας ἀγαθέ, ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ Ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου· δεῖξον τὴν φιλανθρωπίαν σου ἐλεῆμον, δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον πρεσβεύουσαν ὑπὲρ ἡμῶν καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.

Μετὰ τὴν βʹ Στιχολογίαν, ἕτερα Καθίσματα.

Μαρτυρικόν.

Φωτὶ οὐρανίῳ καταλάμπεται, σήμερον αὕτη ἡ σκηνή· ἐν αὐτῇ γὰρ στρατιαί, Ἀγγέλων ἀγάλλονται, σὺν αὐταῖς καὶ Δικαίων, χοροὶ εὐφραίνονται, ἐπὶ τῇ μνήμῃ τῶν Ἀθλοφόρων. Αὐτῶν ταῖς παρακλήσεσι, κατάπεμψον τῷ κόσμῳ σου, τὴν εἰρήνην Χριστέ, καὶ τὸ μέγα ἔλεος.

Νεκρώσιμα.

Τοὺς μεταστάντας εὐσεβῶς, ἐκ τῶν προσκαίρων, ἐν ταῖς σκηναῖς τῶν ἐκλεκτῶν, μετὰ Δικαίων, συναρίθμησον Δέσποτα, τούτους ἀναπαύων, ἐν τόποις ἑορταζόντων, καὶ ἐν τρυφῇ, ἀλήκτῳ τοῦ Παραδείσου, ὡς ἀγαθός, τὰ ἑκούσια πταίσματα, καὶ τὰ ἀκούσια αὐτῶν, διʼ ἄκραν ἀγαθότητα, συγχωρήσας φιλάνθρωπε.

Ὁ βάθει σοφίας φιλανθρώπως, πάντα οἰκονομῶν, καὶ τὸ συμφέρον πᾶσιν ἀπονέμων μόνε Δημιουργέ, ἀνάπαυσον Κύριε τὰς ψυχὰς τῶν δούλων σου· ἐν σοὶ γὰρ τὴν ἐλπίδα ἀνέθεντο, τῷ Ποιητῇ καὶ πλάστῃ καὶ Θεῷ ἡμῶν.

Δόξα· καὶ νῦν. Θεοτοκίον.

Σὲ καὶ τεῖχος καὶ λιμένα ἔχομεν, καὶ πρέσβυν εὐπρόσδεκτον, πρὸς ὃν ἔτεκες Θεόν, Θεοτόκε ἀνύμφευτε, τῶν πιστῶν ἡ σωτηρία.

Κανὼν εἰς πάντας τοὺς Ἁγίους.

Ἦχος πλ. δʹ. ᾨδὴ αʹ. Ὁ Εἱρμός.

ᾌσωμεν τῷ Κυρίῳ, τῷ διαγαγόντι τὸν λαὸν αὐτοῦ, ἐν Ἐρυθρᾷ θαλάσσῃ, ὅτι μόνος ἐνδόξως δεδόξασται.

Τροπάρια.

Τίμιοι μαργαρῖται, ὤφθητε τὸν στέφανον φαιδρύνοντες, τῆς σεπτῆς Ἐκκλησίας, ἀθλοφόροι Χριστοῦ γενναιότατοι.

Ἤστραψαν τῶν δογμάτων, καὶ τῶν ἀρετῶν θείαις λαμπρότησιν, οἱ σοφοὶ Ἱεράρχαι, καὶ πιστῶν τὰς καρδίας ἐφώτισαν.

Σὲ τὸν ἐν τοῖς Προφήταις, καὶ ἐν τοῖς Ὁσίοις θαυμαζόμενον, ἱκετεύομεν Λόγε, ταῖς αὐτῶν ἡμᾶς σῶσον δεήσεσιν.

Νεκρώσιμον.

Ὅταν κρίσιν δικαίαν, ἔλθῃς τοῦ ποιῆσαι δικαιότατε, ἀκατακρίτους Λόγε, τοὺς πρὸς σὲ μεταστάντας ἀπέργασαι.

Θεοτοκίον.

Κύριον τετοκυῖαν, γυναικῶν χορός σε ἐπιστάμενος, σοῦ ὀπίσω Παρθένε, ἐναθλήσας αὐτῷ προσενήνεκται.

Κανὼν εἰς Κοιμηθέντας.

Ὑγρὰν διοδεύσας.

Θανάτῳ τὸν θάνατον τοῦ Χριστοῦ, καὶ πάθεσι πάθος, μιμησάμενοι τὸ σεπτόν, οἱ Μάρτυρες πάντες τῆς ἐνθέου, καὶ μακαρίας ζωῆς ἔτυχον.

Νεότητος πταίσματα παρορῶν, καὶ τὰς ἁμαρτίας, ὑπερβαίνων Χριστὲ Σωτήρ, τῶν προκοιμηθέντων οἰκετῶν σου, τοῖς ἐκλεκτοῖς σου συναρίθμησον.

Ἧς ἔτυχον δόξης τε καὶ χαρᾶς, οἱ τὴν μακαρίαν κεκτημένοι διαγωγήν, μετάδος πλουσίως τοῖς σοῖς δούλοις, οὓς προσελάβου Πολυέλεε.

