ΥΜΝΟΙ ΤΡΙΑΔΙΚΟΙ |
ΚΑΤʼ ΗΧΟΝ |
Ψαλλόμενοι ἐν ταῖς νηστησείμοις ἡμέραις, ὅτε ἐστὶν Ἀλληλούϊα |
* Βλέπε τὰ πρὸς συμπλήρωσιν τῶν τριαδικῶν ὕμνων ἁρμόζοντα ἐν ἑκάστη ἡμέρᾳ Ἀκροστίχια ἐν τῇ σημειώσει. |
__________ |
Ἦχος αʹ. |
Σωματικαῖς μορφώσεσι, τῶν ἀσωμάτων δυνάμεων, πρὸς νοερὰν καὶ ἄϋλον ἀναγόμενοι ἔννοιαν, καὶ τρισαγίῳ μελῳδήματι, τρισυποστάτου Θεότητος, ἐκδεχόμενοι ἔλλαμψιν, χερουβικῶς βοήσωμεν τῷ μόνῳ Θεῷ· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεὸς ἡμῶν. … * |
Δόξα. |
Μετὰ πασῶν τῶν οὐρανίων Δυνάμεων, χερουβικῶς τῷ ἐν ὑψίστοις βοήσωμεν, τὸν τρισάγιον ἀναπέμποντες αἶνον· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεὸς ἡμῶν. … * |
Καὶ νῦν. |
Ἐξεγερθέντες τοῦ ὕπνου, προσπίπτομέν σοι Ἀγαθέ, καὶ τῶν Ἀγγέλων τὸν ὕμνον, βοῶμέν σοι Δυνατέ· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεὸς ἡμῶν. Διὰ τῆς Θεοτόκου ἐλέησον ἡμᾶς. |
__________ |
Ἦχος βʹ. |
Τὰς ἄνω δυνάμεις μιμούμενοι οἱ ἐπὶ γῆς, ἐπινίκιον ὕμνον προσφέρομέν σοι Ἀγαθέ· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεὸς ἡμῶν. … * |
Δόξα. |
Ἄκτισε φύσις, ἡ τῶν ὅλων δημιουργός, τὰ χείλη ἡμῶν ἄνοιξον, ὅπως ἀναγγέλλωμεν τὴν αἴνεσίν σου βοῶντες· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεὸς ἡμῶν. … * |
Καὶ νῦν. |
Τῆς κλίνης καὶ τοῦ ὕπνου ἐξεγείρας με Κύριε, τὸν νοῦν μου φώτισον, καὶ τὴν καρδίαν, καὶ τὰ χείλη μου ἄνοιξον, εἰς τὸ ὑμνεῖν σε, Ἁγία Τριάς· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεὸς ἡμῶν. Διὰ τῆς Θεοτόκου ἐλέησον ἡμᾶς. |
__________ |
Ἦχος γʹ. |
Τριὰς ὁμοούσιε καὶ ἀδιαίρετε, Μονὰς τρισυπόστατε καὶ συναΐδιε, σοὶ ὡς Θεῷ τῶν Ἀγγέλων τὸν ὕμνον κραυγάζομεν· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεὸς ἡμῶν. … * |
Δόξα. |
Πατέρα ἄναρχον, Υἱὸν συνάναρχον, Πνεῦμα συναΐδιον, Θεότητα μίαν χερουβικῶς δοξολογεῖν τολμῶντες λέγομεν· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεὸς ἡμῶν. … * |
Καὶ νῦν. |
Ἀθρόον ὁ Κριτὴς ἐπελεύσεται, καὶ ἑκάστου αἱ πράξεις γυμνωθήσονται· ἀλλὰ φόβῳ κράξωμεν ἐν τῷ μέσῳ τῆς νυκτός· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεὸς ἡμῶν. Διὰ τῆς Θεοτόκου ἐλέησον ἡμᾶς. |
