×

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ

τῆς ὅλης ἑβδομάδος

__________

Τῇ Δευτέρᾳ

Ἦχος βʹ. Γυναῖκες ἀκουτίσθητε.

Ἀρχάγγελοι καὶ Ἀγγελοι, Ἀρχαὶ καὶ Κυριότητες, Δυνάμεις, καὶ Ἐξουσίαι, καὶ Θρόνοι πολυόμματα, τὰ Χερουβείμ, καὶ Σεραφείμ, ἅμα τὰ ἑξαπτέρυγα, ὑπὲρ ἡμῶν πρεσβεύσατε, τοῦ λυτρωθῆναι κινδύνων, καὶ τοῦ πυρὸς τοῦ ἀσβέστου.

Θεοτοκίον.

Ἦχος βʹ. Γυναῖκες ἀκουτίσθητε.

Σύ μου προστάτις Ἄχραντε, καὶ ἰσχυρὸν προπύργιον, καὶ προστασία τοῦ κόσμου, καὶ σοὶ προσπίπτω κραυγάζων· Τῶν ὀδυνῶν με λύτρωσαι, καὶ τοῦ πυρὸς ἐξάρπασον, τοῦ αἰωνίου Παρθένε, τὸν ἐπὶ σοὶ πεποιθότα.

__________

Τῇ Τρίτῃ

Ἦχος γʹ. Ὁ οὐρανὸν τοῖς ἄστροις.

Τὸν Πρόδρομον Ἰωάννην, καὶ Βαπτιστὴν τοῦ Σωτῆρος, τὸν ἐν Προφήταις Προφήτην, καὶ τῆς ἐρήμου τὸ θρέμμα, τῆς Ἐλισάβετ τὸν γόνον, ἀνευφημήσωμεν πάντες.

Θεοτοκίον.

Ἦχος γʹ. Ὁ οὐρανὸν τοῖς ἄστροις.

Καὶ σὲ μεσίτριαν ἔχω, πρὸς τὸν φιλάνθρωπον Θεόν, μή μου ἐλέγξη τὰς πράξεις, ἐνώπιον τῶν Ἀγγέλων, παρακαλῶ σε, Παρθένε, βοήθησόν μοὶ ἐν τάχει.

__________

Τῇ Τετάρτῃ

Ἦχος βʹ. Γυναῖκες ἀκουτίσθητε.

Τὸ ὅπλον τὸ ἀήττητον, τὸ στήριγμα τῆς πίστεως, Σταυρὸν τὸν θεῖον ὑμνοῦμεν, καὶ προσκυνοῦμεν ἐν πίστει, τὸ μέγα καταφύγιον, Χριστιανῶν τὸ καύχημα, τῶν Ὀρθοδόξων φύλακα, τῶν Ἀθλοφόρων τὸ κλέος, ἀξίως σε εὐφημοῦμεν.

Σταυροθεοτοκίον.

Ἦχος βʹ. Γυναῖκες ἀκουτίσθητε.

Παρισταμένη Πάναγνε, ἐν τῷ Σταυρῷ καὶ βλέπουσα, τὸν σὸν Υἱὸν ἐπὶ ξύλου, ταθέντα καὶ νεκρωθέντα, ὥς περ μήτηρ ὠλόλυζες, δακρύουσα καὶ λέγουσα· Τί τοῦτο τὸ παράδοξον, ὅτι ὁ Κτίστης τοῦ κόσμου, σταυρῷ ταθῆναι ἠνέσχου;

__________

Τῇ Πέμπτῃ

Ἦχος γʹ. Ὁ οὐρανὸν τοῖς ἄστροις.

Ἡ δωδεκὰς ἡ ἁγία, τῶν Ἀποστόλων τὸ κλέος, σὺν τῷ σεπτῷ Νικολάῳ, καὶ Ἱεράρχῃ Μυρέων, ὑπὲρ ἡμῶν τὸν Σωτῆρα, ἐκδυσωπεῖτε ἀπαύστως.

Θεοτοκίον.

Ἦχος γʹ. Ὁ οὐρανὸν τοῖς ἄστροις.

Ἐλπὶς τῶν ἀπηλπισμένων, πανύμνητε Θεοτόκε, μετὰ δακρύων βοῶ σοι, ἐκ βάθους μου τῆς καρδίας· Ἐξάρπασόν με Παρθένε, ἐκ τῶν τοῦ ᾅδου κευθμώνων.

__________

Τῇ Παρασκευῇ

Ἦχος βʹ. Τῶν Μαθητῶν ὁρώντων σε.

Σταυρός, ὁ φύλαξ πάσης τῆς οἰκουμένης· Σταυρός, ἡ ὡραιότης τῆς Ἐκκλησίας, Σταυρός, Βασιλέων τὸ κραταίωμα· Σταυρός, Πιστῶν τὸ στήριγμα· Σταυρός, Ἀγγέλων ἡ δόξα, καὶ τῶν δαιμόνων τὸ τραῦμα.

Σταυροθεοτοκίον.

Ἦχος γʹ. Ὁ οὐρανὸν τοῖς ἄστροις.

Ἐν τῷ Σταυρῷ παρεστῶσα, ἡ σὲ ἀσπόρως τεκοῦσα, καὶ θρηνῳδοῦσα ἐβόα· Οἴμοι! γλυκύτατον τέκνον, πῶς ἔδυς ἐξ ὀφθαλμῶν μου, πῶς ἐν νεκροῖς ἐλογίσθης;

__________

Τῷ Σαββάτῳ

Αὐτόμελον. Ἦχος γʹ.

Ὁ οὐρανὸν τοῖς ἄστροις, κατακοσμήσας ὡς Θεός, καὶ διὰ τῶν σῶν Ἀγγέλων, πᾶσαν τὴν γῆν φωταγωγῶν, Δημιουργὲ τῶν ἁπάντων, τοὺς ἀνυμνοῦντάς σε σῷζε.

Νεκρώσιμον.

Ἦχος γʹ. Ὁ οὐρανὸν τοῖς ἄστροις.

Ὁ καὶ νεκρῶν καὶ ζώντων, ἐξουσιάζων ὡς Θεός, ἀνάπαυσον τοὺς σοὺς δούλους, ἐν ταῖς σκηναῖς τῶν ἐκλεκτῶν· εἰ γὰρ καὶ ἥμαρτον Σῶτερ, ἀλλʼ οὐκ ἀπέστησαν ἐκ σοῦ.

Θεοτοκίον.

Ἦχος γʹ. Ὁ οὐρανὸν τοῖς ἄστροις.

Ὁ γλυκασμὸς τῶν Ἀγγέλων, τῶν θλιβομένων ἡ χαρά, Χριστιανῶν ἡ προστάτις, Παρθένε Μήτηρ Κυρίου, ἀντιλαβοῦ μου καὶ ῥῦσαι, τῶν αἰωνίων βασάνων.