Θεοτοκίον.

Συνέλαβες Λόγον τὸν τοῦ Πατρός, σαρκὶ ἑνωθέντα, καθʼ ὑπόστασιν τῇ ἐκ σοῦ, πανάμωμε Κόρη καὶ τὸν ᾅδην, θείᾳ δυνάμει καταργήσαντα.

ᾨδὴ γʹ. Ὁ Εἱρμός.

Ὁ στερεώσας λόγῳ τοὺς οὐρανούς, καὶ τὴν γῆν ἑδράσας ἐπὶ ὑδάτων πολλῶν, στερέωσόν με πρὸς ὕμνον, τῆς δοξολογίας σου Κύριε.

Τροπάρια.

Τὰς μυσαρὰς θυσίας οἱ Ἀθληταί, στεῤῥοτάτῃ γνώμῃ ἀποσεισάμενοι, θυσία καθαρωτάτη, Λόγῳ τῷ τυθέντι γεγόνασιν.

Ἀνανεοῦντες λόγοις ἱερουργοῖς, τοὺς παλαιωθέντας παντοίοις παθήμασι, τοῦ ἀναπλάσαντος κόσμον, θεῖοι Μαθηταὶ ἀπεφάνθητε.

Ἡ τοῖς Προφήταις πρότερον ἐμφανῶς, δεδομένη χάρις τοῦ θείου Πνεύματος, τοὺς ἀσκητὰς ἐπʼ ἐσχάτων, θείων χαρισμάτων ἠξίωσε.

Νεκρώσιμον.

Χοροῖς Ἁγίοις σύνταξον ὁ Θεός, τοὺς πιστῶς τοῦ βίου μεταχωρήσαντας, καὶ Παραδείσου πολίτας, ποίησον διʼ ἄφατον ἔλεος.

Θεοτοκίον.

Ὁ μηδαμοῦ χωρούμενος Ἰησοῦς, ἀστενοχωρήτως τὴν σὴν κατώκησεν, ἡγιασμένην γαστέρα, ἄχραντε Παρθένε πανύμνητε.

Κανὼν εἰς Κοιμηθέντας. Οὐρανίας ἁψῖδος.

Καθαρθέντες τῆς πάλαι, προγονικῆς πτώσεως, διὰ τοῦ Βαπτίσματος καὶ τῆς ἀναγεννήσεως, ῥείθροις αἱμάτων τε, τοῖς ἑαυτῶν ῥαντισθέντες, τῷ Χριστῷ Μακάριοι συμβασιλεύετε.

Ὁ νεκρὸς ἑκουσίως, κατατεθεὶς μνήματι, καὶ τοὺς κατοικοῦντας ἐν τάφοις ἀνακαλούμενος, Σῶτερ εὐδόκησον, οὓς ἐξ ἡμῶν προσελάβου, ἐν σκηναῖς δικαίων σου, τούτους αὐλίζεσθαι.

Ὑπὸ τῆς εὐσπλαγχνίας, τῆς θεϊκῆς Δέσποτα, καὶ τῆς συμφυῶς νοουμένης σου ἀγαθότητος, παρακαλούμενος, ἁμαρτημάτων τὴν λύσιν, παρασχὼν τοῖς δούλοις σου, Σῶτερ ἀνάπαυσον.

Θεοτοκίον.

Σαρκωθεὶς ἐκ γαστρός σου, καὶ γεγονὼς ἄνθρωπος, ὁ διαφερόντως ὑπάρχων μόνος Φιλάνθρωπος, σώζει τὸν ἄνθρωπον, ἐκ τῶν πυλῶν τοῦ θανάτου, Θεομῆτορ ἄχραντε, μόνη πανύμνητε.

ᾨδὴ δʹ. Ὁ Εἱρμός.

Εἰσακήκοα Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν θεότητα.

Τροπάρια.

Ὑπελθόντες τὸ στάδιον, τὸ τῆς μαρτυρίας ζέοντι πνεύματι, Ἀθληταὶ θεομακάριστοι, τὴν ὑλώδη πλάνην κατεφλέξατε.

Τοὺς Ὁσίους σου Κύριε, καὶ τοὺς Ἱεράρχας λαμπρῶς ἐδόξασας· τούτων θείαις παρακλήσεσι, κοινωνόν με δόξης τῆς σῆς ποίησον.

Ἡ τοῦ θείου ἐπίπνοια, Πνεύματος Προφήτας καταλαμπρύνασα, γυναιξὶν ἰσχὺν δεδώρηται, τοῦ ἐχθροῦ ὀλέσαι τὰ φρυάγματα.

Νεκρώσιμον.

Συγχορεύειν ἀξίωσον, πᾶσι τοῖς Ἁγίοις οὕς περ μετέστησας, Ὑπεράγαθε, οἰκέτας σου, ἐν σκηναῖς Ἁγίων δυσωπούμενος.

Θεοτοκίον.

Νόμου θείου τὸν πάροχον, φύσεως νομίμων ἄνευθεν τέτοκας, ἀναπλάττοντα Πανάμωμε, τῶν βροτῶν τὴν φύσιν ὀλισθήσασαν.

Κανὼν εἰς Κοιμηθέντας. Σύ μου ἰσχύς.