__________ |
Ἦχος δʹ. |
Τῶν νοερῶν σου λειτουργῶν, προσφέρειν, οἱ θνητοὶ τὸν ὕμνον τολμῶντες, λέγομεν· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεὸς ἡμῶν. … * |
Δόξα. |
Ὡς αἱ τάξεις νῦν τῶν Ἀγγέλων ἐν οὐρανῷ, καὶ στάσεις φόβῳ ἀνθρώπων ἐπὶ τῆς γῆς, ἐπινίκιον ὕμνον προσφέρομέν σοι Ἀγαθέ· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεὸς ἡμῶν. … * |
Καὶ νῦν. |
Τὸν ἄναρχόν σου Πατέρα, καὶ σέ, Χριστὲ ὁ Θεός, καὶ τὸ πανάγιόν σου Πνεῦμα, χερουβικῶς δοξολογεῖν τολμῶντες, λέγομεν· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεὸς ἡμῶν. Διὰ τῆς Θεοτόκου ἐλέησον ἡμᾶς. |
__________ |
Ἦχος πλ. αʹ. |
Ὑμνῳδίας ὁ καιρός, καὶ δεήσεως ὥρα, ἐκτενῶς βοήσωμεν τῷ μόνῳ Θεῷ· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεὸς ἡμῶν. … * |
Δόξα. |
Εἰκονίζειν τολμῶντες τὰ νοερά σου στρατεύματα, Τριὰς ἄναρχε, στόμασιν ἀναξίοις βοῶμεν· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεὸς ἡμῶν. … * |
Καὶ νῦν. |
Ὁ ἐν μήτρᾳ παρθενικῇ χωρηθείς, καὶ τῶν κόλπων τοῦ Πατρὸς μὴ χωρισθείς, σὺν Ἀγγέλοις καὶ ἡμᾶς Χριστὲ ὁ Θεὸς πρόσδεξαι βοῶντάς σοι· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεὸς ἡμῶν. Διὰ τῆς Θεοτόκου ἐλέησον ἡμᾶς. |
__________ |
Ἦχος πλ. βʹ. |
Παριστάμενα φόβῳ τὰ Χερουβείμ, ἐξιστάμενα τρόμῳ τὰ Σεραφείμ, τὸν τρισάγιον ὕμνον προσφέρει, ἀσιγήτῳ φωνῇ, μεθʼ ὧν καὶ ἡμεῖς βοῶμεν οἱ ἁμαρτωλοί· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεὸς ἡμῶν. … * |
Δόξα. |
Ἀσωμάτοις στόμασιν, ἀσιγήτοις τὰ Ἑξαπτέρυγα ᾄδουσί σοι τὸν τρισάγιον ὕμνον, ὁ Θεὸς ἡμῶν, καὶ ἡμεῖς οἱ ἐπὶ γῆς, ἀναξίοις χείλεσιν αἶνόν σοι ἀναπέμπομεν· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεὸς ἡμῶν. … * |
Καὶ νῦν. |
Τριαδικῆς μονάδος Θεότητα, ἀσυγχύτῳ ἑνώσει δοξάσωμεν, καὶ τῶν Ἀγγέλων τὸν ὕμνον βοήσωμεν· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεὸς ἡμῶν. Διὰ τῆς Θεοτόκου ἐλέησον ἡμᾶς. |
__________ |
Ἦχος βαρύς. |
