ΦΩΤΑΓΩΓΙΚΑ |
ΚΑΤʼ ΗΧΟΝ |
Ἐκ τρίου ψαλλόμενα |
__________ |
Ἦχος αʹ. |
Ὁ τὸ φῶς ἀνατέλλων Χριστέ, τὴν ψυχήν μου καθάρισον ἀπὸ πάσης ἁμαρτίας, … |
__________ |
Ἦχος βʹ. |
Τὸ φῶς σου τὸ ἀΐδιον, ἐξαπόστειλον Κύριε, καὶ φώτισον τὰ ὄμματα τὰ κρυπτὰ τῆς καρδίας μου, … |
__________ |
Ἦχος γʹ. |
Ἐξαπόστειλον τὸ φῶς σου, Χριστὲ ὁ Θεός, καὶ φώτισον τὴν καρδίαν μου, … |
__________ |
Ἦχος δʹ. |
Ὁ τὸ φῶς ἀνατέλλων τῷ κόσμῳ σου, τὴν ἐν σκότει ψυχήν μου ὑπάρχουσαν, ἀπὸ πάσης ἁμαρτίας καθάρισον, … |
__________ |
Ἦχος πλ. αʹ. |
Φωτοδότα Κύριε, ἐξαπόστειλον τὸ φῶς σου, καὶ φώτισον τὴν καρδίαν μου, … |
__________ |
Ἦχος πλ. βʹ. |
… κατάπεμψον ταῖς ψυχαῖς ἡμῶν, τὸ φῶς σου τὸ ἀΐδιον. |
__________ |
Ἦχος βαρύς. |
Διέγειρόν με Κύριε, πρὸς τὴν σὴν ὑμνῳδίαν, καὶ δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, … |
__________ |
Ἦχος πλ. δʹ. |
Φῶς ὑπάρχων Χριστέ, φώτισόν με ἐν σοί, … |
__________ |
Ἰστέον, ὅτι τὴν συμπλήρωσιν τοῦ φωταγωγικου, ψαλλομένου τρὶς (ἐξαιρέσει τοῦ φωταγωγικοῦ τοῦ πλ. βʹ ἤχου) ποιοῦμεν οὕτω· |
Τοῦ αʹ. |
Τῇ Δευτέρᾳ |
… προστασίαις τῶν Ἀσωμάτων, καὶ σῶσόν με. |
Τῇ Τρίτῃ |
… πρεσβείαις τοῦ Προδρόμου, καὶ σῶσόν με. |
Τῇ Τετάρτῃ καὶ Τῇ Παρασκευῇ |
… δυνάμει τοῦ Σταυροῦ σου, καὶ σῶσόν με. |
Τῇ Πέμπτῃ |
… πρεσβείαις τῶν Ἀποστόλων, καὶ σῶσόν με. |
Τῷ Σαββάτῳ |
… πρεσβείαις τῶν Ἁγίων καὶ σῶσόν με. |
Τοῦ βʹ. |
Ἐφʼ ὅσον ὁ ναὸς τιμᾶται ἐπʼ ὀνόματι Ἁγίου ἢ Ἁγίας τινός, μετὰ μνείας τῆς τάξεως εἰς ἣν ἀνήκει ὁ Ἅγιος ἢ ἡ Ἁγία, |
… πρεσβείαις τῶν Μαρτύρων (ἢ τῶν Ἱεραρχῶν ἢ τοῦ Ὁσίου) καὶ σῶσόν με. |
Ἄλλως ὡς τοῦ αʹ, ἐξαιρέσει τῆς Πέμπητες, καθʼ ἣν τὴν συμπλήρωσιν ποιοῦμεν μετὰ τοῦ |
… πρεσβείαις τοῦ Ἱεράρχου, καὶ σῶσόν με. |
Τοῦ γ, καὶ ἐν Σαββάτῳ τοῦ β, ὡς ψαλλομένου μόνον δίς, ἀείποτε μετὰ τοῦ |
… πρεσβείαις τῆς Θεοτόκου, καὶ σῶσόν με. |
Ἰστέον καὶ τοῦτο, ὅτι τὴν συμπλήρωσιν τοῦ φωταγωγικοῦ τοῦ πλ. βʹ ἤχου ποιοῦμεν ἐν τῇ ἀρχῇ αὐτοῦ, προσθέτοτνες καὶ τό, "Κύριε". |
Προστασίαις, Κύριε, τῶν Ἀσωμάτων, … |
Πρεσβείαις, Κύριε, τοῦ Προδρόμου, … |
Δυνάμει τοῦ Σταυροῦ σου, Κύριε, … |
Πρεσβείαις, Κύριε, τῶν Ἀποστόλων, … |
Πρεσβείαις Κύριε τῶν Ἁγίων, … |
Πρεσβείαις Κύριε τῆς Θεοτόκου, … |
Οὑτωσὶ συμπληροῦμεν καὶ τὸ τέλος τοῦ φωταγωγικοῦ τοῦ δʹ ἤχου, ὡς στερουμένου κλητικῆς προσφωνήσεως. |