Ἵνα τὴν σήν, Δέσποτα δόξαν θεάσωνται, καὶ τῆς αἴγλης, σοῦ τῆς φωτοδότιδος, ἐν οὐρανοῖς τύχωσι φαιδρῶς, ἅπασαν βασάνων, πεῖραν ἀθλοῦντες ὑπήνεγκαν, οἱ Μάρτυρες οἱ θεῖοι, σοὶ Χριστὲ μελῳδοῦντες· Τῇ δυνάμει σου δόξα Φιλάνθρωπε.

Πολλαὶ μοναί, παρὰ σοὶ Σῶτερ πεφύκασι, κατʼ ἀξίαν, πᾶσι μεριζόμεναι, κατὰ τὸ μέτρον τῆς ἀρετῆς· ταύτης οὖν Οἰκτίρμον, πληρῶσαι τούτους ἀξίωσον, τοὺς πίστει μεταστάντας, εὐσεβῶς σοι βοῶντας· Τῇ δυνάμει σου δόξα Φιλάνθρωπε.

Ἴσος ἡμῖν, ἄνθρωπος ὤφθης Ἀθάνατε, πᾶσιν ἴσον, θάνατον ὑπέμεινας, καὶ τῆς ζωῆς ἔδειξας ὁδούς· ἧς τοὺς μεταστάντας, ἀξίωσον ὡς Φιλάνθρωπος, συγχώρησιν πταισμάτων, ὡς Δεσπότης παρέχων, καὶ φωτὸς μετουσίαν δωρούμενος.

Θεοτοκίον.

Σὺ τῶν πιστῶν, καύχημα πέλεις Ἀνύμφευτε, σὺ προστάτις, σὺ καὶ καταφύγιον, Χριστιανῶν τεῖχος καὶ λιμήν· πρὸς γὰρ τὸν Υἱόν σου, ἐντεύξεις φέρεις Πανάμωμε, καὶ σώζεις ἐκ κινδύνων, τοὺς ἐν πίστει καὶ πόθῳ, Θεοτόκον ἁγνήν σε γινώσκοντας.

ᾨδὴ εʹ. Ὁ Εἱρμός.

Φώτισον ἡμᾶς, τοῖς προστάγμασί σου Κύριε, καὶ τῷ βραχίονί σου τῷ ὑψηλῷ, τὴν σὴν εἰρήνην, παράσχου ἡμῖν φιλάνθρωπε.

Τροπάρια.

Ἔφερον πληγάς, τῆς σαρκὸς οἱ θεῖοι Μάρτυρες· καὶ διὰ τοῦτο τὰς πληγὰς ἡμῶν, ἀεὶ ἰῶνται, τραυματίζοντες τοὺς δαίμονας.

Ἅγιοι Θεοῦ, Ἱεράρχαι ἱκετεύσατε, μετὰ πάντων τῶν Ὁσίων Χριστόν, ἁμαρτημάτων, δωρηθῆναι ἡμῖν ἄφεσιν.

Σάρκα αἰκισμοῖς, καὶ ἀσκήσει δαπανήσασαι, γυναικῶν αἱ Ὅσιαι καὶ Μάρτυρες, τῶν ἐν ἐλπίσιν, ἀγαθῶν κατηξιώθησαν.

Νεκρώσιμον.

Θάνατον ἑλών τῷ θανάτῳ σου Ἀθάνατε, τοὺς θανόντας ἐπʼ ἐλπίδι ζωῆς, πιστούς σου δούλους, ὡς φιλάνθρωπος ἀνάπαυσον.

Θεοτοκίον.

Ἔπαυσας Ἁγνή, προπατόρων τὸ κατάκριμα, τὸν τοὺς πάντας δικαιώσαντα, σαρκὶ τεκοῦσα, Ἰησοῦν τὸν μόνον Κύριον.

Κανὼν εἰς Κοιμηθέντας. Ἵνα τί με ἀπώσω.

Τῆς ἀφράστου σου δόξης, καὶ τῆς ὑπὲρ λόγον σοῦ μακαριότητος, ἐν σκηναῖς Ἁγίων, ἔνθα ἦχος τερπνὸς ἑορτάζοντος, τοὺς μεταθεμένους, πρὸς ἀπαθῆ ζωὴν οἰκτείρας, καταξίωσον μόνε Φιλάνθρωπε.

Ὅπου τάξεις Ἀγγέλων, ὅπου τῶν δικαίων, οἱ δῆμοι ἀγάλλονται, Ἀβραὰμ ἐν κόλποις, κατασκήνωσον Σῶτερ τοὺς δούλους σου· καὶ σὺν παῤῥησίᾳ, τῷ φοβερῷ καὶ θείῳ θρόνῳ, παρεστάναι εὐδόκησον Εὔσπλαγχνε.

Ἱλασμὸς ἡμῖν ὤφθης, καὶ δικαιοσύνη τε καὶ ἀπολύτρωσις, καὶ τῷ μώλωπί σου, τὰς ἡμῶν ἀσθενείας ἰάτρευσας· αὐτὸς οὖν Οἰκτίρμον, ὡς ἀγαθὸς τοὺς μεταστάντας, ἐν τρυφῇ Παραδείσου κατάταξον.