Ὁ ὑψίστῃ δυνάμει χερουβικῶς ἀνυμνούμενος, καὶ θεϊκῇ δόξῃ ἀγγελικῶς προσκυνούμενος, πρόσδεξαι καὶ ἡμᾶς τοὺς ἁμαρτωλούς, ἀναξίως τολμῶντας κραυγάζειν σοι· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεὸς ἡμῶν. … * |
Δόξα. |
Ὡς ὕπνον τὸν ὄκνον, ἀποθεμένη ψυχή, διόρθωσιν πρὸς ἔγερσιν, δεῖξον τῷ Κριτῇ, καὶ ἐν φόβῳ βόησον· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεὸς ἡμῶν. … * |
Καὶ νῦν. |
Τῇ ἀπροσίτῳ Θεότητι, τῇ ἐν Μονάδι Τριάδι, τῶν Σεραφεὶμ τὸν Τρισάγιον ἀναπέμποντες αἶνον, μετὰ φόβου βοήσωμεν· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεὸς ἡμῶν. Διὰ τῆς Θεοτόκου ἐλέησον ἡμᾶς. |
__________ |
Ἦχος πλ. δʹ. |
Εἰς οὐρανὸν τὰς καρδίας ἔχοντες, Ἀγγελικὴν μιμησώμεθα τάξιν, καὶ ἐν φόβῳ τῷ ἀδεκάστῳ προσπέσωμεν, ἐπινίκιον ἀνακράζοντες αἶνον· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεὸς ἡμῶν. … * |
Δόξα. |
Ὁρᾷν σε μὴ τολμῶντα τὰ Χερουβείμ, ἱπτάμενα κραυγάζει ἀλαλαγμῷ, τὸ ἔνθεον μέλος τῆς Τρισαγίας φωνῆς, μεθʼ ὧν καὶ ἡμεῖς βοῶμεν οἱ ἁμαρτωλοί· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεὸς ἡμῶν. … * |
Καὶ νῦν. |
Κατακαμπτόμενοι τῷ πλήθει, τῶν πταισμάτων ἡμῶν, καὶ μὴ τολμῶντες ἀτενίσαι τῷ ὕψει σου, τὴν ψυχὴν σὺν τῷ σώματι κλίναντες, μετὰ Ἀγγέλων τὸν ὕμνον βοῶμέν σοι· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεὸς ἡμῶν. Διὰ τῆς Θεοτόκου ἐλέησον ἡμᾶς. |
__________ |
Ἱστέον, ὅτι συμπλήρωσιν τριαδικῶν ὕμνων ποιοῦμεν οὕτω· |
Τοῦ αʹ ὕμνου. |
Τῇ Δευτέρᾳ |
… Προστασίαις τῶν Ἀσωμάτων σῶσον ἡμᾶς. |
Τῇ Τρίτῃ |
… Πρεσβείαις τοῦ Προδρόμου σῶσον ἡμᾶς. |
Τῇ Τετάρτῃ καὶ Τῇ Παρασκευῇ |
… Δυνάμει τοῦ Σταυροῦ σου σῶσον ἡμᾶς. |
Τῇ Πέμπτῃ |
… Πρεσβείαις τῶν Ἀποστόλων σῶσον ἡμᾶς. |
Τοῦ βʹ ὕμνου. |
Ἐφʼ ὅσον ὁ ναὸς τιμᾶται ἐπʼ ὀνόματι Ἁγίου ἢ Ἁγίας τινός, μετὰ μνείας τῆς τάξεως εἰς ἣν ἀνήκει ὁ Ἅγιος ἢ ἡ Ἁγία, |
… Πρεσβείαις τοῦ Ὁσίου (ἢ τῆς Μάρτυρος ἢ τοῦ Ἱεράρχου κ.λ.π.) σῶσον ἡμᾶς. |
Ἄλλως ἡ συμπλήρωσις τοῦ βʹ ὕμνου γίνεται ὡς τοῦ αʹ τοιούτου, ἐξαιρέσει τῆς Πέμπτης, καθʼ ἣν τὴν συμπλήρωσιν ποιοῦμεν μετὰ τοῦ |
… Πρεσβείαις τοῦ Ἱεράρχου σῶσον ἡμᾶς. |
Τοῦ γʹ ὕμνου. |
Ἀείποτε μετὰ τοῦ· |
… Διὰ τῆς Θεοτόκου ἐλέησον ἡμᾶς. |