Θεοτοκίον.

Συμπαθῶς Ἐλεῆμον, τὸ τῆς ἀνθρωπότητος μέτρον ἀνέλαβες, ὁ τῆς θείας δόξης, ὑπερτάτοις ἐμπρέπων ὑψώμασιν, ἐκ Παρθένου μήτρας, σάρκα λαβὼν ἐμψυχωμένην, λογικήν διʼ ἧς θάνατον ὤλεσας.

ᾨδὴ Ϛʹ. Ὁ Εἱρμός.

Ἱλάσθητί μοι Σωτήρ, πολλαὶ γὰρ αἱ ἀνομίαι μου· καὶ ἐκ βυθοῦ τῶν κακῶν, ἀνάγαγε δέομαι· πρὸς σὲ γὰρ ἐβόησα, καὶ ἐπάκουσόν μου, ὁ Θεὸς τῆς σωτηρίας μου.

Τροπάρια.

Ἰχῶρσιν ὑμῶν σεπτοῖς, ψυχῶν ἰᾶσθε νοσήματα, καὶ σηπεδόνας ἀεί, σωμάτων ἐξαίρετε, κατατραυματίζοντες, πονηρῶν δαιμόνων, τὴν πληθύν, ἅγιοι Μάρτυρες.

Ὁ τῶν Ὁσίων χορός, Ἱεραρχῶν τε ὁ σύλλογος, καὶ Γυναικῶν ἱερῶν, ὁ θεῖος κατάλογος, Χριστὸν ἀγαπήσαντες, τὰς ἐπουρανίους, ἀντιδόσεις ἐκληρώσαντο.

Νεκρώσαντες Ἀσκηταί, τὴν σάρκα ζωῆς ἐτύχετε· ποιμάναντες δὲ καλῶς, Κυρίου τὸ ποίμνιον, Ἱεράρχαι πάνσοφοι, ἀθανάτου δόξης, μετὰ τέλος ἠξιώθητε.

Νεκρώσιμον.

Τῶν ζώντων Λόγε ζωή, καὶ τῶν θανόντων ἀνάπαυσις, ὑπάρχων τοὺς ἐξ ἡμῶν, τῷ θείῳ σου νεύματι, μεταστάντας δούλους σου, Ἀβραὰμ ἐν κόλποις, τοῦ θεράποντός σου σκήνωσον.

Θεοτοκίον.

Ἐσκήνωσεν ἐπὶ σοί, Πατρὸς Ἁγνὴ τὸ ἀπαύγασμα, καὶ ταῖς ἀΰλοις αὐγαῖς, αὐτοῦ τῆς Θεότητος, τὸ σκότος διέλυσε, τῆς πολυθεΐας, καὶ τὸν κόσμον κατεφώτισεν.

Κανὼν εἰς Κοιμηθέντας. Ἱλάσθητί μοι Σωτήρ.

Οἱ Μάρτυρές σου Σωτήρ, πολλὰς βασάνους ὑπέμειναν, τῷ πόθῳ σου τὰς ψυχάς, τρωθέντες οἱ Ἅγιοι, τῆς σῆς ὀρεγόμενοι, ἀϊδίου δόξης, καὶ γλυκείας σου μεθέξεως.

Γαστέρα τοῦ δυσμενοῦς, θανάτου Σῶτερ διέῤῥηξας, καὶ πάντας τοὺς ἐν αὐτῇ, δεσμώτας ἀνέστησας, ζωὴν χαρισάμενος· ἧς τοὺς μεταστάντας, Εὐεργέτα καταξίωσον.

Δακρύων καὶ στεναγμῶν, τῶν ἐν τῷ ᾅδῃ τοὺς δούλους σου, ἀπάλλαξον Ἀγαθέ· ὡς μόνος γὰρ εὔσπλαγχνος, ἀφεῖλες πᾶν δάκρυον, ἐκ παντὸς προσώπου, τῶν πιστῶς θεολογούντων σε.

Θεοτοκίον.

Ὁ φύσει Δημιουργός, δημιουργεῖται ἐν μήτρᾳ σου· ὁ πλήρης καθʼ ὃ Θεός, κενοῦται Πανάμωμε· ὁ μόνος ἀθάνατος, τὸν ὑπὲρ τῆς πάντων, σωτηρίας θνήσκει θάνατον.

ᾨδὴ ζʹ. Ὁ Εἱρμός.

Παῖδες θεοσεβεῖς ἐν Βαβυλῶνι, εἰκόνι χρυσῇ οὐ προσεκύνησαν· ἀλλʼ ἐν μέσῳ καμίνου, πυρὸς δροσιζόμενοι, τὴν ᾠδὴν ἀνέμελπον λέγοντες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν πατέρων ἡμῶν.

Τροπάρια.

Λύσαντες τὸν φραγμὸν τῆς δυσσεβείας, δεσμοῖς ἱεροῖς ὑμῶν πανεύφημοι, τῶν ἡμῶν ἐγκλημάτων, φορτία σκορπίσατε, καὶ βοῶντας Μάρτυρες σώσατε· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν πατέρων ἡμῶν.

Ὄμβροις τῶν ἱερῶν δογμάτων, αἱρέσεων πῦρ ἐναπεσβέσατε, καὶ φλογὶ Ἱεράρχαι, σοφοὶ κατεφλέξατε, ἀσεβείας πλάνης ζιζάνια, καὶ τῶν πιστῶν τὰς ψυχάς, κατεφωτίσατε.

Σάρκα οἱ ἀσκηταὶ διʼ ἐγκρατείας, νεκρώσαντες ζῶσι μετὰ θάνατον· Προφητῶν τε Δικαίων, χορὸς καὶ κατάλογος, Γυναικῶν ἀθλήσας δεδόξασται. Αὐτῶν πρεσβείαις Χριστέ, κινδύνων ῥῦσαι ἡμᾶς.

Νεκρώσιμον.

Πάντων τῶν ἐπʼ ἐλπίδι κοιμηθέντων, ζωῆς τὰς ψυχὰς Χριστὲ ἀνάπαυσον, παρορῶν τὰ ἐν βίῳ, αὐτῶν πλημμελήματα, διὰ τὴν πολλὴν εὐσπλαγχνίαν σου, εὔσπλαγχνε μόνε Σωτήρ, ὁ τῶν πατέρων Θεός.

Θεοτοκίον.

Ὅλη ὡς καθαρὰ καθυπεδέξω, ἐν μήτρᾳ τὸν Λόγον σωματούμενον· αὐτὸν γοῦν ἐκδυσώπει, καθάραι πταισμάτων με, καὶ ψυχῆς καὶ σώματος Πάναγνε, τὸν ἐπὶ σοὶ καθαρᾷ πίστει προστρέχοντα.

Κανὼν εἰς Κοιμηθέντας. Παῖδες Ἑβραίων.

Ὅλος ὁ πόθος τῶν Μαρτύρων, ἀνατέτακται πρὸς μόνον τὸν Δεσπότην, διʼ ἀγάπης αὐτῷ, ἑνούμενος καὶ μέλπων· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

Νέμοις τοῖς πίστει μεταστᾶσι, τὴν φαιδρότητα τῆς θείας Βασιλείας, ἀφθαρσίας στολήν, δωρούμενος βοῶσιν· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

Πλῆσον χαρᾶς καὶ εὐφροσύνης, οὓς μετέστησας οἰκέτας σου Οἰκτίρμον, ἀξιώσας αὐτούς, κραυγάζειν σοι καὶ μέλπειν· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

Θεοτοκίον.

Λύων τῆς Εὔας τὴν κατάραν, τὴν πανάμωμον κατῴκησας Παρθένον, εὐλογίας πηγήν, βλυστάνων τοῖς βοῶσιν· Εὐλογημένος Πάναγνε, ὁ καρπὸς τῆς σῆς κοιλίας.

ᾨδὴ ηʹ. Ὁ Εἱρμός.

Οἱ θεοῤῥήμονες Παῖδες ἐν τῇ καμίνῳ, σὺν τῷ πυρὶ καὶ τὴν πλάνην, καταπατοῦντες ὑπέψαλλον· Εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον.

Τροπάρια.

Ναοὺς εἰδώλων καθείλετε ἀθλοῦντες, καὶ ἑαυτοὺς τῆς Τριάδος, θείους ναοὺς ἐδομήσασθε, Ἀθλοφόροι Κυρίου, Ἀγγέλων συνόμιλοι.

Οἱ ἱερεῖς σου Χριστὲ δικαιοσύνην, ἐνδεδυμένοι ὁσίοις, τοῖς ἀπʼ αἰῶνος νῦν συναγάλλονται, σοῦ τὸ κάλλος ὁρῶντες, τὸ θεῖον τρανότερον.

Ἱερωτάτων πρεσβείαις Προφητῶν σου, καὶ Γυναικῶν ἀοιδίμων, τῶν ἀπʼ αἰῶνος δικαίων τε, τὰ ἐλέη σου Λόγε, τῷ κόσμῳ σου δώρησαι.

Νεκρώσιμον.

Δικαιοκρῖτα ἡνίκα μέλλεις κρῖναι, οὓς ἐξ ἡμῶν προσελάβου, ἀκατακρίτους συντήρησον, παραβλέψας τὰ τούτων, ἐγκλήματα Δέσποτα.

Θεοτοκίον.

Ἐπιφανεῖσα Παρθένε τῆς ψυχῆς μου, τὰ σκοτεινότατα νέφη, τῷ φωτισμῷ σου ἀπέλασον, ἡ τῆς δικαιοσύνης, τεκοῦσα τὸν ἥλιον.

Κανὼν εἰς Κοιμηθέντας. Μουσικῶν ὀργάνων.

Ἐπιγείους ἄθλους διελθόντες, οὐρανίους ἔλαβον στεφάνους, οἱ Μάρτυρες οἱ εὐκλεεῖς, βοῶντές σοι ἀπαύστως· Τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Καταβὰς ἐν λάκκῳ κατωτάτῳ, τοὺς ἐν τοῖς μνημείοις κατοικοῦντας, ἀνέστησας ζωαρχικῇ, παλάμῃ, καὶ παρέσχες, τοῖς δούλοις σου τοῖς πίστει, προκεκοιμημένοις ἀνάπαυσιν Οἰκτίρμον.

Ὡς πηγὴ ζωῆς τῆς ἀϊδίου, ὡς τρυφῆς ὑπάρχων ὁ χειμάῤῥους, τοὺς δούλους σου τοὺς εὐσεβῶς, πρὸς σὲ μετατεθέντας, ἀξίωσον ὑμνεῖν σε, καὶ δοξολογεῖν σε εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.

Μαρία Παρθένε Θεοτόκε, ἡ Θεὸν Σωτῆρα τοῖς ἀνθρώποις, γεννήσασα σωματικῶς, περίσωζε τοὺς πίστει, ὑμνοῦντάς σου τὸν τόκον, καὶ ὑπερυψοῦντας εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θʹ. Ὁ Εἱρμός.

Σὲ τὴν ἀπειρόγαμον, Θεοῦ Μητέρα τοῦ Ὑψίστου, σὲ τὴν ὑπὲρ νοῦν κυήσασαν, διὰ λόγου τὸν ὄντως Θεόν, τὴν ὑψηλοτέραν τῶν ἀχράντων Δυνάμεων, ἀσιγήτοις δοξολογίαις μεγαλύνομεν.

Τροπάρια.

Ἵσταντο οἱ Μάρτυρες, πρὸ τῶν ἀδίκων κριτηρίων, πᾶσαν ἀδικίαν χάριτι, τοῦ Χριστοῦ κατακρίνοντες, καὶ τοὺς ὑπʼ αὐτῶν κεκρατημένους ἐλέγχοντες, καὶ στεφάνους δικαιοσύνης κομιζόμενοι.

Ὤφθητε ὡς οἴακες, τῆς Ἐκκλησίας τὴν ὁλκάδα, πᾶσαν εὐσεβῶς ἰθύναντες, εἰς λιμένα Θεοῦ ἐντολῶν, πάντες Ἱεράρχαι καὶ Ποιμένες μακάριοι· διὰ τοῦτο ὡς κυβερνήτας ὑμᾶς σέβομεν.

Στῖφος ἱκετεύει σε, τῶν Προφητῶν καὶ τῶν Ὁσίων, σύλλογος δικαίων Κύριε, ἀθλησάντων λαμπρότατα, καὶ διαπρεψάντων ἐν ἀσκήσει Φιλάνθρωπε, δυσωπεῖ σε τοὺς οἰκτιρμούς σου ἡμῖν δώρησαι.

Νεκρώσιμον.

Ἧς κατηξιώθησαν, τιμῆς καὶ δόξης αἰωνίου, ἅπαντες Χριστοῦ οἱ Ἅγιοι, τοὺς πιστῶς ἐκδημήσαντας, τοῦ ματαίου βίου μετασχεῖν καταξίωσον, Ἐλεῆμον ταῖς ἱκεσίαις τῶν Ἁγίων σου.

Θεοτοκίον.

Φέρουσα τὸ πλήρωμα, τῶν ἀγαθῶν ἐν ταῖς ἀγκάλαις, πλήρωσον ἡμῶν Πανάμωμε, τὰς ἐντεύξεις τῶν δούλων σου, καὶ τὰς πρὸς Θεὸν ἡμῶν πορείας κατεύθυνον, ἐναρέτως ἐνδυναμοῦσα πολιτεύεσθαι.

Κανὼν εἰς Κοιμηθέντας. Ἔφριξε πᾶσα ἀκοή.

Ἔχοντες Μάρτυρες Χριστοῦ, τὴν ἀνίκητον ἰσχὺν καὶ ἀήττητον, ἐξεφαυλίσατε, τὸ τῶν τυράννων, ἄθεον πρόσταγμα, καὶ Βασιλείας οὐρανῶν, σαφῶς ἠξιώθητε, καταλαμπόμενοι, τῆς Τριάδος ταῖς αὐγαῖς ἀξιάγαστοι.

Λέλυται ᾅδης ὁ πικρός, καταλύσαντος αὐτὸν σοῦ Φιλάνθρωπε, καὶ ἀναστήσαντος, τοὺς ἀπʼ αἰῶνος ἐκεῖ καθεύδοντας· ἀλλὰ καὶ νῦν ὡς ἀγαθός, τοὺς μεταχωρήσαντας, πρὸς σὲ τὸν Εὔσπλαγχνον, ἀνεσπέρου σου φωτὸς καταξίωσον.

Ὅλος εἶ Σῶτερ γλυκασμός, ὅλος εἶ ἐπιθυμία καὶ ἔφεσις, ὄντως ἀκόρεστος, ὅλος ὑπάρχεις, κάλλος ἀμήχανον· τοὺς μεταστάντας οὖν πρὸς σέ, τῆς σῆς ὡραιότητος, τρυφᾷν εὐδόκησον, καὶ τῆς θείας καλλονῆς σου ἀξίωσον.

Θεοτοκίον.

Σῶσόν με Μῆτερ τοῦ Θεοῦ, ἡ γεννήσασα Χριστὸν τὸν Σωτῆρά μου, Θεὸν καὶ ἄνθρωπον, διπλοῦν τὴν φύσιν, οὐ τὴν ὑπόστασιν, μονογενῆ μὲν ἐκ Πατρός, ἐκ σοῦ δὲ πρωτότοκον, πάσης τῆς κτίσεως· ὃν ἐν φύσεσι διτταῖς μεγαλύνομεν.

Ἀπόστιχα τῶν Αἴνων.

Μαρτυρικά. Ἦχος πλ. δʹ.

Μεγάλως ἠγωνίσασθε Ἅγιοι, τὰς βασάνους τῶν ἀνόμων, ὑπομείναντες γενναίως, καὶ Χριστὸν ὁμολογοῦντες, ἐναντίον βασιλέων, καὶ πάλιν μεταστάντες ἐκ τοῦ βίου, δυνάμεις ἐνεργεῖτε ἐν τῷ κόσμῳ, καὶ ἀσθενεῖς θεραπεύετε, ἐκ τῶν παθῶν αὐτῶν Ἅγιοι. Πρεσβεύσατε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Μάρτυρες Χριστοῦ οἱ ἀήττητοι, οἱ νικήσαντες τὴν πλάνην, τῇ δυνάμει τοῦ Σταυροῦ, ἀπολαύετε τὴν χάριν, αἰωνίως τῆς ζωῆς. Τυράννων, ἀπειλὰς οὐκ ἐπτοήθητε, βασάνοις, αἰκιζόμενοι εὐφραίνεσθε, καὶ νῦν τὰ αἵματα ὑμῶν, γέγονεν ἰάματα ταῖς ψυχαῖς ἡμῶν, πρεσβεύσατε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Τὸν θώρακα τῆς πίστεως, ἐνδυσάμενοι καλῶς, καὶ τῷ τύπῳ τοῦ Σταυροῦ, καθοπλίσαντες ἑαυτούς, στρατιῶται εὐσθενεῖς ἀνεδείχθητε, τοῖς τυράννοις ἀνδρείως ἀντικατέστητε, καὶ διαβόλου τὴν πλάνην κατηδαφίσατε, νικηταὶ γενόμενοι, τῶν στεφάνων ἠξιώθητε, πρεσβεύσατε τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Αὐτόμελον.

Τί ὑμᾶς καλέσωμεν Ἅγιοι; Χερουβίμ; ὅτι ὑμῖν ἐπανεπαύσατο Χριστός. Σεραφίμ; ὅτι ἀπαύστως ἐδοξάσατε αὐτόν. Ἀγγέλους; τὸ γὰρ σῶμα ἀπεστράφητε. Δυνάμεις; ἐνεργεῖτε ἐν τοῖς θαύμασι. Πολλὰ ὑμῶν τὰ ὀνόματα, καὶ μείζονα τὰ χαρίσματα, πρεσβεύσατε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα. Νεκρώσιμον.

Ἀμέτρητος ὑπάρχει, τοῖς ἀσώτως βιοῦσιν ἡ κόλασις, βρυγμὸς ὀδόντων, καὶ κλαυθμὸς ἀπαράκλητος, γέεννα πυρός, καὶ σκότος ἐξώτερον, καὶ σκώληξ ἀκοίμητος, δάκρυα ἀνενέργητα, καὶ Κριτὴς ἀσυμπάθητος. Διὰ τοῦτο πρὸ τοῦ τέλους βοήσωμεν λέγοντες· Δέσποτα Χριστέ, οὓς ἐξελέξω, μετὰ τῶν ἐκλεκτῶν σου ἀνάπαυσον.

Καὶ νῦν. Θεοτοκίον.

Ἐγὼ Παρθένε ἁγία Θεοτόκε, τῇ σκέπῃ σου προστρέχω, οἶδα ὅτι τεύξομαι τῆς σωτηρίας· δύνασαι γὰρ Ἁγνὴ βοηθῆσαί μοι.

Εἰ δέ ἐστιν, Ἀλληλούϊα, λέγομεν τὰ ἀνωτέρω Μαρτυρικὰ εἰς τοὺς Αἴνους, Ἀπόστιχα δὲ ταῦτα.

Ἦχος πλ. δʹ. Ὢ τοῦ παραδόξου.

Βασιλικῶς μοι ὑπέγραψας, ἐλευθερίαν βαφαῖς, ἐρυθραῖς τῶν δακτύλων σου, αἱματώσας Δέσποτα, καὶ φοινίξας σῷ αἵματι, καὶ νῦν σε πίστει καθικετεύομεν. Τοῖς πρωτοτόκοις σου συναρίθμησον, καὶ τῶν Δικαίων σου, τῆς χαρᾶς ἀξίωσον ἐπιτυχεῖν, τοὺς μεταφοιτήσαντας, πρὸς σὲ τὸν Εὔσπλαγχνον.

Στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου, Κύριε.

Ἱεραρχήσας ὡς ἄνθρωπος, σφαγιασθεὶς σεαυτόν, προσφορὰν προσενήνοχας, τῷ Πατρὶ τὸν ἄνθρωπον, τῆς φθορᾶς ἐξαιρούμενος, τοὺς μεταστάντας οὖν ὡς φιλάνθρωπος, ἐν τῇ τῶν ζώντων χώρᾳ κατάταξον, ἔνθα οἱ χείμαῤῥοι, τῆς τρυφῆς προχέονται, ἔνθα πηγαί, τῆς ἀϊδιότητος, ἀναβλυστάνουσιν.

Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.

Βάθει σοφίας ἀῤῥήτου σου, ὁροθετεῖς τὴν ζωήν, καὶ προβλέπεις τὸν θάνατον, καὶ πρὸς βίον ἕτερον, μετοικίζεις τοὺς δούλους σου, οὓς προσελάβου, τοίνυν κατάταξον, ἐπὶ ὑδάτων τῆς ἀναπαύσεως, ἐν τῇ λαμπρότητι, τῶν Ἁγίων Κύριε, ἔνθα φωνή, τῆς ἀγαλλιάσεως, καὶ τῆς αἰνέσεως.

Στίχ. Καὶ τὸ μνημόσυνον αὐτῶν εἰς γενεὰν καὶ γενεάν.

Λόγος ὑπάρχων ἀόρατος, ὁμοφυὴς τῷ Πατρί, καὶ τῷ Πνεύματι σύνθρονος, διʼ ἐμὲ τὸν ἄνθρωπον, τῇ σαρκὶ πεφανέρωσαι· ὡς ἐλεήμων οὖν καὶ φιλάνθρωπος, τοὺς ἐκ τοῦ βίου μεταφοιτήσαντας, τῆς εὐπρεπείας σου, καὶ τῆς ὡραιότητος, ταῖς καλλοναῖς, τούτους καταλάμπρυνον, Ζωαρχικώτατε.

Δόξα· καὶ νῦν. Θεοτοκίον.

Ὡς συλλαβοῦσα τὸν ἄναρχον, Λόγον Θεοῦ καὶ Θεόν, μητρικῇ παῤῥησίᾳ σου, ἐκτενῶς ἱκέτευε, κατατάξαι τοὺς δούλους σου, ἔνθα χορεία ἡ ἀκατάληκτος, εὐφραινομένων καὶ εὐφημούντων σε, ἔνθα λαμπρότητες, αἱ διαιωνίζουσαι, καὶ ὁ γλυκύς, ἦχος ἑορτάζοντος, Θεογεννήτρια.

__________

ΕΝ Τῌ ΛΕΙΤΟΥΡΓΙᾼ

Οἱ Μακαρισμοί. Ἦχος πλ. δʹ.

Μνήσθητι ἡμῶν, Χριστὲ Σωτὴρ τοῦ κόσμου, ὥσπερ τοῦ λῃστοῦ, ἐμνήσθης ἐπὶ ξύλου, καὶ καταξίωσον πάντας μόνε Οἰκτίρμον, τῆς οὐρανίου Βασιλείας σου.

Πᾶσιν ἀλγεινοῖς, στεῤῥῶς προσομιλοῦντες, τραύμασιν ὑμῶν, ἁγίοις Ἀθλοφόροι, ἐτραυματίσατε πάσας τὰς μυριάδας, τὰς τῶν δαιμόνων θείᾳ χάριτι.

Ὅσιοι Χριστοῦ, καὶ θεῖοι Ἱεράρχαι, στῖφος Προφητῶν, καὶ πάντων τῶν Ἁγίων, τῆς οὐρανίου ἐπέτυχον κληρουχίας, οὓς ἐπαξίως μακαρίσωμεν.

Μαρτυρικόν.

Πάντας τοὺς πιστῶς, τοῦ βίου μεταστάντας, τάξον ὁ Θεός, ἐν χώρᾳ τῶν Δικαίων, καὶ Παραδείσου ἀνάδειξον κληρονόμους, θεοπρεπῶς ὑμνολογοῦντάς σε.

Δόξα.

Πάτερ καὶ Υἱέ, καὶ Πνεῦμα μία φύσις, σὺ εἶ ὁ Θεός, ὁ κτίσας πάντα λόγῳ, σὲ προσκυνοῦσιν οἱ ἄνθρωποι σὺν Ἀγγέλοις, ἀκαταπαύστως σὲ δοξάζοντες.

Καὶ νῦν. Θεοτοκίον.

Πάντων τῶν καλῶν, τὸ πλήρωμα τεκοῦσα, πλήρωσον ἡμῶν, Παρθένε τὰς ἐντεύξεις, ἁμαρτιῶν ἡμῶν λύτρωσιν αἰτουμένη, καὶ φωτισμὸν καὶ μέγα ἔλεος.

ΤΕΛΟΣ ΤΟΥ ΠΛΑΓΙΟΥ Δʹ ΗΧΟΥ

Ἤχων σφραγίς, Τέταρτε σὺ τῶν πλαγίων,

Ὡς ἐν σεαυτῷ πᾶν καλὸν μέλος φέρων,

Ἄκραν σε φωνῆς δίς σε καλῶ, εἰς τέλος.

Ἤχων κορωνίς, ὡς ὑπάρχων καὶ τέλος.

Ὡς ἄκρον ἐν φθόγγοις τε, καὶ φωνῶν στάσει,

Ἀνευρύνεις, σὺ τοὺς κρότους τῶν ᾀσμάτων.